Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Pherecrates (Pherecrates) - urn:cts:greekLit:tlg0486

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0486.suda001
urn:cts:greekLit:tlg0486.suda002
urn:cts:greekLit:tlg0486.suda003
urn:cts:greekLit:tlg0486.suda004
urn:cts:greekLit:tlg0486.suda005
urn:cts:greekLit:tlg0486.suda006
urn:cts:greekLit:tlg0486.suda007
urn:cts:greekLit:tlg0486.suda008
urn:cts:greekLit:tlg0486.suda009
urn:cts:greekLit:tlg0486.suda010
urn:cts:greekLit:tlg0486.suda011
urn:cts:greekLit:tlg0486.suda012
urn:cts:greekLit:tlg0486.suda013

alpha 306[ Ἀγορᾶς ὥραν: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πρόξεων τῶν κατ’ ἀγορὰν ἕωθεν, ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτης· πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι. ]
alpha 383[ Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δέ φασιν αὐτοὺς εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρους εὐοσμίας. καὶ Ἀγυιεὺς, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις· ὦ δέσποτα Ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. ]
alpha 515[ Ἀδωνία: συνεσταλμένως. Ἀδωνίαν ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν. Φερεκράτης. καλοῦσι δὲ καὶ τὸ εἴδωλον τοῦ Ἀδώνιδος οὕτως Ἀδώνιον. καὶ Ἀδωνίδειος καρπὸς, τοῦ Ἀδώνιδος. ]
alpha 729[ Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. ]
alpha 788[ Ἀκαλήφη: κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρ’ ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυτικῶν. ]
alpha 1305[ Ἀλοάων. καὶ Ἀλοάσαντα· ἀλοάσαντα εἶπεν ἐν τῷ α Φερεκράτης· ἵπποι ὑποζύγιοι ἀλοάσαντ’ εὐθὺς ἐκποιῆσαι. τὸ δὲ συγκόψαι πληγαῖς, ἀλοῆσαι ἐν τῷ η. ]
alpha 1687[ Ἀμυστὶ πιεῖν: ἐπίρρημα. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι. λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἀμυστὶ Φερεκράτης εἶπεν. ὅτι Κόμοδος ὁ βασιλεὺς Ῥωμαίων ἔπιεν ἐν τῇ ἀγωνίᾳ καμὼν, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβῶν ἀμυστί· ἐφ’ ᾧ παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβόησαν ζήσειας. τὸ Ζήσειας ἐπὶ τοῦ τελειώσειας τὴν ζωήν φασιν οἱ γραμματικοί. κινδυνεύει οὖν ὁ τοῦτο λέγων ἀντὶ τοῦ εὔχεσθαι, καταρᾶσθαι. καὶ Ἀριστοφάνης· ἄμυστιν ἐξέλαψα. οἷον ὁμοῦ καὶ ἀθρόως ἔπιον. ἢ παρὰ τὸ ἀπνευστὶ ἐκπιεῖν ἢ παρὰ τὸ μὴ μύειν. ἐστι δὲ καὶ εἶδος ποτηρίου φιαλώδους. Ἄμυστις γὰρ ἡ ἀπνευστὶ πὸσις. ]
alpha 1883[ Ἀναθύειν: τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτης· πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι. ]
alpha 2074[ Ἀνασπᾷ: ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδης. ἢ Ἀνασπᾶν, τὸ ἀντλεῖν ὕδωρ. κάδους ἀνασπῶν, φησὶ Φερεκράτης. καὶ Ἀνασπῶν, οὐδετέρως, διὰ τοῦ ω μεγάλου. ]
