Aristotle) - urn:cts:greekLit:tlg0086Stageira (Wikidata) (Pleiades)
Stageira (Wikidata) (Pleiades)
biologist (Wikidata)
cosmologist (Wikidata)
logician (Wikidata)
zoologist (Wikidata)
literary critic (Wikidata)
mathematician (Wikidata)
ethicist (Wikidata)
epistemologist (Wikidata)
political philosopher (Wikidata)
polymath (Wikidata)
philosopher of language (Wikidata)
writer (Wikidata)
philosopher (Wikidata)
astronomer (Wikidata)
geographer (Wikidata)
teacher (Wikidata)
tutor (Wikidata)
ontologist (Wikidata)
theologian (Wikidata)
psychologist (Wikidata)
urn:cts:greekLit:tlg0086.suda001
urn:cts:greekLit:tlg0086.suda002 -
On the Soul
urn:cts:greekLit:tlg0086.suda003 -
Categories
urn:cts:greekLit:tlg0086.suda004 -
On Animals
urn:cts:greekLit:tlg0086.suda005 -
Constitution of the Cypriots
urn:cts:greekLit:tlg0086.suda006 -
Analytics
urn:cts:greekLit:tlg0086.suda007 -
Nicomachean Ethics
urn:cts:greekLit:tlg0086.suda008
urn:cts:greekLit:tlg0086.suda009 -
Topics
urn:cts:greekLit:tlg0086.suda010 -
Metaphysics
urn:cts:greekLit:tlg0086.suda011 -
Politics
urn:cts:greekLit:tlg0086.suda012
urn:cts:greekLit:tlg0086.suda013 -
Physics
urn:cts:greekLit:tlg0086.suda014 -
Constitution of the Syracusans
urn:cts:greekLit:tlg0086.suda015 -
Constitution of the Athenians
urn:cts:greekLit:tlg0086.suda016 -
Constitution of the Massaliotae
urn:cts:greekLit:tlg0086.suda017
urn:cts:greekLit:tlg0086.suda018 -
On Sleep
urn:cts:greekLit:tlg0086.suda019
urn:cts:greekLit:tlg0086.suda020 -
Didascaliae
urn:cts:greekLit:tlg0086.suda021
urn:cts:greekLit:tlg0086.suda022
urn:cts:greekLit:tlg0086.suda023
urn:cts:greekLit:tlg0086.suda024
urn:cts:greekLit:tlg0086.suda025
urn:cts:greekLit:tlg0086.suda026 -
Constitution of the Thessalians
| alpha | 122 | [ | Ἀγαθοῦ Δαίμονος: ἔθος εἶχον οἱ παλαιοὶ μετὰ τὸ δεῖπνον πίνειν Ἀγαθοῦ Δαίμονος, ἐπιρροφοῦντες ἄκρατον, καὶ τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονος, χωρίζεσθαι δὲ μέλλοντες, Διὸς Σωτῆρος. καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸς οὕτως ἐκάλουν. καὶ ἐν Θήβαις δὲ ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονος. ἄλλοι δέ φασι τὸ πρῶτον ποτήριον οὕτω λέγεσθαι. ὅτι περὶ τἀγαθοῦ βιβλίον συντάξας Ἀριστοτέλης, τὰς ἀγράφους τοῦ Πλάτωνος δόξας ἐν αὐτῷ κατατάττει. καὶ μέμνηται τοῦ συντάγματος Ἀριστοτέλης ἐν τῷ πρώτῳ περὶ ψυχῆς, ἐπονομάζων αὐτὸ περὶ φιλοσοφίας. | ] |
| alpha | 505 | [ | Ἀδοξότατα: τὰ παράδοξα, τὰ ἀδύνατα παρὰ Αριστοτέλει· ἔστι δὲ παράδοξα τὰ τοῖς ἐνδόξοις ἐναντία, ἅ οὐ πάντως ἤδη καὶ ἀδύνατά ἐστιν. | ] |
| alpha | 571 | [ | Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτῷ τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφείς. αὐτὸς δὲ εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέγετο μαθημάτων, πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησάμενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν. οὗτος αἱρεσιάρχης ἦν, ὃς καὶ ἄθεος ἐπεκλήθη ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. τὰ αὐτὰ μὲν οὖν ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν συνεκρότει δόξαν· πρὸς δὲ ἀρειανίζοντας διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸς ἄνθρωπος Ἀέτιος καὶ τῷ Ἀρείου δόγματι διαπύρως συνηγορεῖν ἔσπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶς ἀναζεύγνυσι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν, ἐντεῦθεν γὰρ ἦν, ὑπὸ Λεοντίου τοῦ τότε τῆς Ἀντιοχείας ἐπισκόπου χειροτονεῖται διάκονος. εὐθὺς οὖν συνεξεφώνει τοὺς ἐντυγχάνοντας ἐκ τῶν Ἀριστοτέλους κατηγοριῶν διαλεγόμενος, τοὺς ἐριστικοὺς κατωρθωκὼς λόγους. ἐπιστολάς τε συνεκάττυε πρὸς βασιλέα Κωνστάντιον. ἀλλ’ εἰ τὰ αὐτὰ τοῖς ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων οὐ δυναμένων συνιέναι τὸ περισκελὲς τῶν λογισμῶν ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶς τῆς αὐτῶν ἐκκλησίας ἔδοξεν αὐτὸς μὴ βούλεσθαι κοινωνεῖν αὐτοῖς. καὶ νῦν εἰσιν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιος γὰρ ταχυγράφος ὢν ἐκείνου καὶ ὑπ’ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν τοῦ στίφοις τούτου προέστη. | ] |
| alpha | 788 | [ | Ἀκαλήφη: κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρ’ ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυτικῶν. | ] |
| alpha | 1298 | [ | Ἀλκυονίδες ἡμέραι: αἱ εὐδιειναί. περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ια φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, Δημαγόρας δὲ ὁ Σάμιος ζʹ, καὶ Φιλόχορος θʹ. τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς περὶ ὑπομνημάτων λέγει οὕτως· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν, Φωσθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν, Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι Ἀλκυονίδες καλοῦνται. καὶ Ἀλκυόνειος ἡμέρα. | ] |
| alpha | 1924 | [ | Ἄνακτες καὶ Ἄνασσαι· Ἀριστοτέλης ἐν τῇ Κυπρίων πολιτείᾳ φησί· καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. καὶ Ἀνάκτορα, τὰ ἱερά. καὶ Ἀνακτορίαν, δεσποτείαν. καὶ Ἀνακτόριον, ἱερόν. καὶ Ἀνακτόρων, ἱερατειῶν. | ] |
| alpha | 1943 | [ | Ἀνάλογον: ἀναλόγου ὁρισμός ἐστιν οὗτος· ἀνάλογον ἔχει μεγέθη πρὸς ἄλληλα, ὧν ἡ αὐτὴ ἀνθυφαίρεσις. ὁ δὲ Ἀριστοτέλης τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸς ἄλληλα καὶ ὁμοίως ἔχειν πρὸς ἄλληλα λέγεται. Ἀνάλογον δὲ ἀντὶ τοῦ ὁμοίως. καὶ αῡθις· οἱ δὲ στρατιῶται γενναῖοι ὀφθῆναι, καὶ τῷ ἴσῳ ἀξιώματι ἀναλογοῦντες. καὶ Ἀναλόγως, ἴσως. καὶ Ἀναλογώτερον, τὸ ὑψηλότερον, τὸ σοφώτερον, τὸ ἀναλογικώτερον. | ] |
| alpha | 1951 | [ | Ἀνάλυσις: ἐξάπλωσις. ὅρος γάρ ἐστι λόγος κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος τοῦ ὁριστικοῦ καὶ κεφαλαιωδῶς. ἀνάλυσις, ἡ ἐπὶ σχήματος ἐπὶ σχῆμα τῶν τρόπων ἀνακύκλησις. ἀναλύειν γὰρ λέγεται τὸ τοὺς συνθέτους συλλογισμοὺς ἀνάγειν εἰς τοὺς ἁπλοῦς καὶ εἰς τὰς προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι. κατὰ γοῦν τὸ σημαινόμενον τῆς ἀναλύσεως Ἀναλυτικὰ γέγραπται τὰ Ἀριστοτέλους. | ] |
| alpha | 2532 | [ | Ἄνθρωπος: τὸ προσηγορικόν. καὶ Ἄνθρωπος, ἴδιον ὄνομα τοῦ ὀλυμπιονίκου πύκτου, οὐ ἐν Ἠθικοῖς Ἀριστοτέλης μνημονεύει. ἀλλ’ ἔγωγε, ἔφην, ταύτης μόνης ἐπιδεῖσθαι νομίζω τῆς μαντικῆς τοὺς ἀνθρώπους εἶναι βουλομένους καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐς προνομὰς ἀπεράντους. οὕτω φησὶ Δαμάσκιος ὁ φιλόσοφος. | ] |
| alpha | 2542 | [ | Ἀνθυπουργῆσαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφοκλῆς Κολχίσιν· ἢ φὴς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν; ὅτι ὁ Ἀριστοτέλης τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκεν. | ] |
| alpha | 2629 | [ | Ἀντεπιχειρεῖν· παρὰ Ἀριστοτέλει ἀντεπιχειρεῖν λέγεται. ἔστι δὲ ἀντεπιχειρεῖν τὸ πρὸς τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνστασιν, ἐπιχειρεῖν δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν καὶ συλλογίζεσθαι, ὅτι μὴ ἀληθὲς τὸ δεικνύμενον. ὁ γὰρ πρὸς μὲν τὸ δεικνύναι λόγος, ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατος, διὰ τὸ εἶδος αὐτὴν ἔνυλον εἶναι, μηδὲν δ’ ἔνυλον εἶδος χωριστὸν εἶναι τῆς ὕλης, μὴ ἐνιστάμενος, δεικνύναι δὲ πειρώμενος δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔστιν ἄφθαρτος, ἤτοι διὰ τοῦ λαμ βάνειν, ὅτι αἱ μαθήσεις ἀναμνήσεις, ἢ ὅτι αὐτοκίνητος, ἀντεπιχειρεῖ, οὐκ ἐνίσταται. | ] |
| alpha | 2703 | [ | Ἀντίπατρος, Ἰολάου, πόλεως δὲ Παλιούρας τῆς Μακεδονίας, στρατηγὸς Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχος βασιλείας· μαθητὴς Ἀριστοτέλους. κατέλιπεν ἐπιστολῶν σύγγραμμα ἐν βιβλίοις βʹ, καὶ ἱστορίαν, τὰς Περδίκκου πράξεις Ἰλλυρικάς. καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνος δὲ τῶν διαδόχων θεὸν καλέσαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀσεβὲς τοῦτο κρίνας. ἐβίω δὲ ἔτη οθʹ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάσσανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος. ἐγεγόνει γὰρ ἐς οὐδὲν μετριώτερος τῇ γνώμῃ· διότι μηδέ ἐστι φύσεως μεταβολὴ κακίᾳ συνελθούσης· ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχύς αὐτῇ ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θρασύνεσθαι, οὕτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῷ νόμῳ ὑπήκοον. | ] |
| alpha | 2707 | [ | Ἀντιπελαργεῖν: παροιμία ἐπὶ τῶν τὰς χάριτας ἀντιδιδόντων. καὶ Ἀντιπελάργωσις. φησὶν Ἀριστοτέλης ἀληθῆ εἶναι τὸν περὶ τῶν πελαργῶν λόγον· ὁμοίως δὲ αὐτοῖς ποιεῖν φησι καὶ τοὺς ἀερόποδας. διὸ ἐν τοῖς σκήπτροις ἀνωτέρω μὲν πελαργὸν τυποῦσι, κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντες, ὡς ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖς ὄντες ἐπὶ τῶν πτερύγων βαστάζουσι τοὺς γεγηρακότας· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον. | ] |
| alpha | 2723 | [ | Αντισθένης, Ἀθηναῖος, ἀπὸ ῥητόρων φιλόσοφος Σωκρατικός, ὅστις Περιπατητικὸς ἐκλήθη πρῶτον, εἶτα ἐκύνισεν· υἱὸς δὲ ὢν ὁμωνύμου πατρὸς, μητρὸς δὲ τὸ γένος Θρᾴσσης. οὗτος συνέγραψε τόμους δέκα· πρῶτον μαγικόν [+] [+]· ἀφηγεῖται δὲ περὶ [+] [+] Ζωροάστρου [+] [+] [+] τινὸς [+] [+] μάγου [+] [+], εὑρόντος τὴν σοφίαν· τοῦτο δέ τινες Ἀριστοτέλει, οἱ δὲ Ῥόδωνι ἀνατιθέασιν. οὗτος οὖν καὶ τῆς Κυνικῆς κατήρξατο φιλοσοφίας, ἥτις οὕτως ἐκλήθη διὰ τὸ ἐν Κυνοσάργει τῷ γυμνασίῳ διδάξαι αὐτόν. καὶ Διογένους δὲ καθηγητὴς γέγονε τοῦ Κυνὸς καὶ τῶν λοιπῶν. ὅτι αρρωστοῦντι Ἀντισθένει μακρὰν καὶ δυσανάκλητον ἀρρωστίαν ὁ Διογένης ξιφίδιον ἐπιδέδωκεν εἰπών· εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως ᾤετο ἐκεῖνος οὐδὲν ἀλγεινὸν τὸν θάνατον, ὥστε γίνεσθαι τὴν ἀρρωστίαν τρυφὴν αὐτόχρημα. ἀντὶ τοῦ παντελῶς ὅμοιον. | ] |
| alpha | 2727 | [ | Ἀντιστρόφους: ἀντὶ τοῦ ἰσοστρόφους. καὶ Ἀριστοτέλης τὴν διαλεκτικὴν ἀντίστροφόν φησιν εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανὰ, ἃ τῷ ἔνδοξα εἶναι καὶ αὐτά ἐστι τοιαῦτα· τὸ γὰρ ἀντίστροφον ἀντὶ τοῦ ἰσόστροφον καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει. | ] |
| alpha | 2733 | [ | Ἀντιτυπῆσαι: ἀντιπαθῆσαι. καὶ Ἀντιτυπία, ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος. ἐν Ἐπιγράμμασι καὶ λίθον ἀντιτύπῳ κρούματι πυρσοτόκον. καὶ Ἀντίτυπον· πάσης αἰσθήσεως περὶ ἕν τι γένος ἐχούσης ἡ ἀφὴ οὐκ ἔχει περὶ ἓν κοινὸν γένος τῶν ἁπτῶν, φησὶν Ἀριστοτέλης. ὅτι καὶ αὐτὴ καταγίνεται περὶ ἕν τι γένος τῶν ἁπτῶν· ἀλλ’ οὐκ ἔστιν εὔδηλον τὸ ἓν γένος τὸ τῇ ἁφῇ ὑποκείμενον· διὰ δὲ τούτου ἐσήμανεν, ὅτι ἐστὶ μὲν, οὐ φανεροῖ δέ. τί οὖν τοῦτό ἐστι; λέγομεν ὅτι τὸ ἀντίτυπον. ἀντίτυπον δὲ λέγω οὐ τὸ ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυσικὸν σῶμα τὸ προσπίπτον καὶ θιγγάνον τῆς ἁρῆς πρὸς ἀντιδιαστολὴν τῶν μαθηματικῶν σωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῆ ἁφῇ. τὸ οὖν ὁπωσοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον, καὶ κοινὸν εἶναι γένος τῶν ἁπτῶν. καὶ Ἀντιτύπους ἀνθρ ώ πους, σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας. καὶ τύπος ἀντίτυπος. φησὶν ὁ χρησμός. | ] |
| alpha | 2828 | [ | Ἀξιώματα· οὕτως λέγει Ἀριστοτέλης καὶ τὰς δεομένας ἀποδείξεως προτάσεις, καὶ τὰς ἀναποδείκτους, ὡς ἔθος αὐτῷ. | ] |
| alpha | 3238 | [ | Ἁπλῷ λόγῳ: τῷ χωρὶς προσθήκης. καὶ Ἁπλῶς παρὰ Ἀριστοτέλει λέγεται, ὃ χωρὶς προσθήκης λεγόμενον ἀληθές ἐστιν. ὁ γὰρ Αἰθίοψ πῇ λευκὸς ὤν· κατὰ γὰρ τοὺς ὀδόντας· οὐκέτι καὶ ἁπλῶς ἐστι λευκός. ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθὲς εἶναι, τοῦτο οὐκ ἔστιν ἁπλῶς. ὁ γὰρ Αἰθίοψ οὐκ ἔστι λευκὸς, διότι χωρὶς προσθήκης. προστεθέντος δὲ τοῦ κατά τι. ἀληθὲς γίνεται. κατὰ γὰρ τοὺς ὀδόντας. ἀλλὰ καὶ σπουδαῖοί τινες κατά τι, λέγεται δὲ καὶ οὕτως, οὐ τὸν ἁπλοῦν τρόπον. ἀντὶ τοῦ παραυτίκα παρὰ τοῖς παλαιοῖς. καὶ αὖθις· οὐδὲ γὰρ ἁπλῶς λόγους τινὰς ἐποιήσαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη, καὶ ἐπ’ αὐτοῦ εἰκόνες τοῦ Νέρωνος ἐτέθησαν. | ] |
