Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Philippus II Rex Macedonum (Philip II of Macedon) - urn:cts:greekLit:tlg0048

Place of birth (Wikidata Statement)

Places of death (Wikidata Statement)

Aigai (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Macedonia (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

monarch (Wikidata)

Works

urn:cts:greekLit:tlg0048.suda001

alpha 284[ Ἀγνωμόνως: ἀνοήτως, ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες, ἀσύγγνωστοι, οἱ ἀμαθεῖς. καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+] ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. καὶ ὁ Θεολόγος· ὧ καὶ Ἰουδαίων ἀγνωμονέστερε. ἀντὶ τοῦ ἀνοητότερε. ]
alpha 1121[ Ἀλέξανδρος, ὁ Φιλίππου καὶ Ὀλυμπιάδος, βασιλεύσας Μακεδόνων ἀπὸ ἐνιαυτῶν ιηʹ, τελευτήσας δὲ ἐτῶν λγʹ. οὗτος ἦν τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος, τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ θείου ἐπιμελέστατος, ἡδονῶν τε τῶν μὲν τοῦ σώματος ἐγκρατέστατος, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἁπλούστατος· ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατος καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. καὶ πρὸς πᾶν καλὸν ἐπιτηδειότατος. πρὸς τούτοις ἦν ἐπιεικὴς καὶ θεοσεβής. ὀργισθεὶς γάρ ποτε Θηβαίοις ἐπὶ τοσοῦτον, ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν ἐς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως· ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ’ ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρσὲς ἐν τοῖς κινδύνοις ἐφαίνετο. Ῥωξάνης δὲ ἠράσθη ὁ Ἀλέξανδρος τῆς Ὀξυάρτου τοῦ Βακτριανοῦ, ἣν δὴ καλλίστην τῶν Ἀσιανῶν γυναικῶν λέγουσιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες μετά γε τὴν Δαρείου γυναῖκα. καὶ ταύτην ἰδόντα Ἀλέξανδρον εἰς ἔρωτα ἐλθεῖν αὐτῆς· ἐρασθέντα δὲ οὐκ ἐθελῆσαι ὑβρίσαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶσαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆς γε Δαρείου γυναικός, ἣ καλλίστη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐς ἐπιθυμίαν ἢ καρτερὸς αὑτοῦ ἐγένετο, νέος τε ὢν καὶ τὰ μάλιστα ἐν ἀκμῇ τῆς εὐτυχίας, ὁπότε ὑβρίζουσιν ἄνθρωποι. ὁ δὲ κατῃδέσθη τε καὶ ἐφείσατο σωφροσύνῃ τε πολλῇ διαχρώμενος, καὶ δόξης ἅμα ἀγαθῆς οὐκ ἀτόπῳ ἐφέσει. καὶ τοίνυν καὶ λόγος κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆς γυναικός. καὶ τοῦτον ὡς εἶδεν ὁ Δαρεῖος, πρῶτα μὲν πυθέσθαι, εἰ ζῶσιν αὐτῷ αἱ παῖδες καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡς δὲ ζώσας τε ἐπύθετο, καὶ βασίλισσαι ὅτι καλοῦνται, καὶ περὶ τῆς θεραπείας, καὶ ὡς σωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ τούτοις ἀνατεῖναι τὸν Δαρεῖον ἐς τὸν οὐρανὸν τὰς χεῖρας καὶ εὔξασθαι ὧδε· ἀλλ’ ὦ Ζεῦ βασιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βασιλέων πράγματα νέμειν ἐν ἀνθρώποις, σὺ νῦν μάλιστα μὲν ἐμοὶ φύλαξον Περσῶν τε καὶ Μήδων τὴν ἀρχήν, ὥσπερ οὖν καὶ ἔδωκας· εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι σοι βασιλεὺς τῆς Ἀσίας, σὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτος. οὕτως οὐδὲ πρὸς τῶν πολεμίων ἄρα ἀμελεῖται ὅσα σώφρονα ἔργα. οὕτω φησὶν Ἀρριανός. Νέαρχος δέ φησιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅσοι ἐκόμιζον αὐτὸν ἀρρωστοῦντα, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι· οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖς τε ὄντας ἐγίνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένους τε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων. ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε· πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. οὐδὲ γάρ ἐστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα, τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. τοῖς τε γὰρ ἀρίστοις συμφοιτήσας ἀνδράσιν, εἴς τε λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη· πρός τε τὰ πολέμια διελθών, θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. καὶ πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τʹ τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρυθμίσαι, καὶ τῶν ἰδίων τινὰς διαβληθέντας ἀνελεῖν. ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης; καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸς ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἐλλάδι ληφθεῖσιν, ἠκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη· καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. ]