alpha 2141[ Ἀναψηφίσασθαι: τὸ μεταψηφίσασθαι. Δουλοδιδασκάλῳ Φερεκράτης· κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία. καὶ ἐκτεταμένως λέγουσιν οἱ Ἀττικοί. ]
alpha 2282[ Ἀνεῴγεισαν: ἠνοίχθησαν. καὶ Ἀνέῳγεν, οὐχὶ ἤνοιγε· καὶ Ἀνεῳγετο. λέγει καὶ Ἀμειψίας Μοιχοῖς, καὶ οἱ νεώτεροι πολλαχοῦ. ἥδ’ ἀνῴγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχεν. Εὔπολις Πόλεσιν· οἳ δ’ οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ. καὶ Φερεκράτης Κραπατάλοις· οὐδεὶς γὰρ ἐδέχετο, οὐδ’ ἀνέῳγέ μοι θύραν. ]
alpha 2547[ Ἀνόδοντον· Κοριάννοις Φερεκράτης· ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει. ]
alpha 2782[ Ἀνυδρεύσασθαι: ἀντλῆσαι ὕδωρ. κατάχεον καὐτῆς κἀνύδρευσαι τὸν κάδον. Κοριάννοι Φερεκράτης. ]
alpha 2814[ Ἄξιος: τὸ εὔωνος. Φερεκράτης Ἱστῷ· ὁ δὲ στέφους πετεινὸς πυρὸς ἄξιος. ]
alpha 2928[ Ἀπαρτί: ἐπίρρημά ἐστιν ὡς ἀμογητί, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. Ἡρόδοτος· ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί. καὶ Φερεκράτης ἐν Κραπατάλλοις· φράσον μοι ἀπαρτὶ δήπου προλαβεῖν. καὶ Ἀριστοφάνης Πλούτῳ· τοὺς δεξιοὺς καὶ τοὺς σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. ]
alpha 2983[ Ἀπέδραν· καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. ἀντὶ τοῦ ἐπανεχώρησαν δεῦρο κἀπέδραν. Φερεκράτης Ἰπνῷ. Μένανδρος Θετταλεῦσιν· εἶτ’ ἀπέδραν μόνος. ]
alpha 3037[ Ἄπερρε: ἀντὶ τοῦ φθείρου, πορεύου μετὰ φθορᾶς. Ἀριστοφάνης Νεφέλαις· ὑθλεῖς, ἄπερρε. Ἄπερρε οὖν ἀποφθάρηθι. καὶ Ἔρρων, φθειρόμενος. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλλοις Φερεκράτης. ]
alpha 3194[ Ἄπια: εἰδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρὰ Ἀλέξιδι καὶ ἐν Ἀγρίοις Φερεκράτους· πρὶν ἀνακυκῆσαι τοὺς ἀπίους ἁρπάζετε. ]
alpha 3743[ Ἀρᾶται: εὔχεται, ἢ καταρᾶται, ἢ ἐπιθειάζει. Φερεκράτης Μυρμηκανθρώποις· ὕστερον ἀρᾶται, κἀπιθειάζει τῷ πατρί. ]
alpha 3750[ Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. ]
alpha 4032[ Ἀρτήρ: ὑποδήματος γένος. Φερεκράτης Γραυσίν. ]
alpha 4045[ Ἀρτίως: τελείως, ὑγιῶς. οὐ μόνον ἄρτι, τὸ πρὸ ὀλίγου. Φερεκράτης Μυρμηκανθρώποις· ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη. καὶ ἀντὶ τοῦ γνησίου· τοιοῦδ’ ἀποβλαφθεὶς ἀρτίως φίλου. ]
alphaiota 61[ Αἰγίς· καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις· οἴμοι κακοδαίμων, αἰγίς, αἰγὶς ἔρχεται. ]
alphaiota 299[ Αἴρειν ἔξω πόδα πηλοῦ· ἐπὶ τῶν βουλομένων μὴ ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίας. Αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἶρ’ , αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. καὶ Συναριστώσαις· ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν. ]
