Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda018 (Plutus)

alpha 300[ Ἀγοράζειν: τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορῇ διατρίβειν. Ἀριστοφάνης ἐν Πλούτῳ ἐπὶ τοῦ συνήθως ἡμῖν ἀντὶ τοῦ ὠνήσασθαι. καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον. ]
alpha 385[ Ἀγύρριος: ὄνομα κύριον. ὃς ἐπὶ μαλακίᾳ διεβέβλητο ὡς καὶ πέρδεσθαι αὐτόν. Ἀριστοφάνης Πλούτῳ. ἐκωμῳδεῖτο δὲ καὶ εἰς θρασύτητα. καὶ Ἀγύρριος, δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. Ἀγύρριος τὸν Προνόμου πώγων’ ἔχων λέληθεν. ὁ Ἀγύρριος στρατηγὸς θηλυδριώδης, ἄρξας ἐν Λήμνῳ, ὃς τὸν μισθὸν τῶν ποιητῶν συνέτεμεν. ὁ δὲ Πρόνομος αὐλητὴς ἦν μέγαν πώγωνα ἔχων. ]
alpha 592[ Ἀζήμιος: ἀβλαβής. κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις, ἢ τὸ ἐν ζωῇ μιαρόν. Ἀριστοφάνης Πλούτῳ· μῶν ἀξιοῖς φενακίσας ἡμᾶς ἀπαλλαγῆναι ἀζήμιος; ἢ ὁ ἀληθὴς ἀζήμιος, ὁ μὴ ὑπέχων ζημίαν τοῦ πάθους. ]
alpha 708[ Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖς διὰ τοῦ η ἀθάρης, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. Ἀριστοφάνης Πλούτῳ· ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦσι. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. ]
alpha 802[ Ἀκαρῆ: ἀκαρῶς, ἐπίρρημα· ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτόμῳ. ἐν ἀκαρεῖ δὲ Ἀριστοφάνης Πλούτῳ· γυμνὸς θύραζ’ ἔπεσον ἐν ἀκαρεῖ χρόνῳ. τῷ ἐλαχίστῳ, ὃν οὐχ οἷόν τε διακεῖραι καὶ κόψαι διὰ τὸ βραχ τοῦ χρόνου. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν, τῶν διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. ἔστι δὲ ἐπίρρημα τὸ ἀκαρῶς. ἀφ’ οὗ τὸ ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. καρὶ δὲ τῷ καρί, κάρ, καρός, καρί. ]
alpha 916[ Ἀκόλαστος: κολάσεως ἄξιος. Ἀριστοφάνης Πλούτῳ· ὃς κἄλλ’ ἀκόλαστός ἐστι τοὺ τρόπους. λέγεται καὶ ὁ τολμηρός. καὶ Ἰάμβλιχος· ἡ δὲ ἐγέλα νῦν μὲν ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ Αἰλιανός· ἀνὴρ Ἀρκὰς, Εὐτελίδας ὄνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν· ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας. ]
alpha 959[ Ἀκρατιεῖσθε· Ἀριστοφάνης Πλούτῳ· τράγοι δ’ ἀκρατιεῖσθε. τουτέστιν ἀπεψωλημένοι ἀκρατιεῖσθε· ἀντὶ τοῦ ὡς τράγοι ἀκρατῆ πράξετε, ἐπεὶ μετὰ τὴν συνουσίαν οἱ τράγοι λείχουσι τὸ αἰδοῖον. τὸ ἄκρον λείξετε ὡς τράγοι. ]
alpha 1581[ Ἄμητα: ἄμης, εἶδος πλακοῦντος γαλακτώδους. Ἀριστοφάνης Πλούτῳ· ἄμητα προσέπεμψας ἡμῖν τουτονί. οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με. ἄμης οὖν ὁ πλακοῦς, οὐχ ὁ ἰπνός. ]
alpha 1876[ Ἀναθείς: ἐπιτρέψας. ἐπὶ ἀψύχων τάττεται τὸ ἀναθείς. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ ἐπὶ ἐμψύχων ἐχρήσατο αὐτῷ. ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν’ ἀναθείς. ]
alpha 1940[ Ἀναλίσκειν. αἰτιατικῇ. καὶ Ἀναλοῦν, ἑκατέρως. Ἀριστοφάνης Πλούτῳ· χαίρω τε γὰρ φειδόμενος, ὡς οὐδεὶς ἄλλος πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ. Δαιταλεῦσιν· εἰς τὰς τριήρεις δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρως, οἷον ἀνήλισκον καὶ ἀνάλισκον. καὶ αὖθις· εἰς οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα. ]
alpha 2014[ Ἀναπηρίαν: οὕτως Ἀριστοφάνης Πλούτῳ. ]
alpha 2306[ Ἄνερ· παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· φίλτατε ἄνερ. χρῆσις τοῦ ἄνερ· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τῆς γυναικὸς εὑρέθ ἡ κλητικὴ, ὥσπερ ἐκεῖ ἐστι παρὰ τῷ Ποιητῇ· ἄνερ, ἀπ’ αἰῶνος νέος ὤλετο. ]
alpha 2928[ Ἀπαρτί: ἐπίρρημά ἐστιν ὡς ἀμογητί, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. Ἡρόδοτος· ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί. καὶ Φερεκράτης ἐν Κραπατάλλοις· φράσον μοι ἀπαρτὶ δήπου προλαβεῖν. καὶ Ἀριστοφάνης Πλούτῳ· τοὺς δεξιοὺς καὶ τοὺς σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. ]
alpha 3110[ Ἀπεψησάμην: κατεμαξάμην. ἀποψᾶν γὰρ λέγουσι τὸ ἐκμάσσειν. καὶ Ἀπέψησαν, ἀπετίναξαν. εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήσαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται, ὅταν οἱ πεσόντες ἐξαναστάντες ἀποψῶσι τὴν κόνιν, ἵνα μὴ ἔλεγχον τοῦ πτώματος ἔχοιεν. καὶ ἐν Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοις ἔτι. καὶ Ἀπψήσας, ἑφθὸν ποιήσας. ἢ ἀντὶ τοῦ καινουργήσας. Ἀριστοφάνης· τὸν δῆμον ἀπεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα. ἀντὶ τοῦ ἐκαινούργησα. ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀπεψήσασα ἀνανεάσαι ποιῆσαι. ]
alpha 3113[ Ἀπεψωλημένοι· Ἀριστοφάνης Πλούτῳ· ἀπεψωλημένοι· ἀκρατιεῖσθε. ἀντὶ τοῦ, ὡς τράγοι ἀκρατῆ πράξετε. καὶ ζήτει ἐν τῷ ἀκρατιεῖσθε. ]
alpha 3660[ Ἀποψώμενον. καὶ Ἀποψώμεθα, καθαίρομεν τὴν πυγήν. Ἀριστοφάνης Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοις ἔτι ἀλλὰ σκοροδίοις. τουτέστι τοῖς τῶν σκορόδων φύλλοις. ]
alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
alpha 4140[ Ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἢ Ἀσέλγεια, πορνεία, ἀκαθαρσία. μιαρία. παρῆκται δὲ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. καὶ Ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοὶ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσι· καὶ Ἀσελγόκερως τράγος, ὁ μέγας. ἢ Ἀσελγόκερως, ὁ κυρίττων. πίονές εἰσιν ἀσελγῶς· Ἀριστοφάνης φησὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖς. θορυβούμενοι καὶ κεκραγότες μετὰ ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσιν. ἀντὶ τοῦ μεγάλως φωνοῦσι. καὶ Ἀσελγής, ἐπὶ ἀνέμου ὁ σφοδρῶς πνέων. πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι( φησὶν Αἰλιανὸς ἐν τῷ περὶ ποικίλης ἀφηγήσεως) · γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκτείνει λαβρότατος. ]
alpha 4529[ Αὐτότατος· Ἀριστοφάνης Πλούτῳ· ἐκεῖνος αὐτός; αὐτότατος. ἀντωνυμία, πέπαικται δὲ κωμικῶς· τὰ γὰρ ἀόριστα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐσίας παραλαμβάνεται, κατὰ τοῦτο ἐπίτασιν οὐ δέχεται, ὡς τὰ ἄλλα μέρη. ]
alpha 4586[ Ἀφερπύσαι: βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. Ἀριστοφάνης Πλούτῳ· ἐφ’ ἣν ἐπεθύμουν δαιμονίως ἀφερπύσαι. ]
beta 96[ Βαπτά: βαπτὰ ἱμάτια ἐφόρουν οἱ νυμφίοι πρὸς τὸ φαίνεσθαι τεκμήριον τῆς φθορᾶς. Ἀριστοφάνης Πλούτῳ· οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων. ]
beta 187[ Βάττου σίλφιον· Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν δοίης γέ μοι καὶ τὸ Βάττου σίλφιον. τὸ ἐν τῆ Λιβύῃ, ὃ θεραπεύει πολλά· ηδύοσμόν ἐστι καὶ πολύτιμον. Βάττος γὰρ τὴν Κυρήνην κτίζει. ]
beta 336[ Βληχὴ καὶ Βληχήματα: φωναὶ προβάτων. καὶ Βληχώμεν οι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τουτέστι ποιᾷ φωνῇ χρώμενοι. βληχᾶσθαι γὰρ τὸ τὰ προβάτια ποιά κεχρῆσθαι φωνῇ. καὶ αὖθις· βληχὴ τὰ τέκνα καὶ οὐδαμῶς τοῦ τρόπου. ]
beta 418[ Βουθυτεῖ· δοτικῇ. Ἀριστοφάνης Πλούτῳ. ὁ δεσπότης ἔνδον βουθυτεῖ. καταχρηστικῶς εἴρηται ἡ βουθυσία, δηλοῦσα τόν τε ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσι καὶ τριττύν. ]
beta 425[ Βούλευμα: τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόσιον. Ἀριστοφάνης Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες, μόλις εὕρομεν ὥστε γενέσθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. ]
gamma 428[ Γραῦς: καὶ ἡ ἄνθρωπος, καὶ ὁ ἀνώτατος ἀφρὸς ἐν τῷ ὑπερζεῖν τὰ ὄσπρια γινόμενος. Ἀριστοφάνης Πλούτῳ· πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία αὗται ποιοῦσι. ποιητικῶς δὲ γρῆϋς λέγεται. ἡ γρῆϋς, ἡ χερνῆτις, ἡ γυρὴ πόδας, πύστιν κατ’ ἐσθλὴν ὕδατος Παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ. ]
gamma 461[ Γρύ: βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. Ἀριστοφάνης Πλούτῳ· καὶ ταῦτ’ ἀποκρινομένου τοπαράπαν οὐδὲ γρύ. τινὲς παρὰ τὸν γρυλισμὸν, τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδος μικροῦ νομίσματος· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ γρυτόπωλις· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλις. καὶ παροιμία· Τὸ Δίωνος γρύ, ἐπὶ τοῦ μικροῦ καὶ τυχόντος. ]
delta 66[ Δάπιδας· τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. καὶ δάπισι, τοῖς τάπησιν. οὕτω γὰρ Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. ]
delta 119[ Δαίμων· ἡ ἑκάστου τύχη. Ἀριστοφάνης ἐν Πλούτῳ· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ Σοφοκλῆς· γενναῖος ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος. τουτέστι τῆς τύχης. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆς, φησίν, ἐρευνῶντος, καὶ τὰ ἐν ταῖς ψυχαῖς τῶν πλησίον διὰ τεκμάρσεων ζητοῦντος, μὴ αἰσθανομένου, ὅτι ἀρκεῖ πρὸς μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνησίως θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ καὶ ἀνθρώπων φίλια διὰ συγγένειαν, ἔστι δ’ ὅτε καὶ τρόπον τινὰ δι’ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωσις αὕτη τῆς στερισκούσης τὰ λευκὰ καὶ μέλανα. ]
delta 310[ Δειλάκρα· Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα. σκώπτει καπρῶσαν τὴν γραῦν. δειλάκρα δὲ ἄκρως ἀθλία. καὶ Δειλακρίων, ὁ ἄκρως δειλός· ὁ ἐλεεινός, ὁ ταλαίπωρος· ἢ ὁ ἐπίπονος. ὁ αὐτὸς Ἀριστοφάνης· ὦ δειλακρίων. ὦ γλίσχρων, ὁρᾷς, ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος; ]
delta 797[ Διατριβή· τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ’ ὃν ἀναστρεφόμεθα περί τι. ἢ διάλεξις φιλόσοφος. σημαίνει δὲ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα, δίαιταν, διαγωγήν, πρόφασιν ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. Ἀριστοφάνης Πλούτῳ· εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. καὶ ἡ ἀργία. ἐγίνετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβὴ καὶ τῆς ἐφόδου ἡ σχολαιότης, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐς τὸ ἀποβησόμενον προμηθοῦς. ]
