Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Lysias (Lysias) - urn:cts:greekLit:tlg0540

Places of birth (Wikidata Statement)

Athens (Wikidata)

Syracuse (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

orator (Wikidata)

logographer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0540.suda001
urn:cts:greekLit:tlg0540.suda002
urn:cts:greekLit:tlg0540.suda003
urn:cts:greekLit:tlg0540.suda004
urn:cts:greekLit:tlg0540.suda005
urn:cts:greekLit:tlg0540.suda006
urn:cts:greekLit:tlg0540.suda007
urn:cts:greekLit:tlg0540.suda008
urn:cts:greekLit:tlg0540.suda009
urn:cts:greekLit:tlg0540.suda010
urn:cts:greekLit:tlg0540.suda011
urn:cts:greekLit:tlg0540.suda012
urn:cts:greekLit:tlg0540.suda013
urn:cts:greekLit:tlg0540.suda014
urn:cts:greekLit:tlg0540.suda015
urn:cts:greekLit:tlg0540.suda016
urn:cts:greekLit:tlg0540.suda017
urn:cts:greekLit:tlg0540.suda018
urn:cts:greekLit:tlg0540.suda019
urn:cts:greekLit:tlg0540.suda020
urn:cts:greekLit:tlg0540.suda021
urn:cts:greekLit:tlg0540.suda022
urn:cts:greekLit:tlg0540.suda023
urn:cts:greekLit:tlg0540.suda024
urn:cts:greekLit:tlg0540.suda025
urn:cts:greekLit:tlg0540.suda026 - Against Andocides
urn:cts:greekLit:tlg0540.suda027
urn:cts:greekLit:tlg0540.suda028 - Defence Against A Charge Of Taking Bribes
urn:cts:greekLit:tlg0540.suda029
urn:cts:greekLit:tlg0540.suda030
urn:cts:greekLit:tlg0540.suda031
urn:cts:greekLit:tlg0540.suda032
urn:cts:greekLit:tlg0540.suda033
urn:cts:greekLit:tlg0540.suda034

alpha 499[ Ἀδοκίμαστος: δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι· ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. Λυσίας οὕτως. ]
alpha 560[ Ἀέρκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν δρώμενον. Λυσίας. ]
alpha 901[ Ἀκμάζει: νεάζει. Ἀκμάζεις, τὰ νέων πράττεις. οὕτως Ὑπερίδης καὶ Λυσίας. ]
alpha 1715[ Ἀμφιδέας: περισκελίδες τινές εἰσιν. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησίν· οὐ δυνάμενος ἐκβαλεῖν, διὰ τὸ ἀμφιδέαις δὲθέσθαι τὰς θύρας. ]
alpha 1822[ Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. ]
alpha 2015[ Ἀνάπηρον ψυχήν: τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. καὶ Ἀνάπηρος, ὁ χωλὸς. ὁ καθ’ ὑπερβολὴν πεπηρωμένος μέλει τινὶ τοῦ σώματος. Λυσίας ἐν τῷ περὶ τοῦ διδομένου τοῖς ἀδυνάτοις ὀβολοῦ· καὶ τί κωλύει ὑμᾶς μὲν ὠφελεῖσθαι τῷ ὀβολῷ, ὡς ὑγιεῖς ὄντας, τούτῳ δὲ ψηφίσασθαι ἐάσαντας ὡς ἀναπήρῳ; ὁ δὲ δέσμιος ἐς μέσον παραγίνεται ῥῖνα καὶ ὦτα ἀνάπηρος, παιγνίων τε γεγονὼς παρανάλωμα. ]
alpha 2043[ Ἀνάργυρος: ὁ ἀργύριον μὴ κεκτημένος, εἰ καὶ εἴη αὐτῷ ἱκανὴ οὐσία ἐξ ἑτέρων κτημάτων. Λυσίας ἐν τῷ περὶ τῆς Ἐπιγένους διαθήκης· ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων. ]
alpha 2813[ Ἄξιον: οἱ ῥήτορες ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουσι. Δημοσθένης· διὰ γὰρ τοῦτο μάλιστα ἄξιόν ἐστι σιωπάν, ὅτ’ οὔτ’ ἐστὶν ὁ καταπλήσσων, οὔθ’ ὁ κολάσων ὑμᾶς. τάσσουσι δὲ τὸ ἄξιον καὶ ἐπὶ τῶν ὠνίων, ὅταν εὔωνόν τι πιπράσκηται. Λυσίας ἐν τῷ κατὰ τῶν σιτοπωλῶν· ἐροῦσιν ὡς ἐπ’ εὐνοίᾳ τῆς πόλεως ὠνοῦνται τὸν σῖτον, ἵν’ ὡς ἀξιώτατον ὑμῖν πωλῶσι. καὶ πάλιν· ἐὰν οὖν αὐτῶν καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μὴ. τιμιώτερον. ]