chi 172[ Χαῖρις· κιθαρῳδός. μνημονεύει δὲ αὐτοῦ καὶ Φερεκράτης ἐν Ἀγροῖς· φέρ’ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο; Πεισουμελὴς μετὰ Μέλητος ἦν. ἔχ’ ἀτρέμας. ἐγ’ᾦδα. Χαῖρίς ἐστι. καὶ ἕτερος, οὗ μνημονεύει Κρατῖνος ἐν Νεμέσει. ]
chi 471[ Χρή· ὀξυτόνως δεῖ· χρῇ δὲ περισπωμένως, τὸ ὑποτακτικόν, σημαίνει τὸ δέῃ. Εὔπολις Αἰξίν· ἐγὼ τελῶ τὸν μισθόν, ὅν τιν’ ἂν χρῇ. χρῆν δὲ σὺν τῷ ν καὶ περισπωμένως τὸ παρεληλυθός, τὸ ἔδει. λέγουσι δέ ποτε καὶ χρήσται, ἀντὶ τοῦ δεῖ. Φερεκράτης Λήροις· τὸ δ’ ὄνομά μοι κάτειπε, τί σε χρῆσται καλεῖν. Ἀριστοφάνης Λημνίαις· ἡ καρδίω τε τίς; ἀλλὰ πῶς χρῆσται ποιεῖν; χρῇς δὲ τὸ χρῄζεις, καὶ δέῃ. Κρατῖνος Νόμοις· νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆσται. χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν. ]
delta 421[ Δήμαρχοι· ὅτι ὁ δῆμος εἰς τὴν προτέραν ἐπανελθὼν εὐκοσμίαν δημάρχους εἵλετο Σικίννιον καὶ Βροῦτον, οἳ τοῖς ὑπάτοις εἰς τὸ αὐτὸ τῆς δυνάμεως καθιστάμενοι ἐνιαυτῷ τε ταύτην καρπούμενοι τὴν ἐξουσίαν, ἐδημαγώγουν τὸ πλῆθος τοῖς καθ’ ἡδονὴν πολιτεύμασιν. ὄνομα δὲ πολιτείας οἱ δήμαρχοι παρὰ τοῖς Ἀθηναίοις, οἱ πρώην ναύκραροι καλούμενοι· οἷς ἐξῆν ἐνεχυράζειν. καὶ Φερεκράτης· ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν. οἱ κατὰ δῆμον ἄρχοντες. οὗτοι δὲ διεκόσμουν τὴν ἑορτὴν τῶν Παναθηναίων. ]
epsilon 3069[ Ἔρρων· μετὰ φθορᾶς παραγενόμενος, ἢ πορευόμενος. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλλοις Φερεκράτης. ]
kappa 394[ Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα. ]
kappa 1609[ Κιλίκων· ἐπώνυμον Ἀχαιοῦ τοῦ Μέροπος, ἀπὸ τροφοῦ Κιλίσσης· ὃς τὴν πατρίδα Μίλητον προδέδωκε τοῖς Πριηνεῦσι καὶ τὸν βασιλέα στρατηγῶν. παρόσον Κίλικες διεβέβληντο ἐπὶ πονηρίᾳ καὶ ὠμότητι, διὰ τοῦτο ἐκλήθη Κιλίκων. Φερεκράτης· ἀεί ποθ’ ἡμῖν ἐγκιλικίζουσ’ οἱ θεοί. εὔπορος δὲ ἦν, ὥστε καὶ παροιμίαν ἐπ’ αὐτῷ εἰρῆσθαι· ἀγαθὰ Κιλίκων. λείπει τὸ ἔχει. ]
kappa 2084[ Κοριαννοῖ. Φερεκράτης κέχρηται. ]
kappa 2327[ Κραπατάλλοις Φερεκράτης λέγει. ]
kappa 2691[ Κύνα δέρειν δεδαρμένην· τὸ τοῦ Φερεκράτους. σχῆμα δέ ἐστιν ἀκόλαστον εἰς τὸ αἰδοῖον. εἴρηται δὲ ἐπὶ τῶν ἄλλο πασχόντων αὖθις ἐφ’ οἷς πεπόνθασιν ἡ παροιμία. ]
mu 1443[ Μυρμηκανθρώποις Φερεκράτης γράφει. ]
nu 568[ Νωτοπλῆγα· μαστιγίαν τὸν εἰς τὰ νῶτα τὰς πληγὰς λαμβάνοντα. Φερεκράτης Κραπατάλοις· καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν. ]
phi 212[ Φερεκράτης, Ἀθηναῖος, κωμικός· ὃς Ἀλεξάνδρῳ συνεστράτευσεν. ἐδίδαξε δράματα ιζʹ. Φερεκράτης Πετάλῃ γράφει. ]