| alpha | 3927 | [ | Ἀριστόξενος, υἱὸς Μνησίου, τοῦ καὶ Σπινθάρου, μουσικοί, ἀπὸ Τάραντος τῆς Ἰταλίας. διατρίψας δὲ ἐν Μαντινείᾳ φιλόσοφος γέγονε καὶ μουσικῇ ἐπιθέμενος οὐκ ἠστόχησεν, ἀκουστὴς τοῦ τε πατρὸς καὶ Λάμπρου τοῦ Ἐρυθραίου, εἶτα Ξενοφίλου τοῦ Πυθαγορείου καὶ τέλος Ἀριστοτέλους· εἰς ὃν ἀποθανόντα ὕβρισε, διότι κατέλιπε τῆς σχολῆς διάδοχον Θεόφραστον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖς ἀκροαταῖς τοῖς Ἀριστοτέλους ἔχοντος. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡς εἶναι ἀπὸ τῆς ριαʹ Ὀλυμπιάδος, σύγχρονος Δικαιάρχῳ τῷ Μεσσηνίῳ. συνετάξατο δὲ μουσικά τε καὶ φιλόσοφα, καὶ ἱστορίας καὶ παντὸς εἴδους παιδείας· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰς υνγʹ. | ] |
| alpha | 3929 | [ | Ἀριστοτέλης, υἱὸς Νικομάχου καὶ Φαιστιάδος· ὁ δὲ Νικόμαχος ἰατρὸς ἦν τοῦ τῶν Ἀσκληπιαδῶν γένους, ἀπὸ Ννικομάχου τοῦ Μαχάονος. ἐκ Σταγείρων, πόλεως τῆς Θρᾴκης, φιλόσοφος, μαθητὴς Πλάτωνος, τραυλὸς τὴν φωνήν. καὶ ἀδελφούς μὲν ἔσχεν Ἀρίμνηστον καὶ Ἀριμνήστην, θυγατέρα δὲ ἀπὸ Πυθιάδος, τῆς θυγατρὸς Ἑρμείου τοῦ εὐνούχου· ὃς καὶ θλαδίας ὢν αὐτὴν ἔσπειρε. γημαμένη δὲ τρισὶν ἡ Ἀριστοτέλους θυγάτηρ τεκνώσασα προετελεύτησεν Ἀριστοτέλους τοῦ πατρός. ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος παλλακῆς, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνούχου· ὅστις ἦν ἄρχων Ἀταρνέως, χώρα δὲ αὕτη Τρῳάδος, Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλος γεγονὼς ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριστοτέλους. ἦρξε δὲ ἔτη ιγʹ τῆς Περιπατητικῆς κληθείσης φιλοσοφίας διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήσαντα τῆς Ἀκαδημίας, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ ϟθʹ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸς εὐθύνας, ἐπειδὴ ἔγραψε παιᾶνα εἰς Ἑρμείαν τὸν εὐνοῦχον· οἱ δέ φασι νόσῳ αὐτὸν τελευτῆσαι βιώσαντα ἔτη οʹ. | ] |
| alpha | 3930 | [ | Ἀριστοτέλης· Τίμαιός φησι κατὰ Ἀριστοτέλους εἶναι αὐτὸν εὐχερῆ, θρασὺν, προπετῆ· ἀλλ’ οὐ σοφιστὴν ὀψιμαθῆ, μισητὸν ὑπάρχοντα, καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα, καὶ πρὸς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα. πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτὴν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι. ὅτι Ἀριστοτέλης τῆς φύσεως γραμματεὺς ἦν, τὸν κάλαμον ἀποβρέχων εἰς νοῦν· ὅν οὐδὲν ἴσως ἐχρῆν τῶν χρησίμων, εἰ καὶ τεχνικώτερόν ἐστι καὶ περιττότερον ἐξειργασμένον, παραιτεῖσθαι. καὶ Ἀριστοτέλειος λόγος. | ] |
| alpha | 4093 | [ | Ἀρχή· ποιητική· εἰδική· τελική. ὁ δὲ Ἀριστοτέλης φησὶν, ὅτι ἡ ψυχὴ οἶον ἀρχὴ τῶν ζῴων ἐστὶν, ὡς ποιητικὴ, εἰδικὴ, τελική· αὗται γάρ εἰσιν αἱ κυρίως ἀρχαί. ὡς μὲν οὖν ποιητικὴ, ὅτι αὕτη κινεῖ τὸ ζῷον μόνῃ τῇ βουλήσει καὶ οὐ δεῖται μοχλείας τινός· ὡς εἰδικὴ δὲ, ὅτι αὐτή ἐστιν ἡ εἰδοποιοῦσα τὸ ζῷον καὶ ἁπλῶς τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάστῳ τῶν φυσικῶν εἶδός ἐστιν ἑκάστου· κρεῖττον δὲ ἐν τοῖς ἐμψύχοις ἡ ψυχή. ὡς τελικὸν δὲ, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα· ἔστι γὰρ τὸ μὲν σῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωσις τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸς τὴν ἰδιότητα τῆς ἐν ἑκάστῳ ψυχῆς. ἀλλ’ ἡ μὲν ψυχὴ τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύσις προσεχής. τῶν δὲ ἐξ ἀνάγκης ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ ἐκ τῆς ζωῆς καὶ σώματος. καὶ τὰ μὲν τῆς ψυχῆς πάθη ἡ νόησις· τοῦτο γὰρ αὐτῆς ἴδιον· τὰ δ’ ἄλλα πάθη, τὸ αἰσθάνεσθαι, τὸ φαντασιοῦσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐστι τοῦ συναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὸς πάντων τῶν ὄντων, οὐσίαν, ταυτότητα, ἑτερότητα, κίνησιν, στάσιν. γένη δὲ ταῦτα ἔλεγεν οὐχ οὕτως ὥσπερ τὰ παρὰ τοῖς Περιπατητικοῖς, ἅτινα διῄρηται ὑπ’ ἀλλήλων καὶ ἀφ’ ἑκάστου σειρά τις ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλ’ ὡς διὰ πάντων τῶν ὄντων διήκοντα. ἔστι γὰρ ἐν πᾶσι καὶ οὐσία, καθ’ ἥν ἑκάστου ἐστὶ τὸ εἶναι· καὶ ἔστι ταυτότης, καθὸ ἐκ μιᾶς τῆς τῶν ὄντων ἐσμὲν ἀρχῆς. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθός ἐστι τὰ ὄντα· ὅπου δὲ πλῆθος, ἐκεῖ ἑτερότης. ἔστι δὲ καὶ κίνησις ἐν πᾶσι τοῖς οὖσι· κίνησιν δέ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάστου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουσιν ἢ ψύχουσι τὰ παρακείμενα ἢ ὑγραίνουσιν ἢ ξηραίνουσιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦσι. καὶ ἡ στάσις δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα στάσεως μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑστάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆς ἀεικινησίας στάσις ἐστί. καθὸ οὖν μένουσι τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ’ αὐτὸ τοῦτο στάσεως μετέχει. | ] |
| alpha | 4096 | [ | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν πρὸ μὲν τῆς ἀρχῆς ἐπιεικῶν, ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνος δὲ εἶναί φασιν αὐτὸ ἀπόφθεγμα, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος Βίαντος. | ] |
| alpha | 4348 | [ | Ἀτέχνοις: πανούργοις, ἢ ἀπείροις. καὶ Ἀτέχνως, βαρυτόνως, ἀντὶ τοῦ ἄνευ τέχνης, ἀμαθῶς, ἀμελῶς. ἐπὶ δὲ τοῦ περισπωμένου ἀτεχνῶς, ἀντὶ τοῦ ἀληθῶς. τέχνη γὰρ ὁ δόλος. δεῖται τοῦ θεοῦ συμβουλὴν ἀτεχνῶς ἱερὰν παρασχεῖν αὑτῇ καὶ διδάξαι περὶ τῶν πρακτέων. Ἀτεχνῶς περισπωμένως, ἀντὶ τοῦ ἀληθῶς, ἁπλῶς, χωρὶς πανουργίας. σαφῶς· ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς. οἱονεὶ ἀτενῶς, περισσοῦ ὄντος τοῦ χ. ἢ ἀντὶ τοῦ τελείως, καὶ ἀντὶ τοῦ ἰσχυρῶς, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶς. οὕτως Πλάτων. εὐδαιμονῶν ἀτεχνῶς τὴν Ἀριστοτέλους εὐδαιμονίαν. καὶ αὖθις· οὐκ ἂν διαλεχθείη τοῖς ἄλλοις ἀτεχνῶς, οὐδ’ ἂν ἀπαντῶν. ἢ ἀτεχνῶς, ἀντὶ τοῦ ὅλως, καὶ συνόλως, οἷον ἀδόλως· τέχνας γὰρ ἔλεγον τοὺς δόλους. Ὅμηρος· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο. | ] |
| alpha | 4671 | [ | Ἀχάνη: μέτρον ἐστὶ Περσικόν, ὥσπερ ἡ ἀρτάβη παρὰ Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς μεʹ, ὡς μαρτυρεῖ Ἀριστοτέλης. οἱ δε φασιν, ὅτι κίστη ἐστὶν, εἰς ἣν κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ τὰς θεωρίας στελλόμενοι. | ] |
| alphaiota | 354 | [ | Αἰσχρίων, Μιτυληναῖος, ἐποποιός, ὃς συνεξεδήμει Ἀλεξάνδρῳ τῷ Φιλίππου. ἦν δὲ Ἀριστοτέλους γνώριμος καὶ ἐρώμενος, ὡς Νίκανδρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν Ἀριστοτέλους [+] μαθητῶν. | ] |
| alphaiota | 365 | [ | Αἴτησις· παρὰ Ἀριστοτέλει αἴτησίς ἐστι τοῦ ἐναντίου ἡ ἐν λόγοις παραγωγή, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκρινομένου καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρ’ αὐτοῦ λαμβάνειν καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἐναντιολογίαν τῶν ἀποκρίσεων. | ] |
| beta | 315 | [ | Βλάκα· αἰτιατική. τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς, ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. Πολιτείας δʹ· βλακικόν τε ἡμῶν τὸ πάθος. ὡς εἰ λέγοι τις πνευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὐ μνημονεύει καὶ Ἀριστοτέλης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι, διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν βλάκας. ἔστι δὲ μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| chi | 19 | [ | Χαλεπώτατον· φησὶν Ἀριστοτέλης ἐν δευτέρῳ Τοπικῶν· χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν. χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον, ὡς ἐπὶ τῶν ἄλλων. | ] |
| chi | 418 | [ | Χοσρόης· ὁ Περσῶν βασιλεύς. ὑμνοῦσιν αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν συγγραμμάτων. καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων [+] οὔτε ὁ Γοργίας [+], οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ἐγὼ δέ, φησὶν Ἀγαθίας, οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων, ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν ἐς ὅτι βαρυτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἔμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ· ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξῃ· ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονονουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγινώσκειν, ἐκεῖνοι ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. | ] |
| delta | 88 | [ | Δατεῖσθαι καὶ Δατηταί· δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατηταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν, εἶδός ἐστι δίκης. ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς δατητῶν αἵρεσιν. οὕτως Λυσίας καὶ Ἀριστοτέλης. Δατηταὶ κυρίως, οἱ τὰ κοινὰ διανέμοντες τοῖς μὴ βουλομένοις. | ] |
| delta | 132 | [ | Δαιτρός· προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις. οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει· δαιτὸς ἐΐσης. ἰσομοίρου τροφῆς. ἢ Δαιτρός, ὁ διαιρῶν καὶ διανέμων τὰ κρέα. ὅτι Τίμαιός φησι, τοὺς ποιητὰς καὶ τοὺς συγγραφεῖς διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐμφαίνειν τὰς ἑαυτῶν φύσεις, λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆς ποιήσεως γαστρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριστοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶναι καὶ λίχνον, τὸν δὲ Διονύσιον τὸν τύραννον κλινοκοσμοῦντα καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζόμενον συνεχῶς. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν, καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν. | ] |
| delta | 181 | [ | Δεκατεύειν· δεκάτην δοῦναι. ἐφ’ οἷς οἱ Ἕλληνες ὤμοσαν, εἰ νικήσειαν, στρατεύσειν καὶ δεκατεύσειν ἅπαντας τῷ Πυθίῳ. ἐς δεκάτην παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει. τὴν δεκάτην γὰρ εἱστίων ἐπὶ τοῖς τικτομένοις, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισίν. Εὐριπίδης Αἰγεῖ· τίς σε μᾶτερ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν; ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς ζʹ φησὶν ἐπιτίθεσθαι τὰ ὀνόματα, γράφων οὕτως· πλεῖστα δὲ ἀναιρεῖται πρὸς τὴν ζʹ, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται. | ] |
| delta | 559 | [ | Διαθέσεις οὐ μόνον αἱ ἐπιστῆμαι καὶ αἱ τέχναι, ἀλλὰ καὶ αἱ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον. τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι, αἱ δὲ σπουδαῖαι. τῷ δὲ τῆς ἐπιστήμης ὀνόματι Ἀριστοτέλης ἀντὶ τῆς τέχνης χρῆται κοινότερον. ὑπάρχοι δ’ ἂν καὶ τῇ διαθέσει, γένος οὔσῃ τέχνης, τὸ φαῦλόν τε καὶ σπουδαῖον. Διαθέσεις λέγονται, ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται, οἷον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γάρ πως κατ’ αὐτὴν ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν. εἰ μή τις διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη ἀνίατός ἐστιν ἢ δυσκίνητος, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι. καὶ διαφέρει ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. | ] |
| delta | 1062 | [ | Δικαίαρχος [+], Φειδίου, Σικελιώτης [+], ἐκ πόλεως Μεσσήνης, Ἀριστοτέλους ἀκουστής, φιλόσοφος καὶ ῥήτωρ καὶ γεωμέτρης. Καταμετρήσεις τῶν ἐν Πελοποννήσῳ ὀρῶν, Ἑλλάδος βίον ἐν βιβλίοις γʹ. οὗτος ἔγραψε τὴν πολιτείαν Σπαρτιατῶν· καὶ νόμος ἐτέθη ἐν Λακεδαίμονι καθ’ ἕκαστον ἔτος ἀναγινώσκεσθαι τὸν λόγον εἰς τὸ τῶν Ἐφόρων ἀρχεῖον, τοὺς δὲ τὴν ἡβητικὴν ἔχοντας ἡλικίαν ἀκροᾶσθαι. καὶ τοῦτο ἐκράτει μέχρι πολλοῦ. | ] |