alpha 1982[ Ἀναξανδρίδης, Ἀναξάνδρου, Ῥόδιος ἐκ Καμείρου, γεγονὼς ἐν τοῖς ἀγῶσι Φιλίππου τοῦ Μακεδόνος, Ὀλυμπιάδι ραʹ· κατὰ δέ τινας Κολοφώνιος. ἔγραψε δὲ δράματα ξεʹ, ἐνίκησε δὲ ιʹ. καὶ πρῶτος οὗτος ἔρωτας καὶ παρθένων φθορὰς εἰσήγαγεν. ]
alpha 2703[ Ἀντίπατρος, Ἰολάου, πόλεως δὲ Παλιούρας τῆς Μακεδονίας, στρατηγὸς Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχος βασιλείας· μαθητὴς Ἀριστοτέλους. κατέλιπεν ἐπιστολῶν σύγγραμμα ἐν βιβλίοις βʹ, καὶ ἱστορίαν, τὰς Περδίκκου πράξεις Ἰλλυρικάς. καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνος δὲ τῶν διαδόχων θεὸν καλέσαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀσεβὲς τοῦτο κρίνας. ἐβίω δὲ ἔτη οθʹ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάσσανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος. ἐγεγόνει γὰρ ἐς οὐδὲν μετριώτερος τῇ γνώμῃ· διότι μηδέ ἐστι φύσεως μεταβολὴ κακίᾳ συνελθούσης· ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχύς αὐτῇ ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θρασύνεσθαι, οὕτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῷ νόμῳ ὑπήκοον. ]
alpha 3559[ Ἀποστολαί: ἀποπέμψεις, δῶρα. καὶ Ἀπόστολος, ὁ ἀποστελλόμενος μετὰ στρατιᾶς εἰς πόλεμον παρασκευῆς. τῶν δὲ πλοίων τὰ μὲν συντριβόμενα ταῖς ἀποστολαῖς. τουτέστι ταῖς ἀποπέμψεσι. καὶ Ἀποστελλόμενοι· οὐ μόνον οἱ πεμπόμενοι ἐκ προσταγμάτων τῶν ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἀποδημεῖν μέλλοντες, ἀποστελλόμενοι ἐλέχθησαν. καὶ Ἀποστολεῖς, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόστολοι δὲ αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης, τὸ μὲν ἐν τῷ ὑπὲρ Κτησιφῶντος, τὸ δὲ ἐν α’ Φιλιππικῶν [+]. ]
alpha 4074[ Ἀρχαῖος: ὁ παλαιός. Ἰσοκράτης μὲν ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι· Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς [+] εἰπών· οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς· ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. ]
alpha 4304[ Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. ]
alpha 4365[ Ἄτιμος: ἀνήκουστος. καί μ’ ὁ Φοῖβος ἄτιμον ἐξέπεμψε. περὶ ὧν γὰρ ἀπῆλθεν, οὐκ ἤκουσεν. ἰδίᾳ Δημοσθένης ἐν Φιλιππικοῖς [+] τὸν ἀτιμώρητον λέγει· τουτέστιν, ὃν ἄν τις ἀποκτιννὺς οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ’ ἔστι καθαρὸς αἰτίας· ὁ οἷον τὸν ἄτιμον ἑλών. ]
beta 47[ Βάκις: ἐπίθετον Πεισιστράτου. ἦν δὲ χρησμολόγος. Φιλητᾶς δὲ ὁ Ἐφέσιός φησι τρεῖς Βάκιδας· ὁ μὲν ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης. Θεόπομπος δὲ ἐν τῇ θʹ τῶν Φιλιππικῶν [+] ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος ἱστορεῖ παράδοξα, καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας μανείσας ἐκάθηρεν, Ἀπόλλωνος τούτοις τοῦτον καθαρτὴν δόντος. ]
beta 101[ Βάραθρον: ὄρυγμά ἐστιν, εἰς ὃ ὁ τῆς Ἱπποθοωντίδος δῆμος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. ἐν δὲ Φιλιππικοῖς [+]Δημοσθένης τὴν λέξιν οὐ κυρίως εἶπεν, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. ]
beta 147[ Βασιλεία ἐστὶν ἀνυπεύθυνος ἀρχή. οὐ μόνον δὲ ἐλευθέρους εἶναι τοὺς σπουδαίους, ἀλλὰ καὶ βασιλέας. ἡ γὰρ βασιλεία ἀρχὴ ἀνυπεύθυνος, ἥτις περὶ μόνους ἂν τοὺς σοφούς συσταίη. Βασιλεία. οὔτε φύσις οὕτε τὸ δίκαιον ἀποδιδοῦσι τοῖς ἀνθρώποις τὰς βασιλείας, ἀλλὰ τοῖς δυναμένοις ἡγεῖσθαι στρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶς· οἷος ἠν Φίλιππος καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύσιν οὐδὲν ὠφέλησεν ἡ συγγένεια διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν. τοὺς δὲ μηδὲν προσήκοντας βασιλεῖς γενέσθαι σχεδὸν ἁπάσης τῆς οἰκουμένης. ]
delta 172[ Δεκαδαρχίαι· τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν [+]. ]
delta 415[ Δημάδης, μετ’ Ἀντίπατρον βασιλεύσας Θήβας ἀνέστησε, Δημέου ναύτου, ναύτης καὶ αὐτός, ναυπηγὸς καὶ πορθμεύς. ἀποστὰς δὲ τούτων ἐπολιτεύσατο καὶ ἦν προδότης καὶ ἐκ τούτου εὔπορος παντὸς καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοις, ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοις. λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι οὔτε ἐμοῦ. ἐπέστελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸς αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάσι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφισμα τῷ Φιλίππῳ τοὺς Ἕλληνας ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτος γενόμενος ἀφείθη καὶ πρεσβευτὴς ὑπὲρ τῶν αἰχμαλώτων ἀπεστάλη, οὓς ἀνῆκε Φίλιππος. δὶς δὲ παρανόμων ἥλω. ἐπολιτεύσατο δὲ καὶ ἐπ’ Ἀλεξάνδρου. ]