phi 342[ Φίλιος· ὁ τὰ περὶ τὰς φιλίας ἐπισκοπῶν. Μένανδρος Ἀνδρογύνῳ· μαρτύρομαι τὸν Φίλιον, ὦ Κράτων, Δία. Φερεκράτης Κραπατάλοις· τοῖς δὲ κριταῖς τοῖς νυνὶ κρίνουσι λέγω μὴ ἐπιορκεῖν μηδ’ ἀδίκως κρίνειν, ἢ νὴ τὸν Φίλιον, μῦθον εἰς ὑμᾶς ἕτερον Φιλοκράτης λέξει πολὺ τούτου κακηγοριστότερον. ]
phi 556[ Φοβερός· ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ καὶ Φερεκράτει. καὶ παρὰ Ἀρριανῷ· οἱ δὲ φοβεροὶ γινόμενοι ἔφευγον, ἀπολιπόντες τὰς πόλεις. καὶ αὖθις Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο. Φοβερὸς καὶ ὁ καταπληκτικός. Ἀννίβας δὲ λαμπρὸς ἤδη καὶ φοβερὸς ὢν ἤλαυνεν ἐπὶ τὴν Τυρρηνίαν. ]
pi 763[ Πασσυδεί· παντελῶς. ὁ Θουκυδίδης· εἰ μὴ οὕτως τε πασσυδεὶ διεφθάρθαι. ὅπερ ἀγνοήσαντές τινες γράφουσι πασσυδί. ἔστι καὶ ἐν Αὐτομόλοις Φερεκράτου. ]
pi 1125[ Περιέρρων· ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλοις Φερεκράτης. ἀπὸ τοῦ ἔρρων, ὃ σημαίνει τὸ φθειρόμενος. ]
pi 1708[ Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφἱέρων, , Δαίδαλος, Ἑορταί, ἙλλὰςΝῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, ΛάκωνεςΠοιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, ΞάνταιΚέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. ]
rho 301[ Ῥυπαίνω· ἀντὶ τοῦ ὑβρίζω. Φερεκράτης. ]
sigma 1157[ Στραγγαλίδες· τὰ δύσλυτα ἅμματα. Φερεκράτης Αὐτομόλοις· ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. ]
sigma 1318[ Συηνία καὶ Κυηνία· ἀμαθία, σκαιότης. παρὰ Φερεκράτει. καὶ συηνεῖν Πλάτων ὁ φιλόσοφος τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. καὶ Συηνία, πόλις. Συΐνη δὲ συκέα. ]
sigma 1334[ Συκυαῖσι· Φερεκράτης Τυραννίδι· ἆρ’ ἀραχνία, ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. ζήτει ἐν τῷ ἀράχνη. ]
tau 236[ Τεθολωμένος· καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμηκανθρώποις· γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον. καὶ ἐπὶ λύπης· ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία. ]
tau 431[ Τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος [+] τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν. ]
tau 809[ Του· καὶ ἐπὶ θηλυκοῦ τάττεται, ὥσπερ τὸ τίνος. Ἀριστοφάνης Ἀμφιάρεῳ· ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. ἐπὶ δὲ οὐδετέρου Δαναΐσιν· ἀλλ’ εἴσιθ’ , ὡς τὸ πρᾶγμα λέξαι βούλομαι τουτί· προσόζειν γὰρ κᾄκ του μοι δοκεῖ. ἐπὶ δὲ ἀρσενικοῦ Κοριαννοῖ Φερεκράτης· πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του. ]
tau 916[ Τραύξανα· τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα. σημαίνει δὲ καὶ τὰ ἀκανθώδη καὶ ξηρὰ ξύλα. οὕτω Φερεκράτης. ]
upsilon 123[ Ὑοσκυαμᾶν· μεμηνέναι, παραπαίειν. Φερεκράτης Κοριαννοῖ· ὑοσκυαμᾷς ἀνὴρ γέρων. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License