| delta | 1141 | [ | Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. | ] |
| delta | 1149 | [ | Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου [+] τοῦ Εὐαγγελιστοῦ [+], Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου [+] σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος [+] περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν, Πρὸς Εὐφρόνιον [+] φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους [+] περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ὁ ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν ὁ δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου [+] περὶ ζῴων καὶ θυσιῶν. | ] |
| delta | 1445 | [ | Δωδωναῖον χαλκεῖον· ἐπὶ τῶν μικρολογούντων. Δήμων γάρ φησιν, ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται· τούτους δὲ ψαύειν ἀλλήλοις, καὶ κρουσθέντος τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας, ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστοτέλης δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι. πρὸς Δήμωνα. εἰ δὲ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία. | ] |
| delta | 1476 | [ | Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὥς φησι Δαμάσκιος εἰς τὴν Φιλόσοφον ἱστορίαν, δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον, πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας. | ] |
| delta | 1573 | [ | Δύναμις· εἴ τις τῶν φευκτῶν τινος τὴν δύναμιν ἀποδοίη· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι, ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. ἔστι δὲ δύναμις ὀργανικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ σώματος ἐχρήσατο Ἀριστοτέλης τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀσωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆς τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν σωμάτων τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ δυνάμει ἐστὶ καὶ κατ’ οὐσίαν καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβολήν. δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντες καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, καὶ μεσουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆς ἄλλης αὐτοῦ κινήσεως καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐστὶ θεωρεῖν. ὅτι αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῇ διδασκαλίᾳ καὶ σαφέστεραι ἡμῖν εἰσιν εἰς γνῶσιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ οὗ ἕνεκά του. καὶ παντὸς δὲ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. δυνάμεις γεωμετρικαὶ εʹ· Πισίδης· τὰς πέντε δυνάμεις Ἀρχιμήδους εἰς μίαν συνάψας ὅλην, εἰς τὸ κινῆσαι μόλις τῶν δυστραχήλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμεις εἰς πᾶσαν ψυχὴν συνέρχεσθαι, σωτήριόν τε καὶ φθοροποιόν. οὐδ’ ὄναρ οὗτος τῆς σωτηρίου ἐπῄσθετο, ἀλλ’ ὅλος ἄκρατος ἐκ τῆς φθοροποιοῦ ὑπέστη. | ] |
| delta | 1649 | [ | Δυσκολαίνειν· λέγει Ἀριστοτέλης· δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλογισμόν. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική. | ] |
| epsilon | 563 | [ | Ἐκ περιουσίας· ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει ὁ Ἀριστοτέλης. μεταπεμψάμενοι ἐκ περιουσίας καὶ Παμπρέπιον. ἐκ περιουσίας οὖν ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. ἐκ περιουσίας τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγκαία, καὶ ὡς Ἀριστοτέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον. βελτίω δὲ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων φησί· βέλτιον γὰρ τὸ εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐκ ἀεὶ μὲν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετωτέρα. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερά ἐστιν, ὥσπερ τοῦ λέγειν τὸ εὖ λέγειν, τὰ δὲ βελτίω ἐστίν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γὰρ φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδείᾳ οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι. οὕτω δὴ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. | ] |
| epsilon | 1114 | [ | Ἐναντία· ὅτι τὰ ἐναντία κατ’ Ἀριστοτέλην συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμενα. ἐναντία δὲ λέγονται τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀναιρετικά. τούτου δὲ λεγομένου οὐχ οἷός τε ὁ ἀπὸ τούτων ὁρμώμενος δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύνανται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνειν, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ λευκοῦ διεστάναι, ἀλλὰ καὶ ἀναιρετικά ἐστι τοῦ λευκοῦ κἀκεῖνο τούτων. ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαβεῖν. ἓν γὰρ ἑνὶ τὰ δύο διέστηκεν. | ] |
| epsilon | 1182 | [ | Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι’ ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωριμωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τιμιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ’ ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι( ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) , ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. | ] |
| epsilon | 1468 | [ | Ἔντευξις· ἐντυχία. φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔστιν ἡ διαλεκτικὴ φιλοσοφία πρὸς γυμνασίαν, καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐντεύξεις. περὶ γυμνασίας προεγράφη ἐν τῷ γ στοιχείῳ· ἐνταῦθα δὲ περὶ ἐντεύξεως. ἐντεύξεις λέγει τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως. διὰ μὲν οὖν ἀληθῶν καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν τῶν τοιούτων συνιέναι δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὰ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς συνουσίας ποιούμεθα, παρακολουθοῖέν τε ἂν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι. τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι, μηδὲν δὲ ἀγαθὸν ἀτελές, ἂν δὴ διὰ τοῦτό τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἂν πλέον ποιοῖτο τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτὸ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμοὺς καὶ τότε τοῦ τεθέντος προανέρηται, εἰ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι[ μὴ] ποιεῖ· ἐναργὲς γὰρ τοῦτο· συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἂν αὐτόν· εἴκει γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι. | ] |
| epsilon | 1869 | [ | Ἐξ ὑποθέσεως· ὁ Ἀριστοτέλης λέγει παρακολουθεῖν ταῖς ἕξεσι δυνάμεις τινὰς ἐξ ὑποθέσεως, αἷς χρήσαιντο ἄν, εἰ ἐν τούτῳ γένοιντο, πρὸς ὅ εἰσιν αἱ δυνάμεις χρήσιμοι. οἷον τῇ πρᾳότητι ἕξει οὔσῃ παρακολουθεῖ ἡ δύναμις ἐξ ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πρᾳότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει. | ] |
| epsilon | 2627 | [ | Ἐπιστήμη· ὅτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ, κατὰ δύο τρόπους κρίνεσθαι ἐπιστήμην ἐπιστήμης ἀκριβεστέραν. καθ’ ἕνα μέν, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας τὰς ἀρχὰς ἀποδεικνύῃ, οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα. ὡσαύτως καὶ ἡ γεωμετρία μηχανικῆς, διὰ τὴν αὐτὴν αἰτίαν ἀκριβεστέρα, καὶ ἀριθμητικὴ ἁρμονικῆς. καθ’ ἕτερον δὲ λόγον ἀκριβεστέρα ἐστὶν ἐπιστήμη ἐπιστήμης, ὡς ἄϋλον ἔχουσα τὸ ὑποκείμενον· ὡς γεωμετρία ἀριθμητική τε καὶ θεολογία τῶν ὑποβαλλομένων τὰ ὑλικὰ ὑποκείμενα. διό φησι καὶ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶν καὶ χαλεπή· ῥᾴστη μὲν ὅτι περὶ ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα, ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν. ῥᾴστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ αἱ νυκτερίδες πρὸς τὸν ἥλιον. ἐπιστήμη δέ ἐστιν ἕξις ἐν φαντασιῶν προσδέξει ἀνυποκρίτῳ. ἐπιστήμας δὲ κατὰ φιλοσοφίαν λέγει ὁ Ἀριστοτέλης τὴν φυσικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυσικά. ἐπιστήμη δὲ καὶ ἡ γνῶσις τοῦ πράγματος. | ] |
| epsilon | 2695 | [ | Ἐπιτίμησις· παρὰ Ἀριστοτέλει εʹ εἰσί. λέγει γάρ, ὅτι μὴ αἱ αὐταὶ ἐπιτιμήσεις ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ. πρώτη δέ ἐστιν, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτ’ ἄλλο τι, τουτέστιν ἂν ἀσυλλόγιστον ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, ἐφ’ αἷς ἐπιφέρει τὸ συμπέρασμα. τοιοῦτος γὰρ ὁ λέγων· τὸ παρὰ τὸ ὄν, οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ παρὰ τὸ μὴ ὂν οὐδέν. ἕτερος δὲ λέγει· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γινόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει· οὔτε τὸ προκείμενον οὔτ’ ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν. δευτέραν τίθησιν ἐπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς εἶεν κείμεναι καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἀλλ’ ἄλλο τι. τρίτη ἐπιτίμησις, εἰ προστιθέμενά τινα συνάγει τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προτιθέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. τετάρτη ἐπιτίμησις, ἂν ἀφαιροῦμεν ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγεται συλλογιστικῶς, ὃ ἔχουσιν οἱ παρέλκοντες λόγοι. πέμπτη ἐπιτίμησίς φησιν εἶναι, εἰ ἐξ ἀδοξοτάτων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μέν, χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος. | ] |
| epsilon | 3040 | [ | Ἑρμίας, ὁ εὐνοῦχος, Ἀταρνεύς( χώρα δέ ἐστι Μυσίας τῆς ἐν Ἀσίᾳ τῆς πρὸς τῷ Ἑλλησπόντῳ, ἧς καὶ ἦρχε βασιλέως τοῦ Περσῶν ὑπήκοος) , εὐνοῦχος καὶ δοῦλος γενόμενος Εὐβούλου Βιθυνοῦ δυνάστου καὶ φιλοσόφου, ἀσκηθεὶς παιδείαν παρὰ Ἀριστοτέλει ἔγραψε περὶ ψυχῆς, ὅτι ἀθάνατος. οὗτός ἐστιν ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. τοῦτον δὲ τὸν Ἑρμίαν μόνον γράφουσι διὰ τοῦ ι· ἐν γὰρ τοῖς τοῦ Ἱππώνακτος στίχοις ἰαμβικοῖς εὕρηται στίχος οὕτως· εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας. ὅτι οὗτος, καίτοι θλαδίας ὤν, ἔσπειρε τὴν ἑαυτοῦ γυναῖκα καὶ ἔτεκεν ἐξ αὐτῆς τὴν Πυθιάδα θυγατέρα αὐτοῦ. ζήτει περὶ τούτων ἐν τῷ Ἀριστοτέλης, υἱὸς Νικομάχου. σημείωσαι πόσοι ἐκ φιλοσοφίας εἰς τυράννιδα μετέπεσον. | ] |
| epsilon | 3154 | [ | Ἐς κόρακας· Βοιωτοῖς Ἄρνην ποτὲ οἰκοῦσιν ἐρρήθη ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. νέοι δὲ μεθυσθέντες ποτέ, συλλαβόμενοι κόρακας ἐγύψωσαν κατὰ παίγνιον καὶ ἀπέστειλαν πωτᾶσθαι. ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τέλος. καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον ἔφυγον καὶ ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας· εἰς ὃν μετὰ ταῦτα οἱ τὴν Βοιωτίαν οἰκοῦντες τοὺς ἁμαρτάνοντας ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησιν, λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ’ ἐς κόρακας. ὁ δὲ Αἴσωπος μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας, φεῦγ’ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι, διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς, φεῦγ’ ἐς κόρακας. Ἐς κόρακας οὖν εἰς τὸ σκότος, εἰς ὄλεθρον. | ] |
| epsilon | 3253 | [ | Ἐσχατιάν· ἔσχατον τόπον γῆς. ἢ τὰ νομὰς ἔχοντα χωρία· ὡς καὶ Ἀριστοτέλης ἐν τῷ ηʹ τῆς Πολιτείας. ὅτι τὰ ἀθροίσματος σημαντικὰ καὶ οὐσίας πάντα ὀξύνεται· ἀχυρμιά, φυταλιά, πυρκαϊά, ἀνθρακιά, ἐσχατιά. οὕτω καὶ τρασιά· ἔστι δὲ τόπος, ὅπου ἐστὶ πλῆθος σύκων ξηραινομένων ἢ τυρῶν ἢ ὁτουδήποτε. καὶ τὸ αἱμασιὰ οὕτως ἔχει ἀπὸ τοῦ συμβεβηκότος τὸ ὄνομα. τὸ ἐξεσία, ὁσία, οὐκ ἀντίκειται ἐπὶ πράγματος. | ] |