delta 456[ Δημοσθένης, μαχαιροποιός, Παιανιεύς, οὗ Δημοσθένης ὁ ῥήτωρ, ὃς ὀρφανὸς καταλειφθεὶς ἐπιτρόπους ἔσχε γʹ, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆς οὐσίας, αὐτὸς αὑτὸν ἐνεχείρισε διδασκάλῳ Ἰσαίῳ. φιλόπονος δὲ οὕτως ἦν, ὥστε φασὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆσαι τῆς κεφαλῆς μέρος, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶς δὲ εἷλε τῆς ἐπιτροπῆς τοὺς ἐπιτρόπους. σοφιστεύειν βουληθεὶς ἀπέστη διαβληθεὶς ἐπὶ Μόσχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενος διεβλήθη πάλιν, ὡς ἐναντίους λόγους ἐκδοὺς Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποστὰς ἤρξατο πολιτεύεσθαι. τραυλὸς δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶς ἐκίνει, καὶ τὴν ἀκοὴν ἀσθενὴς καὶ τὸ πνεῦμα οὐ διαρκής· ἅπερ ἀσκήσει διωρθώσατο. τήν τε ὑπόκρισιν οὐκ ὢν ἄκρος ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήσκησεν. ἐχορήγησε δὲ καὶ ἐτριηράρχησε καὶ αἰχμαλώτους ἐλύσατο καὶ θυγατέρας συνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶς ὑπὸ Μειδίου τρισχιλίαις, ὥς φασιν, ἐπείσθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενος τραύματος, ὥς φασιν, διελύσατο. αἰτησάμενος δὲ Χαβρίου τοῦ στρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήσαντος, Κτησίππου θυγατέρα ἔγημεν. ἐπολιτεύσατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοις ἐπιόντος, πείθει συμμαχῆσαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ δισχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ σχὼν θυγατέρα τελευτήσασαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθους ὄντος, ἀγγελθέντος ἀνῃρῆσθαι Φίλιππον ὑπὸ Παυσανίου, μετημφιάσατο καὶ τοῖς θεοῖς ἔθυσεν. ἐπολιτεύσατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὗ Ἅρπαλος πολλὰ νοσφισάμενος χρήματα ὡς Ἀθηναίους κατέφυγεν· ὧν καὶ Δημοσθένης εἰληφέναι μέρος ἔδοξε. καὶ ἔφυγεν εἰς Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος, ὁ Δημοσθένης κατῆλθε κληθείς. Ἀντίπατρος δὲ ἄρξας τῶν Ἑλλήνων, πέμψας ἐξαιτεῖ τοὺς δέκα ῥήτορας. ἐκδόντων Ἀθηναίων, ὁ Δημοσθένης εἰς Σικελίαν ἔφυγεν. Ἀρχίας δὲ ὁ ὑποκριτὴς ἀποσταλεὶς ἐπ’ αὐτὸν ὑπ’ Ἀντιπάτρου βίᾳ ἀποσπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποσειδῶνος, ὃ ἦν ἄσυλον. ὁ δὲ ὑπὸ τῇ σφραγῖδι φάρμακον ἔχων, μυζήσας ἀπέθανεν. ]
delta 1423[ Δούλων πόλις· παροιμία· ἐν Λιβύῃ· Ἔφορος εʹ. καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν. ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν [+] φησι. ]
delta 1676[ Δυσωποῦμαι· Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἀντὶ τοῦ φοβοῦμαι. ]
alphaiota 354[ Αἰσχρίων, Μιτυληναῖος, ἐποποιός, ὃς συνεξεδήμει Ἀλεξάνδρῳ τῷ Φιλίππου. ἦν δὲ Ἀριστοτέλους γνώριμος καὶ ἐρώμενος, ὡς ΝίκανδροςἈλεξανδρεὺς ἐν τῷ περὶ τῶν Ἀριστοτέλους [+] μαθητῶν. ]
epsilon 74[ Ἔγκαρπον· ἔγκυον. ὁ δὲ Φίλιππος Ἀρσενόῃ ὁμιλήσας, εἶτα ἐξ ἑαυτοῦ κατέλιπεν ἔγκαρπον, καὶ ὅγε τὴν Ὀλυμπιάδα ἄγεται. ]
epsilon 327[ Ἔθνος· τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν [+]. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων. ]
epsilon 2377[ Ἐπικηρυκεία· φιλία ἡ ἐκ τῶν πολεμίων. Ἐπικηρυκεία, τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. Δημοσθένης εʹ Φιλιππικῶν [+]. ]
epsilon 3418[ Εὔδικος· εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. ]
epsilon 3930[ Ἔφιππος, Κυμαῖος, υἱὸς Δημοφίλου, οἱ δὲ Ἀντιόχου, Ἰσοκράτους ἀκουστὴς τοῦ ῥήτορος, ἱστορικός· ἔσχε δὲ υἱὸν Δημόφιλον τὸν ἱστορικόν. ἦν δὲ ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὡς καὶ πρὸ τῆς Φιλίππου βασιλείας εἶναι τοῦ Μακεδόνος. ἔγραψεν ἀπὸ τῆς Ἰλίου πορθήσεως καὶ τῶν Τρωϊκῶν μέχρι τῶν αὑτοῦ χρόνων βιβλία λʹ, Περὶ ἀγαθῶν καὶ κακῶν βιβλία κδʹ, Παραδόξων τῶν ἑκασταχοῦ βιβλία ιεʹ, Εὑρεμάτων, ὧν ἕκαστος εὗρε, βιβλία βʹ. καὶ λοιπά. ]
epsilon 3949[ Ἐφορμεῖν· ἐν τῷ ἐφεδρεύειν. οὕτω Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἐνεδρεύειν δὲ ἐν πλοίοις. ]
epsilon 4012[ Ἐχῖνος· ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν [+]. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον. ]
zeta 130[ Ζωΐλος, Ἀμφιπολίτης( πόλις δ’ ἐστὶ Μακεδονίας Ἀμφίπολις, ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί) , ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε μέντοι τινὰ καὶ γραμματικά· Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θʹ, Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου [+] τελευτῆς βιβλία γʹ, Περὶ Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν οἷς καὶ ψόγος Ὁμήρου. ]
eta 57[ Ἡγήσιππος· οὗτός ἐστιν ὁ Ἀρώβυλος ἐπικαλούμενος, οὗ δοκεῖ τις εἶναι ὁ ζʹ Φίλιππος [+] Δημοσθένης ἐπιγραφόμενος. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλέταιροι, ὡς Ἀθήναιος. ]
eta 225[ Ἡλικία τῆς πόλεως· ἀντὶ τοῦ ἐν ἡλικίᾳ, οἱ νέοι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ]
theta 172[ Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ [+] ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα. ]
theta 260[ Θεσσαλῶν νόμισμα· παροιμιῶδες τοῦτο τασσόμενον ἐπὶ ἀπάτης. τῆς δὲ Μακεδονίας βασιλεύοντος Φιλίππου ἔτη κʹ καὶ τὴν Θεσσαλίαν ὑποτάξαντος, ἐν ᾗ πόλιν κτίσας ἐκάλεσε Θεσσαλονίκην. οἱ δὲ ἐπ' ὀνόματι Θεσσαλονίκης θυγατρὸς ἐκτίσθαι τὴν πόλιν. ]
kappa 78[ Καθήκοντα· Δημοσθένης ἐν ιαʹ Φιλιππικῶν [+] φησιν· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν. ἀντὶ τοῦ τὰ ἥκοντα. ]
kappa 356[ Κάρανος, εἷς τῶν Ἡρακλειδῶν, στρατολογήσας ἐκ τῆς Ἑλλάδος, ἦλθεν εἰς Μακεδονίαν ἄδοξον οὖσαν τότε καὶ ἐβασίλευσε καὶ διαδοχῇ κέχρηται μέχρι Φιλίππου. Ἀμύντας δὲ ὁ Φιλίππου πατὴρ Εὐρυδίκην Ἰλλυρίδα γήμας ἔσχε παῖδας Ἀλέξανδρον, Περδίκκαν, Φίλιππον· οὓς ἔνιοι καὶ ὑποβεβλῆσθαι τὴν Εὐρυδίκην φασί. πολεμήσας δὲ Θηβαίοις ὅμηρον ἔδωκε νέον ὄντα τὸν Φίλιππον· οὗ γενέσθαι Θηβαῖόν τινα Παμμένην ὄνομα ἐραστήν, ὥς φασιν. Ἀμύντου δὲ τελευτήσαντος, Παυσανίας φυγαδευθεὶς ὑπ’ αὐτοῦ πρότερον, κατελθὼν ἐβιάσατο τοὺς παῖδας καὶ κατέσχε τὴν ἀρχήν. Εὐρυδίκη δὲ Ἀθηναίων στρατηγῷ διατρίβοντι περὶ τὴν Μακεδονίαν χρησαμένη συμμάχῳ, τὸν Παυσανίαν ἐκβάλλει. ἕως μὲν οὖν ἦρχον οἱ πρεσβύτεροι, οὐδὲν ἐνεωτερίζετο· Φίλιππος δὲ ἄρξας δύο καὶ εἴκοσιν ἔτη γεγονὼς πολλοὺς κατεστρέφετο βαρβάρους τε καὶ Ἕλληνας, ἔλαβε δὲ καὶ Ἀθηναίων Ἀμφίπολιν καὶ Θετταλίαν ὑφ’ ἑαυτῷ ἐποιήσατο καὶ τὰς Χαλκιδικὰς πόλεις δύο καὶ τριάκοντα, ὧν ἐπρώτευον Ὀλύνθιοι. ὃς Ποτίδαιαν ἀφελόμενος Ἀθηναίων, ἐδωρήσατο ἀπατῶν αὐτούς. ὅμως δὲ βοηθοὺς ἔπεμψαν Ἀθηναῖοι ναῦς μʹ καὶ Χάρητα στρατηγόν· οὗ χειμῶνι ἀποληφθέντος, προδόντων δὲ τὴν Ὄλυνθον Εὐθυκράτους καὶ Λασθένους, τὴν μὲν ἀνάστατον ἐποίησε, τὰς δὲ ἄλλας πόλεις εἷλεν· Ἀθηναῖοι δὲ τοὺς περισωθέντας πολίτας ἐποιήσαντο. Μεθωναίοις δὲ τοῖς ἐπὶ Θρᾴκης πολεμῶν τὸν ὀφθαλμὸν ἐπηρώθη, Ἀστέρος τινὸς ὄνομα βαλόντος αὐτὸν βέλει, ἐπιγράψαντός τε τῷ βέλει· Ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος. πρὸς ὃν ἀντιγράψας ἔπεμψε βέλος ὁ Φίλιππος· Ἀστέρα Φίλιππος, ἢν λάβῃ, κρεμήσεται. καὶ ὑποσχόμενος εἰρήνην ἐξῄτησε καὶ λαβὼν ἐκρέμασεν. εἷλε δὲ καὶ Κερσοβλέπτην, Θρᾳκῶν βασιλέα καὶ φίλον Ἀθηναίων, καὶ Ἁλόνησον ἔλαβε, καὶ ἄλλας πόλεις· μεθ’ ἃ ὁ πόλεμος ὁ Φωκικὸς συνέστη. ]
kappa 394[ Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα. ]
lambda 249[ Λεοννάτος, στρατηγὸς Μακεδονίας, κατὰ γένος προσήκων Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆς τροφῆς ἐπιτήδειον καὶ τοῦ γένους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώματος τιμῆς μετεῖχεν. ὅθεν αὐτῷ καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης Περσικὴ κατά τε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τελευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζων αὑτὸν πρὸς τὰ βασιλικὰ τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆς κόμης καὶ τῇ ἄλλῃ κατασκευῇ, ἣ οὐ πρόσω τοῦ Περσικοῦ τρόπου ἤσκητο αὐτῷ. ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, ἐκπρέποντες τοῖς καλλωπίσμασιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ σκηναὶ μεγαλοπρεπεῖς, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα. ]
lambda 257[ Λεόντιος μοναχός· οὗτος ἐπὶ Ζήνωνος ἦν· προφητικῇ χάριτι τὰς ἐπικρύψεις τῶν γραφῶν ἐμφανεῖς ποιῶν πολλοὺς εἶχε τῶν σπουδαίων παρ’ αὐτὸν φοιτῶντας. ἀλυόντων δέ τινων ἐπὶ τοῖς κατὰ τῆς ἐκκλησίας παρὰ τοῦ βασιλέως τερατευομένοις, οὐ δεῖ ξενίζεσθαι, ἔλεγεν, ἐπὶ τοῖς δρωμένοις παρ’ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βασιλεύσας Ἀβιμέλεχ καὶ τοὺς υἱεῖς ὄντας ἐν τῷ οἴκῳ κυρίου διεχρήσατο μαχαίρᾳ. διαπορούντων δὲ τῶν ἄλλων καὶ οἰομένων μεταβεβλῆσθαι τὴν φύσιν αὐτοῦ ἐξ ἡμέρου εἰς ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆς βασιλείας πρᾶξαί τέ τινα καὶ ὑποσχέσθαι ἕτερα τῶν εἰς χρηστὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύσιν, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸν φόβον τοῦ Ἴλλου ἡσυχασθεῖσαν. ἀναγινωσκομένης δὲ βίβλου Κλήμεντος τοῦ Στρωματέως καὶ φθάσαντος χωρίον ἐν ᾧ τοὺς ἄνδρας ἀποσκώπτει τοὺς ἑταιρικῶς τὰς ὄψεις ὑπογράφοντας καὶ βάπτοντας τὰς τρίχας, εἰπόντος τοῦ Λεοντίου, ἆρά γέ ἐστι τις τοῦ βασιλέως ἄτερ, ὁ τὰς τρίχας βάπτων καὶ φυκούμενος τὰς ὄψεις; ὑποτυχών, ἄλλος, ἔφη, μοναχός· ἡμεῖς περὶ ἀνθρώπου διηπορήσαμεν, εἴ γε ὅλως ἀνέχεται κοσμήσει τὴν φύσιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖν τὸν βασιλέα. ἀλλ’ εὐτρόχως μὲν λίαν οἱ μοναχοὶ ἀπέσκωψαν τοὺς τὴν τῶν ἀνθρώπων φύσιν εἰς τὴν τῶν θηλειῶν πειρωμένους μετεγγράφειν. ὅτι γὰρ τοὺς τοιούτους καὶ τῶν παλαιῶν πλεῖστοι ἀπεστράφησαν ὡς οὐ βεβαίους, πολλοὺς μέν ἐστιν εὑρεῖν ἐν ἱστορίαις· ἐκδηλότερον δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν τινα τῶν φίλων τάξας εἰς τοὺς δικαστὰς τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέστησεν εἰπών, τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἐν πράγμασιν ἀξιόπιστον ὑπάρχειν. ]
lambda 265[ Λέων, Λέοντος, Βυζάντιος, φιλόσοφος Περιπατητικὸς καὶ σοφιστής, μαθητὴς Πλάτωνος ἢ ὥς τινες Ἀριστοτέλους. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοις ζʹ, Τευθραντικόν, Περὶ Βησαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ στάσεων, Τὰ κατ’ Ἀλέξανδρον [+]. οὗτος ἦν σφόδρα παχύς. καὶ πρεσβεύσας πρὸς Ἀθηναίους γέλωτά τε ἐκίνησε καὶ τῆς πρεσβείας ἐκράτησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα. ταραχθεὶς δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτος, τί, ἔφη, ὦ Ἀθηναῖοι γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος, σαφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. οὗτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι’ ἐπιστολῆς, ἐχούσης οὕτως· εἰ τοσαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόσα με ᾐτεῖτο, ἐκ πρώτης ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισυστάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μή πως λιθόλευστος παρ’ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δείλαιος. ]
lambda 655[ Λόγον ἔχειν· ἀντὶ τοῦ φροντίζειν. Θεόπομπος Φιλιππικῶν [+] αʹ. ]
mu 112[ Μαλκίομεν· Δημοσθένης θʹ Φιλιππικῶν [+] φησι. ]
mu 227[ Μαρσύας [+], Περιάνδρου, Πελλαῖος [+], ἱστορικός. οὗτος δὲ ἦν πρότερον γραμματοδιδάσκαλος, καὶ ἀδελφὸς Ἀντιγόνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, σύντροφος δὲ Ἀλεξάνδρου τοῦ βασιλέως. ἔγραψε Μακεδονικὰ [+] ἐν βιβλίοις δέκα· ἤρξατο δὲ ἀπὸ τοῦ πρώτου βασιλεύσαντος Μακεδόνων, καὶ μέχρι τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου ἐπὶ τὴν Συρίαν ἐφόδου, μετὰ τὴν Ἀλεξανδρείας κτίσιν· Ἀττικὰ [+] ἐν βιβλίοις ιβʹ· καὶ αὐτοῦ Ἀλεξάνδρου [+] [+] ἀγωγήν [+]. ]
mu 258[ Μάστειρα· ἐν ηʹ Φιλιππικῶν [+] Δημοσθένης· τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τίς γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε δὲ γραπτέον ἀντὶ τοῦ Μάστειραν Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον. ταύτας δὲ τὰς πολιτείας εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζʹ τῶν περὶ Φίλιππον [+], τὴν δὲ Μάστειραν οὐδαμοῦ. ]
mu 434[ Μεθώνη· ἡ πόλις. μία τῶν Ἀλκυονίδων. Δημοσθένης ἐν Φιλιππικοῖς [+] λέγοι ἂν τὴν ἐν Θρᾴκῃ· ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. τέσσαρας δὲ εἶναί φησι Μεθώνας ΔημήτριοςΜάγνης. ]
mu 507[ Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. ]
mu 603[ Μενέλαος· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἀδελφὸς Φιλίππου ὁμοπάτριος. ]
mu 819[ Μετοίκιον· μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν, ὡς ξένος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμασται μετοίκιον. Ἰσαῖος δὲ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβʹ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον. Μένανδρος δέ φησι πρὸς ταῖς ιβʹ δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ τιθέντες μέτοικοι ἀπήγοντο πρὸς τοὺς πολίτας, καὶ εἰ ἑάλωντο, ἐπιπράσκοντο. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς [+] δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. ]
mu 1259[ Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκκαίδεκα. ]
nu 231[ Νέων, Νέωνος· ὄνομα κύριον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησιν. ]
nu 325[ Νήπιος· ἄφρων, ἀνόητος. ΦίλιπποςΜακεδὼν πολλοὺς ἀνελὼν ὕστερον ἐφθέγξατο τοῦτον τὸν στίχον· νήπιος, ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. Νήπιοι, οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός. ἔσθ’ ὅτε γὰρ πλειόνων ἐπιθυμῶν τις ἀποβάλλει καὶ ἃ ἔχει. ]