alpha 2829[ Ἀξιῶν: ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. καὶ ἀντὶ τοῦ παρακαλῶν, λιπαρῶν. ἢ καὶ ἀντὶ τοῦ νομίζων. ]
alpha 2832[ Ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει. ]
alpha 2929[ Ἀπαρτίαν: ἀποσκευὴν, τέλος ἀπαρτισμοῦ. καὶ Ἀπαρτιζόντως, τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν. ὅρος γάρ ἐστι λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος. καὶ Ἀπαρτιλογία, ἀπηρτις μένος καὶ πλήρης ἀριθμὸς καὶ λόγος. οὕτως Λυσίας. Ἡρόδοτος δὲ ζʹ. λέγει δὲ Ξέρξης πρὸς Πύθιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδεεῖς ὦσιν αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων. ]
alpha 3124[ Ἀπείπατο: ἀπηρνήσατο. ὁ δὲ τὴν πατρίδα ἀπείπατο καὶ Θούριος ἀνερρήθη. καὶ Ἀπεῖπεν, ἀπηγόρευσεν. ἀπεφήνατο. ὁ δὲ ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήιε ἀποθωρακίσασθαι τῶν πάντων οὐδένα. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ κελεῦσαι μὴ πράττειν. Λυσίας ἐν τῷ κατὰ Κτησιφῶντος· καὶ τοὺς μὲν τῶν ἄλλων Ἀθηναίων παῖδας, ὧν οἱ πατέρες βοηθήσαντες ὑμῖν ἔτι ζῶσιν, ἀπειπεῖν ἐν τοῖς νόμοις μήτε ἄδικον μήτε δίκαιον λέγειν. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἢ Ἀπειπεῖν, ἀπαρνήσασθαι. ἀποποιήσασθαι φιλίαν. καὶ ἀπειπάμενοι τὴν χάριν καὶ τὴν δωρεὰν διὰ τὸ γεγονὸς παρασπόνδημα. ]
alpha 3190[ Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας καὶ Δείναρχος. ]
alpha 3367[ Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. ]
alpha 3378[ Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. ]
alpha 3390[ Ἀπολείπουσιν· ἀλλὰ καὶ ἀπολιμπάνουσι παρὰ Λυσίᾳ. ]
alpha 3439[ Ἀπόμισθος: ἄμισθος, ὁ μισθοῦ ἔργον τι διαπραξάμενος καὶ ἄμισθος ἀφειμένος. κεῖται ἡ λέξις παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Καλλικλέα. Ἀπόμισθοι δὲ παρὰ Δημοσθένει, οἱ μισθὸν μὴ λαβόντες. ]
alpha 3475[ Ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Nεαίρας. ]
alpha 3800[ Ἀργυρώματα καὶ Χρυσώματα: ὁμοίως ὡς ἡμεῖς. Λυσίας. ]
alpha 3959[ Ἀρκτεῦσαι· Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῆ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης δηλοῖ. ]
alpha 4012[ Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. ]
alpha 4426[ Αὐθέντης: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰσοκράτει αὐθέντης. Λυσίας ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ· καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους. ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. καὶ Αὐθεντήσαντα, κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. ὅτι Μιθριδάτης διετάξατο τοὺς Ῥωμαίους ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰς τὰς πόλεις, τὸ βασιλικὸν σφράγισμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξας ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπως μὴ προμαθόντες τινὲς φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖς ἐκέλευσε πάνθ’ ὅντινα Ῥωμαῖον εὕρωσι· καὶ ἆθλα οὐ μόνον τοῖς αὐτοένταις σφῶν ἐσομένοις, ἀλλὰ καὶ τοῖς δήμοις, παῤ οἷς ἂν ἀποθάνωσι, πρὸς τὸ πλῆθος τῶν τελευτησάντων ἔθηκε· τιμωρίαν τε τοῖς φεισομένοις τινὸς αὐτῶν μεγάλην ὥρισε. παράγεται δὲ αὐθέντης οὕτως. ἔστι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνος. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέσει τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντης καὶ μετὰ τῆς αὐτὸ ἀντωνυμίας αὐτοέντης. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τροπῇ τοῦ τ εἰς θ, αὐθέντης, ὁ αὐτόχειρ. ἐπεκράτησε δὲ ἡ συνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεσπότης· ὅπερ ἐστὶν ἀκυρολεξία. ]
alpha 4440[ Αὔλια: ἀντὶ τοῦ ἔπαυλις. ἢ ἀντὶ τοῦ τὰς μικρὰς αὐλάς. οὕτως Λυσίας καὶ Αἰσχίνης. ]
alpha 4552[ Ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καί σκεύεσι, φανερὰ δὲ ἡ εὔγειος. οὕτως Λυσίας. ]
gamma 412[ Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιασμὸς Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος. κάμψαντι, φησὶ, τοῦ τείχους, ὦ βουλὴ, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Γωνιασμούς, ἀποφυγὰς, ἀπαγωγάς. Ἀριστοφάνης· ἔδειξα τουτουσὶ λεπτῶν κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς. ]
delta 88[ Δατεῖσθαι καὶ Δατηταί· δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατηταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν, εἶδός ἐστι δίκης. ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς δατητῶν αἵρεσιν. οὕτως Λυσίας καὶ Ἀριστοτέλης. Δατηταὶ κυρίως, οἱ τὰ κοινὰ διανέμοντες τοῖς μὴ βουλομένοις. ]
delta 171[ Δέκα καὶ Δεκαδοῦχος· δέκα μὲν ἦρχον μετὰ τοὺς λʹ καταστάντες, ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας. ]
delta 261[ Δερμιστής· Λυσίας μὲν τὸν σκώληκά φησιν οὕτως λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα ἐσθίων ἐτυμώτερον οὕτω καλούμενος. ]
delta 543[ Διαδόσεις· τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις. Λυσίας. ]
delta 557[ Διάθεσις καὶ Διατίθεσθαι· ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ’ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ’ Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατίθεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ’ ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς διακοσμήσεως. ]
delta 1020[ Διῆρξα· ἀντὶ τοῦ διὰ τέλους ἦρξα. Λυσίας. ]
delta 1085[ Δικαιώσεις· Λυσίας τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κολάσεις λέγει. ]
alphaiota 78[ Αἰδέσασθαι· ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας καὶ Δημοσθένης. ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους ἀντὶ τοῦ ἐξιλάσεται καὶ πείσειν. ]
alphaiota 325[ Αἰσθέσθαι καὶ Αἰσθάνεσθαι διαφέρει. τὸ μὲν γὰρ αἰσθέσθαι ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τι. καὶ περὶ μὲν τοῦ αἰσθάνεσθαι Ἀντιφῶν ἐν Προοιμίοις· ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένος ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶς ᾐσθημένος ἠδικημένους καὶ τοὺς ἄλλους πολίτας. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην φησίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχιβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ εἰδέναι. Ἰσαῖος· τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντες τὰ μὲν αὐτοὶ συνειδότες, ὅτι ὑγίανεν ὁ παῖς, τῶν ἑωρακότων αἰσθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι. ]