| epsilon | 3601 | [ | Εὔνους· Ἀριστοτέλης λέγει ἐν τοῖς Τόποις· δεῖξαι θέλοντες, τὸν φίλον μὴ εἶναι εὔνουν εἶναι, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τὰ ἀληθῆ καὶ τὰ ἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος οὗτος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγεται ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ καλὰς ἔχων χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος, ὡς ἤδη καὶ τὸν δαίμονα ἔχων τὸν ἐν αὑτῷ. καὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον· καὶ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους· καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου, τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου. | ] |
| epsilon | 3718 | [ | Εὐρύβατος· πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· Κέρκωπές τοι πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο. γένος δ’ ἔσαν Οἰχαλῆες, Ὦλός τ’ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες. Νίκανδρος· Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ τῶν περὶ Ἀγαθοκλέα, ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ, ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα· εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία. λέγεται τὸν Εὐρύβατον κλέπτην ὄντα, εἰρχθέντα καὶ παραφυλαττόμενον, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάσσοντες, ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶτον διωθεῖσθαι· δεομένων δὲ ὡς οὐ βουλόμενον, ἐπεὶ μόλις ἀνέπεισαν, περιθέμενος τοὺς σπόγγους καὶ τὰς ἐγκεντρίδας, ἀναδραμεῖν εἰς τοὺς τοίχους. ἀναβλέποντες δὲ ἐκεῖνοι καὶ θαυμάζοντες τὰς τέχνας, λαβεῖν αὐτὸν τὸν ὄροφον καὶ ὑπερβάλλοντα, πρὶν ἐκεῖνοι κύκλῳ περιέλθωσι, διὰ τοῦ τέγους καταπηδῆσαι. | ] |
| epsilon | 3835 | [ | Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν. | ] |
| epsilon | 4012 | [ | Ἐχῖνος· ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν [+]. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον. | ] |
| epsiloniota | 35 | [ | Εἴδησις· ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι [+]· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν. | ] |
| gamma | 479 | [ | Γυμνασία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸς τρία ἐστὶ χρήσιμος· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας. γυμνασίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων πειρῶνται τούτοις συμπαρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι. ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥσπερ νῦν( οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία) , ἀλλὰ θέσεώς τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὐτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντες καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι βιβλία τοιαῦτα Ἀριστοτέλει τε καὶ Θεοφράστῳ γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες( αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὕτω καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη γυμνασία, ἡ κατὰ τοὺς λόγους, πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαρασκευάζει γὰρ τὴν ψυχὴν πρὸς φιλοσοφίαν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆς ψυχῆς περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦς καὶ κριτικὴ γίνεται. δεύτερον τρόπον τῆς ὠφελείας ἐκτίθεται πρὸς τὰς ἐντεύξεις. ζήτει ἐν τῷ ε στοιχείῳ περὶ ἐντεύξεως. | ] |
| iota | 520 | [ | Ἵππαρχος, Σταγειρίτης, φιλόσοφος, Ἀριστοτέλους γνώριμος καὶ συγγενής. Τί τὸ ἄρρεν καὶ θῆλυ παρὰ θεοῖς, καὶ Τίς ὁ γάμος, καὶ ἄλλα τινά. | ] |
| iota | 651 | [ | Ἰσόκωλον· τὸ ἶσα μέρη ἔχον. λέγει δὲ Ἀριστοτέλης ὅτι, ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθετον ἔχει, οὗ ὁ ὁρισμὸς ἀποδίδοται, οὐκ ἔσται οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου. ἐν γὰρ τοῖς οὕτως ἀποδιδομένοις λόγοις ἀναγκαῖον ὀνομάτων εἰς ὄνομα τὴν μετάληψιν γεγονέναι. | ] |
| kappa | 225 | [ | Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος. δοῦλοι δ’ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ϛʹ, ὅθεν τοὺς ὑπερβολῇ πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείᾳ, ὅμοιοι τοῖς Λακεδαιμονίων Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Ἠλαρόταις. καὶ παροιμία· Καλλικυρίων πλείους. τοῦτο ἐλέγετο, εἴποτε πλῆθος ἤθελον ἐμφῆναι. οἱ γὰρ Καλλικύριοι δοῦλοι ἦσαν, πλείους τῶν κυρίων αὐτῶν, ὥστε καὶ αὐτοὺς ἐξέβαλον. | ] |
| kappa | 240 | [ | Καλλισθένης, Δημοτίμου, οἱ δὲ Καλλισθένους· Ὀλύνθιος, μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς· ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὁ δ’ ἐν γαλεάγρᾳ σιδηρᾷ βαλὼν ἀνεῖλεν ἅμα Νεάρχῳ τῷ τραγικῷ, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης. τινὲς δὲ αὐτὸν ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρῳ ἀνῃρῆσθαί φασιν ἅμα Νεάρχῳ. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμῃ πολλῇ φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει. καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος· καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένης. περὶ τῆς ἰατρικῆς τέχνης λέγων, ὡς ἠμέλητο πάνυ. | ] |
| kappa | 765 | [ | Κατασκευάζειν· παρὰ Ἀριστοτέλει τὸ καθόλου δεικνύναι, ἀλλὰ μὴ ἀναιρεῖν τὸ τιθέμενον. μάλιστα γὰρ κατασκευάζειν ἐπὶ τοῦ καταφατικῶς τιθεμένου λέγεται. ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων κατασκευάς. | ] |
| kappa | 1432 | [ | Κεστρεῖς· νήστις ἐκάλουν καὶ κεχηνότας καὶ πεινῶντας· λαίμαργοι γὰρ οὗτοι οἱ ἰχθύες. οὗτος γὰρ πάντων τῶν ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται. νέμεται δὲ ἰλύν, ὡς Ἀριστοτέλης ἐν τοῖς Περὶ ζῴων. καὶ δῆλον ὅτι ταλαιπωρεῖ καταδυόμενος εἰς τὴν ἰλύν, καὶ ἧττόν τι φέρεται. ὁ νῦν λεγόμενος κέφαλος. | ] |
| kappa | 1451 | [ | Κεφαλισμός· κεφαλισμοὺς λέγει Ἀριστοτέλης τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς. διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα, γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα, καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια· καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως. | ] |
| kappa | 1640 | [ | Κίνησις· ὅτι τῆς κατὰ τόπον κινήσεως ἐν μὲν ἀνθρώποις ὁ νοῦς αἴτιος· αὐτὸς γὰρ κινεῖ τὸ ζῷον· ἐν δὲ ἀλόγοις ἡ αἴσθησις. ἕτερον δέ ἐστι παρὰ ταῦτα τὸ κατὰ τόπον κινητικόν· τὸ γὰρ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. τοῦτο δὲ διάφορόν ἐστι· καὶ γὰρ ἐν ταῖς λογικαῖς δυνάμεσίν ἐστιν ἡ ὄρεξις, καὶ ἐν τοῖς ἀλόγοις. ἡ κίνησις ἡ κατὰ τόπον ἡ κατ’ ἀλλοίωσιν ἡ κατ’ αὔξησιν ἡ κατὰ φθίσιν ἡ κίνησις αʹ· αὔξησις βʹ· μείωσις γʹ· φορά δʹ· ἀλλοίωσις εʹ· γένεσις ϛʹ· φθορά ὅτι κινεῖσθαί ἐστι καὶ τὸ μεταβάλλειν τόπον ἐκ τόπου. ὅτι τὰ κύκλῳ κινούμενα ἄφθαρτα. ἄλλως περὶ κινήσεως· Κίνησις· οὐκ ἔστι, φησί, τῇ βώλῳ τὸ κινεῖσθαι κατὰ φύσιν ἐπὶ τὰ κάτω, οὐδὲ τῷ πυρὶ τὸ φέρεσθαι πρὸς τὰ ἄνω· οὐδὲ γὰρ τὴν ἀρχὴν τῆς τοιαύτης κινήσεως ἐν ἑαυτοῖς ἔχουσιν· ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινούμενα. ἕκαστον γὰρ τῶν στοιχείων ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ ἕστηκεν· αἱ γὰρ ὁλότητες ἑστάναι βούλονται ἢ κύκλῳ κινεῖσθαι, διότι καὶ ἡ κύκλῳ κίνησις στάσις τίς ἐστι. καὶ κατὰ φύσιν μὲν ἡ βῶλος κινουμένη τῇ οἰκείᾳ ὁλότητι ἀκίνητος· καὶ τόδε τὸ πῦρ τῇ οἰκείᾳ σφαίρᾳ. ἐπειδὰν δὲ ἐν τῷ παρὰ φύσιν ἡ βῶλος ἢ τὸ ὕδωρ ἢ ὅδε ὁ ἀὴρ γένηται, πρὸς τὴν ἑκάστου ὁλότητα αὐτοῦ ἐπείγεται, τὴν προσήκουσαν στάσιν ἀπολαβεῖν ζητοῦν· ὑπὸ γάρ τινος ἔξωθεν βίας ἐκστάντα τοῦ κατὰ φύσιν, κινεῖται τὴν ἐπὶ τὸ παρὰ φύσιν ὁδόν. ἐν ὁδῷ δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ ὑπάρχοντα τόπῳ καὶ τῆς ἰδίας ὁλότητος παρὰ φύσιν ἐστερημένα· οὐκοῦν οὐ φύσει ἡ ἐπὶ τὸν κατὰ φύσιν τόπον κίνησις· ἐκινοῦντο γὰρ ἂν ταύτας τὰς κινήσεις καὶ αἱ ὁλότητες. οὕτως μὲν οὖν αἱ τοιαῦται τῶν μερῶν κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. δύναται δὲ ἄλλως κατὰ φύσιν λέγεσθαι· ὥσπερ λεγόμενον καὶ τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. τὸ γὰρ πρώτως κινοῦν, εἰ μὲν σῶμα εἴη, καὶ αὐτὸ κινεῖται. κινεῖ γὰρ καὶ ἡ βακτηρία τὴν θύραν καὶ τὴν βακτηρίαν ἡ χείρ, οὐδ’ αὐτὴ μένουσα ἀκίνητος, ἀλλὰ κινουμένη. ἂν δὲ τὸ πρώτως κινοῦν ἀσώματον ᾖ, οὐδεμία ἀνάγκη καὶ αὐτὸ κινεῖσθαι ἐν τῷ ἕτερον κινεῖν, ἐπεὶ καὶ τὸ θεῖον κινοῦν τὸ πᾶν ἀκίνητόν ἐστιν, ἑστῶσαν ἔχον καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν. ἄλλως τε δὲ οὐδὲν τῶν ὀρεκτῶν κινοῦν κινεῖται· ὥσπερ οὐδὲ τὸ κάλλος, πολλάκις τὸν ἐραστὴν κινοῦν, οὐ κινεῖται· οὐδὲ ἡ εἰκὼν κινοῦσα τὸν εἰς αὐτὴν ἀφορῶντα· καὶ ἕτερα τοιαῦτα. ὅτι Πλάτων αὐτοκίνητον λέγων τὴν ψυχὴν οὐ τὴν κατὰ τόπον κίνησιν λέγει. ὅτι ἡ ψυχὴ μεταβάλλει πολλάκις ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὡς ἐκ τοῦ μὴ εἰδέναι τόδε εἰς τὸ εἰδέναι. εἰ δὲ μεταβάλλει, καὶ κινεῖται. ἔστι δὲ ἡ τοιαύτη κίνησις καὶ μεταβολὴ γένεσίς τις· ἀλλ’ οὐχ ἁπλῶς οὐσίας γένεσις. διαφέρει δὲ κίνησις ἐνεργείας. ἡ μὲν γὰρ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ἡ δὲ ἐνέργεια ἀθρόα ἐστί· διὸ καὶ τὰ θεῖα ἄνευ δυνάμεως ἐνέργειαί εἰσι. ζητεῖται δέ, πότερον δύο εἰσὶν αἱ κινήσεις ἐν τῷ κινοῦντι καὶ κινουμένῳ ἢ μία, καὶ τίνος ἂν εἴη ἡ κίνησις, τοῦ κινοῦντος ἢ τοῦ κινουμένου. καί φασιν, ὅτι τοῦ κινουμένου· ἐκεῖνος γάρ ἐστιν ὁ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προβαίνων, οὐχ ὁ κινῶν, ὡς ἐπὶ τοῦ μαθητοῦ ἔχει καὶ διδασκάλου· μία γὰρ ἡ κίνησις ἐπ’ ἀμφοῖν, ἀρχομένη μὲν ἀπὸ τοῦ διδασκάλου, τελευτῶσα δὲ εἰς τὸν μαθητήν. ὥστε καὶ ἡ ψυχὴ κινεῖται· μεταβάλλει γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν, οὐδέ ἐστιν ἄνευ δυνάμεως. ἄλλως τε ἐν οἷς τὸ πρότερον καὶ ὕστερον, ἐν τούτοις καὶ χρόνος· ἐν οἷς δὲ χρόνος, ἐν τούτοις καὶ κίνησις· καὶ γὰρ ἐπαλλάττουσι ταῦτα· διὸ καὶ ἐν οἷς κίνησις, ἐν τούτοις καὶ χρόνος. ἔστι δὲ ἐν ψυχῇ τὸ πρότερον καὶ ὕστερον· κίνησις ἄρα. ὅτι δὲ ἐν τῇ ψυχῇ τὸ πρότερον καὶ ὕστερον· μέτεισι γοῦν ἀπὸ προτάσεως ἐπὶ συμπεράσματα, καὶ οὐ πάντα ἅμα γινώσκει, ἀλλ’ ἄλλο πρὸ ἄλλου, οὐδὲ πάντων ἅμα ὧν οἶδε τὴν προχείρησιν ποιεῖται, ἀλλὰ τοῦ μὲν πρότερον τοῦ δὲ ὕστερον, καὶ καθόλου μέτεισιν ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν. καλῶς οὖν ὁ Πλάτων ἀπένειμεν αὐτῇ τὸ αὐτοκίνητον. καὶ Ἀριστοτέλης δὲ ἀκίνητον ταύτην εἰπών, οὐ ταύτην εἶπε τὴν κίνησιν μὴ προσεῖναι αὐτῇ, ἀλλὰ μηδεμίαν τῶν φυσικῶν καὶ συνεγνωσμένων ἡμῖν κινήσεων. καὶ γὰρ οὔτε αὔξεται οὔτε μειοῦται οὔτε κατὰ ποιότητα ἢ ποσότητα μεταβάλλει, ἀλλὰ κατ’ ἄλλας τινὰς κινήσεις τὰς νοητικὰς καὶ μάλιστα ζωτικάς. κινεῖται δὲ ἡ ψυχὴ κατὰ ἀλλοίωσιν, ὡς ἀπὸ τῆς διαθέσεως εἰς ἕξιν μεταβάλλουσα, ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην. ὁ δὲ Ἀριστοτέλης μὴ κινεῖσθαι ταύτην ἔφησεν, ὡς πρὸς τὰς σωματικὰς κινήσεις ἀποβλέπων. εἰ γὰρ κινεῖται ἡ ψυχὴ μὴ κατὰ συμβεβηκός, ὑπάρχοι ἂν καὶ τόπος αὐτῇ· πᾶσαι γὰρ αἱ κινήσεις ἐν τόπῳ, δηλονότι αἱ σωματικαί· πᾶν γὰρ τὸ ἐν τόπῳ σῶμά ἐστι. τῶν κινουμένων τὰ μὲν κατ’ οὐσίαν ἔχει τὴν κίνησιν. τὰ δὲ κατὰ συμβεβηκός. τῶν δὲ κατὰ συμβεβηκός τὰ μὲν κινεῖται ὡς ἔχοντα ἰδίαν κίνησιν, ὥσπερ ὁ πλωτήρ· κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῇ νηῒ κινουμένῃ, δυνάμενος καὶ αὐτὸς κινεῖσθαι. τὰ δὲ ὡς καθ’ αὑτὰ ἀκίνητα ὄντα κινεῖται κατὰ συμβεβηκός, ὡς οἱ ἐρέται. τῶν καθ’ αὑτὰ κινουμένων, τουτέστι κατ’ οὐσίαν τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ διὰ τοῦτο συμπληρωτικὴν τῆς οὐσίας ὡς τὰ οὐρανία. τὰ δὲ οὐκ ἔχει συνουσιωμένην τὴν κίνησιν οὐδὲ συμπληρωτικὴν τῆς οὐσίας· μετέχει δὲ τῆς κινήσεως, ὅταν παρῇ τὸ κινοῦν, ὡς ἡ βῶλος καὶ τ ἄλλα τῶν στοιχείων ἀποσπασθέντα μορία. | ] |