delta 964[ Διεσπλεκωμένῃ· Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν τε καὶ τρισχιλίων. τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τοῦ σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρημονεῖν ἐνίσταται. ]
delta 1083[ Δικαίως ἀδίκως· ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριστοφάνης Πλούτῳ· ἡ γὰρ οἰκία αὕτη’ στίν, ἣν δὴ χρημάτων σήμερον μεστὴν ποιῆσαι, καὶ δικαίως καὶ ἀδίκως. τουτέστι πάσῃ τέχνῃ. ]
epsilon 109[ Ἐγκονεῖτε· ἐνεργεῖτε, ταχύνατε. ἢ ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον· ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν. Ἀριστοφάνης Πλούτῳ· ἴτ’ , ἐγκονεῖτε, σπεύδεθ’ , ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς. ]
epsilon 471[ Ἐκκλησίαν· συναγωγὴν ὄχλου. Ἀριστοφάνης Πλούτῳ· ἐκκλησία δ’ οὐχὶ διὰ πλοῦτον γίνεται; ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων τι σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον. ]
epsilon 516[ Ἐκνομίως· ἀντὶ τοῦ μεγάλως, ὑπερβαλλόντως. κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον. Ἀριστοφάνης Πλούτῳ· καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο. λέγεται δὲ καὶ Ἐκνόμως. ]
epsilon 642[ Ἐκτετοξεῦσθαι· ἐκκεκενῶσθαι, ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον. ]
epsilon 938[ Ἐμβάς· τὰ ὑποδήματα τὰ ἀνδρεῖα. παρὰ τὸ ἐμβαίνειν. Ἀριστοφάνης Πλούτῳ· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀντὶ τοῦ πηδήμασιν. ]
epsilon 1832[ Ἐξωλέστερον· Ἀριστοφάνης Πλούτῳ· πενία γάρ ἐστιν, ἧς οὐδὲν θηρίον ἐξωλέστερον. ἀντὶ τοῦ ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευτικώτερον, ἢ χεῖρον. Αἰλιανός· σύνοδοί τινες εἰς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων. ]
epsilon 1837[ Ἐξωμμάτωται· ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἔξ πρόθεσις ἐπίτασιν δηλοῖ· ὡς, ἐκ θυμοῦ φιλέων. ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. Ἀριστοφάνης Πλούτῳ· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας. ]
epsilon 2145[ Ἐπεισπέπαικεν· εἰσεπήδησεν, εἰσῆλθε. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἀριστοφάνης Πλούτῳ· ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσι. καὶ αὖθις· Μυκονίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια. ]
epsilon 2257[ Ἐπιβύσας· ἐμπλήσας, γεμίσας. ὡς Ὅμηρος· νήματος ἀσκητοῖο βεβυσμένον. Ἀριστοφάνης Πλούτῳ· τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων. ]
epsilon 2347[ Ἐπικαθίζηται· Ἀριστοφάνης Πλούτῳ· κρατοῦσι γοῦν κ ἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ’ οἷς ἂν αὐτὸς ἐπικαθίζηται μόνος. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν. ]
epsilon 2712[ Ἐπίττον· ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν· ἔνθεν οὖν μετήνεκται ἡ λέξις. ἢ ἀντὶ τοῦ ἐκίνουν, συνῆλθον. Ἀριστοφάνης Πλούτῳ· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττον χρόνον. Ἔπιτον δὲ δι’ ἑνὸς τ, ἐπέρχεσθε, ἐπιπορεύεσθε. λέγετον, ἔπιτον. Ἀριστοφάνης Βατράχοις. ]
epsilon 2735[ Ἐπὶ τροχοῦ δεῖ σ’ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας· Ἀριστοφάνης Πλούτῳ. παροιμία ἐπὶ τῶν πονηρῶν. τροχὸς γάρ τις ἦν ἐν Ἀθήναις, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. ]
epsilon 3266[ Ἑταῖραι Κορίνθιαι· Λαΐς, Κυρήνη, Λέαινα, Σινώπη, Πυρρίνη, Σκιώνη, Ῥοδῶπις Θρᾳκική, σύνδουλος Αἰσώπου τοῦ λογοποιοῦ· ἥτις ἐλευθερωθεῖσα κατέμεινεν ἐν Αἰγύπτῳ. φησὶ δὲ Ἀριστοφάνης ἐν Πλούτῳ· καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν· ἂν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς εἰς τοῦτον τρέπειν. ]
eta 5[ Ἦ· ἀντὶ τοῦ ἤμην. καὶ χωρὶς τοῦ ν. Ἀριστοφάνης Πλούτῳ· ἃ κρύπτειν ἦ παρεσκευασμένος. τίθεται καὶ ἐπὶ τρίτου προσώπου. ὅτι δὲ καὶ ἐπὶ τοῦ ἤμην ἐκ τῆς Ὁμηρικῆς διαιρέσεως· ὣς ἔον, εἴποτ’ ἔηνγε. περὶ τοῦ ἢ συνδέσμου. ἢ γὰρ διαζευκτικός ἐστιν ἢ διασαφητικὸς ἢ ὑποδιαζευκτικός. καὶ διαζευκτικὸς μὲν ὁ τὰ ἐναντία ἐν τῇ συντάξει διϊστῶν· οἷον, ἡμέρα ἢ νύξ· ἢ νέος ἠὲ παλαιός. ὑποδιαζευκτικὸς δέ ἐστιν ὁ διάφορα πράγματα τιθεὶς μηδὲν ἕτερον ἐν τῇ διαιτήσει διϊστῶν· οἷον, δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους. διασαφητικὸς δέ, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν ἀναιρῆται· οἷον, κρεῖσσον ἐν γῇ πένεσθαι ἢ πλουτοῦντα πλεῖν. καί, θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον. ]
eta 289[ ᾞμεν· ἐπορευόμεθα. ἀπὸ τοῦ εἴω· διὸ καὶ τὸ ι προσγεγραμμένον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. ]
eta 353[ Ἡμιτύβιον· δίκροσσον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών. ]