epsilon 55[ Ἔγγειον· χέρσον, ξηράν. Πισίδης· ταύτην, κράτιστε, τὴν ἀπεξενωμένην ὁδὸν περάσας, ὥσπερ ἔγγειον δρόμον. Ἔγγειον· ὁ δὲ κατεκληρούχει τὴν χώραν διδοὺς ἑκάστῳ ταλάντιον κλῆρον, οὕτως ὑπολαμβάνων στῆναι τὰ κατὰ τὴν πόλιν, προσδεθέντων τῶν ἀνθρώπων ταῖς ἐγγείοις κτήσεσι. τινὲς ἐπὶ τοῦ ἐγγυτέρω. οὐχ οὕτω δὲ οἱ ῥήτορες ἔτασσον, ἀλλ’ ὅταν τὸ ἐν γῇ θέλωσι δηλῶσαι· ὡς Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον· οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον οὔτε ναυτικοῦ οὔτε ἐγγείου συμβολαίου. καὶ Λυσίας· τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει. Ἔγγιον δὲ διὰ τοῦ ι, τὸ ἐγγύτερον. ]
epsilon 546[ Ἐκωδωνίζοντο· περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. οὕτως Λυσίας. ]
epsilon 792[ Ἐλεοκόπους· Λυσίας τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἑλεόθρεπτον σέλινον παρὰ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεόν, ὅπερ ἐστὶ ξύλινον, γεγένηται τοὔ νομα. ]
epsilon 1004[ Ἐμπεδοκλέους ἔχθρα· ἐπὶ τῶν ἐπιμόνως ἐχθρωδούντων πρός τινας. Λυσίας· ᾤμην δὲ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν ἡμῖν γενέσθαι. ]
epsilon 2083[ Ἐπεσκήψατο· ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ ἐπέσκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης καὶ Λυσίας ἔλαβεν. καὶ Ἐπεσκήψατο, ἔβλαψεν. ]
epsilon 2327[ Ἐπιθέτους ἑορτάς· Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους ἑορτάς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζε. Λυσίας δὲ ἐπιθέτους ἐπιστολὰς λέγει τὰς δοθείσας τισὶν ὥστε διακομίσαι. καὶ ἐπιθεῖναι ἐπιστολάς, ἀντὶ τοῦ παραδοῦναι. καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκεν. ]
epsilon 2348[ Ἐπὶ καλάμῃ ἀροῦν· ἔθος ἐστὶ τοῖς γεωργοῖς παρ’ ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, ὅπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς, ὡς μὴ κατ’ ἔτος τοῖς σπέρμασι πονοῖτο. Λυσίας ἐν τῷ πρὸς Τληπόλεμον λόγῳ διαβάλλων τινὰ τῶν ἀπλήστων γεωργῶν, τὰ ἐν τῇ γῇ καταχρώμενον καὶ κατ’ ἔτος ἐξαναλίσκοντα τὴν ἰσχὺν αὐτῆς, φησίν· οὑτοσὶ δὲ πυροὺς ἐπὶ καλάμοις ἀροῖ. τουτέστιν ἀεὶ σπείρων οὐδεμίαν ἄνεσιν τῇ γῇ δίδωσιν. ]
epsilon 2499[ Ἐπιορκήσαντα· Λυσίας ἐπιορκήσαντα τὸν ὀμόσαντα εἶπεν. ]
epsilon 2508[ Ἐπίπεμπτον· Λυσίας μὲν ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον εἶπεν. ]
epsilon 2724[ Ἐπιτρέπειν τοῖς οἰκείοις· Δημοσθένης ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι, Λυσίας δὲ ἐπέτρεψεν ἀνδράσιν εἶπεν, ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. ]
epsilon 3260[ Ἐσχηματισμένος· ὁ προσποιητὸν τρόπον ἔχων καὶ δοκῶν εἶναι κόσμιος· ὡς παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Τίμωνα· οἱ δ’ ἀλαζονεύονται μὲν Τίμωνι παραπλησίως καὶ ἐσχηματισμένοι περιέρχονται, ὥσπερ οὗτος. ]
eta 225[ Ἡλικία τῆς πόλεως· ἀντὶ τοῦ ἐν ἡλικίᾳ, οἱ νέοι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ]
theta 118[ Θεμιστεύειν· ἀντὶ τοῦ χρησμῳδεῖν· Λυσίας. γέγονε δὲ τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. ]