| kappa | 1896 | [ | Κοβαλεία· οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπάτης παιδιά. καὶ κόβαλος, ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ. Φιλόχορος δευτέρῳ Ἀτθίδος· οὐ γὰρ ἔνιοι λέγουσι βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ Ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα, ἀντορχούμενον ἁλίσκεσθαι. | ] |
| kappa | 2161 | [ | Κοτίνου στεφάνῳ· οὐ κοτίνῳ οἱ νικῶντες ἐστέφοντο, ἀλλὰ καλλιστεφάνῳ· ταύτης δὲ τὰ φύλλα ἔμπαλιν ταῖς λοιπαῖς ἐλαίαις· ἔξω γάρ, ἀλλ’ οὐκ ἐντὸς ἔχει τὰ λευκά. ὁ δὲ ἐκφαυλίζων ἔφη κοτίνου. καὶ Ἀριστοτέλης κατὰ λέξιν οὕτω φησὶ περὶ αὐτῆς· ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης δὲ ἔμπαλιν τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις πέφυκεν· ἔξω γάρ, ἀλλ’ οὐκ ἐντὸς ἔχει τὰ λευκά· ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ μύρτος, εἰς στεφάνους συμμέτρους. ἀπὸ ταύτης λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν· ἀφ’ ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς ἐδίδοντο. ἔστι δὲ αὕτη παρὰ τὸν Ἰλισσὸν ποταμόν· περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς. ἀπὸ ταύτης ἔφερον λαβόντες Ἠλεῖοι τῶν ἀθλητῶν τῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους. καὶ αὖθις· ἀκούσας ὁ Ξέρξης, ὅτι περὶ κοτίνου τοσοῦτον ὑφίστανται πόνον οἱ Ἕλληνες, πῶς ἄν, εἶπεν, ὑπὲρ ἐλευθερίας οὗτοι μάχοιντο; | ] |
| kappa | 2744 | [ | Κύρβεις· τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ πολιτικοί. καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. ἄξονες καὶ κύρβεις διαφέρουσι. τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ· ἀναγράψαντας δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλίδι. | ] |
| lambda | 265 | [ | Λέων, Λέοντος, Βυζάντιος, φιλόσοφος Περιπατητικὸς καὶ σοφιστής, μαθητὴς Πλάτωνος ἢ ὥς τινες Ἀριστοτέλους. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοις ζʹ, Τευθραντικόν, Περὶ Βησαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ στάσεων, Τὰ κατ’ Ἀλέξανδρον [+]. οὗτος ἦν σφόδρα παχύς. καὶ πρεσβεύσας πρὸς Ἀθηναίους γέλωτά τε ἐκίνησε καὶ τῆς πρεσβείας ἐκράτησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα. ταραχθεὶς δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτος, τί, ἔφη, ὦ Ἀθηναῖοι γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος, σαφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. οὗτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι’ ἐπιστολῆς, ἐχούσης οὕτως· εἰ τοσαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόσα με ᾐτεῖτο, ἐκ πρώτης ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισυστάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μή πως λιθόλευστος παρ’ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δείλαιος. | ] |
| lambda | 441 | [ | Λῆμα· ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’ , ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρατεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως. | ] |
| lambda | 523 | [ | Λίθος· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ’ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης καὶ Φιλόχορος ὑποδηλοῦσι. | ] |
| lambda | 812 | [ | Λυκόποδες· οὕτως ἐκάλουν τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἐν Λυσιστράτῃ τοὺς Ἀλκμαιονίδας φησίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστράτους ἐτείχισαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος· εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| mu | 174 | [ | Μάξιμος, Ἠπειρώτης ἢ Βυζάντιος, φιλόσοφος, διδάσκαλος Ἰουλιανοῦ Καίσαρος τοῦ Παραβάτου. ἔγραψε Περὶ ἀλύτων ἀντιθέσεων, Περὶ καταρχῶν, Περὶ ἀριθμῶν, ὑπόμνημα εἰς Ἀριστοτέλην [+], καὶ ἄλλα τινὰ πρὸς τὸν αὐτὸν Ἰουλιανόν [+]. | ] |
| mu | 199 | [ | Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. | ] |
| mu | 242 | [ | Μασσαλία· Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμῳ, ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀριστοτέλης. | ] |
| mu | 286 | [ | Ματρέας· οὗτος λαοπλάνος ἦν. ἔτρεφε δὲ θηρίον, ὃ αὐτὸ ἑαυτὸ κατήσθιε· καὶ ζητεῖται, τί τὸ τοῦ Ματρέου θηρίον. ἐποίησε δ’ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας· διὰ τί ὁ ἥλιος δύει μέν, κολυμβᾷ δ’ οὔ. | ] |
| mu | 811 | [ | Μετριοπαθεῖν· ἐκ μέρους τὰ πάθη καταδέχεσθαι, συγγινώσκειν. Ἀππιανός· Κλαύδιος Μάρκελλος πόλιν τῶν ἐναντίων παρεστήσατο καὶ συγγνώμην ἔδωκε ἀργυρίου τάλαντα λαβών. Νεργόβριγες δ’ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι ἐθαύμαζον. καὶ αὖθις· τοῖς Μήδοις ἀναζωπυροῦται τὸ φιλοπόλεμον μετριοφρονεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. Ἀριστοτέλης λέγει τὸν σοφὸν μετριοπαθῆ μὲν εἶναι, ἀπαθῆ δὲ μὴ εἶναι. | ] |
| mu | 1155 | [ | Μνήμη· ὅτι ἐν τῇ ψυχῇ τοῦ μὲν προσδοκωμένου ἐστὶν ἐλπίς, τοῦ δὲ παρόντος αἴσθησις, τοῦ δὲ ἀπόντος μνήμη. περὶ μνήμης. ὅτι οὐδὲν ἕξει ἡ ψυχὴ ἅπερ ἐκ τῆς συμπλοκῆς τοῦ σώματος αὐτῇ προσεγένετο, ὥσπερ τὸ διανοεῖσθαι· ὥστε οὐδὲ μνημονεύει. καὶ γὰρ ἐνταῦθα μὲν παραρρέουσά ἐστιν ἡ γνῶσις αὐτῆς καὶ δεῖται μνήμης εἰς κατοχὴν τῶν ἐγνωσμένων, τότε δὲ οὐκ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον ἡ γνῶσις, εἰ μὴ κατὰ τὴν προχείρησιν τῶν θεωρημάτων, ἀλλ’ ἀεὶ ἕστηκε καὶ ἐν τῷ νῦν ἐξετάζεται, καὶ μετὰ τὸ σῶμα ἅτε ἑστῶσα τὴν γνῶσιν καὶ αὐτοῖς προσβάλλουσα τοῖς πράγμασι μνήμης οὐ δεῖται· μνήμη γάρ ἐστιν ἡ τῶν πάλαι ἐγνωσμένων κατοχή. μνήμη δ’ ἐστὶν ἕξις καθεκτικὴ ὑπολήψεως. ὁ δὲ Ἀριστοτέλης τόπους τινὰς καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνον μαντικῆς παρέθετο, δι’ ὧν ἀναμιμνήσκεσθαι καὶ ἀπὸ ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ’ ἄλλων τινῶν. οἱ γὰρ τόποι οὗτοι αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται. δι’ ἐναντίων γὰρ φέρε εἰπεῖν εὐθὺς εἰς τὸ εἰρημένον τῶν ἐναντίων μεταβάντες ἀναμιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος. ὅτι τρία μέρη εὐμαθείας ἀγχίνοια, μνήμη, ὀξύτης. καὶ μνήμη μέν ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθε. | ] |
| mu | 1259 | [ | Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκκαίδεκα. | ] |
| nu | 26 | [ | Νάνος· ἐπὶ τῶν μικρῶν, παρὰ Νεοκλείδῃ καὶ Ἀριστοτέλει. καὶ ὁ Θεόφραστος· ὡς νάνον καὶ αἰδοῖον ἔχοντα μέγα. οἱ γοῦν νάνοι μέγα αἰδοῖον ἔχουσι. Νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων. καὶ ναννοφυεῖς. οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. οἱ πλείους τῶν ὕστερον γίννους τούτους γράφουσι. δοκεῖ παρὰ τὸ ἐστερῆσθαι τοῦ ἄνω εἰρῆσθαι ἡ λέξις· κατακύπτει γὰρ τὰ κυρίως νάνα, καθὰ καὶ τὰ βρέφη, ὧν καὶ μείζω τὰ ἄνω. | ] |
| nu | 393 | [ | Νικόλαος, Δαμασκηνός, γνώριμος Ἡρώδου τοῦ τῶν Ἰουδαίων βασιλέως καὶ Αὐγούστου Καίσαρος, φιλόσοφος Περιπατητικὸς ἢ Πλατωνικός. ἔγραψεν Ἱστορίαν καθολικὴν ἐν βιβλίοις πʹ, καὶ τοῦ βίου Καίσαρος [+] ἀγωγήν. οὕτως δὲ ἠσπάσατο αὐτὸν ὁ Καῖσαρ, ὡς τοὺς ὑπ’ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι, ἤγουν μελιττούτας, Νικολάους αὐτὸν καλεῖν. καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. ἔγραψε καὶ περὶ τοῦ ἰδίου βίου καὶ τῆς ἑαυτοῦ ἀγωγῆς. οὗτος ὁ Δαμασκηνὸς ἐν τῇ ἄλλῃ παιδείᾳ τεθραμμένος διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ’ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο, ἔτι μᾶλλον ηὔξησε ταύτην ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχών, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος, ὥστε πρὶν γενειᾶν, εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι καὶ τῶν ἡλίκων διαφέρειν· γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο καὶ δι’ αὐτὴν ποιητικῆς πάσης, αὐτός τε τραγῳδίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι μᾶλλον ὕστερον αὐξηθείς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης. ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν ἄνδρα παιδείας ἀγαπήσας χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. ἔλεγε δὲ καὶ τὰς Μούσας ἄρα διὰ τοῦτο πολλὰς ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύματα καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον· καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν οὔτε τὴν ἀπόλειψιν ὁμοίως ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τούτων ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρισμὸν ἐχρήσατο, οὐδὲ ἐκαπήλευσεν. ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ. ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει τοῖς ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δ’ ἐναριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις, οὕτω καὶ διὰ τῆς ὅλης παιδείας διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ’ ἐπ’ ἔλαττον· καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμβάνειν καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἐλθόντας φιλοσοφεῖν. | ] |
| nu | 398 | [ | Νικόμαχος, Σταγειρίτης, φιλόσοφος, υἱὸς μὲν Ἀριστοτέλους τοῦ φιλοσόφου, μαθητὴς δὲ Θεοφράστου, ὡς δέ τινες καὶ παιδικά. ἔγραψεν Ἠθικῶν βιβλία ϛʹ, καὶ περὶ τῆς φυσικῆς ἀκροάσεως τοῦ πατρὸς αὐτοῦ. | ] |
| nu | 399 | [ | Νικόμαχος, ἰατρός, καὶ αὐτὸς Σταγειρίτης, Μαχάονος τοῦ Ἀσκληπιοῦ υἱός· ἐξ οὗ κατήγετο Νικόμαχος, ὁ πατὴρ Ἀριστοτέλους τοῦ φιλοσόφου, καὶ αὐτὸς ἰατρός. ἔγραψεν ἰατρικῶν βιβλία ϛʹ, καὶ φυσικῶν αʹ. | ] |
| nu | 473 | [ | Νόμοι κιθαρῳδικοί· Ἀπόλλων, φασί, μετὰ λύρας κατέδειξε τοῖς ἀνθρώποις νόμους, καθ’ οὓς ζήσονται, πραΰνων τε ἅμα τῷ μέλει τὸ κατ’ ἀρχὰς ἐν αὐτοῖς θηριῶδες καὶ εὐπρόσιτον τῇ τοῦ ῥυθμοῦ ἡδύτητι ποιῶν τὸ παραγγελλόμενον· καὶ ἐκλήθησαν ἐκεῖνα νόμοι κιθαρῳδικοί. ἐκεῖθεν δὲ σεμνολογικῶς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, νόμοι καλοῦνται οἱ μουσικοὶ τρόποι, καθ’ οὓς ᾄδομεν. | ] |
| nu | 520 | [ | Νοῦν· Ἀριστοτέλης τὸν νοῦν ἀθάνατον λέγει. | ] |
| omega | 227 | [ | Ὡς ἔπος εἰπεῖν· ὡς φαίνεται, καὶ ὡς ἐν λόγῳ εἰπεῖν. ὡς ἔπος εἰπεῖν, τοῦτο σχηματίζεται παρὰ τοῖς παλαιοῖς καὶ ὡς εἰπεῖν ἔπος καὶ ὡς ἔπος φάναι καὶ ὡς φάναι ἔπος. ἔτι δὲ καὶ διὰ μιᾶς λέξεως ἐκφωνεῖται, οἷον ὡς φάναι, καὶ ὡς εἰπεῖν. σημαίνει δὲ πάντα τὸ αὐτό. ἀλλαχοῦ δὲ λέγει Ἀριστοτέλης ὡς τύπῳ περιλαβεῖν. τοῦτο δὲ εἴρηκεν, ὅτι μή ἐστιν ἀκριβῶς ἀφορίσαντα εἰπεῖν τὰς μὲν τῶν προτάσεων πρὸς αἵρεσιν καὶ φυγὴν συντεινούσας ἠθικάς, τὰς δὲ πρὸς ἀλήθειαν καὶ γνῶσιν φυσικάς. | ] |
| omicron | 141 | [ | Ὀλέκρανον· τινὲς τὸν ἀγκῶνα· οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆς χειρὸς ὀξύ. ἐπώδυνος δὲ ὁ τόπος τοῖς τρωθεῖσιν εἰς αὐτόν. Ἀριστοτέλης δὲ οὐ τὸν ἀγκῶνα, ἀλλὰ τὸ ἐν καμπῇ τῆς χειρὸς ὀξύ, ἀγκὼν δὲ τὸ ὑπὲρ ἐκεῖνο. Ἀριστοφάνης δὲ ὀλέκρανα λέγει τὰ τῶν ὠλενῶν κρανία, τουτέστι τῶν χειρῶν. δῆλον οὖν, ὅτι τὸ ὀξὺ καὶ ἐπικαμπὲς τῶν χειρῶν λέγει· ὃν ἀγκῶνα φαμὲν ἡμεῖς. μηδέποτε παύσοιτ’ ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενος. | ] |
| omicron | 216 | [ | Ὀλυμπιόδωρος, φιλόσοφος Ἀλεξανδρεύς· οὗ κλέος εὐρύ. παρὰ τοῦτον φοιτᾷ Πρόκλος ὁ Λύκιος ἐπ’ Ἀριστοτελικοῖς λόγοις. Ὀλυμπιοδώρου δὲ ἀκροώμενος ἀνδρὸς δυνατοῦ λέγειν καὶ διὰ τὴν περὶ τοῦτο εὐκολίαν καὶ ἐντρέχειαν ὀλίγοις τῶν ἀκουόντων ὄντος ἐφικτοῦ· ἠγάσθη δὲ τὸ μειράκιον, ὥστε καὶ θυγάτριον ἔχων ἠγμένον καὶ αὐτὸ φιλοσόφως βουληθῆναι αὐτῷ κατεγγυῆσαι. | ] |
| omicron | 272 | [ | Ὁμολογία· ὅτι Ἀριστοτέλης ἐν τοῖς Τόποις, ὅπερ ἐν τοῖς Ἀναλυτικοῖς ἐξ ὑποθέσεως κοινότερον εἶπε, τοῦτο ἐν τοῖς Τόποις προσεχέστερον ἐξ ὁμολογίας εἶπεν. ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ’ ἑνός τινος δεικνύναι τῶν ὑπό τι κοινῶν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν( οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν) , δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι, ὅτι ὡς ἐφ’ ἑνός, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· ὡς ἐπὶ μιᾶς αἰσθήσεως οὕτω καὶ ἐπὶ πασῶν. δείξαντες ἐπὶ μιᾶς, οἷον τῆς ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἂν ὅτι καὶ τὰς ὁμοίας ὁ αὐτὸς λόγος. καὶ ἐπὶ τῶν ἀντικειμένων, δειχθέντος ἐπὶ τῶν πρός τι, ὅτι ἡ αὐτὴ ἐπιστήμη, ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων οὕτως ἔχειν. | ] |