eta 366[ Ἦν· ἀντὶ τοῦ ἤμην. Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν. καὶ Πισίδης· κἀ γὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων. καὶ Ἦν, ὑπῆρχον. δοτικῇ. ]
eta 437[ Ἡ’ πίτριπτος· ἡ ἐπίτριπτος, ἡ ἀξία τοῦ ἐπιτριβῆναι· ἢ ἡ μεγάλα φθεγγομένη. Ἀριστοφάνης Πλούτῳ περὶ τῆς Πενίας· αὕτη μὲν ἡμῖν ἡ’ πίτριπτος οἴχεται. ]
iota 63[ Ἰατρός· βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δ’ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια. ]
iota 121[ Ἰδιῶται· ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἀριστοφάνης δὲ ἐν Βατράχοις ἰδιώτας τοὺς ἰδίους λέγει· περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας· κατὰ παραγωγὴν ἴδιος, ἰδιώτης. ἰδιώτης δὲ λέγεται, ὁ πρὸς γένος ἴδιος, καὶ ὁ ἀμαθής. καὶ ἐν Πλούτῳ ἴδιον τὸ ἰδιωτικόν φησιν. ]
iota 253[ Ἱκανός· ὁ ἀρκῶν. ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν. Ἀριστοφάνης Πλούτῳ· ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσι; καὶ Ἱκανός, ὁ θεός. ]
iota 550[ Ἴπνια· τὰ ἀποκαθάρματα τοῦ ἰπνοῦ, τοῦ λεγομένου φούρνου. ἢ τὰ πρὸς τὴν κάμινον ἐπιτήδεια καύσιμα. λέγει δὲ τὴν κόπρον τῶν ζῴων Καλλίμαχος· σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἄειρεν. ἢ Ἰπνός, τὸ μαγειρεῖον, ἡ καπνοδόκη, ἢ ὁ φανός. Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἰπνὸς γέγον’ ἐξαπίνης ἐλεφάντινος. καὶ Ἰπνοί, οἱ λαμπτῆρες, οἱ φανοί, οἱ λύχνοι. ]
iota 711[ Ἰσχάς· ἰσχνάς τις οὖσα· ἐπειδή, πρὶν ἢ δοθῆναι τὴν κρεωφαγίαν τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. ἢ ἐπειδὴ μέχρι τούτου προβαίνει· πρῶτον γὰρ ὄλυνθος, εἶτα φίληξ, εἶτα σῦκα, εἶτα ἰσχάς, ἴσχειν ποιοῦσα τὴν αὔξησιν. πάντα δὲ τὰ τραγήματα ἰσχάδας ἐκάλουν. Ἀριστοφάνης Πλούτῳ· ἀνίσταθ’ ὡς ἁρπασόμενος τῶν ἰσχάδων. οὗ καὶ πίονα τυρὸν δρέψεσθε καὶ αὔην ἰσχάδα. καὶ Ἀριστοφάνης· κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ Πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει. ]
theta 246[ Θερμόν· παράδοξον. Ἀριστοφάνης Πλούτῳ· ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν, ἀνθρωπαρίω κακοδαίμονε. καὶ Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖς ἐλπίσι θερμαίνεται. ]
theta 281[ Θεσπιῳδεῖ· χρησμολογεῖ. Ἀριστοφάνης Πλούτῳ· ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου. ἠτυμολόγηται δὲ ἡ λέξις παρὰ τὸ θεοπεδωδεῖν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν. ἐτραγικεύσατο δὲ τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη ἐχρησμῴδει. ἐκαλεῖτο δὲ τὸ μέρος ἐν ᾧ ἐκάθητο ὅλμος. ]
theta 456[ Θρᾶνος· ὑποπόδιον. ἔνθεν καὶ θρανίτης. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ θράνους κεραμίου μόνου κεφαλὴν κατεαγότος. τουτέστι στάμνου. ]
theta 543[ Θύλακος· ἡ ἀρτοθήκη. Ἀριστοφάνης Πλούτῳ· ὡς ἄλφιτ ' οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. θύλακοι καὶ σφῆνες καὶ ὑπεράλματα γυμνασίων εἴδη. ]
theta 572[ Θύμος· εὐτελὴς βοτάνη. Ἀριστοφάνης Πλούτῳ· ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντε. ἀντὶ τοῦ τῆς αὐτῆς πενίας μετασχόντες· θύμος γὰρ εὐτελὴς βοτάνη. οὐδετέρως τὸ θύμον, βραχυπαράληκτον. παρῴδηται δὲ ἐκ τῶν Ἡσιόδου· οὐδ ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ. ἀντὶ τοῦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν, διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν. ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει. ]
kappa 518[ Καταδαρθάνειν· κατακοιμίζεσθαι. κυρίως δὲ καταδαρθεῖν ἐστι τὸ ἐν δέρμασι κατακοιμηθῆναι. Ἀριστοφάνης Πλούτῳ· ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ καταδάρθειν. καὶ Αἰλιανός· καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον. ]
kappa 878[ Καταχύσματα· ἔθος ἦν παρ’ Ἀθηναίοις τῶν νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνίσασθαί τι ἀγαθὸν ἐβούλοντο, καὶ τοῦ νυμφίου παρὰ τὴν ἑστίαν τραγήματα κατέχεον εἰς σημεῖον εὐετηρίας· ὡς καὶ Θεόπομπός φησιν ἐν Ἡδυχάρει· φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου, καὶ τῆς κόρης. εὖ πάνυ λέγεις. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων καὶ ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. Ἀριστοφάνης Πλούτῳ· ἰοῦσ’ εἴσω κομίσω τὰ καταχύσματα ὥσπερ νεωνήτοισιν ἄνδρασιν. ]
kappa 936[ Κατεκλίνομεν· ἀντὶ τοῦ ἀνεκλίνομεν. οὕτως Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· ἐπεὶ δὲ βωμῷ πόπανα καθωσιώθη, κατεκλίνομεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν. ἡ κατὰ ἀντὶ τῆς ἀνά. ]
kappa 1709[ Κλαυσιᾷ· κυρίως τὸ ἠχεῖν αὐτοματὶ τὸ θύριον. Ἀριστοφάνης Πλούτῳ· ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ. ]