theta 331[ Θηλάζειν· ἐνεργητικῶς ἡμεῖς ἀντιλαμβανόμεθα τοῦ ῥήματος, ἐπὶ τῶν παιδίων τῶν θηλαζόντων, Λυσίας δὲ παθητικῶς κέχρηται ἐπὶ γυναικὸς παρεχούσης γάλα. ]
kappa 60[ Κάθετος· ὁ καθειμένος εἰς τὸ πέλαγος ἀμνός. οὕτως Λυσίας καὶ Μελίτων. ]
kappa 178[ Κακώσεως· δίκης ἐστὶν ὄνομα ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν. οὕτω Δημοσθένης καὶ Λυσίας καὶ Ὑπερίδης. ]
kappa 394[ Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα. ]
kappa 418[ Καρποῦ δίκη· οἱ γ’ ἀμφισβητοῦντες ὡς προσηκούσης αὐτοῖς, λαγχάνουσι τοῖς διακρατοῦσιν· εἶτα ἑλόντες λαγχάνουσι καὶ περὶ ἐπικαρπίας. τοῦτο καρποῦ δίκη καλεῖται. καὶ Λυσίας ἐν τῷ κατὰ Δημοσθένους [+] ἐπιτροπῆς· εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ, καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους· εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ· εἰ δὲ οἰκίας, ἐνοικίου· ὥσπερ νῦν οὕτως σοι ἐπιτροπῆς δικάζεται. ]
kappa 788[ Κατάστασις· ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι, ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει. οὕτω Λυσίας. ἀλλὰ καὶ Εὔπολίς φησιν· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω, πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν ἕτεροι καθίσταντο. ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι. ]
kappa 1046[ Κατηκόντισε· τῆς Λυσίου ψυχῆς κατηκόντισεν. ]
kappa 1690[ Κίοι· νῆσος μὲν μία τῶν Κυκλάδων, παρακειμένη τῇ Ἀττικῇ· πόλιν δὲ τὴν νῆσον Λυσίας ἐκάλεσεν. ἀλλὰ καὶ ἄλλοι πολλάκις τῶν ῥητόρων τὰς νήσους πόλεις ὀνομάζουσιν. ]
lambda 17[ Λαγίσκα· ἑταίρα τις, ἧς Λυσίας μνημονεύει. ]
lambda 321[ Λευκὴ ἀκτή· πλειόνων ὄντων Λευκῶν, Λυσίας τῆς ἐν Προποντίδι μνημονεύει. ]
lambda 526[ Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ’ ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι. ]
lambda 858[ Λυσίας, Κεφάλου, Συρακούσιος, ῥήτωρ, μαθητὴς Τισίου καὶ Νικίου, εἷς τῶν μετὰ Δημοσθένους ιʹ ῥητόρων. ἐτέχθη δ’ ἐν Ἀθήναις, μετοικήσαντος τοῦ Κεφάλου ἐκεῖσε. γεγονὼς δὲ ἐτῶν ιεʹ εἰς Θουρίους ᾤχετο σὺν ἀδελφοῖς δύο, κοινωνήσων τῆς ἀποικίας. εἶτα ἐκπεσὼν ἐκεῖθεν ἐπ’ Ἀττικισμῷ ἐπανῆλθεν εἰς Ἀθήνας, ἄγων ἔτος μζʹ. λόγοι δὲ αὐτοῦ λέγονται εἶναι γνήσιοι ὑπὲρ τοὺς τʹ· καὶ ἕτεροι πρὸς τούτοις ἀμφιδοξούμενοι. τῷ δὲ καθαρῷ τῆς φράσεως οὐδένα ἔσχε μιμητὴν πλὴν Ἰσοκράτους. ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας, ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζʹ, μίαν μὲν πραγματικὴν, τὰς δὲ λοιπὰς ἐρωτικάς· ὧν αἱ πέντε πρὸς μειράκια. ]
mu 729[ Μεταπύργιον· ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων. οὕτως καὶ Θουκυδίδης καὶ Λυσίας. ]
mu 1248[ Μορίαι· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς, ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια. ἦσαν δὲ πρῶται ιβʹ τὸν ἀριθμόν, αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν. ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι, οὕτως ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. τῆς δὲ μορίας τοῦ στελέχου σηκὸς καλεῖται. Λυσίας· ἄρχοντος σηκὸν ὑπ’ ἐμοῦ ἐκκεκόφθαι. ἐπεφύτευτο δὲ ἐν τῷ γυμνασίῳ δένδρη. ἔθος δὲ τοῖς ἀσκουμένοις ἀλειψαμένοις ἐν τῷ ἡλίῳ τρέχειν. Ἀριστοφάνης· ἀλλ’ εἰς Ἀκαδήμιαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξεις. ]