| omicron | 400 | [ | Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς [+] παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. | ] |
| omicron | 736 | [ | Ὅτι ξένους τινὰς ἑαυτῷ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργίῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ Παραπρεσβείας φησίν. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον [+] ἐπιστολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. | ] |
| omicron | 936 | [ | Οὐράνιος ὄνομα, Σύρος τὸ γένος, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγίνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος, τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλόγους. πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς καὶ ἐν τοῖς τῶν βιβλίων ἥμενος πωλητηρίοις διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁποῖον δή τι αὐτοῖς ἥ τε φύσις ἐστὶ καὶ ἡ οὐσία καὶ τὸ παθητὸν καὶ τὸ ἀξύγχυτον· ὧν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ οἶμαι φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι. οὗτος ὁ Οὐράνιος ἧκέ ποτε παρὰ Πέρσας, ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. | ] |
| omicron | 1011 | [ | Ὀφθαλμός· διαπορεῖ Ἀριστοτέλης, εἰ ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστιν ἀντιληπτική, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια δι’ ὧν αἰσθανόμεθα, διὰ τί οὐχὶ ἑκάστου τούτων ἡ αἴσθησις ἀντιλαμβάνεται, καὶ μηδενὸς ἔξωθεν παρόντος. οἷον διὰ τί ὁ ὀφθαλμὸς οὐχ ὁρᾷ ἑαυτὸν συγκείμενος ἐκ τούτων ἅ ἐστιν ὁρατά, λέγω δὴ τῶν στοιχείων· τίς οὖν ἡ λύσις; διότι ἡ αἴσθησις δυνάμει μέν ἐστι τοῦτο ὅπερ ἐστί, πᾶν δὲ τὸ δυνάμει προάγεται εἰς ἐνέργειαν ὑπό τινος ἐνεργείᾳ ὄντος· οὐκοῦν καὶ ἡ αἴσθησις δυνάμει οὖσα προάγεται εἰς ἐνέργειαν ὑπὸ τοῦ αἰσθητοῦ, αἰσθητοῦ δὲ τοῦ ἔξωθεν καὶ ἐνεργείᾳ ὄντος. ἀλλ’ εἰ ὑπὸ τοῦ αἰσθητοῦ προάγεται εἰς ἐνέργειαν, αἰσθητὸν δὲ καὶ τὸ αἰσθητήριον, ἐν ᾧ ἡ αἴσθησις, διὰ τί μὴ καὶ ὑπὸ τούτου προάγεται εἰς ἐνέργειαν; ἄλλως τε εἰ μὴ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου ἀντιλαμβάνεσθαι αἰσθητοῦ γε ὄντος, τί δήποτε τῶν ὑπερβολῶν αὐτοῦ ἀντιλαμβάνεται; τῆς μὲν γὰρ κατὰ φύσιν θερμασίας τῆς ἐν τῷ παντὶ σώματι ἡ ἁπτικὴ αἴσθησις οὐκ ἀντιλαμβάνεται· ἐπειδὰν μέντοι εἰς ἀμετρίαν ἡ ἐν ἡμῖν θερμότης ἐκπέσῃ, ὡς ἐπὶ τῶν πυρετῶν, τὸ τηνικαῦτα αἰσθάνεται ταύτης. καὶ ἡ ὄψις ὁμοίως τοῦ μὲν ὀφθαλμοῦ κατὰ φύσιν ἔχοντος οὐκ ἀντιλαμβάνεται, οἷον ποῖόν ἐστι τὸ τῶν ὑγρῶν, τὸ τῶν χιτώνων χρῶμα· ἐπειδὰν μέντοι παρὰ φύσιν τι πάθῃ, ὡς ἐπὶ τῶν ἰκτεριώντων, τῆς ἐπὶ τῷ ὀφθαλμῷ ὠχριάσεως αἴσθησιν ἴσχει· διὸ οἴονται πάντα ὠχρὰ εἶναι. ὁμοίως καὶ εἰ ἄλλος τις χυμὸς ἐνσκήψει ἐν τῷ κρυσταλλοειδεῖ, καὶ τοῦ χρώματος καὶ τοῦ σχήματος αὐτοῦ ἀντιλαμβάνεται. ὅθεν καὶ ἐν ταῖς ἀρχαῖς τῶν ἐπιχύσεων, πρὶν τελείως κωλυθῇ ἡ ἐνέργεια τῆς κόρης σκεπασθείσης, δοκοῦσιν ὁρᾶν κώνωπας καί τινα τοιαῦτα. | ] |
| phi | 73 | [ | Φανίας ἢ Φαινίας, Ἐρέσιος, φιλόσοφος Περιπατητικός, Ἀριστοτέλους μαθητής. ἦν δὲ ἐπὶ τῆς ριαʹ ὀλυμπιάδος καὶ μετέπειτα, ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος. | ] |
| phi | 84 | [ | Φαντασία· γνωστικαὶ καὶ ζωτικαὶ καὶ ὀρεκτικαὶ δυνάμεις τῆς ψυχῆς· φαντασία καὶ αἴσθησις. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν αἴσθησις πρὸς τὸ ἐκτὸς ἀποτείνεται, ἡ δὲ φαντασία ἔνδον ἔχει τὴν γνῶσιν. καὶ ἡ μὲν αἴσθησις τὸ παρὸν μόνον καὶ οὗ ἀντιλαμβάνεται ἔξωθεν τοῦτο οἶδεν, ἡ δὲ φαντασία παρὰ τῆς αἰσθήσεως λαβοῦσα τῶν αἰσθητῶν τοὺς τύπους ἐν ἑαυτῇ τούτους ἀναπλάττει· ὅθεν καὶ παθητικὸν νοῦν Ἀριστοτέλης αὐτὴν καλεῖ, νοῦν μὲν ὡς ἔνδον ἔχουσαν τὸ γνωστὸν καὶ ἁπλῇ προσβολῇ, ὥσπερ ἐκεῖνος, ἐπιβάλλουσαν· παθητικὸν δέ, διότι μετὰ τύπων, καὶ οὐκ ἀσχηματίστως. ἐκλήθη δὲ φαντασία, οἱονεὶ φαοστασία τις οὖσα· φαντασία γάρ ἐστιν ἡ τῶν φανθέντων στάσις· ἵστησι γὰρ ἐν αὐτῇ τὰ ἔξω φανέντα. ἑκατέρα δὲ αὐτῶν περὶ μερικὰ ἀποτείνεται· τὸ γὰρ λευκὸν οἶδεν, οὐ μὴν πᾶν λευκόν. διαφέρει δέ, ὅτι ἡ μὲν τὸ ἔξω, ἡ δὲ τὸ ἐντὸς οἶδε. καὶ ἡ μὲν φαντασία τῶν εʹ αἰσθήσεων δέχεται τοὺς τύπους, ἑκάστη δὲ τῶν αἰσθήσεων μόνον τὸ ἴδιον αἰσθητὸν γινώσκει. | ] |
| phi | 179 | [ | Φαιόν· ὅτι τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ ἐστι τὰ ἐναντία, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ σύνθετα, οἷον τὰ μεταξὺ τούτων. καὶ γὰρ ταῦτα τῇ ποιᾷ μίξει πρὸς ἄλληλα τῶν ἐναντίων ἀποτελοῦνται. καί ἐστιν αὐτῶν τὰ μὲν ἐγγυτέρω τοῦ λευκοῦ, ὡς τὸ ξανθόν, τὰ δὲ ἐγγυτέρω τοῦ μέλανος, ὡς τὸ κυανοῦν, τὰ δὲ λοιπὰ μεταξὺ τούτων, οἷον τὸ φαιόν, τὸ ἐρυθρόν. οὕτω καὶ ἐπὶ τῶν χυμῶν· ἁπλᾶ μὲν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, τὰ δὲ ἄλλα μικτὰ καὶ μεταξύ· ἀλλὰ τοῦ μὲν γλυκέος ἐγγυτέρω τὸ λιπαρόν, τὸ δὲ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δὲ λοιπὰ τούτων μεταξύ. οὐ πάντως δὲ τὰ μεταξὺ καὶ μικτά· τὰ μὲν γὰρ μικτὰ καὶ μεταξύ, οὐκέτι δὲ ἀνάπαλιν· οἷον ἐπὶ χρωμάτων· τὸ μὲν γὰρ φαιὸν μικτὸν ὂν μεταξύ ἐστι· τὸ μέντοι ἐρυθρὸν ἢ πράσινον οὐ πάντως ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνεται, ἀλλὰ μεταξὺ λέγονται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. οὕτω καὶ ἐπὶ χυμῶν· μικτὸν μὲν τὸ ἁλμυρόν, ὡς οἱ ἅλες· ἐκ γὰρ πικροῦ τοῦ θαλαττίου ὕδατος καὶ γλυκέος τὴν γεῦσιν ἔχουσι· τὸ δὲ δριμὺ καὶ αὐστηρὸν καὶ ὀξὺ τῷ μηδετέρου τῶν ἄκρων μετέχειν οὕτως εἰσὶ μεταξύ. εἴ τι δὲ ἄλλο ἐγγύς ἐστι τούτων, τοῦτο ἄχυμον εἶναι, οἷον τὸ πλαδαρὸν ἤ τι τοιοῦτον. ὁ μὲν οὖν Ἀριστοτέλης ὀκτὼ καταλέγων εἴδη χυμῶν, δύο καταλείπει ἄκρους, τὸν γλυκὺν καὶ πικρόν, καὶ ἓξ μέσους· ἐγγὺς μὲν τοῦ γλυκέος τὸν λιπαρόν, τοῦ δὲ πικροῦ τὸν ἁλμυρόν, ἐν μέσῳ δὲ στρυφνόν, αὐστηρόν, δριμύν, ὀξύν. ὁ δὲ Γαληνὸς ἐν τοῖς ἁπλοῖς ἄκρους μὲν λέγει οὐ τὸν γλυκὺν καὶ πικρόν, ἀλλὰ τὸν δριμὺν καὶ ὀξύν. καὶ οὐ διαφωνοῦσιν· ὁ μὲν γὰρ ὡς ἰατρὸς πρὸς τὰς ἁπτὰς ἀπιδὼν ποιότητας τούτους ἐκάλεσεν ἄκρους· ἄκρον γάρ ἐστι κατὰ μὲν θερμότητα τὸ δριμύ, κατὰ δὲ ψύξιν τὸ ὀξύ. ὁ δὲ οἷα φιλόσοφος οὐκέτι πρὸς τὰς ἁπτάς, ἀλλὰ πρὸς τὰς γευστὰς ἀφεωρακώς, οὕτως ἐποιήσατο τὴν ἀντίθεσιν· ἄκρον γάρ ἐστιν ἐν τοῖς γευστοῖς τὸ γλυκὺ καὶ πικρόν. ὁ δὲ Πλάτων κέχρηται τοιᾷδε τάξει· ἑπτὰ λέγει χυμούς· τὸ γὰρ λιπαρὸν ἅμα τῷ γλυκεῖ συνάπτει, λέγων ὅτι τὸ ὑπαλεῖφον, εἰ μὲν μετὰ ἡδύτητός ἐστι, ποιεῖ τὸ γλυκύ· εἰ δὲ ἄνευ ἡδύτητος, λιπαρόν. γλυκὺ δὲ λέγομεν οἷον τὸ μέλι, λιπαρὸν δὲ τὰ ἐλαιώδη, ὀξὺ τὸ ὄξος, στρυφνὸν οἷον ἀχράδες, αὐστηρὸν τὸν οἶνον, ἁλμυρὸν τοὺς ἅλας, πικρὸν τὸ ἀψίνθιον, δριμὺ τὸ πέπερι. ἄκρα δὲ λέγει ὀξὺ καὶ δριμύ, πάρακρα δὲ ἐγγὺς μὲν τοῦ ὀξέος τὸ στρυφνόν, ἐγγὺς δὲ τοῦ δριμέος τὸ πικρόν· παράμεσα δὲ ἐγγὺς μὲν τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐγγὺς δὲ τοῦ στρυφνοῦ τὸ αὐστηρόν, μέσον δὲ τὸ γλυκύ. ἀνατίθησι δὲ ταῦτα τοῖς ἑπτὰ πλανήταις, τὸ μὲν ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ τῷ Ἄρεϊ, τὸ πικρὸν τῇ Σελήνῃ, τὸ γλυκὺ τῷ Ἡλίῳ, τὸ ἁλμυρὸν τῇ Ἀφροδίτῃ, τὸ αὐστηρὸν τῷ Διΐ, τὸ στρυφνὸν τῷ Κρόνῳ. τὴν δὲ αἰτίαν ὡς φλυαρίαν παρίδωμεν. | ] |
| phi | 222 | [ | Φέρειν· λαμβάνειν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἐπέμψεθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, μισθὸν φέροντας οὐ δραχμὰς τῆς ἡμέρας. Μένανδρος Ὀλυνθίᾳ· μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων. καὶ ὁ μισθοφόρος ἀπὸ τούτου. καὶ Ἔφερον, οὐδετέρως. τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή. τουτέστι τὸ ἐκ θεοῦ πεμφθὲν γενναίως φέρειν χρή. καὶ αὖθις· ἔφερον ἀλλήλους οὐχ ἧττον. ἀντὶ τοῦ λίαν ἐλῄστευον, ἔβλαπτον. | ] |
| phi | 788 | [ | Φοινικίδα· τί φειδόμεσθα τῶν λίθων, οἱ δημόται, μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; οἷος αὖ μέλας τις ὑμῖν θαυμάλωψ ἐπέζεσεν. ἀντὶ τοῦ μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν, ὡς φοινικοῦν αὐτοῦ ποιῆσαι τὸ σῶμα; τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἐχρήσατο· διὸ καὶ φοινικίδα εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης δέ φησι χρῆσθαι τοὺς Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους· τοῦτο μὲν ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως. ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. καί, ξαίνει κατὰ νώτου πολλάς. Δημοσθένης. θαυμάλωψ δὲ ὁ διακεκαυμένος. ἀνθρακεῖς δὲ οἱ Ἀχαρνεῖς. καὶ Ἰώσηπος· κτῆσίν τε τὴν σὴν καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι, πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας. | ] |
| phi | 862 | [ | Φυσικὸς λόγος παρὰ φιλοσόφοις. μετὰ τὸν ἠθικὸν διεξέρχονται περὶ τοῦ φυσικοῦ, τουτέστι περὶ σωμάτων, περὶ ἀρχῶν καὶ στοιχείων καὶ περάτων τοῦ κόσμου καὶ τόπου, κενοῦ· περὶ ἀστέρων, περὶ ἡλίου, περὶ τοῦ ἡγεμονικοῦ· πῶς ὁρῶμεν· τίς ἡ αἰτία τῆς κατοπτρικῆς φαντασίας· περὶ νεφῶν, βροντῶν, ἴριδος. ὅτι τρία εἰσὶν ἐν τοῖς φυσικοῖς πράγμασιν, εἶδος, ὕλη καὶ ἡ αἰτία, καθ’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ. καὶ καταγίνονται, φησί, περὶ ταῦτα μέθοδοι πέντε· ἡ φυσική, ἡ κατὰ μέρος τέχνη, ἡ διαλεκτική, ἡ μαθηματική, ἡ πρώτη φιλοσοφία. ἔστι δὲ φυσικοῦ μὲν περὶ πάντων τῶν εἰρημένων τῆς ψυχῆς μερῶν διαλεχθῆναι, καὶ τῆς ὕλης, καὶ τῶν φυσικῶν πραγμάτων, καὶ τοῦ εἴδους τῆς αἰτίας. οἷον ὅτι τῶν οὐρανίων ὕλη, οὐχὶ τὰ τέσσαρα στοιχεῖα, ἀλλὰ ἕτερόν τι σῶμα. πάλιν, τί τὸ εἶδος; ὅτι σφαιρικά. καὶ διὰ τί σφαιρικά; ὅτι πολυχωρητότατον ἐν ἐπιπέδῳ μὲν τῶν ἄλλων σχημάτων ὁ κύκλος, ἐν στερεοῖς δὲ ἡ σφαῖρα. ὡς καὶ ὁ Πλάτων ἐν Τιμαίῳ διὰ τοῦτο σφαιρικὸν γενέσθαι τὸν οὐρανὸν ἀποδέδωκε. καὶ ὁ Ἀριστοτέλης ἀποδίδωσιν αἰτίαν περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ· τῷ γὰρ ἀϊδίῳ φησὶν ἐσομένῳ. ἀποδίδωσι δὲ καὶ ὁ Πλάτων αἰτίαν ἐκ τῆς σχέσεως, ἣν ἔχει πρὸς τὰ πρὸ αὑτοῦ. προσεχῶς δέ εἰσιν ὑπὲρ τὰ οὐράνια αἱ νοηταὶ οὐσίαι· δεῖ δὲ τὸ αἰτιατὸν ὅτι μάλιστα ὡμοιῶσθαι τῷ προσεχεῖ αἰτίῳ καὶ τούτου εἰκόνα καὶ μίμημα φέρειν. διὰ τοῦτο οὖν, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται· ἴδιον γὰρ τοῦ νοῦ τὸ πρὸς ἑαυτὸν νεύειν· αὐτὸς γὰρ ὁ ὁρῶν, αὐτὸς ὁ ὁρώμενος· ὁρῶν γὰρ τὰ εἴδη ἑαυτὸν ὁρᾷ, καὶ ἑαυτὸν ὁρῶν τὰ εἴδη τεθέαται· πλήρωμα γάρ ἐστι τῶν εἰδῶν καὶ εἶδος εἰδῶν. ἔχει οὖν ὁ οὐρανὸς τὸ σφαιρικὸν σχῆμα διὰ τὴν κύκλῳ κίνησιν· ταύτην δὲ διὰ τὴν πρὸς τὸν νοῦν ἐξομοίωσιν· καὶ ἄλλως μιμεῖται τὸν νοῦν πανταχοῦ ὄντα· καὶ γὰρ καὶ τὸ σῶμα πανταχοῦ γίνεται. τῷ οὖν πανταχῆ γίνεσθαι τὸ πανταχοῦ ὂν μιμεῖται· τελείωσις γὰρ τῶν χειρόνων ἡ πρὸς τὰ ὑπέρτερα ἐπιστροφή τε καὶ ἐξομοίωσις. οὕτω μὲν ὁ φυσικὸς τῶν φυσικῶν ἀποδώσει καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ αἴτιον· ὁ δὲ κατὰ μέρος τεχνίτης καὶ αὐτὸς μὲν περὶ τῶν αὐτῶν διαλαμβάνει, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι γίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπεια σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμόν, περιλαμβάνων καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὴν αἰτίαν. διαφέρει δὲ κατὰ ἄλλους τρόπους. | ] |
| pi | 71 | [ | Παλαίφατος, Ἀβυδηνός, ἱστορικός. Κυπριακά, Ἀττικά, Δηλιακά, Ἀραβικά. γέγονε δὲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος· παιδικὰ δὲ Ἀριστοτέλους τοῦ φιλοσόφου, ὡς Φίλων ἐν τῷ ε στοιχείῳ τοῦ περὶ παραδόξου ἱστορίας βιβλίον αʹ καὶ Θεόδωρος ὁ Ἰλιεὺς ἐν δευτέρῳ Τρωϊκῶν. | ] |