nu 455[ Νομάρχαι· οἱ κατὰ τέλη τῆς χώρας ἄρχοντες παρ’ Αἰγυπτίοις· οἳ ἦσαν ἐπὶ Πτολεμαίου τοῦ μετὰ Ἀλέξανδρον τὸν Φιλίππου. ]
xi 33[ Ξενικὸν ἐν Κορίνθῳ· Δημοσθένης Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. συνεστήσατο δ’ αὐτὸ πρῶτος Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. ]
xi 92[ Ξυλλαβεῖν· διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὡς νῦν, ξυλλαβεῖν τὸν ἄνδρα. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐχὶ συλληψόμεθα αὐτόν; ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς Παραινέσεσιν· ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν. ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον. καὶ Δημοσθένης αʹ Φιλιππικῶν [+]. ]
omicron 104[ Ὁ κάτωθεν νόμος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους ἢ τὴν Ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ, φησί, βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φησί, τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικῷ [+]. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων, Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν φησιν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικόν ἐστιν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις τοῦ εἰς τὸν πρὸς βασιλέα πολέμου. ]
omicron 116[ Ὀκνῶ· φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππικῶν [+] αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. ]
omicron 165[ Ὀλιγωρήσεται· ἀντὶ τοῦ ἀμελήσεται. Δημοσθένης Φιλιππικοῖς [+]· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν. ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην. ὡς ἐν τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. ὤρα δὲ ἡ φροντίς. ]
omicron 400[ Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς [+] παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. ]
omicron 736[ Ὅτι ξένους τινὰς ἑαυτῷ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργίῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ Παραπρεσβείας φησίν. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+] λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον [+] ἐπιστολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. ]
omega 122[ Ὠνοῦμαι· αἰτιατικῇ. ὠνεῖται δὲ γενικῇ. τοῦτο δ’ ἐστίν, ᾧ τῶν εὑρισκομένων ἁπάντων χρημάτων Φίλιππος ὠνεῖται. ]
pi 2[ Παγάς· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ἐπίνειόν ἐστι Φεραίων. ]
pi 389[ Πάραλος· Δημοσθένης Φιλιππικοῖς [+]. μία τῶν παρ’ Ἀθηναίοις πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔ νομα λαβοῦσα. πάραλοι δ’ ἐκαλοῦντο οἱ ἐπιβεβηκότες αὐτῆς, οἳ καὶ διὰ ταύτην τὴν ὑπηρεσίαν τέσσαράς τε ὀβολοὺς ἐλάμβανον, καὶ τὸ πλεῖστον τοῦ ἐνιαυτοῦ οἴκοι τε ἔμενον, καὶ ἄλλα τινὰ ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ]
pi 403[ Παράπαν· καθόλου, παντελῶς. καὶ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν, οἷον τὸν Ἀμύντου Φίλιππον. ]
pi 912[ Πεζαίτεροι· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν [+] περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζαιτέρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας προθυμότατα διατελῶσιν ὄντες. ]
pi 1214[ Περίοδος· Δημοσθένης Φιλιππικοῖς [+]. περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροὶ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιγινόμενα, οἷον τριταίους, τεταρταίους καὶ τὰ ὅμοια. καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲ νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι. ]
pi 1216[ Περὶ ὄνου σκιᾶς· παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· Δημοσθένης Φιλιππικοῖς [+]. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος, λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. ]
pi 1311[ Περιστοιχίζεται· Δημοσθένης ἐν Φιλιππικοῖς [+]· μέλλοντας ἡμᾶς, φησί, καὶ καθημένους περιστοιχίζεται. ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵνα ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία, εἰς τὰ δίκτυα ἐμπέσῃ. ἔνια μέντοι τῶν ἀντιγράφων περιστοιχίζεται ἔχει, ἄλλα δὲ περισχοινίζεται. ]
pi 1610[ Πινάκια· τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρονόμων. ἔοικε δὲ ταῦτα εἶναι χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ Περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς [+], ὅταν λέγῃ ὁ ῥήτωρ, μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον· τυχὸν πινάκιον λέγει, εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα κατὰ τῶν εἰσαγγελλομένων. ]
pi 1915[ Πολιτεία· ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας. καὶ Ἰσοκράτης ἐν Πανηγυρικῷ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+]. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ βίος. ]
pi 2006[ Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς [+], λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. ]
pi 2039[ Πονηρόπολις· ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν [+]. ]
pi 2327[ Προβαλλομένους· ἀντὶ τοῦ ὑποτιθεμένους. οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους. ὁ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τῷ κατ’ Αἰσχίνου [+], τὴν προαίρεσιν, φησί, τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἰπεῖν. ἀντὶ τοῦ ἐλαφρῶς ἔχουσαν. ἐν δὲ τῷ κατὰ Μειδίου· καὶ προυβαλόμην, φησίν, ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν. ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. ἐν δὲ τοῖς Φιλιππικοῖς [+] φησι· προβάλλεσθαι δ’ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλοι. ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. ]
pi 2353[ Πρόβολοι· αἱ εἰς θάλασσαν προκείμεναι πέτραι, καὶ οἷον ἀκταί τινες. Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ]
pi 2579[ Προπύλαια ταῦτα· Δημοσθένης Φιλιππικοῖς [+]. δύναται μὲν δεικτικῶς λέγεσθαι, ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πνυκός. βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ’ Αἰσχίνου [+] αὐτὸς Δημοσθένης φησίν· ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. Ἡλιόδωρος δὲ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεώς φησιν· ἐν ἔτεσι μὲν γὰρ πέντε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη ͵βιβʹ, πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασι. ]
pi 2885[ Προτιμᾶν· τὸ φροντίζειν. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς. ]
pi 2992[ Πρυτανεύοντα· κυρίως μὲν ἀντὶ τοῦ πρυτανέα ὄντα. ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ]
pi 3238[ Πύρρων, Πλειστάρχου, Ἠλεῖος, φιλόσοφος· ὃς ἦν ἐπὶ Φιλίππου τοῦ Μακεδόνος, κατὰ τὴν ριαʹ Ὀλυμπιάδα καὶ ἐπέκεινα. καὶ πρότερον μὲν ἦν ζωγράφος, ὕστερον δὲ ὥρμησεν ἐπὶ φιλοσοφίαν καὶ διήκουσε Βρύσωνος, τοῦ Κλεινομάχου μαθητοῦ, εἶτα Ἀλεξάνδρου, τοῦ Μητροδώρου μαθητοῦ, τοῦ Χίου, οὗ διδάσκαλος ἦν ΜητρόδωροςἈβδηρίτης. ἐδόξασε δὲ μηδὲν φύσει αἰσχρὸν ἢ καλόν, ἀλλὰ ἔθει καὶ νόμῳ. ]
sigma 438[ Σῖμος· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι, τῶν δοκούντων συμπράξαι τῷ Μακεδόνι. ]
sigma 597[ Σκίαθος· νῆσός ἐστι πλησίον Εὐβοίας, ἧς μέμνηται Δημοσθένης ἐν Φιλιππικοῖς [+]. ]
sigma 863[ Σωσιφάνης, Σωσικλέους, Συρακούσιος, τραγικός. ἐδίδαξε δράματα ογʹ, ἐνίκησε δὲ ζʹ. ἔστι δὲ καὶ αὐτὸς ἐκ τῶν ζʹ τραγικῶν, οἵτινες ὠνομάσθησαν Πλειάς. ἐγένετο δὲ ἐπὶ τῶν τελευταίων χρόνων Φιλίππου, οἱ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος. τελευτᾷ δὲ ριαʹ ὀλυμπιάδι, οἱ δὲ ριδʹ· οἱ δὲ ἀκμάσαι αὐτὸν γράφουσι. ]
sigma 1174[ Στρατηγοί· οἱ καθ’ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν. Δημοσθένης ἐν Φιλιππικοῖς [+]. στρατηγὸν εἶχον τῷ μὲν ἀόκνῳ τε καὶ θρασεῖ ἐς τοὺς κινδύνους λαμπρόν, τ ἄλλα δὲ ἀφανῆ καὶ ἐκ ταπεινοῦ ηὐξημένον καὶ τοῖς δοκιμωτάτοις ὕποπτον καὶ τῷ παρ’ ἀξίαν εὐδοκιμεῖν ἐπίφθονον. ]
tau 322[ Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. ]
tau 566[ Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς [+], καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιππον πρεσβευτάς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξοντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελον, βουλόμενοι λανθάνειν τοὺς Πυδναίους, ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον. ]
tau 620[ Τιμόθεος, Θερσάνδρου ἢ Νεομούσου ἢ Φιλοπόλιδος, Μιλήσιος, λυρικός· ὃς τὴν ιʹ καὶ ιαʹ χορδὴν προσέθηκε καὶ τὴν ἀρχαίαν μουσικὴν ἐπὶ τὸ μαλακώτερον μετήγαγεν. ἦν δὲ ἐπὶ τῶν Εὐριπίδου χρόνων τοῦ τραγικοῦ, καθ’ οὓς καὶ ΦίλιπποςΜακεδὼν ἐβασίλευεν· καὶ ἐτελεύτησεν ἐτῶν ϟζʹ, γράψας δι’ ἐπῶν νόμους μουσικοὺς ιθʹ, προοίμια λϛʹ, Ἄρτεμιν, διασκευὰς ηʹ, ἐγκώμια, ΠέρσαςΝαύπλιον, Φινείδας, Λαέρτην, διθυράμβους ιηʹ, ὕμνους καʹ, καὶ ἄλλα τινά. ὅτι Ἀλέξανδρος φιλήκοος ἦν εἴπερ τις ἄλλος τῶν μουσικῶν· Τιμόθεος γὰρ ὁ αὐλητὴς ἔτι πρόσθεν, ὅν ποτε αὐλοῦντα λέγουσι τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐς τοσόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖς μέλεσιν, ὥστε μεταξὺ ἀκούσαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. οὗτός τε δὴ ὁ Τιμόθεος ἀνεληλύθει πρὸς αὐτὸν σπουδῇ μετάπεμπτος γενόμενος. ]
tau 839[ Τοὺς χωρὶς οἰκοῦντας· Δημοσθένης Φιλιππικοῖς [+]· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ ἑαυτοὺς ᾤκουν χωρὶς τῶν ἀπελευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν. ]
upsilon 139[ Ὑπάγουσιν· ἀντὶ τοῦ προάγουσι. Δημοσθένης Φιλιππικοῖς [+]. ]
upsilon 517[ Ὑποκοριζόμενοι· διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους. ]
phi 332[ Φιλήτας, Κῷος, υἱὸς Τηλέφου, ὢν ἐπί τε Φιλίππου καὶ Ἀλεξάνδρου, γραμματικὸς κριτικός· ὃς ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλούμενον Ψευδόμενον λόγον ἀπέθανεν. ἐγένετο δὲ καὶ διδάσκαλος τοῦ δευτέρου Πτολεμαίου. ἔγραψεν ἐπιγράμματα, καὶ ἐλεγείας καὶ ἄλλα. ]
phi 354[ Φίλιππος ὁ βασιλεὺς νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων· τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δ’ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὐτοῦ πραότητος καὶ καλοκαγαθίας. τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας τῶν Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ καὶ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, διὰ τὴν ἀγχίνοιαν μεγίστην πρᾶξιν ἀπειργάσατο· τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων. ]
phi 356[ Φιλίππου ἀλεκτρυών· ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. ]
phi 418[ Φιλόσοφος, ὃς τοὺς Πλάτωνος Νόμους διεῖλεν εἰς βιβλία ιβʹ, τὸ γὰρ ιγʹ αὐτὸς προσθεῖναι λέγεται. καὶ ἦν Σωκράτους καὶ αὐτοῦ Πλάτωνος ἀκουστής, σχολάσας τοῖς μετεώροις. ὢν δὲ κατὰ Φίλιππον τὸν Μακεδόνα συνεγράψατο τάδε· Περὶ τῆς ἀποστάσεως ἡλίου καὶ σελήνης, Περὶ θεῶν βʹ, Περὶ χρόνου ἕν, Περὶ μύθων αʹ, Περὶ ἐλευθερίας αʹ, Περὶ ὀργῆς αʹ, Περὶ ἀνταποδόσεως αʹ, Περὶ Λοκρῶν τῶν Ὀπουντίων, Περὶ ἡδονῆς αʹ, Περὶ ἔρωτος αʹ, Περὶ φίλων καὶ φιλίας αʹ, Περὶ τοῦ γράφειν, Περὶ Πλάτωνος [+], Περὶ ἐκλείψεως σελήνης, Περὶ μεγέθους ἡλίου καὶ σελήνης καὶ γῆς αʹ, Περὶ ἀστραπῶν, Περὶ πλανητῶν, Ἀριθμητικά, Περὶ πολυγόνων ἀριθμῶν, Ὀπτικῶν βʹ, Ἐνοπτικῶν βʹ, Κυκλιακά, Μεσότητας· καὶ ἄλλα. ]
phi 604[ Φορμίων· περὶ τούτου καὶ Θεόπομπος ἐν Φιλιππικοῖς [+]. ἦν δὲ Κροτωνιάτης καὶ ἐν τῇ ἐπὶ Σάγρᾳ μάχῃ ἐτρώθη. δυσιάτου δ’ ὄντος τοῦ τραύματος, χρησμὸν ἔλαβεν εἰς Λακεδαίμονα ἐλθεῖν, τοῦτον γὰρ αὐτοῦ ἰατρὸν ἔσεσθαι, ὃς ἂν αὐτὸν πρῶτον καλέσειεν ἐπὶ δεῖπνον. ὡς οὖν ἧκεν εἰς τὴν Σπάρτην, καταβάντα αὐτὸν ἀπὸ τοῦ ὀχήματος ἐκάλεσεν ἐπὶ δεῖπνον νεανίσκος· δειπνήσαντος δὲ ἤρετο, ἐφ’ ὅ τι ἥκει. ὡς δὲ ἤκουσε περὶ τοῦ χρησμοῦ, ἀποξύσας τοῦ δόρατος ἐπιτίθησιν. ὡς δὲ ἀνέλυσαν ἀπὸ τοῦ δείπνου, δοκῶν ἀναβαίνειν ἐπὶ τὸ ἅρμα, τῆς θύρας αὑτοῦ τοῦ οἴκου τοῦ ἐν Κρότωνι ἐπιλαμβάνεται. ἀλλὰ καὶ Θεοξένια αὐτοῦ ἄγοντος, ἐκάλεσαν αὐτὸν οἱ Διόσκουροι πρὸς Βάττον εἰς Κυρήνην· καὶ ἀνέστη τε ἔχων σιλφίου καυλόν. καὶ παροιμία· Φορμίωνος στιβάς· ἐπὶ τῶν εὐτελῶν· οὗτος γὰρ ὁ Φορμίων ἀγαθὸς ἐγένετο στρατηγός, καὶ ἐν τοῖς Ταξιάρχαις δὲ φαίνεται ὡς ἐπίπονος· φιλοπόλεμος γὰρ καὶ αὐστηρός. στιβάδες δέ, ἐπεὶ οἱ στρατιῶται χαμαικοιτῶσιν. ἀναγράφεται δὲ ὁ Φορμίων δυσὶ ναυμαχίαις νικήσας Λακεδαιμονίους. λιτὸς δὲ ἦν καὶ στρατιωτικός. οἱ δὲ τὰ πολεμικὰ ἐξησκημένοι ὑπὸ γυμνασίων καὶ πόνων εἰώθασι χαμαικοιτεῖν. καὶ Διονύσιος ἐν Ταξιάρχαις· ὡς οὐκ ἔτ’ ἂν φάγοιμι, στιβάδας ἐξόσου φύγον. ]
phi 742[ Φρουρήσεις ἐν Ναυπάκτῳ· τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ διδομένου, τῶν δ’ ἐπιτηδείων πολλοῦ πιπρασκομένων, τὴν παροιμίαν γενέσθαι. ἔνιοι δέ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ τοῦτο καὶ Θεόπομπος ἐν δευτέρῳ. ]
phi 769[ Φρύνων καὶ Φιλοκράτης· ἀμφότεροι προδόται. καὶ ὁ μὲν διὰ τὴν προδοσίαν ἔφυγε καὶ ἐπὶ πορνοβοσκίᾳ διεβάλλετο, ὁ δὲ Φρύνων ἐπὶ τῇ τοῦ παιδὸς προαγωγείᾳ, ὃν ἀπήγαγε Φιλίππῳ· Φωκίων δὲ ὁ Φώκου πολλοῖς χρήματα ἔδωκε καὶ θυγατέρας συνεξέδωκε καὶ πᾶσιν ἀνίει τὰ αὑτοῦ. χρηστὸς οὖν ἐκλήθη κοινῇ ψήφῳ ἐν ἐκκλησίᾳ· δικάζων δὲ ἀεὶ τὴν σῴζουσαν ἔφερεν. ὃ δὲ ἐπὶ Σατύρου φησὶν ὁ Δημοσθένης ἕνεκα τῶν Ἀπολλοφάνους θυγατέρων, τοῦτο εἰς Φωκίωνά τινες ἀναφέρουσι καί φασιν ὅτι λαβὼν αὐτὰς εἰς Ἀθήνας ἤγαγε καὶ ἐξέδωκεν. ]
phi 829[ Φύλαρχος· ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ. Δημοσθένης Φιλιππικοῖς [+]. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License