mu 1297[ Μουσαῖος· παρ’ Ἕλλησι φιλόσοφος. Λυσίας πρὸς τὴν Μιξιδήμου γραφήν, [ εἰ] γνήσιος· καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον. ὅτι ὁ μὲν κρινόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο καλεῖν δῆλον. περὶ δὲ Μουσαίου οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. ]
nu 16[ Ναΐς, ἑταίρα τις, ἧς μέμνηται Λυσίας καὶ Ἀριστοφάνης. ἐν τῷ Πλούτῳ, δηλαδὴ ὅπου τό, ἐρᾷ δὲ Ναῒς οὐ διὰ σὲ Φιλωνίδου; ὅ τινες ἠγνοηκότες ἔγραψαν Λαΐς· ὡς καὶ Ἀθήναιος ἐπισημαίνεται. ]
nu 448[ Νοθεία· ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. ]
omicron 9[ Ὀβολοστατεῖ· ἀντὶ τοῦ δανείζει. Λυσίας· οὐδ’ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ἔλεγον δὲ ὀβολοστάτας τοὺς δανειστάς, ὡς Ὑπερίδης καὶ ἡ κωμῳδία. ]
omicron 292[ Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. ]
omicron 509[ Ὀργεῶν· ἀντὶ τοῦ ὀργεώνων. Λυσίας. ]
omicron 964[ Οὐσία φανερὰ καὶ ἀφανής· Λυσίας ἐν τῷ ὑπὲρ Φερενίκου λέγει· εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ, ὅτι οὐδὲν μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται· περὶ ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι ὅς τις ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν. ]
pi 56[ Παλαιόν· οἱ ῥήτορες ἐχρήσαντο τῷ παλαιὸν ἐπὶ ἀργυρίου ἐκ δανείσματος ὀφειλομένου. οὕτως Λυσίας ἐν τῷ πρὸς Ἀλκίβιον· καίτοι, εἰ ἀποδεδώκει τῷ Κτησικλεῖ τὰς νʹ παλαιάς, ὥσπερ οὗτός φησι. ]
pi 485[ Παραφρυκτωρευόμενος· οἱ κακουργοῦντες περὶ τὰς φυλακὰς καὶ φρυκτοὺς ἀνατείνοντες ἐναντίους τοῖς πεπιστευκόσι τὴν φυλακὴν καὶ ἐπὶ τῷ συμφέροντι τῶν ἀντικαθεζομένων παραφρυκτωρεύεσθαι λέγονται, ὥς φησι Λυσίας· τούτων εἷς ὁ πρεσβύτης ἐν Σικελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις, ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη. ]
pi 811[ Παῦλος, Γερμηνός, σοφιστής· ὁ γράψας, ὅτι γε Λυσίου [+] ἐστὶν περὶ τῆς Ἰφικράτους δωρεᾶς βιβλία βʹ, ὑπομνήματα εἰς τοὺς λοιποὺς λόγους Λυσίου [+]. ]
pi 904[ Πεδικά· μοῖρα τῆς Ἀττικῆς. ἐκαλεῖτο δὲ οὕτως ἀπὸ τοῦ συμβεβηκότος. εἶχε δὲ καὶ προβάτων νομάς. ἔστι τὸ ὄνομα παρά τε Λυσίᾳ καὶ παρ’ ἄλλοις ῥήτορσι. ]
pi 1342[ Περιφοριῶσθαι· Λυσίας· ἢ τῶν ὀφθαλμῶν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ περιφοριῶσθαι. ἐπὶ τοῦ ἀποκεκλιμένου Εὐφορίων κέχρηται τῷ ὀνόματι. εἰσὶ δέ τινες ὀφθαλμοὶ κεχαλασμένα τὰ βλέφαρα ἔχοντες καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορόνης· τάττουσι γὰρ ἐπὶ ἀνθρώπων τὴν φορόνην. ]
pi 1417[ Πεφασμένος· ἀντὶ τοῦ γεγενημένος. Λυκοῦργος· Λυσίας δὲ πεφασμένος ἀντὶ τοῦ φανερῶς λέγει. ]
pi 1738[ Πλειστηριάσας· πλείονος πωλήσας, οὗ ὠνήσατο. ἐποίει δὲ τοῦτο καὶ μετάμελος προσεποιεῖτο γεγονέναι, πλειστηριάζων αὐτούς. καὶ Πλειστηριάσαντες, ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων. οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστοβολεῖν λέγουσιν, ὡς ἡμεῖς, Ἀττικοί. ]
pi 1774[ Πλινθήϊον· ὁ τόπος, ἐν ᾧ πλίνθοι πλάττονται. οὕτω Λυσίας. ]
pi 1838[ Πόα· ἑκάστη βοτάνη οὕτως λέγεται. ἡ δὲ σμήχουσα πόα λέγεται παρὰ Δημοσθένει καὶ Λυσίᾳ. ὡς ἐν πόᾳ πλυνάντων· οὕτω Μαλαχίαν ἐδόξασε. ]