kappa 1738[ Κλέπτης· ὁ τὰ ἀλλότρια ἀφαιρούμενος, παρὰ τὸ κλέπτω, τὸ ἐπιθυμῶ. καὶ κλέπτω, τὸ παραλογίζομαι. Ὅμηρος· μὴ κλέπτε νόῳ. κλέπτης δὲ ἀπὸ τοῦ καλύπτειν. λέγεται δὲ κλέπτης καὶ ὁ ἐπὶ βλάβῃ τινὶ βλάψας. καὶ αὖθις· κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶς ὁ κλέπτων ὑπῆρχεν. Ἀριστοφάνης Πλούτῳ· εἴγε λαθεῖν αὐτὸν δεῖ, πῶς οὐ κόσμιόν ἐστι τὸ κλέπτειν. κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται παρὰ Ἀλκήστιδος Εὐριπίδου· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. ]
kappa 1995[ Κομήσῃς· Ἀριστοφάνης Πλούτῳ· μηδὲν ταύτῃ γε κομήσῃς. ἀντὶ τοῦ ὑπερηφανήσῃς. παρὰ τὸ τοὺς κομῶντας καυχητιᾶν. εἰ καὶ ἀληθεύεις, φησί, μὴ μέγα φρονήσῃς· οὐδὲν γὰρ ἧττον τὰ αὐτὰ πείσῃ. ἐκόμων δὲ οἱ φιλόσοφοι ἢ διὰ καρτερίαν ἢ διὰ σμικρολογίαν. ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτε. φησὶν Ἀριστοφάνης ἐν Νεφέλαις. ]
kappa 2236[ Κωλή· τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων, τοῦ λεγομένου κωλῆνος. ἔστι δὲ ἱερὸς Ἑρμοῦ ὁ βραχίων τῶν ἀλόγων ζῴων. Ἀριστοφάνης Πλούτῳ· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον. τὰς ἀγκύλας φησίν, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς θύοντας. ]
kappa 2281[ Κώνωψ· θηλυκῶς παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. εἶδος μυίας. ]
kappa 2492[ Κρώζει· ὡς κόραξ ἢ κορώνη κράζει. ἥδε δ’ αὖ κρώζει πάλιν. εἰς τοὐπίσω ἄπελθε. Ἀριστοφάνης Ὄρνισι. πάλιν γὰρ τὸ εἰς τοὐπίσω· παλίντονα τόξα τιταίνων. καὶ αὖθις· οὐκ οἶδ’ ὃ κρώζεις. ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι. Ἀριστοφάνης Πλούτῳ· οὗ μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος, ζητεῖς μεταλαβεῖν. καὶ αὖθις· τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων. ]
kappa 2800[ Κύφωνες· ξύλα ἦσαν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαν. Ἀριστοφάνης Πλούτῳ· ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε; κύφων δέ ἐστι δεσμὸς ξύλινος, ὃν οἱ μὲν κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουσιν. ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται καὶ ἐπὶ πάντων δυσχερῶν καὶ ὀλεθρίων. καὶ κυφανισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος. εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν. ἐὰν δέ τις θρασυνόμενος τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν κʹ, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον. τοῦ δὲ χρόνου διελθόντος, κατὰ κρημνῶν ὠθεῖσθαι, στολὴν γυναικείαν περιβαλόντας. ]
lambda 224[ Λέγεις μοι χαράν, λέγεις μοι βοᾶν· Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ ἀναγγέλλεις μοι χαρᾶς ἄξιον, ὥστε βοᾶν τῇ χαρᾷ νικώμενον. ]
lambda 438[ Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. ΖήνωνΚιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. ]
lambda 586[ Λιπαρός· ἀνθηρός, παρὰ τὸ λίπος· στίλβει γὰρ τὸ ἔλαιον. ἢ ἀντὶ τοῦ ἀληλιμμένος. Ἀριστοφάνης Πλούτῳ· λιπαρὸς χωρῶν ἐκ βαλανείου. ]
mu 31[ Μὰ Δία· οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία λέγων, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῷ ἀντὶ τοῦ μὰ Δία, ὥσπερ καὶ τῷ νὴ Δία ἐπὶ τῷ ναί· ὅθεν καὶ ναὶ Δία λέγουσιν καὶ ναὶ μὰ Δία. Ἀριστοφάνης Πλούτῳ· ναὶ μὰ Δία τούτων τε πολλῷ πλείονα. ἐπὶ κατωμοτικοῦ τὸ μὰ Δία, ὅταν αὐτοῦ προτάττηται τὸ ναί. ]
mu 42[ Μάθημα· ἐπιτήδευμα, ἀσχόλημα, δίαιτα, διαγωγή, πρόφασις, ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. μεταμαθεῖν δέ ἐστιν τὸ παύσασθαι. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; ]
mu 57[ Μακαρίτας· τοὺς τεθνεῶτας εὐφήμως, ὡς μακαρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθάνονταί τινος δεινοῦ. Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν, οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνηκότας. τὸ γὰρ ζὰ ἐπὶ τοῦ μεγάλου τίθεται. Ἀριστοφάνης Πλούτῳ· ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. ]
mu 86[ Μάκτρα· θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ ἄλευρα. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ μάκτρας πιθάκνης πλευρὰν ἐρρωγυῖαν. ]
mu 252[ Μασώμενος· βʹ συζυγίας τῶν περισπωμένων. ἀπὸ τοῦ μασῶ, μασᾷς· ὡς γελῶ, γελᾷς. παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. ]
mu 421[ Μεθ’ ἡμέραν· ἀντὶ τοῦ ἐν ἡμέρᾳ· Ἀττικῶς. Ἀριστοφάνης Πλούτῳ· οἴμοι τάλας, ἀποδύομαι μεθ’ ἡμέραν. οὕτως Ἀττικῶς φασιν, οὐκ ἐν ἡμέρᾳ. ]
mu 569[ Μεμνῇτο· μιμνήσκοιτο. οὕτω προπερισπωμένως, ὡς Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ [+] προσῳδίᾳ. Ἀριστοφάνης Πλούτῳ· ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. ]
mu 707[ Μεταμαθεῖν· μεταγνῶναι. παύσασθαι. Ἀγαθίας· ὑμεῖς δὲ ὀμωμοκότες ἀνέδην παρεσπονδήσατε. ἀλλ’ εἴγε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, οὐδέν τι ἔλαττον ἕξετε. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; οὐδ’ ἄν μοι δοίης γε τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. καὶ μετέμαθεν Ἑβραῖος ὢν τὴν τῶν Ἀσσυρίων δυσσέβειαν. ἀντὶ τοῦ ἠλλάξατο. ]