| pi | 443 | [ | Παράστασις· τοὔ νομα πολὺ παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας. Μένανδρος Μισογύνῃ· ἕλκει δὲ γραμματίδιον ἐκεῖσε δίθυρον, καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ γραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς Περὶ νομοθεσίας τοὺς διαιτητὰς φησὶ λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίου ἑκάστην. | ] |
| pi | 521 | [ | Πάρεδρος· Ἀριστοτέλης ἐν τῇ πολιτείᾳ φησί· λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἀρχὼν καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος, οὓς ἂν βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν, ἐπὰν παρεδρεύωσιν. ἔστι δὲ ἡ λέξις συνήθης οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. | ] |
| pi | 1225 | [ | Περιουσία· ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος. ἐκ περιουσίας δὲ τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν, ὧν χωρὶς ἀδύνατον εἶναι, ἐκ περιουσίας δέ, ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγκαία, καί, ὡς Ἀριστοτέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων, ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον, τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν. | ] |
| pi | 1259 | [ | Περίπολος· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο. | ] |
| pi | 1822 | [ | Πνευματικὸν σῶμα· φασὶ μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξῆφθαι ταύτης σῶμα λεπτομερές, ἀερωδέστερον καὶ αὐγοειδέστερον· ὃ πάντως αἰσθήσεται ἀλγηδόνος. καὶ αὕτη ἡ φλυαρία Ἑλληνική. τούτου δὲ τοῦ σώματος ἀχώριστον εἶναι λέγουσι θυμὸν καὶ ἐπιθυμίαν. ὅτι ἐν τοῖς Τόποις Ἀριστοτέλης πᾶν πνεῦμα φθαρτὸν εἶναι λέγει. | ] |
| pi | 1857 | [ | Πόθεν. Ποῖ. ἐπὶ πάσης μεταβολῆς τοῦτο ληπτέον, ὥς φησιν Ἀριστοτέλης. | ] |
| pi | 2098 | [ | Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης Ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+] αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ [+] τοῦ Χαλδαίου [+] φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ [+] Χριστιανῶν [+] λόγους [+] ιεʹ, Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας. Πρὸς Ἀριστοτέλην [+] τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον [+] τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου [+] ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου [+] προοίμιον, Πρὸς Ἀριστείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ [+] τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ [+] Χριστιανῶν [+] ἐφύβριστον γλῶσσαν κινήσας. | ] |
| pi | 2165 | [ | Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φιλόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ διαδεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου [+] Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου [+] τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους [+] Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην [+] περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος. | ] |
| pi | 2376 | [ | Προαίρεσις· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει· δεῖξαι θέλοντες ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαιρέσεως· ἔστι δὲ οὗτος πρὸ ἑτέρου αἵρεσις· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ἐν τούτοις ἐστίν, ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. Προαίρεσίς ἐστιν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν, ἢ βούλευσις ὀρεκτικὴ τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλεύσεως ἐφιέμενος προαιροῦμαι. βουλὴ δὲ ἐστὶν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν γινομένη. βουλεύεται γάρ τις, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα, ἢ οὔ. εἶτα κρίνει τὸ κρεῖττον, καὶ γίνεται κρίσις. εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθὲν καὶ λέγεται γνώμη. ἐὰν δὲ κρίνῃ καὶ μὴ διατεθῇ πρὸς τὸ κριθὲν ἤγουν ἀγαπήσει αὐτό, οὐ λέγεται γνώμη. εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή. προαίρεσις γάρ ἐστι δύο προκειμένων, τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερόν, ὅτι βουλή ἐστι μετ’ ἐπικρίσεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας. προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι, μὴ βουλευσάμενος· οὐδὲ προαιρεῖται, μὴ προκρίνας. ζήτει προαίρεσις καὶ βούλησις ἐν τῷ βούλησις. | ] |
| pi | 2382 | [ | Πρόεδρος· ὁ τῆς πολιτεῖας ἀρχηγὸς καὶ ἡγεμών. Πρόεδροι ἐκληροῦντο τὴν τῶν πρυτανέων καθ’ ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| pi | 2575 | [ | Πρόπολοί τε καὶ θεραπευταί. μέλλων Εὐρυμέδων πότ’ Ἀριστοτέλη γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος. | ] |
| psi | 2 | [ | Ψαθαρόν· ἁπαλόν. οὕτως Πλάτων καὶ Ἀριστοτέλης Περὶ ζῴων. | ] |
| psi | 164 | [ | Ψυχή· πνεῦμα νοερόν. ὅτι μέρη τῆς ψυχῆς ἢ εἴδη τρία· λογιζόμενον, θυμούμενον, ἐπιθυμοῦν. ἀναγκαῖον οὖν καὶ τριττὴ πολιτεία ἐγένετο, ἔχουσα ἑκάστη τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένη. καὶ τὴν μὲν προϊέναι κατὰ λόγον, ἣν ἄν τις τὴν ἐπὶ Κρόνου ὀνομάσειε ζωὴν καὶ πολιτείαν· τὴν δὲ κατὰ θυμόν, διανισταμένην εἰς πολέμους καὶ μάχας περὶ πρωτείων καὶ δόξης, οἷα τὰ ἐν ταῖς ἱστορίαις θρυλλούμενα· τὴν δὲ κατ’ ἐπιθυμίαν, πανταχῆ διαρρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνίᾳ καλινδουμένην, φιλοχρήμονα, δουλοπρεπῆ, οὐδὲν τίμιον οὐδὲ ἐλεύθερον διαπραττομένην, ἀνδραποδώδη καὶ ἀσθενῆ, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσαν οὔτε θυμῷ γενναίῳ χρωμένην· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον· καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυτο τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων ἀνθρώπων. ὅτι Πλάτων τὴν τῶν ἀλόγων ψυχὴν ἐν τοῖς ἑαυτοῦ διαλόγοις θνητὴν ὡμολόγηκεν. ὅτι τὰ τῆς ψυχῆς ἅπαντα παθήματα τοῦ συναμφοτέρου ἐστί, καὶ οὐκ ἴδια τῆς ψυχῆς· ὡσαύτως καὶ ἡ νόησις. ὅτι τοῦ ζῆν αἴτιον τοῖς ζῶσι τὸ πεζαίτατον καὶ ἔσχατον μόριον τῆς ψυχῆς· τὴν γὰρ φυτικὴν δύναμιν ἀποδίδωσιν Ἀριστοτέλης αἰτίαν τοῦ ζῆν· οὐδὲν γὰρ ἀμοιροῦν ταύτης ζῆν δύναται· διὸ καὶ τὰ μόνης αὐτῆς μετέχοντα ζῇ, λέγω δὴ τὰ φυτά. μίαν δὲ οὐσίαν βούλεται τῆς ψυχῆς εἶναι, ἐκ διαφόρων συγκειμένην οὐσιῶν, ἡνωμένων. | ] |
| sigma | 77 | [ | Σαμίων ὁ δῆμος· Ἀριστοφάνης Βαβυλωνίοις, ἐπισκώπτων τοὺς ἐστιγμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι. τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχίνου δ’ Ἀθηναίου ἐπὶ ἄρχοντος Εὐκλείδου. τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κεʹ, ἐπὶ Εὐκλέους. περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκί, Σάμιοι τῆς σαμαίνης( ἐστὶ πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νόστων) . τὸ δὲ πλάσμα Δούριδος. οἱ δὲ τὴν σάμαιναν νόμισμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν συμφοράς, παρόσον Ἀθηναῖοι τοὺς Σαμίους ἔστιξαν. | ] |
| sigma | 141 | [ | Σάρξ· ὅτι Ἀριστοτέλης αἰσθητήριον λέγει τὴν σάρκα καὶ λέγει ὅτι ἡ ἁπτικὴ αἴσθησις μία, καὶ μεταξύ. | ] |
| sigma | 502 | [ | Σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος. | ] |
| sigma | 718 | [ | Σκυτάλη· ἐπιστολὴ Λακωνική. ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ ἐκπεμπομένῳ παρ’ αὐτῶν στρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον. καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ ἀποφέροντι. τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῷ. ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιέλιττε καὶ ἐγίνωσκεν οὕτως τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιστολή, καὶ αὐτὸ τὸ ξύλον, ἀφ’ οὗ καὶ ἡ ἐπιστολή. Διοσκορίδης δ’ ἐν τοῖς Περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτῃ διαιρεῖν σκυτάλην, δύο παρόντων μαρτύρων, καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρῳ τμήματι· καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι’ ἑαυτοῦ ἔχειν. ἐχρῶντο δ’ αὐτῷ καὶ ἀλλοίως, ὡς Ἀριστοτέλης ἐν τῇ Ἰθακησίων πολιτείᾳ μβʹ. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
| sigma | 891 | [ | Σωφροσύνη· ἄλλη παρὰ τὴν πολιτικὴν ἀρετήν, μείζων· τῷ δὲ αὐτῷ ὀνόματι χρώμεθα ἐν ὁμολογίᾳ τινὶ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν. τὸ γὰρ ἐς σωφροσύνην ἐγὼ δικαιότατον κἂν τῷ Βελλεροφόντῃ σωφροσύνης ἀμφισβητήσαιμι. ὃ φησὶν Ἀριστοτέλης· ἃ γὰρ ποιοῦντες μανθάνομεν, ταῦτα μανθάνοντες ποιοῦμεν. ἤγουν τὸ κρατεῖν ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα, καὶ γενόμενοι σώφρονες κρατοῦμεν τῶν ἡδονῶν. | ] |
| sigma | 979 | [ | Σταγειρίτης· ὁ Ἀριστοτέλης, ἀπὸ τόπου κληθείς. Πισίδης· ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων. διόλου τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον, ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου. τουτέστιν ὁ Δημοσθένης τὸν Θουκυδίδην. | ] |
| sigma | 1165 | [ | Στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείᾳ, τὶς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία· εἰσὶ γάρ, φησίν, ἐπώνυμοι ιʹ μὲν αἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ αἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων, ἐφ’ οὗ ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῷ προτέρῳ ἐπιδεδημηκώς. νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσιν, ὡς γράφουσιν, ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. | ] |
| sigma | 1337 | [ | Σύλλας, Σύλλου· ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσσχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελλικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλογισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀ γὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας. | ] |
| sigma | 1784 | [ | Σχῆμα· ἡ τοιάδε τῶν προτάσεων κοινωνία· οἷά εἰσι τὰ παρ’ Ἀριστοτέλει τρία καλούμενα σχήματα· μέρος γὰρ ἡ πρότασις τῆς συμπλοκῆς. αὕτη δὲ οἷον ὕλη παρὰ τοῦ σχήματος εἰδοποιεῖται, καὶ καθάπερ τινὰ μορφὴν ἀπολαμβάνουσα, τὴν πρὸς τὸ μέσον ποιὰν συνάρτησιν. | ] |
| tau | 59 | [ | Ταμίαι· ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα, ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης. εἰσὶ δέ τινες καὶ τῶν τριήρων ταμίαι, ὡς ὁ αὐτός. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δέδωκεν Εὔπολις. | ] |
| tau | 166 | [ | Ταῦρος, Βηρύτιος, φιλόσοφος Πλατωνικός, γεγονὼς ἐπὶ Ἀντωνίνου τοῦ Εὐσεβοῦς. ἔγραψε Περὶ τῆς τῶν δογμάτων διαφορᾶς Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+], Περὶ σωμάτων καὶ ἀσωμάτων· καὶ ἄλλα πλεῖστα. | ] |
| tau | 185 | [ | Ταὐτόν· τοῦτο τριχῶς διαιρεῖ Ἀριστοτέλης ἐν τοῖς Τοπικοῖς. πρὸς δὲ τούτοις τοῖς τρισὶ καὶ τέταρτόν τινα προστίθεται, κατ’ ἀναλογίαν, πορρώτερον ὄντα τῶν τριῶν. οἱ δὲ τρεῖς εἰσιν οὗτοι· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐστι δηλωτικά. κἂν λόγος δὲ κἂν ὄνομα ταυτὸν σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταυτά· τῷ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστιν, οὐ τοῖς ὀνόμασι σημαντικοῖς. συνελόντι φάναι, κατ’ ἀριθμόν, ὡς τὰ πολυώνυμα, λῶπος, ἱμάτιον. κατ’ εἶδος, ὡς Σωκράτης καὶ Πλάτων. κατὰ γένος, οἷον ἄνθρωπος, ἵππος· ζῷα γὰρ ἄμφω. κατ’ ἀναλογίαν, ὡς καρδία καὶ πηγὴ καὶ μονάς· ὡς γὰρ ἔχει ἡ πηγὴ πρὸς ποτόν, οὕτω καὶ μονὰς ἐν ἀριθμῷ, καρδία ἐν ζῴῳ. ὄψις ἐν ὀφθαλμοῖς· νοῦς ἐν ψυχῇ. νηνεμία καὶ γαλήνη ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω. | ] |
| tau | 220 | [ | Τεθέντων· ἀντὶ τοῦ ληφθέντων, ὁμολογηθέντων, συγχωρηθέντων· φησὶ γὰρ Ἀριστοτέλης· συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν. | ] |