pi 1879[ Πολέμαρχος· ἀρχή τις ἐστι παρ’ Ἀθηναίοις οὕτω καλουμένη. ἔστι δὲ οὗτος εἷς τῶν θʹ ἀρχόντων. διοικεῖ δὲ οὗτος ἄλλα τε καὶ εἰσάγει δίκας, τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις· καὶ τ ἄλλα, ὅσα τοῖς πολίταις ὁ Ἄρχων ἐστί, ταῦτα τοῖς μετοίκοις ὁ Πολέμαρχος. ἔστι δὲ καὶ κύριον ὄνομα, ὁ τοῦ Λυσίου ἀδελφός. ]
pi 2006[ Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς [+], λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. ]
pi 2176[ Πώμαλα· ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶς. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει, ἢ ἐν συνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ ἀντὶ τοῦ οὐδόλως. ἔστι δὲ Ἀττικόν. Λυσίας ἐν τῇ πρὸς Ἀσύβαρον ἐπιστολῇ· γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ἐγένοντο. ]
pi 2902[ Προὔκειτο καὶ Προὔθεντο· ἐπὶ τῶν τετελευτηκότων χρῶνται τῇ λέξει οἱ ῥήτορες, τῶν πρὸ τοῦ τεθάφθαι κειμένων ἐπὶ τῆς οἰκίας, παρόντων τῶν οἰκείων. Λυσίας ἐν τῷ πρὸς Γλαύκωνα· καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν ἔχοι Γλαύκων εἰπεῖν ἢ ἄλλος τις τῶν Δικαιογένους συγγενῶν, ὡς, ὅτε μὲν προὔκειτο, ὤκνουν καὶ ᾐσχύνοντο λόγους περὶ αὐτοῦ ποιεῖσθαι, ἐξενεχθέντος δὲ ἢ περὶ τῶν χρημάτων τινὰ μνείαν ἔχετε ἢ τὰς θυγατέρας ἀξιοῦτε διαιτᾶσθαι. ]
pi 3047[ Πτώματα ἐλαιῶν· Λυσίας ἐν τῷ κατὰ Νικίδου λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα, κατά τινα τύχην πεπτωκότα. ]
pi 3117[ Πυελίδα· τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον. οὕτως Λυσίας καὶ Ἀριστοφάνης. ]
rho 234[ Ῥόπτρον· Λυσίας κατὰ Ἀνδοκίδου ἀσεβείας· ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆς θύρας κρίκον λέγει. ]
sigma 302[ Σηκός· ὁ ἐνδότερος οἶκος τοῦ ἱεροῦ, ναός, οἶκος, τάφος. παραγενόμενοι δὲ εἰς τὸν σηκὸν τῶν αἰχμαλώτων ἐκέλευον κηρύττειν. ἀντὶ τοῦ εἰς τὸν οἶκον. τάττουσι δὲ τὸ ὄνομα καὶ ἐπὶ ἐλαίας· λέγει γὰρ Λυσίας· ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκόν. μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας. σηκὸν δέ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν. ]
sigma 1296[ Συγκομιδή· ὡς ἐπὶ καρπῶν. Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν. καὶ Λυσίας ἐν τῷ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον. ἡ σὺν πρόθεσις, κατὰ διάστασιν συγκομιδή. ]
tau 608[ Τίμημα· ἀντὶ τοῦ ἐνέχυρον, καὶ οἷον ἀποτίμημα. ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώσασθαι καὶ τίμημα καταστήσασθαι. τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον· ὡς ἐν τῷ Περὶ τῶν συμμάχων Δημοσθένης. λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα. ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰσηγήσατο. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. ]
omicroniota 153[ Οἷος· ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν. τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζε. Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. σημαίνει δὲ καὶ τὸ ἀνταποδοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ. ]
omicroniota 156[ Οἷος εἶ καὶ οἷός τε εἶ· τὸ μὲν χωρὶς τοῦ τε σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τε δύνασθαι. ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο. ]
upsilon 16[ Ὕβρις· ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας, αἰκία δὲ πληγαὶ μόνον. Λυσίας ἐν τῷ Περὶ αἰκίας πρὸς Ἰσοκράτην [+]· καίτοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν. ]
upsilon 540[ Ὑπόλογον· Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα. ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν. ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις. ]
upsilon 541[ Ὑπὸ μάλης· ὑπὸ μασχάλης. κεῖται δὲ τὸ ὄνομα παρὰ τοῖς ῥήτορσιν· ἀεὶ δ’ οὕτως αὐτὸ παραλαμβάνουσι μετὰ τῆς προθέσεως· ὡς Δημοσθένης ἐν τῷ πρὸς Ἄφοβον· ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ’ ἴσασιν, οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ’ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καὶ Λυσίας ἐν τῷ πρὸς Κλεινίαν· ἐπειδὴ πάντες κατέδαρθον, ἐσκευασμένος τῶν χαλκωμάτων, ὅσα οἷός τ’ ἦν πλεῖστα, ὑπὸ μάλης λαβὼν ἐξήγαγε, ξίφος ἔχων. καὶ τὸ μὲν ἑνικὸν οὕτω μετὰ τῆς προθέσεως. τὸ δὲ πληθυντικὸν μασχάλας καὶ ἄλλοι πλεῖστοι, καὶ Λυσίας ἐν ἐπιστολῇ· καὶ τὴν μὲν κόμην ψιλήν, τὰς δὲ μασχάλας δασείας. ]
phi 105[ Φαρμακός· ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔ νομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμμένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. ]
phi 126[ Φάσις· λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τι τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ Πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. ]
phi 127[ Φασκώλιον· ἱμάτιον, φορεῖον. φάσκωλον δέ ἐστι μαρσίππιον. ὡς Ἰσαῖος καὶ Λυσίας εἴρηκεν. ἢ δημόσιον χρῆμα, τὸ συναχθὲν εἰς ἀπόθεσιν. καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστερον ποιῶν τὸ φασκώλιον. Ἀγαθίας ἐν ἱστορίᾳ. ὁ δὲ τρίποδας ρʹ ἐκπονήσας καὶ ἐμβαλὼν εἴς τι φασκώλιον. ]
phi 141[ Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. ]
phi 262[ Φηγούσιον· Λυσίας ἐν τῷ Περὶ Βατράχων φόνου. ]
phi 757[ Φρυκτός. καὶ Παραφρυκτωρευόμενος. οἱ κακουργοῦντες περὶ τὰς φυλακὰς καὶ φρυκτοὺς ἀνατείνοντες ἐναντίους τοῖς πεπιστευκόσι τὴν φυλακὴν ἐπὶ τῷ συμφέροντι τῶν ἀντικαθεζομένων παραφρυκτωρεύεσθαι λέγονται, ὥς φησι Λυσίας· τούτων εἷς ὁ πρεσβύτερος ἐν Σικελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις, ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη. Φρυκτωρεῖν κυρίως τὸ διὰ πυρσῶν ἀνατεινόμενον σημαίνει. ]
chi 487[ Χρηματιστής· χρημάτων ποριστής, ὁ ῥᾳδίως χρήματα πορίζων οὕτω προσαγορεύεται. κεῖται τὸ ὄνομα παρὰ Λυσίᾳ. ]
chi 488[ Χρημάτων· συνήθως μὲν οἵ τε ἰδιῶται καὶ οἱ ῥήτορες τῷ ὀνόματι τῶν χρημάτων ἐπὶ νομίσματι χρῶνται ἀργυρίου καὶ χρυσίου καὶ ἐπὶ τῆς ὅλης οὐσίας τὴν λέξιν ταύτην ἔταξαν· τὸν ἀποκτείναντα ὅσιον εἶναι καὶ θνήσκειν καὶ τὰ χρήματα αὐτοῦ πεπρᾶσθαι. κεῖται δὲ ἡ λέξις καὶ ἐπὶ πράγματος ἢ προσώπου ἢ λόγου, ὡς Ἀντιφῶν· τάσσουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τῶν ἐμπορικῶν φορτίων. ὁ δὲ Λυσίας ἐπὶ τοῦ χρυσοῦ κατασκευάσματος τίθησι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License