nu 16[ Ναΐς, ἑταίρα τις, ἧς μέμνηται Λυσίας καὶ Ἀριστοφάνης. ἐν τῷ Πλούτῳ, δηλαδὴ ὅπου τό, ἐρᾷ δὲ Ναῒς οὐ διὰ σὲ Φιλωνίδου; ὅ τινες ἠγνοηκότες ἔγραψαν Λαΐς· ὡς καὶ Ἀθήναιος ἐπισημαίνεται. ]
nu 44[ Ναστόν· πυκνόν, μεστόν, πλῆρες, μὴ ἔχον ὑπόκουφόν τι. διαφέρει τοῦ μανοῦ. τὸ γὰρ μανόν, ἀραιόν, χαῦνον, ἢ ἀνωφερές, ὡς φλόξ. ὅτι γίνεται παρὰ τὸ μὴ ἓν εἶναι. Ναστὸς δὲ ἀρσενικῶς πλακοῦς, ἢ θερμὸς ἄρτος μετ’ ἐλαίου. Ἀριστοφάνης Πλούτῳ· ἧκε γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. καὶ τοιοῦτον μὲν ὁ ἐν ὀξείᾳ τάσει ναστός· οὗ θέμα τὸ ἐν Ὀδυσσείᾳ νάσασθαι. Νάστος μέντοι βαρυτόνως πόλις Θρᾴκης, ἣ ἐλέγετο καὶ Νέστος. ]
nu 110[ Νεανικόν· ἀντὶ τοῦ μέγα, καὶ δυνάμενον χορτάσαι νεανίαν. Ἀριστοφάνης Πλούτῳ· εἴ μοι πορίσας ἄρτον τιν’ εὖ πεπεμμένον δοίης καταφαγεῖν, καὶ κρέας νεανικόν. ]
nu 526[ Νώ· ἀντὶ τοῦ αὐτός. Ἀριστοφάνης Πλούτῳ· βλέψαι ποιῆσαι νώ. ἀντὶ τοῦ αὐτός. ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι. περὶ τούτου καὶ τοῦ σφῶε ζήτει ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ. ]
xi 85[ Ξυγγέωργος· προπαροξυτόνως· σύνθετον γάρ, ὡς πάγκαλος, πάνσοφος· τὰ γὰρ εἰς ος ὀξύτονα συντιθέμενα βαρύνεται. Ἀριστοφάνης Πλούτῳ· τοὺς ξυγγεώργους κάλεσον. ]
xi 142[ Ξυνίεις· ὑπονοεῖς. Ἀριστοφάνης Πλούτῳ· εἶτ’ οὐ ξυνίεις τὴν ἐπίνοιαν τοῦ θεοῦ. ]
omicron 73[ Ὄζω. Ἀριστοφάνης Πλούτῳ· ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ σώματός μου. ]
omicron 274[ Ὁμολογῶ· ἀντὶ τοῦ συναινῶ. Ἀριστοφάνης Πλούτῳ. περὶ τοῦ Διὸς γὰρ εἰπόντος Καρίωνος, ὅτι διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους, ἔφη· ὁμολογῶ σοι. καὶ Αἰλιανός· ὁ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν. ]
omicron 416[ Ὀξίς· Ἀριστοφάνης Πλούτῳ· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονεν. ἔστι δὲ ἀγγεῖον ὄξους δεκτικόν. ἢ λοπάδος εἶδος, εἰς ὀξὺ λῆγον. ]
omicron 615[ Ὄρνις· ἡ κλῃδών, τὸ μάντευμα. Ἀριστοφάνης Πλούτῳ· δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. τουτέστι τὸ σύμβολον· κοινῶς γὰρ πᾶν σύμβολον ἐφεκτικὸν ἢ προτρεπτικὸν ὄρνιν ἐκάλουν. ὄρνις, ἐπιφώνησις, πταρμός, καὶ τὰ ὅμοια. καὶ αὖθις· οὐδεὶς ἄρ’ οἶδε τὸν θησαυρὸν τὸν ἐμόν, πλὴν εἴ τις ὄρνις. παροιμιακὸν τοῦτο, οὐδεὶς οἶδε τί ὡμίλησα, πλὴν εἴ τις ὄρνις. ἐπὶ τῶν ἀγνώστων. καὶ αὖθις· οὐδείς με θεωρεῖ, πλὴν ὁ παριστάμενος ὄρνις. καὶ αὖθις· ὄρνιν νομίζετε πάνθ’ ὅσα μαντείας διακρίνει· φήμη γὰρ ὑμῖν ὄρνις ἐστι, πταρμόν τ’ ὄρνιθα καλεῖτε, ξύμβολον φωνήν, θεράποντα, καὶ ὅσα περὶ μαντείας, ὄνον ὄρνιν. καὶ τὸ πληθυντικὸν τοὺς ὄρνις. ]
omicron 807[ Οὐδὲν προτιμῶ σου· ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ· φορῶ γὰρ τὸν δακτύλιον ταυτὶ παρ’ Εὐδάμου δραχμῆς. ἀντὶ τοῦ οὐ φροντίζω σου. Εὔδαμος δὲ φιλόσοφος ἦν. ]
omicron 882[ Οὐκ ἔστιν ἄλλος πλὴν ἐγώ· Ἀττικῶς ἀντὶ τοῦ πλὴν ἐμοῦ. Ἀριστοφάνης Πλούτῳ· μὰ τὸν Δί’ · οὐ γάρ ἐστιν ἄλλος πλὴν ἐγώ. ]
omicron 889[ Οὐκ ἐτός· οὐκ ἀλόγως, οὐκ ἀληθῶς. ἀντὶ τοῦ δικαίως· ἐπιρρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ ἐτεῶς· ἀπὸ τοῦ ἐτεῶς συνῃρημένου. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἐτὸς ἀρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε. ]
omicron 1008[ Ὀφθαλμία· ἡ πήρωσις. Ἀριστοφάνης Πλούτῳ· ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας· ἰδίως ὀφθαλμίαν τὴν πήρωσίν φησιν. ]
omega 185[ Ὡρικῶς· νεωτερικῶς ἢ εὐπρεπῶς ἢ κατὰ καιρόν. Ἀριστοφάνης Πλούτῳ· ὦ μειρακίσκη, πυνθάνῃ γὰρ ὡρικῶς. προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊσμοῦ. καὶ Ὡρικήν, ἀντὶ τοῦ ἀκμαίαν. ὥρα γὰρ καὶ ἡ ἀκμή, καὶ ὡραῖος, ὁ ἀκμαῖος. κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. Ἀριστοφάνης· εὑρόνθ’ ὡρικὴν ὑληφόρον, μέσην λαβόντ’ , ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν τοῖς γιγάρτοις σποδεῖν. ]
omega 247[ Ὠστίας· οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασίν. παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον. ἔνθεν καὶ ὠστιάριος, ὁ κρατῶν τὰς θύρας καὶ ὠθίζων τοὺς εἰσιέναι βουλομένους. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζόμεθ’ ἑκάστοτ’ ἐν τῇ ἐκκλησίᾳ. καὶ ἐν Ἀχαρνεῦσιν· οἵδ’ ὠστιοῦνται, πῶς δοκεῖς, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήσονται περὶ τῆς προεδρείας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων, παντί που δῆλον. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος. καὶ Ὅμηρος· φαίης κἀκμῆτας καὶ ἀτειρέας. καί, ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. ]
omega 261[ Ὦ τάν· οὐ πρὸς ἕνα μόνον τὸ ὦ τάν, ἀλλὰ καὶ πρὸς δύο. ὡς Ἀριστοφάνης Πλούτῳ· ὦ τάν, ἀπαλλάχθητον ἀπ’ ἐμοῦ. καὶ Κρατῖνος ἆρά γε, ὦ τάν, ἐθελήσετον; ]
pi 415[ Παραπλήξ· μαινόμενος, παράφρων. Ἀριστοφάνης Πλούτῳ· ἢν δ’ εἰς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος. ὁ ἄφρων. ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἢ ὁ μωρός. ἀληθῶς γὰρ ἡ ἀσωτία πεπληγμένη ἐστὶ διάνοια. καὶ αὖθις· παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι. ]
pi 420[ Παραπολύ· ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· παραπολὺ ἀπελείποντο πείθεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Ἀριστοφάνης Πλούτῳ· δεινότατον ἔργον παραπολύ. ἀντὶ τοῦ πάνυ πολύ. ]
pi 444[ Παραστάται· οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπιστάται· διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. καὶ Παραστατεῖν, τὸ συμμαχεῖν. Ἀριστοφάνης Πλούτῳ· ὥσθ’ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. καὶ Παραστάτης. Ἀρριανός· πρόσταγμα σφίσιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη, ἐν τῷ ὕδατι προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον. καὶ Εὐνάπιος· πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα. καί, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν. καὶ λαβόντες παράστασιν εἰς τὸ μαχομένους γενναίως ἀποθανεῖν. ἀντὶ τοῦ ὁρμήν, τόλμαν. καὶ αὖθις· διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος. καὶ ἐπίρρημα Παραστατικῶς. ὁ δὲ ἔγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς. ]
pi 467[ Παρατίλλεται· διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ διατίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς, ἀποραφανίδωσις καὶ παρατιλμοὶ τοῖς πένησιν· οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο· οἱ δὲ ἀποροῦντες μὴ δυνάμενοι χρήμασι λυτροῦσθαι τὴν φυγὴν δημοσίᾳ ταῦτα ἔπασχον, Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. καὶ αὖθις Ἀριστοφάνης· παρατίλλω τρίχας. παρατίλλομαι δὲ ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προκειμένου λογισμοῦ· ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπιγράφουσι. ]
pi 524[ Παρεκαττύετο· ἐκ συλλογῆς ηὐτρέπιζεν. ἀπὸ τῶν καττυμάτων. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες, οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν. Ἀριστοφάνης Πλούτῳ· ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο. ]
pi 857[ Παιδία· οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγούμενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμβάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου. ]
pi 966[ Πενία· διὰ τὰς ἀδίκους πάθας τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν. Ἀριστοφάνης Πλούτῳ. εἴπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ὁ μὲν γὰρ Διονύσιος ἐξώλης τύραννος, ὁ δὲ Θρασύβουλος φιλόπολις καὶ παντὸς λόγου κρείττων. ἐπὶ τῶν μὴ τὰ ὅμοια ὁμοιούντων. ]
pi 1209[ Περινοστοῦντας· περιερχομένους. νόστος κυρίως μὲν ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφιξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον. Ἀριστοφάνης Πλούτῳ· ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ. ]
pi 1245[ Περιπέττουσι· περικαλύπτουσιν. Ἀριστοφάνης Πλούτῳ· ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. τουτέστιν εἰώθασι τῷ τοῦ ἵππου ὀνόματι καταχρῆσθαι εἰς τὴν μοχθηρίαν. καὶ Μένανδρος· δεδιότες καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. τουτέστι περικαλύπτειν. ]
pi 1462[ Πειρῶν· προσβάλλων, συνουσιάζων. τὰς Κορινθίας φασίν· τοῦτο γάρ ἐστι τὸ πειρᾶν. Ἀριστοφάνης Πλούτῳ· ὅταν τις μὲν αὐτὰς πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν. καὶ Πειρασάντων ἀνδρῶν, διαπειρασάντων καὶ μετελθόντων, ἢ ἐπιτηδευσάντων. ἐσχημάτισται δὲ ἀπὸ τοῦ πειρᾶν· πειρᾶν γὰρ τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασι. ]
pi 1723[ Πλέκω· αἰτιατικῇ. ὅτι τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τούτου σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς σωματοποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρρημονεῖν ἐνίσταται. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. ]
pi 1817[ Πλυνός· ὀξυτόνως τὸ ἀγγεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνόμενον. Ἀριστοφάνης Πλούτῳ· οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ἀντὶ τοῦ ἐφύβριστον πλῦμα. ]
pi 2041[ Πόνηρος· ἔστι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· πονήρους γ’ εἶπας ἡμῖν συμμάχους. ἀντὶ τοῦ μοχθηροὺς καὶ ἐπιπόνους, ἀσθενεῖς, ἀπράκτους. ὥς φαμεν, πονήρως ἔχει ἡμῖν τὰ πράγματα. ἢ ἀτυχής, ἄθλιος. ἐπὶ ὄνου πονήρας ὀχούμενος. πόνηρον δὲ λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γινόμενον. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ, τὸ νοσοποιόν. Πονηροὶ λέγονται καὶ ἐπίπονοι. καὶ παροιμία· Πόνῳ πονηρός, μοχθηρός, σφόδρα πονηρός. διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος. ]
pi 2188[ Πράγματα· ἐπὶ κακῷ χρῶνται τῇ λέξει οἱ παλαιοί. καὶ Μένανδρος· ἐν πράγμασιν, ἐν μάχαις. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ. καὶ αὖθις· καὶ δή ποτε εἷς πορφυρίων αὐτῷ παρέσχε πράγματα. καὶ αὖθις· ἀλλά σοι παρέξω πράγματα. ἀντὶ τοῦ ἐνοχλήσω. καὶ παροιμία· Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. ]
pi 2532[ Ἀριστοφάνης Πλούτῳ· Προντούλων· οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με. ]
pi 2654[ Προσεύξῃ τὸν θεόν· οὕτως Ἀριστοφάνης ἐν Πλούτῳ. ]
pi 2781[ Προσπατταλεύσω· προσπήξω. Ἀριστοφάνης Πλούτῳ· ὥσπερ κοτίνῳ προσπατταλεύσω. εἰώθασι γὰρ κοτίνῳ καὶ ἄλλοις δένδροις προσπατταλεύειν τὰ ἀναθήματα καὶ κωλὰς καὶ κρανία πρὸς ἀποτροπὴν βασκανίας οἱ γεωργοί, πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά. ]
pi 3017[ Πτερυγίζειν· ἀντὶ τοῦ μηδὲν ἀνύειν. ἀπὸ τῶν ἐπιβαλλομένων πέτεσθαι νεοσσῶν. Ἀριστοφάνης Πλούτῳ. ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ἀντὶ τοῦ θορυβῇ. τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητικόν. ἢ κοῦφα λαλεῖς. ἢ ματαιοπονεῖς. ἀπὸ μεταφορᾶς τῶν νεοσσῶν τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. ἢ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοττῶν, οἳ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται. οὕτω καὶ σὺ θέλεις μὲν ἀντειπεῖν καὶ πειράζεις, ἀνύεις δὲ οὐδέν. ]
sigma 471[ Σιπύη· ἡ ἀρτοθήκη. οἱονεὶ σιτοβύη τις οὖσα· παρὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Ἀριστοφάνης Πλούτῳ· ἡ μὲν σιπύη μεστή’ στι λευκῶν ἀλφίτων. προὔχει δὲ τὰ λευκὰ τῶν ἀλφίτων. θείης εὐσιπύους ἐξ ὀλιγησιπύων. ]
sigma 589[ Σκῆψις· παρακάλυμμα. πρόφασις, ἢ φροντίς, ἀναβολή. καὶ Σκήπτομαι. Ἀριστοφάνης Πλούτῳ· σκήπτομαί γ’ , ὅταν τύχω. ἀντὶ τοῦ προφασίζομαι. καὶ Σοφοκλῆς· ἀλλ’ εἰσόρα, μὴ σκῆψιν οὐκ οὖσαν τίθῃς. ]
sigma 668[ Σκοροδίοις· τοῖς τῶν σκορόδων φύλλοις. Ἀριστοφάνης Πλούτῳ· ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῶν. γελοίως ἀντὶ τοῦ σαβάνοις. ἐπειδὴ δὲ ἤσθιον ἑκάστοτε σκόροδα, τοῦτό φησιν, ὅτι ὡς πλουτήσαντες κατεφρόνησαν τῆς παλαιᾶς διαίτης. εἴρηται δὲ σκόροδον ἴσως σκαιὸν ῥόδον τι ὄν· παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς δὲ σκοροδίοις τοῖς τῶν σκορόδων καυλοῖς. λιμῷ δὲ περιπεσόντες οἱ Ἀθηναῖοι τούτοις ἐχρήσαντο. οὐχ ἁπλῶς δὲ τοῦτο, ἀλλ’ ἵνα δείξῃ, ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὥστε, ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις νῦν ἀφοδεύοντες ἀποματτόμεθα. μήποτε δὲ τοῦ σκορόδου λέγει τὸν καυλόν. ἔστι γὰρ ἀσφοδέλῳ ὅμοιος κἀκεῖνος, ἐπιτήδειος εἰς τοῦτο. εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώς. καὶ αὖθις· ἀπόλλυμαι τὰ σκόροδα πορθούμενος. ἐκ τῶν ἀγρῶν ἔρχεται ἔχων φορτίον σκόροδα καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων λιμωττόντων καὶ διαρπαζόντων αὐτά· παρ’ ὅσον οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες οὐκ ἀπεικότως· θερμὰ γάρ ἐστιν, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται. καὶ παροιμία· Σκόροδον ἐν δικτύοις. οἱ Ἀθηναῖοι μέλλοντες πλεῖν καὶ ἐξιέναι ταῦτα ὠνοῦντο, καὶ ἐν λίνοις ἔβαλλον. ζήτει σκόροδον ἐν τῷ βασανίσας. ]
sigma 883[ Σωφρονεῖς· ἀντὶ τοῦ μόλις ἐστράφης, ἢ καλῶς λέγεις. Ἀριστοφάνης Πλούτῳ. ]
sigma 999[ Στακτοῖς· τοῖς ὑγροῖς, καὶ δοκίμοις· πρὸς ἀντιδιαστολὴν τῶν ξηρῶν. Ἀριστοφάνης Πλούτῳ· οὔτε μύροισι μυρίσαι στακτοῖς, ὁπόταν νύμφην ἀγάγησθον. ]
sigma 1009[ Στατήρ· τετράγραμμον νόμισμα· καὶ τὸ ἑξάγιον, καὶ τὸ ζύγιον. ἢ εἶδος νομίσματος. Ἀριστοφάνης Πλούτῳ· στατῆρσι δ’ ἀρτιάζομεν. τουτέστι νομίσμασι παίζομεν ἄρτια ἢ περιττά. ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου. Ἀριστοφάνης. ]
sigma 1218[ Στροφαῖος· οὕτως ἐκάλουν τὸν παρὰ τῇ θύρᾳ ἱδρυμένον δαίμονα, ἅμα δὲ παρὰ τὸ στρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντες πανοῦργοι λέγονται. Ἀριστοφάνης Πλούτῳ· παρὰ τὴν θύραν Στροφαῖον ἱδρύσασθέ με. ἐπωνυμία δέ ἐστιν Ἑρμοῦ, παρὰ τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν· οὗτοι γὰρ ὀπίσω τῶν θυρῶν εἰώθασι καὶ ἀναδύεσθαι καὶ ὅλως πανουργεύεσθαι. ]
sigma 1635[ Συντεταγμένως· Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ γοργῶς καὶ μετὰ συγκροτήματός τινος. ἀσπάζομαι δ’, ὁτιὴ προθύμως ἥκετε καὶ συντεταγμένως. ]
sigma 1733[ Σφηκώδεις· σκληροί. κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσιν. καὶ Ἀριστοφάνης Πλούτῳ· μέγαν λαβόντες ἡμμένον σφηκίσκον. ξύλον ὠξυμμένον· ἐπεὶ καὶ ὁ σφὴξ ὀξὺς ἐκ τῶν ὄπισθεν. ἐπιτετήδευται ἡ λέξις παρὰ τὸν σφῆκα· τὰ γὰρ μικρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφηκίσκους καλοῦσιν· ἐπεὶ καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους σφηκώδεις φασί. λύσις ὀνείρου· σφῆκες φανεῖσαι δυσμενῶν εἰσι βλάβαι. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License