| tau | 311 | [ | Τενέδιος ξυνήγορος· ἀντὶ τοῦ ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι. καὶ παροιμία· Τενέδιος πέλεκυς. Ἀριστοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέδιος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνῄρει. ἢ ὅτι Ἀσσερίνα τόπος ἐν Τενέδῳ, ἔνθα ποταμίσκος, ἐν ᾧ καρκίνοι τὰ χελώνια διηρθρωμένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ. ἢ ὅτι βασιλεύς τις νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησε τοῦτο. καθ’ ὃ καὶ ἐν τῷ νομίσματι, ἐφ’ οὗ μὲν πέλεκυς, ἐφ’ οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος. οἱ δ’, ὅτι Τέννης δι’ ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φοινικὰς ἔκρινε δίκας. | ] |
| tau | 403 | [ | Τετραρχία· οἱ δʹ λόχοι, ἄνδρες ξδʹ· καὶ ὁ ἡγούμενος τετράρχης. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας, ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο. ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Πελασγιῶτιν, Ἀστιεῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς τέτταρας μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. | ] |
| tau | 752 | [ | Τὸ Μηλιακὸν πλοῖον· ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων εἴρηται τοῦτο. ἀπὸ ἱστορίας τινός· φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι. ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον, κατηράσατο, μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτὲ καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί. | ] |
| tau | 783 | [ | Τόπος· τῶν πολλαχῶς λεγομένων ἐστί· λέγεται γὰρ τόπος ὁ φυσικὸς καὶ τὸ μόριον καὶ ἡ ἑκάστου λόγου περίοδος· οἱ δὲ παρὰ Ἀριστοτέλει τόποι διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ φυσικῷ τόπῳ λέγονται τόποι. τόποι δέ εἰσιν ἀρχὴ καὶ ἀφορμὴ διαφόρων ἐπιχειρημάτων. Τοπικὰ δὲ ἐπιγράφεται τὰ τοῦ Ἀριστοτέλους, ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι. ἔστι γὰρ ὁ τόπος ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως( ἢ γὰρ περιλαμβάνει τὰ κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν· ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι) , τοῖς δὲ καθ’ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γάρ ἐστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον μὴ Τοπικόν, ἀλλὰ Πρὸ τῶν Τόπων ἐπιγράφεσθαι. ἐνίοτε δὲ ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων· οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίζεσθαι. καὶ ἐν Ἐπιγράμμασι. ἀλλ’ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες. νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ πίστις; | ] |
| tau | 874 | [ | Τῶν φιλτάτων τὰ φίλτατα· φησὶν Ἀριστοτέλης ἐν τῇ Μηλιέων πολιτείᾳ τοὺς παῖδας γυμνοὺς ἐκφέρειν μέχρις ἐτῶν ιϛʹ καὶ καταφιλεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις. | ] |
| tau | 930 | [ | Τροφή· Ἀριστοτέλης· ὅτι διαπεφώνηται ὁ περὶ τῆς τροφῆς λόγος· οἱ μὲν γάρ φασιν, ὅτι ὁμοία ἐστὶν ἡ τροφὴ τῷ τρεφομένῳ· τρέφεσθαι γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ· εἰ γὰρ προστεθεῖσα ἡ τροφὴ τῷ τρεφομένῳ αὔξει αὐτό, αὐξητικὸν δὲ τοῦ ὁμοίου τὸ ὅμοιον, οὐ τὸ ἐναντίον( τοῦτο γὰρ καὶ φθαρτικὸν τοῦ ἐναντίου) , οὐκ ἄρα ὑπὸ τοῦ ἐναντίου τρέφεται τὸ τρεφόμενον, ἀλλ’ ὑπὸ τοῦ ὁμοίου. οἱ δέ φασιν, ὅτι τῷ ἐναντίῳ τρέφεται τὸ τρεφόμενον· εἰ γὰρ πάσχει ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς αὐτό, οὐ πάσχει δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάσχει καὶ μεταβάλλει ἐναντίον εἰς τὸ ἐναντίον· ἐναντίον ἄρα ἡ τροφὴ τῷ τρεφομένῳ. οὗτοι μὲν οἱ λόγοι δοκοῦσιν εἶναι ἐναντίοι· ἀλλ’ οὐκ εἰσίν· ἡ γὰρ τροφὴ δυνάμει μέν ἐστιν ὁμοία τῷ τρεφομένῳ, ἐνεργείᾳ δὲ ἐναντία. ὁ γὰρ ἄρτος καὶ τὰ ὄψα, ἀκατέργαστα μὲν ὄντα καὶ ἄπεπτα, ἐναντία πώς ἐστι τῷ τρεφομένῳ· ὁπηνίκα δὲ μεταβληθῇ καὶ ἀλλοιωθῇ, τότε ὅμοια γίνεται. μεταβάλλει δὲ οὐ τὸ ὅμοιον εἰς τὸ ὅμοιον οὐδὲ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον· οὐ γὰρ τὸ λευκὸν εἰς θερμὸν μεταβάλλει, ἀλλὰ τὸ ψυχρὸν εἰς θερμόν. κἂν γοῦν τὸ φαιὸν εἰς λευκὸν μεταβάλλῃ, οὐχ ἧττον μετέχει λευκοῦ, ἀλλ’ ᾗ μετέχει μέλανος μεταβάλλει. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διττῆς οὖν οὔσης τῆς τροφῆς, τῆς μὲν ἀπέπτου, τῆς δὲ πεπεμμένης, ἡ μὲν ἄπεπτος ἐναντία ἐστὶ τῷ πεπεμμένῳ, ἡ δὲ πεπεμμένη καὶ μεταβάλλουσα ἤδη ὁμοία. ὅτι τρέφον μέν ἐστιν ἡ πρώτη δύναμις τῆς ψυχῆς, ἥτις ἐστὶν ἡ θρεπτική, τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα, καθὸ ταύτην ἔχει τὴν δύναμιν, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή. ἔστι δὲ καὶ τὸ ᾧ τρέφεται διττόν, τὸ μὲν κινοῦν καὶ κινούμενον. τὸ μὲν γὰρ ἔμφυτον θερμόν, ᾧτινι τρέφεται ἡ ψυχὴ ὡς δι’ ὀργάνου καὶ κινεῖ καὶ κινεῖται. κινεῖται μὲν ὑπὸ τῆς θρεπτικῆς δυνάμεως, κινεῖ δὲ τὰ λοιπὰ μόρια οἷον ὀδόντας, φλέβας, γαστέρα καὶ τὰ ἄλλα, δι’ ὧν ἡ τροφή· ἅ τινα μόνως κινεῖται, οὐκέτι δὲ καὶ κινεῖ. | ] |
| tau | 1029 | [ | Τριττύς· φυλῆς μέρος τρίτον. αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὡς Ἀριστοτέλης φησί. | ] |
| tau | 1187 | [ | Τύραννος· οἱ πρὸ τῶν Τρωϊκῶν ποιηταὶ τοὺς βασιλεῖς τυράννους προσηγόρευον, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησί, καὶ οὐ τύραννον. προσηγορεύθη δὲ τύραννος ἀπὸ Τυρρηνῶν· χαλεποὺς γὰρ περὶ λῃστείας τούτους γενέσθαι. οὐδεὶς δὲ οὐδὲ ἄλλος τῶν ποιητῶν ἐν τοῖς ποιήμασιν αὐτοῦ μέμνηται τὸ τοῦ τυράννου ὄνομα. ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράννους φησὶ τὸ πρότερον αἰσυμνήτας καλεῖσθαι. εὐφημότερον γὰρ ἐκεῖνο τὸ ὄνομα. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κάκωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο. | ] |
| theta | 122 | [ | Θεμίστιος, φιλόσοφος, γεγονὼς ἐπὶ τῶν χρόνων Ἰουλιανοῦ τοῦ Παραβάτου, ὑφ' οὗ καὶ ὕπαρχος προεβλήθη Κωνσταντινουπόλεως. γέγραφε δὲ τῆς Ἀριστοτέλους [+] Φυσικῆς ἀκροάσεως παράφρασιν ἐν βιβλίοις ηʹ, Παράφρασιν τῶν Ἀναλυτικῶν ἐν βιβλίοις βʹ, τῶν Ἀποδεικτικῶν ἐν βιβλίοις βʹ, τοῦ Περὶ ψυχῆς ἐν βιβλίοις ζʹ· ἐν δὲ τούτῳ καὶ ἴδια παρεισήγαγε περὶ τοῦ σκοποῦ καὶ τῆς ἐπιγραφῆς τῶν Κατηγοριῶν ἐν βιβλίῳ ἑνί· καὶ Διαλέξεις. | ] |
| theta | 138 | [ | Θεοδέκτης, Ἀριστάνδρου, Φασηλίτης ἐκ Λυκίας, ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγῳδίας, μαθητὴς Πλάτωνος καὶ Ἰσοκράτους καὶ Ἀριστοτέλους. οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ, ὁ Ἀπολλωνιάτης, καὶ Θεόπομπος, ἐπὶ τῆς ργʹ ὀλυμπιάδος εἶπον ἐπιτάφιον ἐπὶ Μαυσώλῳ, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ᾗ εἶπε τραγῳδίᾳ. ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα. δράματα δὲ ἐδίδαξε νʹ. τελευτᾷ δὲ ἐν Ἀθήναις ἐτῶν ἑνὸς καὶ μʹ, ἔτι τοῦ πατρὸς αὐτοῦ περιόντος. ἔγραψε δὲ καὶ τέχνην ῥητορικὴν ἐν μέτρῳ, καὶ ἄλλα τινα καταλογάδην. | ] |
| theta | 199 | [ | Θεόφραστος, Μελάντα γναφέως, οἱ δὲ Λέοντος· ἀπὸ Ἐρεσσοῦ, ἀκουστὴς Ἀριστοτέλους καὶ διάδοχος τῆς σχολῆς τῆς ἐν τῷ περιπάτῳ ὑπ' αὐτοῦ καταλειφθείσης εἰς Χαλκίδα ἐκδημήσαντος. οὗτος πρότερον ἐκαλεῖτο Τύρταμος· διὰ δὲ τὸ θείως φράζειν ὑπ' Ἀριστοτέλους ἐκλήθη Εὔφραστος, εἶτα Θεόφραστος· ὥσπερ Πλάτων διὰ τὸ ἐν τοῖς λόγοις πλάτος τοῦτο ἐπωνομάσθη, πρότερον καλούμενος Ἀριστοκλῆς. μαθητὰς δὲ ἔσχε πλεῖον ἢ ͵βʹ, ἐρώμενον δὲ τὸν Ἀριστοτέλους υἱὸν τοῦ φιλοσόφου Νικόμαχον. ἐτιμήθη δὲ παρὰ Κασσάνδρῳ τῷ Ἀντιπάτρου, καὶ τελευτᾷ κατάπονος ὑπὸ τοῦ ἀεὶ γράφειν γενόμενος, εἶτα ἐνδοὺς ἐπὶ βραχείας ἡμέρας διὰ μαθητοῦ γάμους. βιβλία δὲ αὐτοῦ πάμπλειστα, ὧν καὶ ταῦτα· Ἀναλυτικῶν προτέρων τρία, Ἀναλυτικῶν ὑστέρων ζʹ, Ἀναλύσεως συλλογισμῶν, Ἀναλυτικῶν ἐπιτομήν, Ἀνηγμένων τόπων, Περὶ λίθων, Περὶ φυτῶν, Περὶ μετάλλων, Περὶ ὀδμῶν· καὶ ἄλλα. | ] |
| theta | 213 | [ | Θεώρημα διαλεκτικόν· τουτέστι ζήτημα καὶ πρόβλημα, τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων· ἔθος γὰρ Ἀριστοτέλει τὸ ζητεῖν θεωρεῖν λέγειν. εἴη δ' ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν τῆς διαλεκτικῆς αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον. θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν, οὐ μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρόβλημα ἤδη διαλεκτικόν, ἀλλ' ὅσα τῶν θεωρημάτων ἔχει τῶν προκειμένων τινὰ ἀφορισμόν. οὗτοι δέ εἰσι, περὶ ὧν ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα μὲν οὖν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν τε καὶ κακὸν αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν, πότερον ἡ ἡδονὴ ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ αἱρεῖσθαι ἢ φεύγειν τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν, πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἤ τι ἄλλο τῶν φύσει γινομένων τε καὶ ὄντων, τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις πολιτείας τῆς θεωρίας τέλος. ὅσα μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ' ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν αἵρεσιν ζητεῖται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς, φέρε εἰπεῖν, προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας, ὡς συνεργὰ ταῦτα καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσίν τε καὶ γνῶσιν ζητεῖ. καὶ Τεθεωρημένη, ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος, ὁ φιλόσοφος, νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. | ] |
| theta | 263 | [ | Θέσις· κατὰ Ἀριστοτέλην ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, τουτέστι πρόβλημα. οὐ πᾶν δὲ πρόβλημα θέσις ἐστίν, ἀλλ' ἡ παρὰ τὰς κοινὰς δόξας ὑπόληψις τινὸς τῶν ἐνδόξων κατὰ φιλοσοφίαν. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα τὴν θέσιν προσκεῖσθαι τῷ τοιούτῳ προβλήματι· οἷον πότερον πάντα συγχωρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστι καθ' Ἡράκλειτον, ἢ οὔ· καὶ πότερόν ἐστιν ἓν καὶ ἀκίνητον τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ· καὶ πότερον κίνησίς ἐστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι· καὶ πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει· καὶ πότερόν ἐστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ. ὅτι ἀντιδιαιρεῖται τὸ θέσει τῷ φύσει, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες, ὅτι μὴ φύσει. ἤδη δέ τινες καὶ τὰ ῥητορικὰ προβλήματα θέσεις καλοῦσιν, ἐφ ' ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον, τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι. τὰς δὲ θέσεις καὶ ὑποθέσεις λέγει Ἀριστοτέλης. | ] |
| upsilon | 166 | [ | Ὑπατία· ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπόμνημα εἰς Διόφαντον [+], τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολλωνίου [+] ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέπονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος. | ] |
| upsilon | 365 | [ | Ὑπὲρ τὰ Καλλικράτους· φησὶ Κλέαρχος, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρυστῷ πλουσιώτατος. εἴ ποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῶς, ἔλεγον ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μύθους εἰς ὑπερβολὴν αὐξῆσαι. ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι. | ] |
| upsilon | 405 | [ | Ὑπέχει· ὑφίσταται. καὶ τὸ ἀποκρίνεσθαι ὑπέχειν παρὰ Ἀριστοτέλει. ὑπέχειν ῥᾴδιον τὰς θέσεις. Ἀριστοφάνης· καὶ πάνθ’ ὑπέχειν, ὧν σύνοιδεν ἡ κύλιξ. λόγον ὑπέχειν τῆς στρατηγίας. | ] |
| upsilon | 537 | [ | Ὑπόληψις· νοήσις, ἀντίπραξις. τῶν δὲ ἀρχόντων κατεγίνωσκε ῥᾳθυμίαν, ὡς οὐ προνοούντων τῆς αὐτοῦ ὑπολήψεως. Ἀριστοτέλης λέγει ἐν τοῖς Τόποις· εἰ ὑπόληψις ἔστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα. | ] |
| zeta | 38 | [ | Ζεῦξις, Ζεύξιδος. ὄνομα κύριον. Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. οὗτος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: