Homer) - urn:cts:greekLit:tlg0012Colophon (Wikidata) (Pleiades)
Smyrna (Wikidata) (Pleiades) (Pleiades)
poet (Wikidata)
author (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0012.suda001 -
Iliad
urn:cts:greekLit:tlg0012.suda002 -
Odyssey
urn:cts:greekLit:tlg0012.suda003 -
Capture of Oechalia
urn:cts:greekLit:tlg0012.suda004
urn:cts:greekLit:tlg0012.suda005 -
Little Iliad
urn:cts:greekLit:tlg0012.suda006 -
Nostoi
urn:cts:greekLit:tlg0012.suda007
urn:cts:greekLit:tlg0012.suda008
urn:cts:greekLit:tlg0012.suda009 -
Batrachomyomachia
urn:cts:greekLit:tlg0012.suda010
urn:cts:greekLit:tlg0012.suda011
urn:cts:greekLit:tlg0012.suda012
urn:cts:greekLit:tlg0012.suda013
urn:cts:greekLit:tlg0012.suda014
urn:cts:greekLit:tlg0012.suda015
urn:cts:greekLit:tlg0012.suda016
urn:cts:greekLit:tlg0012.suda017
urn:cts:greekLit:tlg0012.suda018
urn:cts:greekLit:tlg0012.suda019 -
Cypria
urn:cts:greekLit:tlg0012.suda020
urn:cts:greekLit:tlg0012.suda021
urn:cts:greekLit:tlg0012.suda022
urn:cts:greekLit:tlg0012.suda023
urn:cts:greekLit:tlg0012.suda024
urn:cts:greekLit:tlg0012.suda025 -
Margites
| alpha | 47 | [ | Ἄβιος· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει κεκτημένου. ὥσπερ καὶ Ὅμηρος τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. | ] |
| alpha | 58 | [ | Ἀβληχρήν: ἀσθενῆ. βληχρὸν γὰρ τὸ ἰσχυρόν. Αἰλιανός· κατέστρεψεν οὖν τὸν βίον πράως τε καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι. | ] |
| alpha | 133 | [ | Ἀγάλματα: τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ὅμηρος· βασιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡσίοδος τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ, Εὐριπίδης τὸν ἐπὶ νεκροῖς κόσμον. καὶ ἐφ’ ὧ τις ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέτας, χάρμα, καλλονὴ, κόσμος, καύχημα, θαλλοὶ, ἀνδριάντες, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. Ἀγαλμάτιον δὲ ὑποκοριστικῶς. | ] |
| alpha | 144 | [ | Ἀγάννιφον: Ὅμηρος, τὸ ὄρος τὸ λίαν χιονιζόμενον. | ] |
| alpha | 166 | [ | Ἀγάσαιτο: θαυμάσειεν. καὶ Ἄγασθαι παῤ Ὁμήρῳ ἐπὶ τοῦ θαυμάζειν καὶ φθονεῖν. | ] |
| alpha | 212 | [ | Ἄγη. ἄκλιτόν ἐστι. θαῦμα, χαρὰ, ἀπιστία, ζῆλος, παῤ Ἡροδότῳ βασκανία, παῤ Ὁμήρῳ ἔκπληξις, πληγὴ, θραῦσις, κλάσις, ἀπώλεια· ἔνιοι, ἱερεῖα. Ἄγη μὲν οὖν παροξυτόνως ἡ ἔκπληξις· Ἀγὴ δὲ ἡ κλάσις τοῦ κύματος. | ] |
| alpha | 327 | [ | Ἀγών: ἡ πρὸς τοὺς ἀγῶνας ἄσκησις. Ἀγῶνα· καὶ Ὅμηρος τὸν τόπον αὐτὸν ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδης πέμπτῃ· προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον. | ] |
| alpha | 373 | [ | Ἀγρώσσω: τὸ ἀγρεύω. καὶ Ἀγρῶσται, οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος· ἰχθῦς ἀγρώσσων. | ] |
| alpha | 390 | [ | Ἄγχαυρος: ὁ παχνώδης ὄρθρος, παρὰ τὸ πλησίον ἔχειν τὴν αὔραν. Ὅμηρος· αὔρη δὲ ψυχρὴ πνέει ἠῶθι πρό. | ] |
| alpha | 425 | [ | Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. | ] |
| alpha | 527 | [ | Ἀδριανός· βασιλεὺς Ῥωμαίων. ἦν δὲ τὸ γένος βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύσιν δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστως ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τ ἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν· ὁ δὲ δὴ φθόνος αὐτῷ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε, συχνούς δὲ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστὰς σφῶν ἐξαίρειν, τοὺς μὲν μηδενὸς, τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας. οὗτος ἐν ἐπιστολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι τῶν δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· ἀλλ’ ὅμως διεβλήθη εἰς πολλά. οὗτος ἦν ἡδὺς μὲν ἐντυχεῖν καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριστα χρώμενος· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. οὗτος φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τετελευτηκόσι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ’ αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὰ χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλὰ καὶ δήμοις καὶ ἰδιώταις χαρίσασθαι. ἦν δὲ περιεργότατος καὶ μαντείαις καὶ μαγγανείαις παντοδαπαῖς ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοός τις· ἔκτισε δὲ πόλιν καὶ συνῴκισεν ἀπ’ αὐτοῦ τε ὠνόμασε. καί τινα ὁρῶντα Ἀντίνοον λέγειν. οὗτος ἐς Παννονίαν ἀφίκετο καὶ τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντες βάρβαροι ἐξεπλάγησαν. | ] |
| alpha | 543 | [ | Ἀεκήλια: οὐχ ἥσυχα, οὐδ’ εἰρηναία, ἀλλὰ ταραχώδη. πρὸς τὴν συναλοιφὴν ἐκληπτέον κατὰ ἀπόφασιν τοῦ ἑκήλου· ἐφ’ οἷς οὐχ οἷόν τε ἡσυχάζειν, ἀλλὰ τοὐναντίον ταράσσεσθαι· ἢ ἀεκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι. ἢ ἀεικέλια, οἷον ἀπεοικότα. Ὅμηρος· ἀεκήλια ἔργα. | ] |
| alpha | 584 | [ | Ἀζειάδης: παῤ Ὁμήρῳ. ὄνομα κύριον. καὶ πατρωνυμικῶς Ἀζείδαο. | ] |
| alpha | 606 | [ | Ἀεί· εἰώθασι τὸ ἀεὶ καὶ ἐπ’ ὀλίγου χρόνου τάττειν, ὡς καὶ Ὅμηρος· ἔχων κότον ἐμμενὲς αἰεί. καὶ Σοφοκλῆς· ὡς λελοιπότα κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο. τουτέστι τὸ μακρὸν γῆρας, τὴν ζωήν. | ] |
| alpha | 635 | [ | Ἄειρε: πρόσφερε. Ὅμηρος· μή μοι οἶνον ἄειρε μελίφρονα. | ] |
| alpha | 651 | [ | Ἀηδών. καὶ ἀηδοῦς· ὡς Σαπφὼ κατὰ Μιτυληναίους. Σοφοκλῆς· οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ᾄσει δύσμορος· ἀλλ’ ὀξυτόνους ὠδὰς θρηνήσει, χερόπληκτοι δὲ στέρνοις πεσοῦνται δοῦποι. καὶ αὖθις· Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθις· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρε φρένας ἃ Ἴτυν αἰὲν ὀλοφύρεται ὄρνις ἀτυζομένα Διὸς ἄγγελος. Ἀττικῶς ἄραρέ με. αὕτη ἴση μοι ταῖς φρεσίν, ἀντὶ τοῦ σύμφωνα πράσσομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοσταί μου ταῖς φρεσί, τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀξίως τὸν Ἴτυν στενάζουσαν. Διὸς δὲ ἄγγελος ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ σημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηρος· χλωρηῒς ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος. ἢ ἄγγελος οἷον τέρας τὸ παῤ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως. καὶ Σαπφώ· ἦρος ἄγγελος ἡμερόφωνος ἀηδών. Ἀηδὼν δὲ ἀηδόνος, συστέλλει. | ] |
| alpha | 729 | [ | Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | ] |
| alpha | 762 | [ | Ἄθροι καταρρέον τες: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τήν πρώτην συλλαβὴν Ἀττικῶς. καταρρέοντες δὲ ἀντὶ τοῦ ἀθρόως κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. Ὅμηρος· τὰ δ’ ἐπέρρεεν ἔθνεα πεζῶν. | ] |
| alpha | 794 | [ | Ἀκάματον πῦρ· Ὅμηρος· δαῖε οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ. | ] |
| alpha | 831 | [ | Ἀκέων: ἡσυχάζων. παῤ Ὁμήρῳ κατὰ μεσότητα ἐξήνεκται ἀντὶ τοῦ ἐφ’ ἡσυχίας. καὶ ἐν ἄλλοις· ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι. | ] |
| alpha | 868 | [ | Ἀκηράσιον: ἀκέραιον. ἀθάνατον, ἄφθαρτον. καὶ Ὅμηρος· ἡδὺν ἀκηράσιον θεῖον ποτόν. | ] |
| alpha | 877 | [ | Ἀκιδνίν: τὸ ἀσθενές. καὶ Ἀκιδνότερος ὁμοίως. Ὅμηρος· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | ] |
| alpha | 917 | [ | Ἄκολος: ὁ μικρὸς ψωμός. καὶ Ἀκόλους, κλάσματα καὶ θραύσματα ἄρτων. παρὰ τὸ μὴ κολλᾶσθαι. αἰτίζων ἀκόλους, οὐκ ἄορας, οὐδὲ λέβητας. Ὅμηρος. καὶ αὖθις· τὸν κύνα δ’ ὡς ζῶντα πάλιν ποτὶ ταὔλιον ἄξω, ξηρὰς εἰς ἀκόλους ξυνὸν ἔχειν ἕταρον. | ] |
| alpha | 936 | [ | Ἀκουάζεσθε: παῤ Ὁμήρῳ ἀντὶ τοῦ αἰσθάνεσθε, ἐπεὶ ἡ ἀκοὴ ὁδός ἐστι τῆς αἰσθήσεως. ὡς τὸ, οἱ δὲ πληγῆς ἀΐοντες. | ] |
| alpha | 1071 | [ | Ἀλαός: ὁ τυφλός. κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν. καὶ Ἀλαοσκοπιήν. Ὅμηρος· οὐδ’ ἀλαοσκοπιὴν εἶχε. παροιμιακῶς· ἀντὶ τοῦ οὐ τυφλῶς ἐσκοπίαζεν. | ] |
| alpha | 1108 | [ | Ἀλέγοις: ἀρήγοις, βοηθοίης. ἀλέγοις δ’ ἀνέρι καὶ πενίη. Ἀλέγω· σημαίνει καὶ τὸ οὐ φροντίζω. καὶ Ὅμηρος· οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλῃ. | ] |
| alpha | 1243 | [ | Ἁλιρρόθιον: κῦμα θαλάσσης. ἀγήρατον στόμα κόσμου παντός, ἁλιρροθία ξεῖνε κέκευθε κόνις. περὶ Ὁμήρου ὁ λόγος. Ἁλιρρόθιος δὲ υἱὸς Ποσειδῶνος. καὶ ζήτει ἐν τῷ Ἄρειος πάγος. | ] |
| alpha | 1290 | [ | Ἀλκμανικὸν εἶδος· ὅπερ πεπλεόνακε παρὰ Ἀλκμᾶνι, τὸ κατ’ ἀμφότερα ῥῆμα μεταξὺ τῶν ὀνομάτων τεταχέναι. καὶ παῤ Ὁμήρῳ· ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. | ] |
| alpha | 1334 | [ | Ἄλλος: ἀντὶ τοῦ ἕτερος. Ὅμηρος· ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ. τάσσεται δὲ καὶ ἀντὶ τοῦ τίς. ὁππότε κεν καὶ ἄλλος. καὶ Ἄλλως τε ἀντὶ τοῦ μάλιστα. καὶ αὖθις· οἴσετε δ’ ἄρν’, ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν Γῇ τε καὶ Ἠελίῳ· Διῒ δ’ ἡμεῖς οἴσομεν ἄλλον. Ἑλληνικῶς ἐπὶ μὲν τοῖν δυοῖν τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου, ἄλλον εἴρηκεν. | ] |
| alpha | 1342 | [ | Ἄλλο τόσον· Ὅμηρος· τοῦ δὲ καὶ ἄλλο τόσον. οὕτως εἴωθε λέγειν ἄλλο τόσον, ἐπειδὰν ἀπολίπῃ τι τοῦ ὅλου μικρόν ἀτελές. | ] |
| alpha | 1417 | [ | Ἀλοιῶν: τύπτων, κρούων. ὁ δὲ ῥοπάλῳ ἀλοιῶν εἴθ’ ἑτέρῳ τρόπῳ τοῦτον ἔκτεινεν. ἔνθεν καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. καὶ Ἀλοῖα, ἡ τύπτουσα. καὶ Ὅμηρος· ἄχρις ἀπηλοίησεν. Ἀλύω δὲ τὸ χαίρω, καὶ Ἀλύω τὸ λυποῦμαι, βαρυτνως. | ] |
| alpha | 1428 | [ | Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. | ] |
| alpha | 1446 | [ | Ἀλφάνει: εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις· ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέ μ’ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τις, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητής· ἑκατόμβοιον ὅς τ’ ἀλφάνει. | ] |
| alpha | 1448 | [ | Ἀλφειός: ποταμός. Ὅμηρος· ὅς τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίης. ὃς ἐκ τῆς πηγῆς εὐθέως κρύπτεται καὶ πολὺν ἐνεχθεὶς τόπον ὑπὸ γῆς ἐκβάλλει περὶ Λυκόαν τῆς Ἀρκαδίας. ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχῶν τῆς πηγῆς καὶ κρυφθεὶς ἐπὶ δέκα σταδίους πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ δέκα σταδίους, γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα, παντελῶς ἄβατος ὢν καὶ βαρύς. ζήτει περὶ τούτου καὶ ἐν τῷ Ἀρέθουσα. | ] |
| alpha | 1538 | [ | Ἀμβρόσιαι: ἃς οὐδεὶς βροτῶν δύναται ἔχειν. Ὅμηρος· ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ’ ἀθανάτοιο. | ] |
| alpha | 1551 | [ | Ἀμενηνός: ἀσθενής. Ὅμηρος· ἀμενηνῶν ὀνείρων. καὶ ὁ καπνὸς ἀμενηνός. καὶ παροιμία· Καπνὸν εἶναι ἡγούμην. ἐπὶ τῶν οὐδαμινῶν καὶ οὐδενὸς ἀξίων. | ] |
| alpha | 1639 | [ | Ἀμμωνιανός, γραμματικός, κοσμούμενος τῇ συγγενείᾳ Συριανοῦ καὶ ἅμα τῇ συμφύτῳ ὁμοιότητι τῶν τε ἠθῶν καὶ τοῦ σώματος, κατὰ τὸν Ὅμηρον εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐώκει. τό τε γὰρ σῶμα καλός τε καὶ μέγας ἦν ἑκάτερος. καὶ ἔτι προσῆν ὑγεία καὶ ἰσχὺς οὐδὲν ἀποδέουσα τῆς ἄλλης εὐφυΐας τοῦ τε ὅλου καὶ τῶν μερῶν· ἥ τε ψυχὴ ἔρρωτο πρὸς τὸ βέλτιστον αὐτοῖς τὸ ὁμοιότροπον. ἀλλ’ ὁ μὲν θεοφιλέστερος ἦν ὁ Συριανὸς καὶ τῷ ὄντι φιλόσοφος· ὁ δὲ ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήσει καὶ διορθώσει τῆς Ἑλληνικῆς λέξεως καθημένην τέχνην. οὗτος ἦν Ἀμμωνιανός, ᾧ κεκτῆσθαι συμβέβηκεν ὄνον σοφίας ἀκροατήν. | ] |
| alpha | 1658 | [ | Ἄμπυκας: χαλινούς· Ἄμπυξ δὲ δεσμὸς τριχῶν ἢ κόσμος κεφαλῆς. οὕτως Ὅμηρος. | ] |
| alpha | 1795 | [ | Ἄνα: ἀνάστηθι. Ὅμηρος. καὶ Σοφοκλῆς· ἀλλ’ ἄνα ἐξ ἑδράνων. ἀντὶ τοῦ ἀλλ’ ἀνάστηθι ἐκ τῶν θρόνων. καὶ Ἄνα, ἀντὶ τοῦ ἄναξ κατὰ ἀποκοπὴν τοῦ ξ. | ] |
| alpha | 1796 | [ | Ἀναβάδην: ἐφ’ ὕψους, ἄνω τοὺς πόδας ἔχειν καὶ κοιμᾶσθαι. Ἀριστοφάνης· νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ἢ ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. καὶ αὖθις· πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδὸν; ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικὸν καὶ ὃ ἂν λέγη, τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον, ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών· πολλὰς δ’ ἰφθίμους ψυχὰς· αὐτοὺς δ’ ἑλώρια τεῦχε κύνεσσιν. οὕτως καὶ Ἀριστοφάνης. ὁ νοῦς μὲν ἔξω, οὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. καὶ Ἀναβάδην καθῇσθαι, μετέωρον καθέζεσθαι. | ] |
| alpha | 1810 | [ | Ἀναβολάς: τὰ προοίμια. καινὰς ἀναβολὰς θέλω λαβεῖν. ἢ τὰς ἀρχὰς τῶν ᾀσμάτων. Ὅμηρος· ἤτοι ὁ φορμίων ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ Ἀριστοφάνης· ξυνελέγοντ’ ἀναβολὰς ποτώμεναι. περὶ ψυχῶν λέγων διθυραμβοδιδασκάλων. | ] |
| alpha | 1904 | [ | Ἀνακλῖναι: ἀνοῖξαι. Ὀμηρος. οὕτως καὶ Ἡρόδοτος. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν, οὐδ’ εἴσω παρελθεῖν ἰσχύσαι. | ] |
| alpha | 1947 | [ | Ἄναλτον: Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν. | ] |
| alpha | 1989 | [ | Ἀναξιμένης, Ἀριστοκλέους Λαμψακηνὸς, ῥήτωρ· μαθητὴς Διογένους τοῦ Κυνὸς καὶ Ζωΐλου τοῦ Ἀμφιπολίτου γραμματικοῦ, τοῦ κακίζοντος Ὅμηρον, διδάσκαλος δὲ τοῦ Μακεδόνος Ἀλεξάνδρου. εἵπετο δὲ αὐτῷ ἐν τοῖς πολέμοις. οὗτος βασιλέα Ἀλέξανδρον, θυμῷ χρώμενον ἐς Λαμψακηνοὺς τέχνῃ περιεῖλε τοιάδε. φρονούντων Λαμψακηνῶν τὰ Περσῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδρος ἠπείλει τὰ μέγιστα κακὰ ἐργάσασθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆς πατρίδος θέοντες, ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύσοντα. Ἀλέξανδρος δὲ γνοὺς καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόσατο θεοὺς, ἦ μὴν αὐτοῦ ταῖς δεήσεσι τἀναντία ἐργάσεσθαι. Ἀναξιμένης δέ, χάρισαί μοι, ἔφη, ὧ βασιλεῦ, τὴν χάριν, γυναῖκας καὶ τέκνα τῶν Λαμψακηνῶν ἀνδραποδίσασθαι καὶ τὰ ἱερὰ ἐμπρῆσαι καὶ τὴν πόλιν ἐς ἔδαφος καταβαλεῖν. Ἀλέξανδρος δὲ οὐκ ἔχων τι πρὸς τοῦτο σοφίσασθαι ἢ ἀντιμηχανήσασθαι καὶ ἐνεχόμενος τῇ ἀνάγκη τοῦ ὅρκου, συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν Δαμοστράτου, ἐχθρὸν ὄντα Ἀναξιμένης οὐκ ἀμαθέστατα, ἀλλ’ ἐπιφθονώτατα. σοφιστὴς γὰρ ὢν καὶ σοφιστῶν λόγους μιμούμενος, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίους, συγγραφὴν λοίδορον ἐς τὸ ἀκριβέστατον μιμησάμενος· καὶ ἐπιγράψας Θεοπόμπου τὸ ὄνομα ἔπεμπεν ἐς τὰς πόλεις. καὶ ἐκ τούτου τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς. | ] |
| alpha | 2147 | [ | Ἄνδιχα: διχῶς. Ὅμηρος· ἠὲ διαπραθέειν, ἢ ἄνδιχα πάντα δάσασθαι. ἰστέον, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους, ἐπιμεριζόμενοι τὰ χρήματα. καὶ ἀντὶ τοῦ χωρίς. εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, μήτ’ ἄρα τῶν κώμων ἄνδιχα, μήτε λύρης. | ] |
| alpha | 2306 | [ | Ἄνερ· παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· φίλτατε ἄνερ. χρῆσις τοῦ ἄνερ· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τῆς γυναικὸς εὑρέθ ἡ κλητικὴ, ὥσπερ ἐκεῖ ἐστι παρὰ τῷ Ποιητῇ· ἄνερ, ἀπ’ αἰῶνος νέος ὤλετο. | ] |
| alpha | 2411 | [ | Ἂν ἡ λεοντῆ μὴ ἐξικνῆται, πρόσαπτε καὶ τὴν ἀλωπεκῆν: ὁ νοῦς· ἐὰν μὴ φανερῶς ἀμυνόμενος ἀντέχῃς, πανουργίᾳ χρῆσαι. καὶ Ὅμηρος· ἠὲ δόλῳ ἠὲ βίῃ. ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. | ] |
| alpha | 2417 | [ | Ἀνήνασθαι: ἀπαρνήσασθαι. Ὅμηρος· αἴδεσθεν μὲν ἀνήνασθαι. δεῖσαν δ’ ὑποδέχθαι. καὶ Αἰλιανός· οἱ δὲ, οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα, ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν, ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν. | ] |
| alpha | 2477 | [ | Ἀνίπτοις ποσίν: ἀντὶ τοῦ ἀνετοίμοις, καὶ χωρίς τινος παρασκευῆς. καὶ παροιμία· Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος, ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα καὶ πράξεις ἀφικνουμένων. καὶ Ὅμηρος· ἀνιπτόποδες, χαμαιεῦναι. | ] |
| alpha | 2523 | [ | Ἀνθρακιά: πεπυρακτωμένοι ἄνθρακες. Ὅμηρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε. καὶ ἐν Ἐπιγράμμασι· τρῖγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. καὶ Ἀνθρακίδες, λεπτοὶ ἰχθύες ὀπτοί· καὶ πάντα τὰ ἐπ’ ἀνθράκων ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι. | ] |
| alpha | 2571 | [ | Ἀνόστους: ἀνυποστρέπτους. νόστος γὰρ ἡ εἰς τὰ οἰκεῖα ἐπάνοδος, παρὰ τὸ τῆς πατρίδος ἡδύ. Αἰλιανός· ὁ δὲ τοὺς θεοσύλας ἀπέκτεινε καὶ ἔθηκεν ἀνόστους τοῦτο δὴ τὸ Ὁμηρικόν. | ] |
| alpha | 2579 | [ | Ἄνω: ἀντὶ τοῦ ἀνά. Ὅμηρος· οὐδ’ ὅσα Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει. καὶ τὴν πρόθεσινκολλητέον τῷ ἐέργει, ἵνα ᾖ ἀνείργει, ἀναστέλλει· ὃ καταστρέφει εἰς τὸ περιορίζει. | ] |
| alpha | 2786 | [ | Ἀνύπαρκτον: τὸ μὴ ὑπάρχον. πρὸς τὸ Πινδαρικόν· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου ἀνυπαρκτότερον. ἐνταῦθα δέ ἐστιν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν. ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν. καὶ Ὅμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | ] |
| alpha | 2799 | [ | Ἀνύειν. Ἀνύτειν οἱ Ἀττικοὶ, ὅπερ ἡμεῖς ἀνύειν, ἁνύειν δὲ τὸ σπεύδειν, δασεῖα ἡ πρώτη. καὶ Ἀνύτουσι, τελοῦσιν, ἀνύουσι. καὶ Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς· οὐκ ἀνύω φθονέουσα. καὶ Αἴνυτο, ἀφῃρεῖτο, ἐλάμβανε. καὶ Ἀνύοι, εὐκτικῶς. | ] |
| alpha | 2819 | [ | Ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων σημαῖνον τοιόνδε τι· ἄξιός ἐστιν ὁ μισθὸς, ὥστε λαβεῖν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτον ἐχρήσατο τῷ σχήματι τούτῳ· ῥηΐτεροι γὰρ ἔσεσθε· κείνου τεθνεῶτος ἐναιρέμεν. καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆς· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὕτως ἀνὴρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ὁ δὲ νοῦς· ῥᾴον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγὴν τὴν ὀργήν. καὶ Ἄξιος τριχός· ἐπὶ τοῦ εὐτελοῦς καὶ τυχόντος· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία ἐστίν. Ἀριστοφάνης· εἴ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. ἀντὶ τοῦ τὸ τυχόν. καὶ Ἄξιος οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία, Ἄξιος ὀβελίσκου, καὶ Ἀπὸ ὀβελίσκου, παροιμία ἐπὶ τῶν σφόδρα τιμίων. καὶ Ἄξιος τοῦ παντός. | ] |
| alpha | 2833 | [ | Ἄξονες: οὕτως ἐκάλεσαν Ἀθηναῖοι τοὺς Σόλωνος νόμους, διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα. μεμνηται τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἄξονες δὲ καὶ κύρβεις διαφέρει. Ἄξονα δὲ λέγει Ὅμηρος τὸν τῆς ἁμάξης. | ] |
| alpha | 2892 | [ | Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής· τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. | ] |
| alpha | 3031 | [ | Ἀπεπλίξατο· Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐκ ἂν ἐλαφρῶς ἀπεπλίξατο. ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης ἀπεσείσατο καὶ ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. | ] |
| alpha | 3040 | [ | Ἀπερείσια: ἄπειρα δῶρα. Ὅμηρος· ἀπερείσι’ ἄποινα. καὶ Ἀπερείσιος, ἄπειρος, πολύς. | ] |
| alpha | 3051 | [ | Ἀπερωεύς: κωλυτής. Ὅμηρος· ἐμῶν μενέων ἀπερωεύς. | ] |
| alpha | 3161 | [ | Ἀπήμονα: ἀβλαβῆ. Ὅμηρος· τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας, οὐδ’ ἀνολέθρους. συλληπτικῶς πέφρακεν, ἀντὶ τοῦ τοὺς μὲν μὴ ἀπήμονας, τοὺς τετρωμένους, τοὺς δὲ μὴ ἀνολέθρους, τοὺς ἀνῃρημένους. πῆμα δὲ ἡ βλάβη, παρὰ τὸ πήθω τὸ πανθάνω. τὰ δὲ εἰς α λήγοντα οὐδέτερα τετραχῶς συντίθεται. ἢ γὰρ φυλάσσουσι τὸ αὐτὸ τέλος, ὡς τὸ δῆμα, διάδημα· ἢ ἀπὸ γενικῆς παράγονται, ὡς γράμυα, γράμματος, ἐγγράμματος· ἢ τρέπουσι τὸ τέλος εἰς ος, ὡς στόμα, χρυσόστομος· ἢ τρέπουσι τὸ τέλος εἰς ων, ὡς τὸ εἷμα, λευχείμων, καὶ πῆμα, ἀπήμων. | ] |
| alpha | 3349 | [ | Ἀποκηδήσαντες: ἀντὶ τοῦ ἀποκακήσαντες. Ὅμηρος. παρὰ δὲ Σώφρονι ἀποκακήσαντες ἀφροντιστήσαντες. καὶ Ἀποκηδήσονται, τὴν λύπην ἀφαιρήσονται. | ] |
| alpha | 3379 | [ | Ἀπολάψεις: ἐὰν διὰ τοῦ ε ἀπολέψεις, τουτέστιν ἀπολεψεις: ἀπολέψαντα τὸ λέμμα. ἀπολεπίσαντα ὥσπερ ὠοῦ. ἐὰν δὲ ἀπολάψεις, ἐκπίῃς. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, καὶ ὅσα λάπτοντα πίνει. καὶ καταστρέφει δὲ εἰς τὸ ἀποκερδανεῖς, ἀφαρπάσεις, ἀποσπάσεις. Ὅμηρος· λάψοντες γλώσσῃσι. καὶ Ἀριστοφάνης Νεφέλαις· γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι ταχέως. | ] |
| alpha | 3432 | [ | Ἀπομαγδαλία: τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον, ὃ μετὰ τὴν ἐργασίαν ἀπέρριπτον τοῖς κυσίν. ἢ ἡ τῶν κυνῶν τροφὴ, ἥτις ἦν σταῖς καὶ λίπος· ὡς καὶ ὁ ποιητής· ἀεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ. μετὰ γὰρ τὸ δεῖπνον εἰς τὸ σταῖς ἀπεψῶντο τὸ λίπος καὶ τοῖς κυσὶν ἐρρίπτουν. καὶ αὐθις Ἀριστοφάνης· πλὴν ὑπερβαλεῖσθαι σ’ οἴομαι τούτοισιν· ἢ μάτην γ’ ἂν ἀπομαγδαλίας σιτούμενος τοσοῦτος ἐκτραφείην. | ] |
| alpha | 3464 | [ | Ἀπὸ ξυστοῦ· ὁ δὲ Ὅμηρος ἀπὸ ξυστοῦ εἶπεν. | ] |
| alpha | 3745 | [ | Ἄρατος, Σολεὺς τῆς Κιλικίας( ἔστι γὰρ καὶ ἐν Κύπρῳ πόλις Σόλοι) , υἱὸς Ἀθηνοδώρου. ἀδελφοὶ δὲ αὐτοῦ Μύρις, Καλώνδας, Ἀθηνόδωρος. ἀκουστὴς δὲ ἐγένετο γραμματικοῦ μὲν τοῦ Ἐφεσίου Mενεκράτους, φιλοσόφου δὲ Τίμωνος καὶ Μενεδήμου, γεγονὼς ἐν τῇ ρκδʹ Ὀλυμπιάδι, ὅτε ἦν Ἀντίγονος βασιλεὺς Μακεδονίας, υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ, ὁ Γονατᾶς κληθείς· καὶ συνῴκει τε αὐτῷ καὶ παρ’ αὐτῷ ἐτελεύτησε, σύγχρονος Ἀνταγόρᾳ τῷ Ῥοδίῳ καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ· ἐποποιός. συνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν θαυμάσιος ἡ εἰσβολὴ καὶ ὁ ζῆλος Ὁμηρικός· ὕμνους εἰς Πᾶνα, Σπονδοφόρους, Παίγνια, Ἀστρολογίαν καὶ Ἀστροθεσίαν, Σύνθεσιν φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰς Θεόπροπον, εἰς Ἀντίγονον, Ἠθοποιΐας, ἐπιστολὰς, ἐπιγράμματα εἰς Φίλαν τὴν θυγατέρα Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου, Ἀνατομὴν, εἰς Παυσανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου, Διόρθωσιν Ὀδυσσείας, ἐπιστολὰς ὁμοίως καταλογάδην. Ἄρρατον δὲ ἰσχυρὸν, στερεόν. οὕτως Πλάτων. Ἀράττων δὲ πλήττων, κρούων. | ] |
| alpha | 3852 | [ | Ἄρης: κυρίως ὁ σίδηρος. βαψαμένη κοίλων ἐντὸς Ἄρη λαγόνων. σημαίνει δὲ καὶ τὸν πόλεμον. παρὰ τὸ ῥῶ τὸ λέγω, ὁ μέλλων ῥήσω, ῥῆς, καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης. ἐν γὰρ πολέμῳ οὐ λόγων ἀλλ’ ἔργων χρεία. καὶ Ὅμηρος· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. τὸ α καὶ μακρὸν καὶ βραχύ. Ὅμηρος· Ἆρες, Ἄρες βροτολοιγέ. κλίνεται δὲ Ἄρης, Ἄρου, καὶ Ἄρης, Ἄρητος, καὶ Ἄρης, Ἄρεος. Ἄρης γάρ ἐστι καὶ ταράττει τὴν κλίσιν. | ] |
| alpha | 3916 | [ | Ἀριστοκλῆς, Μεσσήνιος τῆς Ἰταλίας, φιλόσοφος Περιπατητικός. συνέταξε Περὶ φιλοσοφίας βιβλία ιʹ· Πότερος σπουδαιότερος Ὅμηρος [+] ἢ Πλάτων [+]. καταλέγει δὲ ἐν τούτοις πάντας φιλοσόφους καὶ δόξας αὐτῶν. ἔγραψε δὲ καὶ Τέχνας ῥητορικὰς, Περὶ Σαράπιδος, Ἠθικὰ βιβλία θʹ. | ] |
| alpha | 3960 | [ | Ἀρκτῖνος, Τήλεω, τοῦ Ναύτεω ἀπογόνου, Μιλήσιος, ἐποποιὸς, μαθητὴς Ὁμήρου, ὡς λέγει ὁ Κλαζομένιος Ἀρτέμων ἐν τῷ περὶ Ὁμήρου [+]· γεγονὼς κατὰ τὴν Θʹ Ὀλυμπιάδα, μετὰ υιʹ ἔτη τῶν Τρωϊκῶν. | ] |
| alpha | 4113 | [ | Ἀρχιμήδης, Τραλλιανὸς, φιλόσοφος. ὑπόμνημα εἰς Ὅμηρον [+] καὶ Μηχανικά. | ] |
| alpha | 4238 | [ | Ἀστήρ· ὅτι τοῦ ἀστέρος τῆς Αἰγὸς λάμψαντος σφοδροὶ πνέουσιν ἄνεμοι. ἔνθεν καὶ Ὅμηρος· λάβρος ἐπαιγίζων. | ] |
| alpha | 4285 | [ | Ἀσυνθετώτατον: Δημοσθένης ἐν τῷ Παραπρεσβείας ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ ἀβέβαιον οὐ τιθέμενον. ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον. Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ. φησὶ γάρ· σὺ δὲ σύνθεο καί μευ ἄκουσον. | ] |
| alpha | 4299 | [ | Ἀσφόδελος: σκιλλῶδες φυτὸν, φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον· καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. Περσεφόνης καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀσφοδέλῳ στέφουσι. προπαροξυτόνως δὲ ἀναγνωστέον. οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον· ὡς καὶ παῤ Ὁμήρῳ· κατ’ ἀσφοδελὸν λειμῶνα. | ] |
| alpha | 4348 | [ | Ἀτέχνοις: πανούργοις, ἢ ἀπείροις. καὶ Ἀτέχνως, βαρυτόνως, ἀντὶ τοῦ ἄνευ τέχνης, ἀμαθῶς, ἀμελῶς. ἐπὶ δὲ τοῦ περισπωμένου ἀτεχνῶς, ἀντὶ τοῦ ἀληθῶς. τέχνη γὰρ ὁ δόλος. δεῖται τοῦ θεοῦ συμβουλὴν ἀτεχνῶς ἱερὰν παρασχεῖν αὑτῇ καὶ διδάξαι περὶ τῶν πρακτέων. Ἀτεχνῶς περισπωμένως, ἀντὶ τοῦ ἀληθῶς, ἁπλῶς, χωρὶς πανουργίας. σαφῶς· ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς. οἱονεὶ ἀτενῶς, περισσοῦ ὄντος τοῦ χ. ἢ ἀντὶ τοῦ τελείως, καὶ ἀντὶ τοῦ ἰσχυρῶς, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶς. οὕτως Πλάτων. εὐδαιμονῶν ἀτεχνῶς τὴν Ἀριστοτέλους εὐδαιμονίαν. καὶ αὖθις· οὐκ ἂν διαλεχθείη τοῖς ἄλλοις ἀτεχνῶς, οὐδ’ ἂν ἀπαντῶν. ἢ ἀτεχνῶς, ἀντὶ τοῦ ὅλως, καὶ συνόλως, οἷον ἀδόλως· τέχνας γὰρ ἔλεγον τοὺς δόλους. Ὅμηρος· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο. | ] |
| alpha | 4350 | [ | Ἄτη: ἡ βλάβη. Ὅμηρος· αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο. ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς εἷλε τὴν Ἄτην· ἣ κατ’ ἀνδρῶν κράατα βαίνει. Ἄτη δὲ ὁ διάβολος, ὁ ἀντικείμενος. Σοφοκλῆς· ἀλλ’ οὖν εὐνοίᾳ γ’ αὐδῶ, μήτηρ ὡς ἥτις πικτὴ, μὴ τίκτειν ἄτην ἄταις. καὶ αὖθις Σοφοκλῆς· ἐγὼ μὲν οὐδέν’ οἶδ’, ἐποικτείρω δέ νιν δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ, ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ. | ] |
| alpha | 4430 | [ | Αὖθις: ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. ἐκ παραλλήλου τιθέασι καὶ ταῦτα καὶ πάλιν. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν. Αὖτις, εἰς τοὐπίσω. Αὖθις, χρονικόν. ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλὸς, οὐκ ἔχων τροφήν. Αὖθις αὖ πάλιν, ἐξ ἀρχῆς δὴ πάλιν. ἢ ἐκ δευτέρου δὴ πάλιν. | ] |
| alpha | 4518 | [ | Αὐτός: ἐπὶ σώματος. διορίζουσι γὰρ τὰς ψυχὰς πρὸς τὰ σώματα. Ὅμηρος· πολλὰς δ’ ἰφθίμους ψυχάς· εἶτα, αὐτοὺς δ’ ἑλώρια. καὶ Ἀριστοφάνης· ὁ νοῦς μὲν ἔξω, αὐτὸς δ’ ἔνδὸν ἀναβάδην ποιεῖ τραγῳδίαν. | ] |
| alpha | 4531 | [ | Αὐτοῦ: ἐπὶ τόπου. Ὅμηρος· στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων. καὶ αὖθις· αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. | ] |
| alpha | 4559 | [ | Ἀφάρτεροι: ταχύτεροι. ἀπὸ τοῦ ἄφαρ ἄφαρτος. ἵπποι δέ τοι ἔασιν ἀφάρτεροι· οἳ τὸ πάρος περ. Ὅμηρος. | ] |
| alpha | 4633 | [ | Ἀφνειός: ὁ πλούσιος. καὶ ὁ ἐξ ἑνὸς ἐνιαυτοῦ λέγεται ἄφενος, πλοῦτος δὲ ὁ ἐκ πολλῶν χρόνων. Ὅμηρος· ἄφενος καὶ πλοῦτον ἀφύξειν. καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός· οἷσί τ’ ἐὺ ζώουσι καὶ ἀφνειοὶ καλέονται. ὡς μόνων αὐτῶν καλουμένων ἀφνειῶν, οὐκ ὄντων δὲ κατὰ ἀλήθειαν. | ] |
| alpha | 4718 | [ | Ἄχρι· γενικῇ. Ἄχρις, ἀντὶ τοῦ μέχρις, ἕως. ἔστι δὲ καὶ Ἄχρις, ἀντὶ τοῦ καθόλου, διόλου. καὶ Ὅμηρος· ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησε. καὶ Ἄχρικόρου. παροιμία ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνος ἀναίσθητός ἐστι. καὶ, οὗτος ἄχρι κόρου ἐφενάκισεν. | ] |
| alphaiota | 48 | [ | Αἰγίλιψ· ὄνομα πόλεως. σημαίνει δὲ καὶ πέτραν ὑψηλήν. Ὅμηρος· ἥτε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. ὥστε ὑπὸ τοῦ ὕψους καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι δὲ καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη. | ] |
| alphaiota | 86 | [ | Αἰδώς· ἡ ἐπιτιμία. καὶ παροιμία· Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ. ἐπὶ τῶν δι’ ἐπιείκειαν βλαπτομένων. Ὅμηρος. Ἡσίοδος· αἰδὼς δὲ κεχρημένον ἄνδρα κομίζει. καὶ ἑτέρα παροιμία· Αἰδὼς ἐν ὀφθαλμοῖς. παρόσον οἱ κεκακωμένοι τοὺς ὀφθαλμοὺς οὐκ αἰδοῦνται. ἢ ὅτι τοὺς παρόντας ὁρῶντες αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας. ἡ αἰτιατικὴ τὴν αἰδῶ. | ] |
| alphaiota | 120 | [ | Αἴθη· ὄνομα θηλείας ἵππου. Ὅμηρος· Αἴθην τὴν Ἀγαμεμνονέην. | ] |
| alphaiota | 122 | [ | Αἰθὴρ θηλυκῶς Ὅμηρος· αἰθέρος ἐκ δίης. καὶ Πίνδαρος· φρήμας δι’ αἰθέρος. διότι πυρώδης ὢν οὐ τρέφει. καὶ αὖθις· ἀστεροειδέα νῶτα διφρεύουσ’ αἰθέρος ἱερᾶς. | ] |
| alphaiota | 280 | [ | Αἶρε· πρόσφερε. Ὅμηρος· μή μοι οἶνον ἄειρε. καὶ Ἀριστοφάνης· αἶρ’ , αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ. | ] |
| alphaiota | 393 | [ | Αἶψα· ἀντὶ τοῦ ταχέως. καὶ Ὅμηρος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. | ] |
| beta | 23 | [ | Βάδος: ἡ βάδισις. Ἀριστοφάνης Ὄρνισι· διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν. ἐν παιδιῇ παρεσχημάτισται. ὡς γὰρ ἀπὸ τοῦ πατεῖν πάτος· Ὅμηρος· πάτον ἀνθρώπων ἀλεείνων· οὕτως ἀπὸ τοῦ βαδίζειν βάδος. | ] |
| beta | 77 | [ | Βαλεῖν: τὸ πόρρωθεν πέμψαι. οὐτάσαι δὲ καὶ νύξαι καὶ τύψαι, τὸ ἐκ χειρὸς τρῶσαι. Βάλλειν παῤ Ὁμήρῳ καὶ ἐπὶ τοῦ τυγχάτειν. βάλεν ἄγρια πάντα. | ] |
| beta | 234 | [ | Βέλος: καὶ τὸ τραῦμα ὁμωνύμως τῷ τιτρώσκοντι παρ’ Ὁμήρῳ. | ] |
| beta | 340 | [ | Βληχρόν: ἀσθενὲς παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαρος δὲ ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. | ] |
| beta | 381 | [ | Bοὸς κέρας· Ὅμηρος· ἥτε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα. κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ, ἵνα μὴ οἱ ἰχθύες ἀποτρώγωσι τὸ λίνον. | ] |
| chi | 29 | [ | Χάλκεος· ἰσχυρός, στερεός. καὶ Χαλκέῳ κεράμῳ· Ὅμηρος· χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. ἤγουν δεσμῷ ἰσχυρῷ καὶ δυσλύτῳ. ἢ πόλις καλεῖται Χαλκὸς κέραμος. ὅτι Δίδυμος ὁ γραμματικὸς Χαλκέντερος ἐκλήθη διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασι γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. | ] |
| chi | 145 | [ | Χασσάμενος· ἀναχωρήσας. Ὅμηρος· ὁ δὲ χασσάμενος πελεμίχθη. τὰ ἐμπησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα σκεδασθῇ. | ] |
| chi | 171 | [ | Χαιριδεῖς· ἀπὸ τοῦ Χαίριδος πεπαιδευμένοι. ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος. οὕτω δὲ λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς. οὗτος δὲ ηὔλει ἐν ταῖς θυσίαις. ἦν δὲ κιθαρῳδός. Ἀριστοφάνης· ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν, αὐλήσων ἄκλητος. καὶ παροιμία· Χαῖρις ᾄδων ὄρθιον· ὄρθιος δὲ αὐλητικὸς νόμος, οὕτω καλούμενος οἷον εὔτονος καὶ ἀνάτασιν ἔχων. καὶ Ὅμηρος· ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσι. | ] |
| chi | 234 | [ | Χειμών, χειμῶνος. Χειμὼν δέ ἐστιν ὁ ὑπὲρ γῆς ἀὴρ κατεψυγμένος, διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον. Ὅμηρος· χειμῶνα φύγον. περὶ γεράνων. λέγει δὲ οὐ τὴν χειμερινὴν κατάστασιν, ἀλλὰ τὸν χειμερινὸν τόπον, τὴν Θρᾴκην. οὐ γὰρ ἐνστάντος χειμῶνος φεύγουσιν, ἀλλὰ προσδοκίας οὔσης. | ] |
| chi | 336 | [ | Χλαῖναι· περιβολαί. διαστέλλει Ὅμηρος τὸν πέπλον ἀπὸ τῶν χλαινῶν, ὅς ἐστι γυναικεῖον ἔνδυμα, ἐμπερόνημα. τὸ δὲ αὐτὸ καλεῖ καὶ ἑανόν. | ] |
| chi | 362 | [ | Χοᾶ· χοῦς, μέτρον Ἀττικόν, χωροῦν κοτύλας ὀκτώ. Ἀριστοφάνης· ἐπὶ δεῖπνον ταχὺ βάδιζε, τὴν κίστην λαβών. οἱ γὰρ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τινὰ τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστιν καὶ χοᾶ. Ὅμηρος περὶ τῆς κίστεώς φησι· μήτηρ δ’ ἐν κίστει ἐτίθει μενοεικέα δαῖτα ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. χοᾶ δὲ ἐπεφέροντο οἱ καλούμενοι, ἵνα μὴ κοινωνήσωσιν ἄλλου ποτηρίου διὰ τὴν ἐπὶ τῷ Ὀρέστῃ γενομένην αἰτίαν. καὶ παροιμία· ἓξ χοᾶς χωρήσεται. ἐπὶ τῶν παραληρούντων. τουτέστιν ὁ ἐγκέφαλος αὐτοῦ. ἅμα δὲ ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ ἔμεινε μεταφορᾶς· ὃς ἐὰν σμηχθῇ, πλέον χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων. καὶ αὖθις· τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτίσειν κἐρεβίνθων χοίνικα. ὑποπίνοντες ἔκαπτον φρυκτοὺς ἐρεβίνθους. | ] |
| chi | 398 | [ | Χορείαν· οἱ παλαιοὶ τὴν μετὰ ᾠδῆς ὄρχησιν. δύο δὲ ὀρχήσεις οἶδεν Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιζεν Ἀριστόνικος ὁ Καρύστιος, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως συσφαιριστής. καὶ Χορεῖον, ἡ χόρευσις. | ] |
| chi | 410 | [ | Χορός· καὶ οἱ χορευταί, καὶ ὁ τόπος. Ὅμηρος· ἐν δὲ χορὸν ποίκιλλεν. ἐν ᾧ τὸ σύστημα τῶν χορευτῶν. καὶ παροιμία· χορὸς τραγικὸς ἐξ ιεʹ προσώπων, χορὸς κωμικὸς ἐξ κδʹ προσώπων. | ] |
| chi | 491 | [ | Χρήμη· χρεία, καὶ σπάνις. Ἡρόδοτος εἰς τὸν βίον Ὁμήρου [+]· τοὺς ἐναντιωθέντας τῇ χρήμῃ αὐτοῦ. ὅμως ἐν δαπανήμασι μεγάλοις ἐγένετο. τουτέστι μετρίῳ πλούτῳ καὶ περιουσίᾳ. | ] |
| chi | 536 | [ | Χροός· σώματος. καὶ Ὅμηρος· ἀλλ’ οὔπη χροὸς εἴσατο. διῄρηται ὁ χρόος, ἀντὶ τοῦ ὁ χρώς. διὸ καὶ βαρύνεται. τὸ δὲ εἴσατο, ἐφάνη. λοῦσαι δ’ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ’ ἐς οἴκους. | ] |
| chi | 564 | [ | Χρυσῆν σειρήν· οὕτως ὑπὸ Ὁμήρου τὸν ἥλιον λεγόμενον ἐν Θεαιτήτῳ [+] Πλάτων φησί. | ] |
| chi | 595 | [ | Χοιρίλος, Σάμιος, τινὲς δὲ Ἰασέα, ἄλλοι δὲ Ἁλικαρνασέα ἱστοροῦσι. γενέσθαι δὲ κατὰ Πανύασιν τοῖς χρόνοις, ἐπὶ δὲ τῶν Περσικῶν, ὀλυμπιάδι οεʹ, νεανίσκον ἤδη εἶναι· δοῦλόν τε Σαμίου τινὸς αὐτὸν γενέσθαι, εὐειδῆ πάνυ τὴν ὥραν· φυγεῖν τε ἐκ Σάμου καὶ Ἡροδότῳ τῷ ἱστορικῷ παρεδρεύσαντα λόγων ἐρασθῆναι· οὗτινος αὐτὸν καὶ παιδικὰ γεγονέναι φασίν. ἐπιθέσθαι δὲ ποιητικῇ καὶ τελευτῆσαι ἐν Μακεδονίᾳ παρὰ Ἀρχελάῳ, τῷ τότε αὐτῆς βασιλεῖ. ἔγραψε δὲ ταῦτα· τὴν Ἀθηναίων νίκην κατὰ Ξέρξου· ἐφ’ οὗ ποιήματος κατὰ στίχον στατῆρα χρυσοῦν ἔλαβε καὶ σὺν τοῖς Ὁμήρου ἀναγινώσκεσθαι ἐψηφίσθη· Λαμιακά· καὶ ἄλλα τινὰ ποιήματα αὐτοῦ φέρεται. | ] |
| delta | 65 | [ | Δάπεδον· ἔδαφος. Ὅμηρος· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ. | ] |
| delta | 99 | [ | Δαφίδας, Τελμισσεύς, γραμματικός, γεγραφὼς περὶ Ὁμήρου [+] καὶ τῆς αὐτοῦ ποιήσεως ὅτι ἐψεύσατο· Ἀθηναῖοι γὰρ οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. ἦν δὲ οὗτος λοιδορούμενος παντὶ καὶ μέχρις αὐτῶν μὴ φειδόμενος τῶν θεῶν. καὶ Ἄτταλον μὲν τὸν βασιλέα Περγάμου διὰ τοῦτο ἔχειν αὐτῷ ἐπιβουλεύοντα. εἰς δὲ τὴν Πυθίαν ἐλθόντα ποτὲ σκώπτειν εἰς τὸ μαντεῖον καὶ ἐπιγελῶντα ἐρέσθαι, εἰ τὸν ἵππον εὑρήσει. χρησθῆναι δὲ αὐτῷ, εὑρήσειν ταχέως. εἶτα ἐκεῖνον διαθρυλῆσαι τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵππος, μηδὲ ἀπώλετο. ἀναχωρήσαντα δὲ συλλαβόμενος Ἄτταλος ἐπέταξε κατακρημνισθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος ὁ τόπος. καὶ ἔγνω πρὸς τῷ θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον. οὕτως οὖν ἐνυβρίσας κακῶς ἀπώλετο. | ] |
| delta | 110 | [ | Δαιδάλου ποιήματα· ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας. ἐπειδὴ οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησε. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας. | ] |
| delta | 120 | [ | Δαίνυ· εὐώχει. Ὅμηρος· δαίνυ δαῖτα γέρουσι. καὶ Δαινύμενος, εὐωχούμενος. | ] |
| delta | 142 | [ | Δέδηγμαι τὴν καρδίαν· ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· δάκε δὲ φρένας Ἕκτορι μῦθος. καί, θυμοδακὲς μῦθος. καρδίαν δὲ εἶπε, παρόσον περὶ τὴν καρδίαν συνίσταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆς ἡδονῆς. παρ’ Ὁμήρῳ Ὀδυσσεύς· στῆθος πλήξας, κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι κραδίη φάσκων. | ] |
| delta | 204 | [ | Δέλφακας καὶ Δελφάκιον· τοὺς μεγάλους χοίρους, οἱ δὲ καὶ τοὺς μικρούς. Ὅμηρος· ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι χοίρει’ · ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. δέλφακος ἄρρενος λίθῳ τὴν κεφαλὴν παίοντες ἀρῶνται. νέα γάρ ἐστιν, ἀλλὰ δελφακουμένη ἥξει μεγάλην τε καὶ παχεῖαν κέρκον. | ] |
| delta | 287 | [ | Δεῦρο· ἐνθάδε· ἐπὶ τοῦ παρόντος. καὶ Δεῦρο ἀεί, ἀντὶ τοῦ μέχρι τοῦ παρόντος. σημαίνει δὲ καὶ τὸ ἐλθέ. Δεῦρο νῦν πρόσελθε, ἀντὶ τοῦ πλησίασον, ἐγγὺς ἐλθέ. καὶ παρ’ Ὁμήρῳ· δεῦρ’ ἴθι. λέγεται δὲ καὶ Δευρὶ παρὰ Ἀριστοφάνει. ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ μὰ τὸν Ἀπόλλω κατὰ γῆς ἀποπέμψω. | ] |
| delta | 301 | [ | Δειδέχατ’ ἀλλήλους· Ὅμηρος. | ] |
| delta | 352 | [ | Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι· ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. καὶ Ὅμηρος· δεινὸς ἀήτης. ὡς, κλυτὸς Ἱπποδάμεια. | ] |
| delta | 355 | [ | Δειπνητός· ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός. Δειπνίζω ἕτερον· Δειπνῶ δὲ ἐγὼ αὐτός. καὶ Δειπνεῖν. καίτοι τὸν Ἀγαμέμνονα ἐποίησεν Ὅμηρος δειπνίζοντα τοὺς ἀρίστους. καὶ αὖθις· ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον. | ] |
| delta | 430 | [ | Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γεγονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰς Ὅμηρον [+] ἐξήγησιν, εἰς Ἡσίοδον [+] ὁμοίως. | ] |
| delta | 437 | [ | Δημιουργοί· οἱ κεραμεῖς, οἱ σκευοποιοί. δημιουργοὺς ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας, τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. κοινῶς δὲ ἔλεγεν δημιουργοὺς τοὺς τὰ δημόσια ἐργαζομένους, ποτὲ δὲ καὶ τοὺς ἀρχιτέκτονας. Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ δημιουργικῶς, ἀντὶ τοῦ, τεκτονικῶς· δημιουργοὶ γὰρ οἱ τέκτονες. ὅτι οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησεν. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν. | ] |
| delta | 1093 | [ | Δίκης· δικαιοσύνης, ἢ τιμωρίας. ἥξομεν κομιούμενοι παρ’ ἀνδρῶν ἀνοσίων καὶ ψευδόρκων δίκας. ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ᾄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον καὶ ἀδιάφθορον, τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν καὶ τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι. καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνιεῖν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτὴν καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα. | ] |
| delta | 1117 | [ | Δίκτυς, ἱστορικός. ἔγραψεν Ἐφημερίδα· ἔστι δὲ τὰ μεθ’ Ὅμηρον καταλογάδην ἐν βιβλίοις θʹ, Ἰταλικά, Τρωικοῦ διακόσμου. οὗτος ἔγραψε τὰ περὶ τῆς ἁρπαγῆς Ἑλένης καὶ περὶ Μενελάου καὶ πάσης Ἰλιακῆς ὑποθέσεως. | ] |
| delta | 1212 | [ | Διὸς φήμη· ἡ μαντεία. ὁ γὰρ Ἀπόλλων ὑποφήτης τοῦ πατρός, καὶ παρ’ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν. καὶ Ὅμηρος· Διὸς ἄγγελος ὄσσα δεδήει. | ] |
| delta | 1240 | [ | Δίων, ὁ Πασικράτους, Προυσαεύς, σοφιστὴς καὶ φιλόσοφος, ὃν Χρυσόστομον ἐκάλεσαν. ἀντεποιεῖτο δὲ σεμνότητος ὡς καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸς τὸ σῶμα καὶ διέτριψε τὸ πλεῖστον παρὰ Τραιανῷ τῷ Καίσαρι, ὡς καὶ συγκαθέζεσθαι ἐν τῷ βασιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸς ὁ κόσμος, Ἐγκώμιον Ἡρακλέους καὶ Πλάτωνος [+], Ὑπὲρ Ὁμήρου [+] πρὸς Πλάτωνα [+] δʹ, Περὶ τῶν Ἀλεξάνδρου [+] ἀρετῶν ηʹ. οὗτος διαβάλλει καὶ τὸν Ὅμηρον ὡς ψευδῶς τὰ περὶ τὸ Ἴλιον γεγραφότα. | ] |
| delta | 1345 | [ | Δόλων· οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος, ὥς φησιν Αἰλιανός. καὶ Δόλων, ὃ παρὰ Ὁμήρῳ. καὶ φυλάττει. | ] |
| delta | 1472 | [ | Δῶρον· ἡ παλαιστή. καὶ Ὅμηρος· ἑκκαιδεκάδωρα πεφύκει. | ] |
| delta | 1552 | [ | Δρῦς· τὸ δένδρον, τὸ δρυς βραχύ. οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτραις ἄξεις. καὶ Ὅμηρος· ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ. | ] |
| delta | 1569 | [ | Δύμας, ὁ Φρύξ, ὁ πατὴρ Ἑκάβης, εἰς Ἴλιον Πριάμῳ τὴν ἑαυτοῦ ἐξέδοτο θυγατέρα, ὅθεν Πρίαμος καὶ Φρυξὶ συμμαχεῖ. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Ὅμηρος. | ] |
| delta | 1579 | [ | Δύνωμαι· γίνεται ἐκ τοῦ δύνημι, δύναμαι· τὸ ὑποτακτικόν, ἐὰν δύνωμαι. πᾶν δὲ ὑποτακτικὸν ἔχον ἐνεργητικὸν περισπώμενον προπερισπᾶται· ἱστῶ, ἐὰν ἱστῶμαι. ἐὰν δὲ οὐκ ἔχῃ ἐνεργητικόν, προπαροξύνεται· δύνωμαι, δύνωνται. καὶ Ὅμηρος· εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστί. περιώρικε γὰρ τὸν ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖν, καὶ αὐτὸ τὸ πρᾶγμα εὔθετον εἶναι πρὸς τὴν τελείωσιν. | ] |
| delta | 1646 | [ | Δυσκλέα· Ὅμηρος κατὰ συστολὴν ἐκφέρει τὰ τοιαῦτα. δυσκλέα Ἄργος ἱκέσθαι. καὶ ἀκλέα, ἀντὶ τοῦ ἄδοξον. οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι. | ] |
| epsilon | 44 | [ | Ἐγανώθην· ἐχάρην, εὐφράνθην. ἀπὸ τοῦ γάνυμαι. Ὅμηρος· γάνυται δέ τε φρένα ποιμήν. ἀπὸ μεταφορᾶς τῶν λαμπρυνομένων χαλκωμάτων. | ] |
| epsilon | 54 | [ | Ἐγγείνωνται· γεννήσωσιν. Ὅμηρος· εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν. | ] |
| epsilon | 77 | [ | Ἐγκατελέγησαν λίθοι· ἀντὶ τοῦ ἐγκατῳκοδομήθησαν. καὶ Ὅμηρος· αἱμασιάς τε λέγων. | ] |
| epsilon | 183 | [ | Ἔγχος· δόρυ. Ὅμηρος· ἔγχος ἔχ’ ἑνδεκάπηχυ. τὸ γὰρ διπλάσιον, δύο καὶ εἰκοσίπηχυ. | ] |
| epsilon | 289 | [ | Ἐῆος· τοῦ ἀγαθοῦ. ἀνδρὸς ἐῆος, Ὅμηρός φησιν. | ] |
| epsilon | 299 | [ | Ἐθελήσει· δυνηθείη. Ὅμηρος· οὐδ’ ἔθελε προρρέειν. καὶ Ἀριστοφάνης· οὐδ’ ἐθελήσει μαθεῖν. ἀντὶ τοῦ οὐ δυνηθῇ. | ] |
| epsilon | 336 | [ | Ἔθυσας, ἀντιθύσῃ· τοῦτο παρὰ Φιλοξένῳ ὁ Κύκλωψ λέγει πρὸς τὸν Ὀδυσσέα. ἀπεκδέχονται γὰρ τό, ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν, παρὰ τῷ ποιητῇ εἰρῆσθαι ἐπὶ τῶν ἀρνῶν, οὐχὶ δὲ τὸ ἀπεθύσαμεν νοεῖσθαι. | ] |
| epsilon | 337 | [ | Ἑκάβη· ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα. ὁ γὰρ πατὴρ Δύμας, ὁ Φρύξ, εἰς Ἴλιον Πριάμῳ ἐξέδοτο. ὅθεν Πρίαμος Φρυξὶ συμμαχεῖ. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Ὅμηρος. | ] |
| epsilon | 351 | [ | Ἐκαραδόκησεν· ἀπέβλεψεν. ἢ ἐμοὶ προσέθετο τὴν κεφαλὴν μετεωρίσας. παρὰ τὸ Ὁμηρικόν· καί τ’ Ὠρίωνα δοκεύει. | ] |
| epsilon | 359 | [ | Ἑκαταῖος, Ἀβδηρίτης, φιλόσοφος· ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ’ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου [+] καὶ Ἡσιόδου [+]. | ] |
| epsilon | 361 | [ | Ἑκάτειον· Ἑκάτης ἄγαλμα. καὶ παροιμία, Θεαγένους Ἑκάτειον· οὗ ἐπυνθάνετο πανταχοῦ ἀπιών. ὃς Καπνὸς ἐκαλεῖτο. ἦσαν δὲ Θεαγένεις ἄλλοι βʹ· ὁ περὶ Ὁμήρου [+] γράψας καὶ ὁ ἐπὶ μαλακίᾳ διαβεβλημένος. | ] |
| epsilon | 381 | [ | Ἐκγεγάμεν· Ὅμηρος· εὔχεται ἐκγεγάμεν. ἀντὶ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι· ἀπαρεμφάτως γεγάναι καὶ Δωρικῶς γεγάμεν· ὡς τιθέναι, τιθέμεν. | ] |
| epsilon | 406 | [ | Ἑκκαιδεκάδωρα· ἑκκαίδεκα παλαιστῶν. δῶρον γὰρ καλεῖται ἡ παλαιστή. Ὅμηρος· τοῦ κέρα ἑκκαιδεκάδωρα πεφύκει. | ] |
| epsilon | 428 | [ | Ἐκεῖνος καὶ κεῖνος καὶ τὸ αὐτὸς ἀντὶ ὀνόματος παραλαμβάνουσιν οἱ ποιηταί. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἴσιθ’ , ἵνα μὴ κεῖνος ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηρος τὴν Θέτιν παρεισάγει λέγουσαν· τίπτε μ’ ἐκεῖνος ἄνωγε μέγας θεός; καὶ τό, αὐτὸς ἔφα, παρὰ τοῖς Πυθαγορείοις. | ] |
| epsilon | 571 | [ | Ἐκπηνιεῖται· ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰς πηνία. Ὅμηρος· πηνίον ἐξέλκουσα. | ] |
| epsilon | 669 | [ | Ἔκτοπον· παρηλλαγμένον, βίαιον, μέγα. Ἀριστοφάνης· ἔστι τι δένδρον πεφυκὸς ἔκτοπόν τι, Καρδίας ἀπωτέρω, Κλεώνυμος· χρήσιμον μὲν οὐδέν, ἄλλως δὲ δεινὸν καὶ μέγα. τοῦτο μὲν οὖν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ, τοῦτο δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλλοροεῖ. δένδρῳ ἀπεικάζει τὸν Κλέωνα, ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον, παρὰ τὸ Ὁμηρικόν. Καρδία δὲ πόλις. καὶ Καρδιανοί, οἱ πολῖται. διὰ τὸ ἀκάρδιον δὲ τοῦτό φησιν. | ] |
| epsilon | 753 | [ | Ἐλαύνωσιν· αἰτιατικῇ. ὄγμον ἐλαύνωσι. τύπτωσι. τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι Ὅμηρος. | ] |
| epsilon | 792 | [ | Ἐλεοκόπους· Λυσίας τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἑλεόθρεπτον σέλινον παρὰ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεόν, ὅπερ ἐστὶ ξύλινον, γεγένηται τοὔ νομα. | ] |
| epsilon | 793 | [ | Ἔλεος· ἀρσενικῶς ἡ ἐλεημοσύνη. Ἐλεὸς δὲ ὀξυτόνως, ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεόν. τουτέστι τὸ μαγειρικὸν τραπέζιον. Ὅμηρος· βάλλον δ’ εἰν ἐλεοῖσιν. ἔστι δὲ ἐλεὸς καὶ εἶδος ὀρνέου. | ] |
| epsilon | 969 | [ | Ἔμελλε· παρ’ Ὁμήρῳ ἀντὶ τοῦ ἐῴκει. ἅ ρ’ οὐ τελέεσθαι ἔμελλε. καὶ Σοφοκλῆς· ἔμελλες, ἔμελλες, τάλας. ἀντὶ τοῦ ἐῴκεις, δῆλος ἦς. | ] |
| epsilon | 1019 | [ | Ἐμπίπλη· Ἀττικόν· ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι, πίπλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τό, κύκλωψ τῆ πίε οἶνον, παρὰ τῷ ποιητῇ. Ἀττικοὶ γὰρ οὐ τρέπουσιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς θ ἐν τοῖς προστακτικοῖς καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινή· ἵστημι, ἵσταθι, αὐτοὶ δὲ ἵστη· πίπλημι, πίπλαθι· Ἀττικοὶ δὲ τελείαν ἀποβολὴν τῆς μι ποιοῦσι πίπλη λέγοντες καὶ ἐμπίπλη. οὕτω καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ, ἀντὶ τοῦ λάβε. | ] |
| epsilon | 1027 | [ | Ἔμπληκτοι· κοῦφοι, εὐμετάβλητοι. καὶ Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. καὶ Σοφοκλῆς· τοιοίδε μέν τοι φῶτες ἔμπληκτοι βροτῶν. τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ καὶ ἀρετῇ. | ] |
| epsilon | 1172 | [ | Ἐνδιάει· ἔνεστι, διατρίβει. ὄμμασι μούνοις θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει. καὶ Ἔνδιος παρὰ Ὁμήρῳ, ὁ μεσημβρινός. καὶ Ἔνδια· τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων. | ] |
| epsilon | 1203 | [ | Ἐναίρειν· τὸ τὰ ὅπλα σκυλεύειν. μοῦνος ἐναιρομένοισιν ὑπέρμαχον ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων αἰὲν ἔμεινας Ἄρη. Ἐναίρειν καταχρηστικῶς καὶ ἐπὶ θηρίων. Ὅμηρος· θῆρας ἐναίρειν. θῆρες γὰρ οὐκ ἔχουσιν ὅπλα ὥστε σκυλευθῆναι. κυρίως δὲ ἐπὶ ἀνθρώπων. | ] |
| epsilon | 1348 | [ | Ἔννιος, Ῥωμαῖος ποιητής· ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα, καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος. | ] |
| epsilon | 1390 | [ | Ἐνοπή· πόλεμος, μάχη. Ὅμηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς. καὶ αὖθις· οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα, οἷς θάλαμον κοσμεῖτε γαμήλιον. | ] |
| epsilon | 1425 | [ | Ἐν πέντε κριτῶν γόνασι· παρ’ ὅσον τὸ παλαιὸν εʹ κριταὶ ἔκρινον τοὺς κωμικούς, ὡς φησὶν Ἐπίχαρμος. σύγκειται δὲ παρ’ Ὁμήρῳ, θεῶν ἐν γούνασι κεῖται. ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται. | ] |
| epsilon | 1910 | [ | Ἑωσφόρος· ἀνατολικὸς ἀστήρ, πρωινός, καλούμενος φωσφόρος. Ὅμηρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, ἀλλ’ οὐχὶ τὸν ἥλιον. | ] |
| epsilon | 1931 | [ | Ἐπακτῆρες· κυνηγοί. ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐπάγεσθαι ὑπὸ τῶν κυνῶν· προέλκονται γὰρ οἱ κύνες τοὺς κυνηγέτας ἐπὶ τὰ ἐπαγόμενα. Ὅμηρος· πρὸ δ’ ἄρ’ αὐτῶν ἴχνι’ ἐρευνῶντες κύνες ἤϊσαν. | ] |
| epsilon | 2006 | [ | Ἐπαιγίζων· σφοδρῶς πνέων. τοῦ ἀστέρος τῆς Αἰγὸς λάμψαντος σφοδροὶ πνέουσιν ἄνεμοι· ἔνθεν καὶ Ὅμηρος· λάβρος ἐπαιγίζων. | ] |
| epsilon | 2118 | [ | Ἐπειδή· ἔστι μὲν σύνδεσμος παρασυναπτικός, λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφ’ οὗ· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο καὶ Ὅμηρος πρότερον. ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπε, περὶ τοῦ σκήπτρου. | ] |
| epsilon | 2150 | [ | Ἔπειτα· μετὰ ταῦτα. ὁ δὲ Ὅμηρος καὶ ἀντὶ τοῦ δὴ κέχρηται τῷ ἔπειτα. αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς. οὐκ ἔστι μετὰ ταῦτα. ἅμα γὰρ ἀφῆκεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ δόρυ. | ] |
| epsilon | 2221 | [ | Ἐπιάλτην· Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον. | ] |
| epsilon | 2257 | [ | Ἐπιβύσας· ἐμπλήσας, γεμίσας. ὡς Ὅμηρος· νήματος ἀσκητοῖο βεβυσμένον. Ἀριστοφάνης Πλούτῳ· τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων. | ] |
| epsilon | 2411 | [ | Ἐπίκωπος· ξιφήρης. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφους. ἢ ἀντὶ τοῦ διὰ νεώς, καὶ ναυτικὸς ὤν. καὶ Ὅμηρος· οὐ γάρ μοι νῆες εἰσὶν ἐπήρετμοι. ἐπὶ Ποπλίου συνθήκας ἐποιήσαντο Ῥωμαῖοι καὶ Καρχηδόνιοι, μὴ ἔχειν μήτε κτᾶσθαι Καρχηδονίους πλοῖον ἐπίκωπον, πλὴν δέκα τριήρων καὶ τῶν ἁλιευτικῶν καὶ περιχώρων, ὧν οὐδὲν ἦν δεκασκάλμου μεῖζον. | ] |
| epsilon | 2519 | [ | Ἐπιπλώσας· ἐπιπλεύσας. καὶ Ἐπιπλώς, παρ’ Ὁμήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, συγκοπῇ πλώς, καὶ ἐπιπλώς. ἔστι δὲ ἄκλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόριστός ἐστι. τὸ δὲ σημαινόμενον παρατατικός. | ] |
| epsilon | 2714 | [ | Ἐπίτονος· Ἀριστοφάνης ἐπὶ ἐπιτόνου. γελοῖον δὲ ἐπὶ δέρματος. καὶ Ὅμηρος· ἐπίτονος βέβλητο. | ] |
| epsilon | 2834 | [ | Ἐπ’ ὠκεανοῖο ῥοάων· Ὅμηρος. ἀντὶ τοῦ ὡς ἐπ’ ὠκεανοῦ ῥοάς. καὶ ἀλλαχόθι· ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου. ὡς ἐπὶ τὸν Μενέλαον. | ] |
| epsilon | 3037 | [ | Ἑρμῆν· τοῦτον υἱὸν Διὸς λέγουσι καὶ Μαίας, οἷον τοῦ νοῦ καὶ τῆς φρονήσεως. ἐκ νοῦ γὰρ καὶ φρονήσεως ὁ λόγος γεννᾶται. διὰ τοῦτο καὶ πτερωτὸν αὐτὸν ποιοῦσιν, ὡς ταχύν· οὐδὲν γὰρ λόγου ταχύτερον. καὶ Ὅμηρος, ἔπεα πτερόεντα. πάντων δὲ νεώτατον αὐτὸν ἐργάζονται διὰ τὸ μὴ γηράσκειν τὸν λόγον· ἀλλὰ καὶ τετράγωνον αὐτὸν ποιοῦσι διὰ τὴν στερρότητα τοῦ ἀληθοῦς λόγου. λέγουσι δὲ αὐτὸν καὶ τοῦ κέρδους αἴτιον καὶ τῶν ἐμποριῶν ἔφορον· ὅθεν τὸ ἄγαλμα αὐτοῦ ἱστῶσι βαστάζον μάρσιπον. ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν ἐπιφέροντας βαλάντια, ὡς τοῦ χρυσοῦ συμβόλου ὄντος δυναστείας· οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν, ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων. | ] |
| epsilon | 3046 | [ | Ἑρμογένης, Ταρσεύς, ὁ ἐπίκλην Ξυστήρ, σοφιστής· οὗ διήκουσε καὶ Μουσώνιος ὁ φιλόσοφος. γέγονε δὲ ἐπὶ Μάρκου τοῦ βασιλέως, εὐφυέστατος, καὶ τῆς ἡλικίας αὐτοῦ ἐνδεεστέρας ὑπαρχούσης μᾶλλον ἡ φρόνησις ὑπερεῖχεν. ἀλλ’ οὐκ εἰς μακρὸν ταύτης ἀπήλαυσε. γενόμενος γὰρ περὶ τὰ κʹ καὶ δʹ ἔτη ἐξέστη τῶν φρενῶν καὶ ἦν ἀλλοῖος αὑτοῦ, μηδεμιᾶς ἀφορμῆς γενομένης ἢ ἀρρωστίας τοῦ σώματος· ὥστε καί τινας ἀποσκώπτειν εἰς τουτονὶ τὸν τρισάθλιον τόδε τὸ λόγιον· Ἑρμογένης ὁ ἐν παισὶν γέρων καὶ ἐν γέρουσι παῖς. πλὴν περὶ τὸν ιηʹ ἢ κʹ χρόνον γενόμενος γράφει ταῦτα τὰ βιβλία τὰ γέμοντα θαυμάτων, Τέχνην ῥητορικήν, ἣν μετὰ χεῖρας ἔχουσιν ἅπαντες, Περὶ στάσεων βιβλίον αʹ, Περὶ ἰδεῶν λόγου βιβλία βʹ, Περὶ κοίλης Συρίας βʹ. Φιλόστρατος δ’ ὁ Λήμνιος ἐν ταῖς τῶν [+] Σοφιστῶν [+] ἀναγραφαῖς [+] ταῦτά φησιν περὶ αὐτοῦ· Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονώς, ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντα, δωρεὰς λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν ἀστεϊσμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις· ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι· ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὕτως ἔφη· Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα, ἣν ἐπετήδευε, τοιάδε τις. ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος, ἰδού σοι, ἔφη, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων. καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμολόχα. ἐτελεύτησε μὲν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος. κατεφρονήθη γάρ, ἀπολειπούσης αὐτῷ τῆς τέχνης. λέγεται δὲ καὶ τοῦτο ὑπό τινων, ὅτι τελευτήσαντος αὐτοῦ, ἀνετμήθη καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. καὶ ταῦτα μὲν τὰ περὶ αὐτοῦ ᾀδόμενα. | ] |
| epsilon | 3064 | [ | Ἐρωήσας· ἀντὶ τοῦ μειώσας, κατεάξας. ἐρωήσας ὀλοὸν κέρας. Καλλίμαχος. καί, ἐρωήσει περὶ δουρί. Ὅμηρος. | ] |
| epsilon | 3202 | [ | Ἔσται· τετραχῶς τούτῳ χρᾶται Ὅμηρος· ἔσσεται, ἐσσεῖται, ἔσται. | ] |
| epsilon | 3236 | [ | Ἔστυγεν· ἐστύγνασεν. ἀπὸ τῆς τοῦ προσώπου στυγνότητος. Ὅμηρος· κατὰ δ’ ἔστυγε μῦθον ἀκούσας. | ] |
| epsilon | 3277 | [ | Ἔτεα· ἔτη παρ’ Ὁμήρῳ. | ] |
| epsilon | 3292 | [ | Ἕτερον· Ὅμηρος· ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. ἐνταῦθα δοκεῖ συγκεχύσθαι τὸ δυϊκόν. ἔδει γὰρ ἕτερον δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου. τὸ γὰρ ἄλλος ἐπὶ πλειόνων τίθεται. πιθανεύονται δέ, ὅτι ἐπὶ τῶν ὁμοειδῶν τὸ ἕτερον. | ] |
| epsilon | 3585 | [ | Εὔμολπος, Ἐλευσίνιος ἤτοι Ἀθηναῖος, υἱὸς Μουσαίου τοῦ ποιητοῦ, ὡς δέ τινες μαθητὴς Ὀρφέως, ἐποποιὸς τῶν πρὸ Ὁμήρου. γέγονε δὲ καὶ Πυθιονίκης· πρὸς λύραν γὰρ ἐπεδείκνυντο οἱ ποιηταί. οὗτος ἔγραψε τελετὰς Δήμητρος καὶ τὴν εἰς Κελεὸν ἄφιξιν καὶ τὴν τῶν μυστηρίων παράδοσιν, τὴν ταῖς θυγατράσιν αὐτοῦ γενομένην, ἔπη τὰ πάντα τρισχίλια. Χειροσκοπικὰ πεζῶς, βιβλίον αʹ. | ] |
| epsilon | 3680 | [ | Εὐρεῖα· Ὅμηρος· τότε μοι χάνοι εὐρεῖα χθών. οὐ καθολικὸν ἐπίθετον ἡ εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη· οἷον εὐρύ μοι χάσμα γένοιτο. | ] |
| epsilon | 3694 | [ | Εὐριπίδης [+], τραγικός, τοῦ προτέρου ἀδελφιδοῦς, ὡς Διονύσιος ἐν τοῖς χρονικοῖς. ἔγραψε δὲ Ὁμηρικὴν [+] [+] ἔκδοσιν [+], εἰ μὴ ἄρα ἑτέρου ἐστί. δράματα αὐτοῦ ταῦτα· Ὀρέστης [+], Μήδεια [+], Πολυξένη [+]. | ] |
| epsilon | 3793 | [ | Εὐφημησμός. Εὐφήμου στόμα φροντίδος, ἡ φωνή. στόμα γὰρ ἡ φωνή. Ὅμηρος· πολέμου στόμα. καὶ Σοφοκλῆς· χαλκοστόμου κώδωνος. ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες. ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὔφημον οὖν τὴν σιωπηλήν· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τίθεται. | ] |
| epsilon | 3967 | [ | Ἔφριξα· τὰς τρίχας ὠρθώθην, ἐπυκνώθην. Ὅμηρος· ἔφριξε δὲ μάχη. καὶ Σοφοκλῆς· ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμην. ἀντὶ τοῦ ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην. | ] |
| epsilon | 3996 | [ | Ἔχετος· τύραννος ἀπηνὴς καὶ σκληρός. Ὅμηρος· πέμψω σ’ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. καὶ ἕτερος· ἐκπέμπει δὲ ὁ Φῆστος τὸν ποιητικὸν καὶ μυθώδη Ἔχετον καὶ εἰ δή τις ἄλλος ἐκ Σικελίας ἢ Θετταλίας, χρυσὸν ἀποδείξων καὶ πανήγυριν. | ] |
| epsiloniota | 33 | [ | Εἰδήσεις· μάθοις, ἐπιγνῷς. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσῶν ἔννε’ ἀριθμὸς ἔχει. καὶ Εἰδῇς, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ἐπιγνῷς, μάθοις. Ὅμηρος· ὄφρ’ εὖ εἰδῇς ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. | ] |
| epsiloniota | 45 | [ | Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. | ] |
| epsiloniota | 148 | [ | Εἰ μὴ κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποταμοὺς ἔπηξ’ ὑπ’ αὐτὸν τὸν χρόνον, ἡνίκα Θέογνις ἠγωνίζετο. οὗτος τραγῳδίας ἦν ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα, διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. | ] |
| epsiloniota | 152 | [ | Εἰμί· ὑπάρχω. τοῦτο μέλλοντα οὐκ ἔχει· τοῦ δὲ εἶμι, τὸ πορεύομαι, τὰ πληθυντικὰ διὰ τοῦ ι καὶ τὰ δυϊκά· ἴμεν, ἴτε. Ὅμηρος· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης. Αἴας φησίν· ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμά, μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς. | ] |
| epsiloniota | 200 | [ | Εἴρξας· ἀποκλείσας. δασέως δὲ τὸ εἵρξας Ἀττικοί· τὸ μέντοι παρ’ Ὁμήρῳ, ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ, ψιλῶς. τὸ δὲ ἕρξας, τὸ πράξας, δασέως ἀναγινώσκομεν. ἡ μὲν ἄρ’ ὣς ἕρξασ’ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἰρκτῆς ψιλῶς Ἀττικοί. | ] |
| epsiloniota | 235 | [ | Εἴσατο· ἐφάνη, καὶ ὡμοιώθη. Ὅμηρος. | ] |
| eta | 5 | [ | Ἦ· ἀντὶ τοῦ ἤμην. καὶ χωρὶς τοῦ ν. Ἀριστοφάνης Πλούτῳ· ἃ κρύπτειν ἦ παρεσκευασμένος. τίθεται καὶ ἐπὶ τρίτου προσώπου. ὅτι δὲ καὶ ἐπὶ τοῦ ἤμην ἐκ τῆς Ὁμηρικῆς διαιρέσεως· ὣς ἔον, εἴποτ’ ἔηνγε. περὶ τοῦ ἢ συνδέσμου. ἢ γὰρ διαζευκτικός ἐστιν ἢ διασαφητικὸς ἢ ὑποδιαζευκτικός. καὶ διαζευκτικὸς μὲν ὁ τὰ ἐναντία ἐν τῇ συντάξει διϊστῶν· οἷον, ἡμέρα ἢ νύξ· ἢ νέος ἠὲ παλαιός. ὑποδιαζευκτικὸς δέ ἐστιν ὁ διάφορα πράγματα τιθεὶς μηδὲν ἕτερον ἐν τῇ διαιτήσει διϊστῶν· οἷον, δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους. διασαφητικὸς δέ, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν ἀναιρῆται· οἷον, κρεῖσσον ἐν γῇ πένεσθαι ἢ πλουτοῦντα πλεῖν. καί, θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον. | ] |
| eta | 100 | [ | Ἦ δ’ ὅς· οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς. διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς. καὶ ἦ, ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμενοῦμεν, ἦ δ’ ὃς ὁ Γλαύκων. καὶ ἦν δ’ ἐγώ, ἀντὶ τοῦ ἔφην δὲ ἐγώ. παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· ὁ Ζεὺς διδώνω πολλάς, φησί, τοὔ νομα. Ἀρίσταρχος δὲ τὸ μὲν ἦ δ’ ὃς ἀντὶ τοῦ ἔφη δὲ ὅς. τὸ δὲ ἦν δὲ ἐγώ, ἔφην δ’ ἐγώ. τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων, Ὅμηρον δ’ οὐ κατὰ πάντα χρῆσθαι αὐτῷ, οὐδὲ σχηματίζειν ἀπ’ αὐτοῦ τὸ ἀνάλογον μέν, ὡς ὅταν λόγου τελευτὴν σημαίνῃ· ᾖ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι. καί, ἦ, καὶ ἐπ’ Ἀντινόῳ. τοὺς δὲ μεθ’ Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν. | ] |
| eta | 102 | [ | Ἦδος· ὄφελος. ψιλοῦται. Ὅμηρος· ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλετο; | ] |
| eta | 144 | [ | Ἠΐων· ἀχύρων. Ὅμηρος· ὡς δ’ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει. καὶ Βάβριος· οὔπω καιρός ἐστιν ἤϊα λύειν. | ] |
| eta | 162 | [ | Ἤκαχον· ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι. ἀντὶ τοῦ ἐλύπησαν. | ] |
| eta | 235 | [ | Ἥλιος· μετὰ τὴν τελευτὴν Ἡφαίστου, τοῦ βασιλέως Αἰγύπτου, Ἥλιος ὁ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διεδέξατο, ζήσας ἡμέρας ͵δυοζʹ, ὡς γίνεσθαι ἔτη ιβʹ, μῆνας γʹ, ἡμέρας εʹ. οἱ μὲν γὰρ τὰς ἡμέρας ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῆς σελήνης, ἕτεροι δὲ τοὺς δʹ καιρούς. οἱ γὰρ μετὰ ταῦτα δυναστεύσαντες καὶ ὑποτελεῖς τὰς χώρας ποιήσαντες ἀπὸ τῆς αὐξήσεως τῶν καρπῶν τοὺς χρόνους διέκριναν καὶ ἐνιαυτοὺς κυρίως ἐκάλεσαν. ὁ τοίνυν Ἥλιος τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρηκὼς μοιχευομένην γυναῖκα ταύτην ἐθριάμβευσεν. ὅπερ μετέβαλε ποιητικῶς Ὅμηρος, ὅτι ὁ ἥλιος τὴν Ἀφροδίτην ἔδειξε μιγνυμένην τῷ Ἄρει· Ἀφροδίτην μὲν τὴν ἐπιθυμίαν καλέσας, Ἄρεα δὲ τὸν μετ’ αὐτῆς καταληφθέντα στρατιώτην. | ] |
| eta | 403 | [ | Ἠνύσατε· ἐφθείρατε. καὶ Ὅμηρος· ἦ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. καὶ Σοφοκλῆς· ἠνύσατε ἐκτοπίαν φλόγα πήματος. ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀκόλαστον. ἀντὶ τοῦ ἐκτοπίαν γενέσθαι, ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως. | ] |
| eta | 408 | [ | ᾜομεν· ἐπορεύθημεν. Ὅμηρος. ᾔομεν, ὡς ἐκέλευσας. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι Δωρικῶς, τροπῇ τῆς ει διφθόγγου εἰς η. Ἀππιανός· Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησούμεναι· οἱ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα, ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον. | ] |
| eta | 455 | [ | Ἡρακλέων, Αἰγύπτιος, ἀπὸ κώμης Τιλώτεως οὔσης ὑπὸ τῇ Ἡρακλέους πόλει, γραμματικός. ἐπαίδευσε δὲ ἐν Ῥώμῃ. ἔγραψεν ὑπόμνημα εἰς Ὅμηρον [+] κατὰ ῥαψῳδίαν καὶ εἰς τοὺς λυρικούς, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] προστακτικῶν ῥημάτων. | ] |
| eta | 521 | [ | Ἤριννα, Τεΐα ἢ Λεσβία, ὡς δὲ ἄλλοι Τηλία· Τῆλος δέ ἐστι νησίδιον ἐγγὺς Κνίδου· τινὲς δὲ καὶ Ῥοδίαν αὐτὴν ἐδόξασαν. ἦν δὲ ἐποποιός. ἔγραψεν Ἠλακάτην· ποίημά δ’ ἐστιν Αἰολικῇ καὶ Δωρίδι διαλέκτῳ, ἐπῶν τʹ. ἐποίησε δὲ ἐπιγράμματα. τελευτᾷ παρθένος ἐννεακαιδεκέτις. οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἶσοι Ὁμήρῳ. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ὁμόχρονος. | ] |
| eta | 556 | [ | Ἥρως· ἡμίθεος, δυνατός, γενναῖος. δισυλλάβως δὲ κέχρηται Ὅμηρος ἥρῳ, ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ. | ] |
| eta | 583 | [ | Ἡσίοδος, Κυμαῖος· νέος δὲ κομισθεὶς ὑπὸ τοῦ πατρὸς Δίου καὶ μητρὸς Πυκιμήδης ἐν Ἄσκρῃ τῆς Βοιωτίας. γενεαλογεῖται δὲ εἶναι τοῦ Δίου, τοῦ Ἀπελλίδος, τοῦ Μελανώπου· ὅν φασί τινες τοῦ Ὁμήρου προπάτορος εἶναι πάππον, ὡς ἀνεψιαδοῦν εἶναι Ἡσιόδου τὸν Ὅμηρον, ἑκάτερον δὲ ἀπὸ τοῦ Ἄτλαντος κατάγεσθαι. ποιήματα δὲ αὐτοῦ ταῦτα· Θεογονία, Ἔργα καὶ Ἡμέραι, Ἀσπίς, Γυναικῶν ἡρωϊνῶν κατάλογος ἐν βιβλίοις εʹ, Ἐπικήδειον εἰς Βάτραχόν τινα, ἐρώμενον αὐτοῦ, περὶ τῶν Ἰδαίων Δακτύλων· καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ ἐπιξενωθεὶς παρ’ Ἀντίφῳ καὶ Κτιμένῳ, οἳ νύκτωρ δόξαντες ἀναιρεῖν φθορέα ἀδελφῆς αὐτῶν, ἀνεῖλον τὸν Ἡσίοδον ἄκοντες. ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος· Πορφύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυτοῖς ὁρίζουσιν, ὡς λβʹ μόνους ἐνιαυτοὺς συμπροτερεῖν τῆς πρώτης Ὀλυμπιάδος. | ] |
| eta | 627 | [ | Ἦτορ· ψυχή. Ὅμηρος· ἁπαλόν τέ σφιν ἦτορ ἀπηύρα. ὅπερ ἐκίνησε τοὺς Στωϊκούς, ὅτι συναύξεται τῷ σώματι ἡ ψυχὴ καὶ συμμειοῦται πάλιν. | ] |
| eta | 654 | [ | Ηὐχένιζε· τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει. ὅπερ Ὅμηρος ἀνερύειν φησί. | ] |
| gamma | 4 | [ | Γάγγης, βασιλεὺς Αἰθιόπων, ὃν ἀπέκτεινεν Ἀλέξανδρος, δεκάπηχυς τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα, αὐτὸς ἐς τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῆ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν ιβ μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ιαʹ, γυναῖκα δὲ ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα εἰς μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ ὠμὸν δόξαι· σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα. πόλεων μὲν τοίνυν ξʹ οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔστιν. Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασον στρατεύσαντάς ποτε ἐπὶ τήνδε τὴν γῆν ἀπώσατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει. | ] |
| gamma | 68 | [ | Γαστήρ: ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ οὐ κοιλίας. καὶ παροιμία· γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἡ πλήρης μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαστριμαργούντων. Γαστέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογισμῶν ταμεῖον ἐκάλεσεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. | ] |
| gamma | 458 | [ | Γρῖφος: ὁ ἀσαφὴς λόγος. Ἴῳ ἐνὶ παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσῶν γρῖφον ὑφηνάμενοι. καὶ Γριφώδης λόγος. | ] |
| gamma | 498 | [ | Γυναικὸς ἄῤ ἀντιτέτυξο: ἀντὶ τοῦ ἴσος γυναικὶ κατεσκευάσθης. παῤ Ὁμήρῳ. | ] |
| gamma | 509 | [ | Γυρίης: περιφεροῦς. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦλθον γυρίης. καὶ Ὅμηρος· γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος. περὶ Ὀδυσσέως. | ] |
| iota | 25 | [ | Ἰαμβίζω. Ἰαμβίζω, τὸ ὑβρίζω. ὡς γὰρ ὁ ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, οὕτω καὶ ἡ ὕβρις ἐξ ὀλίγου ἀρχομένη πρόεισιν ἐπὶ μεῖζον. καὶ Ὅμηρος· ἥ τ’ ὀλίγη μὲν τὰ πρῶτα. | ] |
| iota | 63 | [ | Ἰατρός· βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δ’ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια. | ] |
| iota | 91 | [ | Ἰδαῖος, Ῥόδιος, υἱὸς Λισσοῦ, ἐποποιός· παρεμβαλὼν στίχον στίχῳ ἐδίπλασε τὴν ποίησιν Ὁμήρου. ἔγραψε καὶ ἄλλα· Ῥόδια εἰς ἔπη ͵γʹ. | ] |
| iota | 108 | [ | Ἰδίω· τὸ ἱδρῶ. ἴδιον, ὡς ἐνόησα. Ὅμηρος. | ] |
| iota | 186 | [ | Ἱερὸν ἰχθῦν· Ὅμηρος τὸν ἄνετον καὶ αὐτεξούσιον λέγει, οὐ τὸν κάλλιχθυν ἢ τὸν πομπίλον, ὥς τινες. | ] |
| iota | 361 | [ | Ἵνα· τούτῳ χρῶνται ἀντὶ τοῦ ἄν. Ὅμηρος· ἵνα μὴ ῥέξωμεν ὧδε. | ] |
| iota | 471 | [ | Ἰώβ, ὁ μέγας ὄντως ἐκεῖνος καὶ γενναῖος τῆς ἀληθείας ἀγωνιστής, ὁ πρῶτος ἀνοίξας τὸ γυμνικὸν ἐκεῖνο καὶ παγκόσμιον στάδιον, ὁ τὸν ἀντίπαλον πάσαις ταῖς πάλαις καταβαλών, ὁ μέχρι καὶ τῶν ὀστέων τὰς πληγὰς καὶ τοὺς μώλωπας εἰσδεξάμενος καὶ μείνας ἀήττητος, ὁ σκωλήκων πλήρης καὶ στεφανίτης· ὃν οὐδὲ θάνατος ἴσχυσε καταστρῶσαι καὶ κονίσαι τὰ ὄπισθεν, ἀλλ’ ἔτι ἕστηκεν ὥσπερ τις ἀνδριὰς ἀπερίτρεπτος ἢ καὶ ἄκμων ἀνήλατος, δι’ ὅλου τοῦ βίου καταπαλαίων καὶ καταράσσων τὸν ἀντικείμενον. οὗτος πρῶτος κατεπάτησε τὸν Διάβολον· οὗτος ἤρατο κατὰ τοῦ πονηροῦ νίκης τρόπαια, οὐ Νέμεα καὶ Ὀλύμπια Ἴσθμιά τε καὶ Πύθια καὶ ὅσα Ἑλληνικοὶ διακομπάζουσι λόγοι ἀγωνιζόμενος, ἀλλὰ πρὸ παίδων καὶ κτήσεως καὶ βοσκημάτων καὶ θεραπείας καὶ πάσης τοῦ βίου διαγωγῆς καὶ πτωμάτων οἰκίας τάφους τὰς αὐτὰς καὶ πολυάνδρια τῶν ἑαυτοῦ παίδων γεγενημένας ὁ καρτερόψυχος θεασάμενος, οὓς ἐν μιᾷ ἡμέρᾳ καὶ ὥρᾳ ἐπὶ τῆς τραπέζης εὐωχουμένους καὶ συνεσθίοντας κατέστρωσε σωρηδὸν ὁ παμμίαρος, ἐπισείσας αὐτοῖς τὸ δωμάτιον, οὐ δύο καὶ τρεῖς ἢ τέτταρας, ἀλλὰ δέκα τοὺς πάντας καὶ πάσας καταβαλών. καὶ οὐδὲ μέχρι τούτων ἡ λύσσα καὶ βασκανία ἠρκέσθη τοῦ ἀντιπάλου, ἕως αὐτὸν τὸν ἀθλητὴν γυμνὸν ἐπὶ τῆς κοπρίας ἐκκαλεσάμενος καὶ κατάστικτον ὅλον τοῖς ἕλκεσι καὶ πλήρη σκωλήκων ἀπεργασάμενος, θέαμα φρικτόν τε καὶ ξένον ὅλῃ τῇ ὑφ’ ἡλίῳ κατέστησεν, ἔτεσιν ἑπτὰ τοῖς ὀδοῦσι δαρδάπτων καὶ τῇ γλώσσῃ λικμώμενος ὅλον τὸ σῶμα τοῦ μάκαρος· μέχρις ὅτου τὴν ἧτταν ἐφ’ ἑαυτὸν ὁ παμμίαρος ἐπεσπάσατο καὶ τὴν αἰσχύνην τέλεον ἐκληρώσατο. ἔχεις τὸ λοιπὸν καὶ τούτου τοῦ φιλοσόφου τὰ ἔπαθλα. ἔχεις καὶ τούτου τὴν βίβλον πολὺ τῆς Ὁμήρου καὶ Πλάτωνος ἀηδόνος λιγυρώτερον ᾄδουσαν, οὐ μύθων καὶ παθῶν ἀλλοτρίων ὑφηγήσεις διαγορεύουσαν, ἢ τὸν θρασύτατον Ἀχιλλέα ἢ τὸν Ὀδυσσέα τὸν πολυμήχανον, ὧν αἱ σφαγαὶ τυγχάνουσι τρόπαια καὶ γυναικῶν φθοραὶ κατορθώματα, ἀλλὰ τὸν Σατανᾶν ὑπὸ γυμνοῦ τινος καὶ ἀόπλου καὶ μόνου καταρασσόμενον, καὶ φίλων συμπαθῶν δημηγορίας καὶ δάκρυα καὶ φυσιολογίαν ὅλης τῆς κτίσεως καὶ ζῴων καὶ ὀρνέων φύσεις καὶ λαμπρά τινα διηγήματα, καὶ αὐτοῦ δὲ τοῦ δράκοντος τὴν εἰκόνα τοῦ σκολιοῦ καὶ πολλὰς ἔχοντος τὰς ἑλίξεις καὶ τοὺς ὀφθαλμοὺς ὡς πῦρ ἀποστίλβοντας· καὶ τὴν εἰς ᾅδου καὶ τῶν καταχθονίων τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ συγκατάβασιν καὶ τὴν ἐξ ᾅδου καὶ τῶν νεκρῶν ἀναβίωσιν καὶ πάλιν τὸν δίκαιον στεφανίτην ἀναγορεύουσαν καὶ παῖδας καὶ κτῆσιν ὅλην πολυπλασίως λαμβάνοντα καὶ χρόνον ζωῆς διπλασιαζόμενον καὶ θυγατέρων ὀνόματα ἐξαλλάσσοντα, οὐ Λήδης ἢ τῆς Εὐρώπης καὶ Ἀντιόπης, ἃς ὁ τῶν θεῶν ὕπατος Ζεὺς διεκόρησεν, ἀλλ’ Ἡμέρας τε καὶ Κασίας καὶ Ἀμαλθείας προσωνυμίας λαμβάνουσαι καὶ τὸ κριθῆναι πασῶν γυναικῶν τῶν ὑπὸ τὸν οὐρανὸν ἐκπρεπέστεραι, καὶ τὸ δὴ μέγιστον τοῦ νικηφόρου καὶ στεφανίτου Ἰὼβ τὴν εὐγένειαν ὥσπερ τι γνώρισμα καὶ κλῆρον λαχούσας ἐξαίρετον. μόνος γὰρ οὗτος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, ὁ κλεινὸς καὶ τριπόθητος, ὁ τοῦτο κερδάνας τῶν ἑαυτοῦ ἄθλων τὸ τελευταῖον καὶ ἔσχατον, τὸ μετὰ Χριστοῦ συναναστῆναι καὶ τὸν τῇδε κόσμον θεάσασθαι πάλιν μετὰ τοῦ σώματος, οὐ κατὰ τὸν Ἡρακλέους μῦθον καὶ τὴν Ἀδμήτου Ἄλκηστιν, ἣν ὁ καλλίνικός τε καὶ τριέσπερος ὑπὲρ τοῦ ἀνδρὸς τελευτήσασαν ἤγειρε, κἂν ἔσχατον πυρός τε καὶ γυναικὸς γέγονε παρανάλωμα, ἀλλὰ κατὰ τὴν ἄρρητον τοῦ σωτῆρος ἡμῶν δύναμιν, τοῦ τὸν ᾅδην σκυλεύσαντος καὶ τοὺς νεκροὺς ἐκ τῶν καταχθονίων ἁρπάσαντος, ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ γεννήτορος μετὰ τοῦ προσλήμματος καὶ βασιλεύει πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως. | ] |
| iota | 482 | [ | Ἰῶκά τε δακρυόεσσαν· Ὅμηρος ἰῶκα λέγει τὴν ἰωκήν, ὡς Ἡσίοδος κρόκα τὴν κρόκην· καὶ αὐτὸς Ὅμηρος τὴν ἀλκῇ, ἀλκί· ἀλκὶ πεποιθώς. λέγει δὲ ἰωκὴν ἀπὸ μέρους τὴν μάχην, ἐπεὶ διώξεως αἰτία γίνεται· ὅθεν καὶ βοὴν τὸν πόλεμον ἀπὸ τοῦ ἀλαλαγμοῦ. | ] |
| iota | 592 | [ | Ἱρά· ἐκκλησία· καὶ πληθυντικὸν ἱραί. ἱράων προπάροιθεν. Ὅμηρος. | ] |
| iota | 601 | [ | Ἱρῶν μηνίσας· παρὰ Ὁμήρῳ. | ] |
| iota | 612 | [ | Ἴσαν· ἐπορεύθησαν. παρ’ Ὁμήρῳ, καὶ μόνον· σημαίνει δὲ καὶ τὸ ἔγνωσαν. | ] |
| kappa | 221 | [ | Καλλικολώνη· τόπος τῆς Ἴδης. Ὅμηρος· θεῶν ἐπὶ Καλλικολώνῃ. | ] |
| kappa | 273 | [ | Καλυψώ· ὄνομα κύριον. ἡ μὴ ἁπλῆ, καλύπτουσα δὲ τὸ διανοούμενον. δολόεσσαν γὰρ λέγει αὐτὴν Ὅμηρος. | ] |
| kappa | 296 | [ | Καμπύλα τόξα· Ὅμηρος. συνέμιξε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν βελῶν. καμπύλα μὲν γὰρ τὰ τόξα, τουτέστιν ἐπικαμπῇ· πεπτηότα δὲ ἄλλυδις ἄλλη τὰ βέλη. ὡς χοῖνιξ τὸ μέτρον καὶ τὸ μετρούμενον, καὶ κοτύλη ὁμοίως. | ] |
| kappa | 452 | [ | Κασίγνητος· ἀδελφὸς γνήσιος. Κασίγνητοι κοινότερον οἱ συγγενεῖς· ὁ δὲ Ὅμηρος τοὺς ἀνεψιοὺς εἶπε κασιγνήτους. Ἕκτωρ δὲ κασίγνητος. | ] |
| kappa | 521 | [ | Κατὰ δὲ φρόνιν ἤγαγε πολλήν· ἐμίσησε, κατεφρόνησεν. Ὅμηρος· κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. | ] |
| kappa | 564 | [ | Καταθύμιος θάνατος· παρ’ Ὁμήρῳ οὐχ ὁ ἐπιθυμητικός, ἀλλ’ ἐνθύμιος. | ] |
| kappa | 758 | [ | Καταρτύσων· παρασκευάσων, εὐτρεπίσων. Σοφοκλῆς· ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν; καὶ Ὅμηρος· Κλυταιμνήστρα δόλον ἤρτυεν. | ] |
| kappa | 867 | [ | Κατάχει τοὔλαιον ἐν τῷ χαλκείῳ· Ἀριστοφάνης. ἀντὶ τοῦ εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος, ἵνα λαμπρότερος γένηται. εἰσὶ γάρ τινες, οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. σμήχει οὖν τὴν ἀσπίδα καταχέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός· εἶτα φαιδρυνθείσης αὐτῆς, ἐνοπτριζόμενος εἰς αὐτὴν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, καὶ οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα, διὰ τὴν ἔκλαμψιν. καὶ Ὅμηρος· ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κόρυθος ἀπολαμπομένης. εἶπες ἂν τὸν Βάκχον οὕτως ἰδεῖν διακείμενον, τοῦ μάστιξι μᾶλλον ἢ ἄνθεσιν ἐαρινοῖς καταχέεσθαι. | ] |
| kappa | 960 | [ | Κατεπάλμενος· ἐφορμήσας. δύο προθέσεις παρείληφεν Ὅμηρος, κατὰ καὶ ἐπί. | ] |
| kappa | 1052 | [ | Κατηναρισμένας· ἐπὶ τῆς λείας ἐχρήσατο Σοφοκλῆς. καὶ ἔστιν ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν· ὅτι τὰ ἔναρα σκῦλα, παρὰ τὸ ἀρηρέναι, καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρ’ Ὁμήρῳ τοιοῦτον· ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν. πῶς γὰρ οἷόν τε ἐστὶ σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείου δορᾶς· τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γινόμενον νιφετοῦ καὶ βελέων ἔρυμα. | ] |
| kappa | 1133 | [ | Καύκωνες· ὄνομα ἔθνους. ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς· Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ Δίους. εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε. | ] |
| kappa | 1147 | [ | Κάφος· τὸ πνεῦμα, κατὰ διάλεκτον. καὶ Ὅμηρος· κακῶς κεκαφηότα θυμόν. | ] |
| kappa | 1301 | [ | Κέλης· εἶδος πλοιαρίου μικροῦ. Ἀριστοφάνης· ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκασιν ὀρθαί. καὶ ἵππος δὲ κέλης, ὁ γυμνός. λέγει οὖν, ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. καὶ οὐχ ἁπλοῦν. ἐν Ἐπιγράμμασι· οὐκέτι Τιμάριον τὸ πρὶν γλαφυροῖο κέλητος πῆγμα φέρει πλωτόν, Κύπριδος εἰρεσίην. ἔστι δὲ εἶδος πλοίου. ὅτι τὸ κελητίζειν πρὸ τοῦ Ὁμήρου. | ] |
| kappa | 1302 | [ | Κελητίζειν· κέλητα ἐλαύνειν. Ὅμηρος· ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς. Κέλης, ὁ σελλάριος. | ] |
| kappa | 1349 | [ | Κέρα ἀγλαέ· οὐ τὴν τρίχα ψιλῶς, ἀλλ’ ἐμπλοκῆς τι γένος, ἐπὶ κέρατος τρόπον ἐμπλεκόμενος. ἔπλεκον δὲ καὶ Ἀθηναῖοι τέττιγας. καὶ παρ’ Ὁμήρῳ· πλοχμοί θ’ , οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. καλλωπιζόμενε τῇ τοξικῇ· ἢ τῇ τριχώσει. κέρας γὰρ οἱ παλαιοὶ τὴν τρίχωσιν ἐκάλουν. | ] |
| kappa | 1738 | [ | Κλέπτης· ὁ τὰ ἀλλότρια ἀφαιρούμενος, παρὰ τὸ κλέπτω, τὸ ἐπιθυμῶ. καὶ κλέπτω, τὸ παραλογίζομαι. Ὅμηρος· μὴ κλέπτε νόῳ. κλέπτης δὲ ἀπὸ τοῦ καλύπτειν. λέγεται δὲ κλέπτης καὶ ὁ ἐπὶ βλάβῃ τινὶ βλάψας. καὶ αὖθις· κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶς ὁ κλέπτων ὑπῆρχεν. Ἀριστοφάνης Πλούτῳ· εἴγε λαθεῖν αὐτὸν δεῖ, πῶς οὐ κόσμιόν ἐστι τὸ κλέπτειν. κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται παρὰ Ἀλκήστιδος Εὐριπίδου· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. | ] |
| kappa | 1747 | [ | Κλεῖε πηκτὰ δωμάτων· ἀντὶ τοῦ κλεῖε τὰς θύρας. Ὅμηρος· θύρας πυκινῶς ἀραρυίας. | ] |
| kappa | 1855 | [ | Κναφεύς· παρὰ τὸ κνῶ, τὸ ξύω. Ὅμηρος· ἐπὶ δ’ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ. γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν· ἥτις ἐστὶ παρὰ τὸ γανὸν καὶ λαμπρόν. καὶ ἔστι τὸ μὲν διὰ τοῦ γ κοινόν, τὸ δὲ διὰ τοῦ κ Ἀττικόν. καὶ Ἀριστοφάνης· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα βλάψοι ποτέ. | ] |
| kappa | 1862 | [ | Κνῇ· κόπτει. καὶ Ὅμηρος· κνῇ τυρόν. | ] |
| kappa | 1871 | [ | Κνῆστις· μάχαιρα. Ὅμηρος· κνήστι χαλκείῃ. καὶ ἐν Ἐπιγράμμασι· καὶ τὰν εὐχάλκωτον ἐΰγναπτόν τε κρεάγραν καὶ κνῆστιν. | ] |
| kappa | 1946 | [ | Κόλον· κενόν, μάταιον, κολοβόν. Ὅμηρος· πῆλ’ αὕτως ἐν χειρὶ κόλον δόρυ. καὶ ἐν Ἐπιγράμμασι· τοῦτο τὸ δίπηχυ κόλον κέρας οὐμβρακιώτης βουμολγὸς ταύρου κλάσσας ἀτιμαγέλου. | ] |
| kappa | 2091 | [ | Κόριννος, Ἰλιεύς, ἐποποιὸς τῶν πρὸ Ὁμήρου, ὥς τισιν ἔδοξε· καὶ πρῶτος γράψας τὴν Ἰλιάδα, ἔτι τῶν Τρωϊκῶν συνισταμένων. ἦν δὲ Παλαμήδους μαθητὴς καὶ ἔγραψε τοῖς ὑπὸ Παλαμήδους εὑρεθεῖσι Δωρικοῖς γράμμασιν. ἔγραψε δὲ καὶ τὸν Δαρδάνου πρὸς Παφλαγόνας πόλεμον, ὡς ἐκ τούτου λαβεῖν καὶ τῆς ποιήσεως πᾶσαν ὑπόθεσιν Ὅμηρον καὶ ἐντάξαι τοῖς αὑτοῦ βιβλίοις. | ] |
| kappa | 2098 | [ | Κορνοῦτος· δύω συγγραφέε Ῥωμαίων ἤστην, Τῖτος Λίβιος, οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα, καὶ Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον, σπουδαῖον δὲ οὐδὲν ὄντα. τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων, ὡς τοῦ μὲν Κορνούτου παμπλείστους ἀκούειν, θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας καὶ διὰ τὴν ἀπαιδίαν ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους, ἀλλὰ ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια, μήτε χρημάτων δεόμενοι, μηδὲ μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν, μήτ’ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι, τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν, ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ καὶ ἐσθλά, τὸ τοῦ Ὁμήρου, τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ περιρρεομένου τοῖς χρήμασι λήθην κατεχέαντο τοῦ Κορνούτου. καὶ ἴσασιν ἤ τις ἢ οὐδεὶς αὐτόν. οὗτος ὁ Κορνοῦτος Λεπτίτης φιλόσοφος· Λεπτὶς δὲ πόλις Λιβύης· γεγονὼς ἐν Ῥώμῃ ἐπὶ Νέρωνος καὶ πρὸς αὐτοῦ ἀναιρεθεὶς σὺν τῷ Μουσωνίῳ. ἔγραψε πολλὰ φιλόσοφά τε καὶ ῥητορικά. | ] |
| kappa | 2228 | [ | Κωθωνίσαι· μεθύσαι. ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ’ ἡμέρας. ὅτι Ὅμηρος τῷ μὲν αἱμορραγοῦντι Πράμνειον παραδίδωσι, τῷ δὲ κωθωνιζομένῳ τὸν ἡδὺν πότον. | ] |
| kappa | 2376 | [ | Κρεώφυλος, Ἀστυκλέους, Χῖος ἢ Σάμιος, ἐποποιός. τινὲς δὲ αὐτὸν ἱστόρησαν Ὁμήρου γαμβρὸν ἐπὶ θυγατρί. οἱ δὲ φίλον μόνον γεγονέναι αὐτὸν Ὁμήρου λέγουσι καὶ ὑποδεξάμενον Ὅμηρον λαβεῖν παρ’ αὐτοῦ τὸ ποίημα τὴν τῆς Οἰχαλίας ἅλωσιν. | ] |
| kappa | 2388 | [ | Κρημνός· φάραγξ. Ἀριστοφάνης· κρημνοὺς ἐρείδων. τουτέστι κρημνοὺς ἐπιπέμπων καὶ ἀκοντίζων. ἀπὸ τοῦ ἐλασίμβροτα εἴληφε, καὶ ταῦτα ὑπέρογκα. Ὅμηρος καὶ τὴν ὄχθην κρημνὸν λέγει· ἐπειδὴ πάντα τὰ ὑψηλὰ κρημνοί. λύσις ὀνείρου· κρημνοῦ πεσόντα δυστυχῆ δηλοῖ τύχην. | ] |
| kappa | 2389 | [ | Κρημνώδη κατανίφει· εἰ μὲν διὰ τοῦ η ἀντὶ τοῦ μεγάλα, εἰ δὲ διὰ τοῦ ι κρίμνα εἶδος ἀλεύρου, ἐξ οὗ ἡ παιπάλη γίνεται, τουτέστι τὸ ἄλευρον· καὶ τὸ λευκαίνειν παλύνειν. Ὅμηρος· ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. | ] |
| kappa | 2412 | [ | Κρῖ· ἡ κριθή. καὶ Ὅμηρος· κρῖ λευκόν. | ] |
| kappa | 2424 | [ | Κρίμνον· διὰ τοῦ ι ἡ κριθή. παρ’ Ὁμήρῳ κατὰ ἀποκοπὴν λέγεται κρῖ· ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι. καὶ Πολύκριμνος, ἡ πολύκριθος. καὶ ἐν Ἐπιγράμμασι· αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρίμνα. καὶ Βάβριος· ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφ’ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω. Κρίμνον δὲ τὸ παχὺ τοῦ ἀλεύρου. | ] |
| kappa | 2547 | [ | Κοιμίσαι· ἐπὶ θανάτου Σοφοκλῆς· Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι. καὶ Ὅμηρος· κοιμήσατο χάλκεον ὕπνον. | ] |
| kappa | 2594 | [ | Κυβήβη· ἡ θεῶν μήτηρ. καὶ Κυβιστᾶν κυρίως τὸ ἐπὶ κεφαλὴν ῥιπτεῖν. Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν. ἐπεὶ οἱ μανιώδεις περὶ τὴν κεφαλὴν πάθους γινομένου τοιοῦτοι γίνονται. ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν ἀπὸ τοῦ ἐνθουσιασμοῦ Κυβήβην λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τὸ μυεῖσθαι γίνεται. ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητρὸς θεῶν. | ] |
| kappa | 2671 | [ | Κυλλός· ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα ὁμοίως. καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. οἱ δὲ Κύλλου ἀναγινώσκουσιν ὡς Κύκνου. τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητής· ὄρσεο Κυλλοπόδιον. τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρός, ὡς Εὔπολις· ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρα, οὐ λέγεις. ἢ ἐπειδὴ πολὺ παρ’ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, ποδὶ κούφῳ, πόδα τιθείς, τὸ κυλλὸν προσέθηκεν. Ἀριστοφάνης Ὄρνισι. | ] |
| lambda | 114 | [ | Λάπαθον· ὄρυγμα εἰς θηρίων ἐνέδραν· καὶ λάχανον, κενωτικὸν γαστρός. ὅθεν καὶ τὸ λαπάξαι, κενῶσαι. Ὅμηρος· νέων ἀλάπαξε φάλαγγας. ἀντὶ τοῦ πορθῶν ἐκένου. | ] |
| lambda | 156 | [ | Λαφυγμός· ἡ ἀδηφαγία, καὶ ἡ πρὸς τὰ ἐδέσματα πολυτέλεια· τουτέστιν ἐκδεδιῃτημένη, πολυτελὴς τρυφή. τὸ ἀπλήστως ἐσθίειν. Εὔπολις ἐν Κόλαξι· λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. Ὅμηρος· καὶ ἔγκατα πάντα λαφύσσει. | ] |
| lambda | 237 | [ | Λέλακας· ἀντὶ τοῦ κέκραγας· ληκεῖν γὰρ τὸ φωνεῖν. ἔστι δὲ καὶ παρὰ τῷ ποιητῇ· λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς. καί, λάκε δ’ ὀστέα. καί, δεινὸν λελακυῖα. | ] |
| lambda | 254 | [ | Λεόντιος, Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος ἐν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα τῆς Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἦν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὗτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα πέμπει πρὸς αὐτόν, αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με. ὁ δὲ ἀντεδήλωσε· τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὦ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρὸς σέ, ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν’ εἰσέλθοιμι μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶσα μετ’ αἰδοῦς ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσίν, εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ’ ἀνεστήκοις αἰδουμένη, ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἥνικα δοίην τὸ σύνθημα. εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρὰ σέ· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ’ οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς προσηκούσης τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσύνης θεσμόν. ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας καὶ τ ἀνδρὶ διηγησαμένη, πρὸς τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν. καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνσταντίου τῶν ἐπισκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος τῶν πάντων; θαυμάζω, ἔφη, ὅτι εἰς ἕτερα διέπειν ταχθεὶς ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων διαταττόμενος. τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἦν ὁ Λεόντιος ἐλευθέριος. | ] |
| lambda | 308 | [ | Λέσχαι· λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος· οὐ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι. καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. Λέσχαι καὶ ποιήματα Ἡρακλείδου τοῦ Ποντικοῦ, μέτρῳ Φαλαικίῳ ἤτοι Σαπφικῷ γραφέντα. | ] |
| lambda | 319 | [ | Λεύκη· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανωμένους τῷ μαράθρῳ καὶ τῇ λεύκῃ. ἐστέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτόν, χθόνιον δὲ καὶ τὸ τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φησὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ Ἀχερωΐδα καλεῖσθαι αὐτὴν παρ’ Ὁμήρῳ. | ] |
| lambda | 356 | [ | Λείας· πραίδας ἀπὸ πολεμίων. καὶ Λείας, τὰ ποίμνια, τὰ βοσκήματα, παρὰ Σοφοκλεῖ· ἔνθεν καὶ λῃστὴς κατὰ τὸ κύριον. Ὅμηρος· ληΐδα δ’ ἐκ πεδίου συνηλάσαμεν ἤλιθα πολλήν. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας. καὶ αὖθις· πολλὰ μὲν λάφυρα, πολλὴν δὲ λείαν περιεβάλλοντο. καὶ Ληΐζω, τὸ πραιδεύω. καὶ ἀλλαχοῦ Ὅμηρος· ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα. καὶ αὖθις· Σκυθῶν ἐπιδραμόντων τὴν Ῥωμαίων χώραν καὶ πολλὴν λείαν παρασυράντων, ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὀργισθεὶς καὶ βοήσας μειζόνως ἐρράγη τὰ τῆς φωνῆς αἴτια καὶ ἐτελεύτησε. | ] |
| lambda | 551 | [ | Λίμνη· ἡ θάλασσα παρ’ Ὁμήρῳ, καὶ ὁ ὠκεανός, καὶ οἱ ποταμοί· ὥστε γενικὸν ὄνομά ἐστι. | ] |
| lambda | 570 | [ | Λίνος· εἶδος ὕμνου. Ὅμηρος· λίνον δ’ ὑπὸ καλὸν ἄειδεν. οὐ διὰ τὸ τὰς χορδὰς ἀπὸ λίνου εἶναι, ἀλλ’ εἶδος ὕμνου ᾖδον, ὡς παιᾶνα. ἢ λύρας χορδή. | ] |
| lambda | 585 | [ | Λιπαροκρήδεμνος· ἡ πολύτιμον κρήδεμνον ἔχουσα. ἡ λιπαροκρήδεμνος, ἵν’ εἴπωμεν καθ’ Ὅμηρον, χερσί σε ταῖς ἰδίαις ἐξεπόνησε Χάρις. | ] |
| lambda | 645 | [ | Λογγῖνος, ὁ Κάσσιος, φιλόσοφος, διδάσκαλος Πορφυρίου τοῦ φιλοσόφου, πολυμαθὴς καὶ κριτικὸς γενόμενος. ἦν δὲ ἐπὶ Αὐρηλιανοῦ τοῦ Καίσαρος καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ, ὡς σύμπνους Ζηνοβίᾳ τῇ Ὀδυμνάθου γυναικί. ἔγραψε Περὶ τοῦ κατὰ φύσιν βίου, Ἀπορήματα Ὁμηρικά [+], Εἰ φιλόσοφος Ὅμηρος [+], Προβλήματα Ὁμήρου [+] καὶ λύσεις ἐν βιβλίοις βʹ, Τίνα παρὰ τὰς ἱστορίας οἱ γραμματικοὶ ὡς ἱστορικὰ ἐξηγοῦνται, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] πολλὰ σημαινουσῶν λέξεων δʹ, Ἀττικῶν [+] λέξεων [+] ἐκδόσεις βʹ, εἰσὶ δὲ κατὰ στοιχεῖον, Λέξεις Ἀντιμάχου καὶ Ἡρακλέωνος· καὶ ἄλλα πολλά. | ] |
| lambda | 771 | [ | Λυγιζόμενος· στρεφόμενος, καλυπτόμενος. ἀπὸ τῶν λύγων. λύγος δέ ἐστι φυτὸν ἱμαντῶδες. δείδη μόσχοισι λύγοισιν. Ὅμηρος. καὶ Πλάτων ἐν Γοργίᾳ [+]· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθών, ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην. τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν λυγίζειν. καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. | ] |
| lambda | 780 | [ | Λύγος· τὸ ἱμαντῶδες φυτόν. Ὅμηρος· δείδη μόσχοισι λύγοισι. καὶ Ἀρριανός· ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρούτιος τοὺς ἐπιχωρίους κελεύει ἡγεῖσθαι τὴν ὁδὸν, ὅπως εἰώθεισαν αὐτοὶ παρ’ ἀλλήλους φοιτᾶν ὥρᾳ χειμῶνος. οἱ δὲ κύκλους ἐκ λύγων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρχοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡς ιϛʹ πόδας πολλαχῆ τὸ βάθος. | ] |
| lambda | 805 | [ | Λυκίαν· τὴν Τρωϊκὴν Ὅμηρος Λυκίαν λέγει. οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων. | ] |
| lambda | 873 | [ | Λῦτο· ἐλύθη, ἐπαύθη. Ὅμηρος· λῦτο δ’ ἀγών. | ] |
| mu | 1 | [ | Μά· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μέντοι ἀντὶ τοῦ μὰ τῷ ναὶ χρῆται· ὡς, ναὶ μὰ τόδε σκῆπτρον· ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τι, συζεύγνυσι τὸ τῆς ἀποφάσεως· οἷον, οὐ μὰ γὰρ Ἀπόλλωνα. καὶ ἐν Ὀδυσσείᾳ· οὐ μὰ Ζῆν’ , Ἀγέλαε. ἡμεῖς δὲ τὸ μὰ ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. | ] |
| mu | 39 | [ | Μαζός· κυρίως ἐπὶ ἀνδρός. καὶ Ὅμηρος· νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικός. | ] |
| mu | 101 | [ | Μάλεος· ὄνομα κύριον. Φαιστός, πόλις Κρήτης. Ὅμηρος· ἐς Φαιστόν· μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει. Μάλεος γάρ τις τελέσας τὸν λίθον τοῦτον ἀνιέρωσε τῷ Ποσειδῶνι, πρὸς τὸ μὴ τὰ κύματα προσπελάζειν τῇ Φαιστῷ. | ] |
| mu | 103 | [ | Μάλειον ὄρος· Μαλειάων ὄρος αἰπύ· Ὅμηρος. | ] |
| mu | 153 | [ | Μανιῶν· πληθυντικῶς. ἀντὶ τοῦ μανίας. σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας. λέγουσι δὲ καὶ ἑνικῶς, τὸ δὲ πλεῖστον πληθυντικῶς. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε. Ἀριστοφάνης. καὶ Ὅμηρος εἰς τὴν αὐτὴν πλάστιγγα τῇ μανίᾳ τὴν μέθην τίθησιν. | ] |
| mu | 173 | [ | Μάξιμος, Τύριος, φιλόσοφος, διέτριψε δὲ ἐν Ῥώμῃ ἐπὶ Κομόδου. Περὶ Ὁμήρου [+] καὶ τίς ἡ παρ’ αὐτῷ ἀρχαία φιλοσοφία· Εἰ καλῶς Σωκράτης [+] οὐκ ἀπελογήσατο· καὶ ἄλλα τινὰ φιλόσοφα ζητήματα. | ] |
| mu | 222 | [ | Μαρώνεια· τόπος ἐστὶ τῆς Ἀττικῆς, οὗ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ μνημονεύει. ἔστι δὲ καὶ πόλις ἐν Θρᾴκῃ, ἥν φησιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην. | ] |
| mu | 237 | [ | Μαρτύρονται· ὅταν ἀντὶ τοῦ μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύρονται. | ] |
| mu | 239 | [ | Μάρτυροι· παρ’ Ὁμήρῳ. ἀπὸ τῆς μάρτυρος εὐθείας. | ] |
| mu | 337 | [ | Μαιονίδας· ὁ Ὅμηρος. εἰ δ’ ἑάλως, συγγνωστόν· ἐπεὶ καὶ κοίρανος ὕμνων Μαιονίδας γρίφων ἰχθυβόλων ἔθανε. τὰν ἴσα Μούσαις φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω. | ] |
| mu | 420 | [ | Μέθη· τὸ παλαιὸν οὐκ ἦν ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλίας καὶ μέθας ὠνόμαζον· τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι ἐνόμιζον· τὰς δὲ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνίεσαν. τοῦτο γάρ ἐστι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν, τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι. καὶ Ὅμηρος, ὅτε λέγει τέλος χαριέστατον, τὴν θυσίαν φησί. | ] |
| mu | 437 | [ | Μέθυ· οἶνος. εὐῶδες δ’ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ, ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται. καὶ Ὅμηρος· δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. | ] |
| mu | 477 | [ | Μέλεος· μάταιος, ἄθλιος, ταλαίπωρος, δυστυχής. ὁ μὲν ποιητὴς ἐπὶ τοῦ ματαίου ἐκδέχεται τὸ μέλεος, οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ. | ] |
| mu | 481 | [ | Μέλει· ἔοικεν. οὕτω τέθειται παρ’ Ὁμήρῳ. καὶ παροιμία· μέλει μοι τῶν τοιούτων οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖς τέλμασι βατράχων. | ] |
| mu | 487 | [ | Μέλης, Μέλητος· ὁ τοῦ Ὁμήρου πατήρ. | ] |
| mu | 505 | [ | Μελιηδής· ὁ γλυκύτατος. καὶ Ὅμηρος· μελιηδέα θυμὸν ἀπηύρα. | ] |
| mu | 569 | [ | Μεμνῇτο· μιμνήσκοιτο. οὕτω προπερισπωμένως, ὡς Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ [+] προσῳδίᾳ. Ἀριστοφάνης Πλούτῳ· ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. | ] |
| mu | 580 | [ | Μεμυκότα· κρύψαντα, καμμύσαντα· ἢ κεκολλημένα. καὶ Ὅμηρος· σὺν δ’ ἕλκεα πάντα μέμυκεν. ἐκ παρατηρήσεως Ὅμηρός φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτορος κατὰ θείαν πρόνοιαν. καὶ ἐν Ἐπιγράμμασι· τὸν πάρος Ὀρβηλοῖ μεμυκότα δειράσι ταῦρον. ἀντὶ τοῦ μυκηθμῷ χρώμενον, μυκώμενον. | ] |
| mu | 605 | [ | Μενέμαχοι· καρτερικοί, μένοντες ἐν τῇ μάχῃ· οὓς Ὅμηρος μενεχάρμας καλεῖ. | ] |
| mu | 669 | [ | Μέσον· τὸ μετέχον τοῦ ἴσου. ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι, ἐναντίαι οὖσαι ἀλλήλαις, ὑπὸ τὴν κακίαν εἰσίν, αἱ δὲ ἀρεταὶ μέσαι αὐτῶν οὖσαι ὑπ’ ἄλλο γένος εἰσίν, ὑπὸ γὰρ τὴν ἀρετήν. ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι, ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων· ἐκ γὰρ τοῦ μεγάλου καὶ μικροῦ, ὄντος τοῦ μὲν ἐν ὑπερβολῇ, τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴσον, ὑπὸ ταὐτὸν γένος. ἔστιν οὖν κυρίως μέσον τὸ κατὰ μίξιν τῶν ἄκρων τοιοῦτον ὄν· καὶ ἀναγκαῖον ὑπὸ ταὐτόν ἐστι γένος τοῖς ἄκροις. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακῶν μέση· ὁμωνύμως γὰρ τὸ μέσον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέσον τὸ κέντρον· ἀλλὰ καὶ ἐν ὅροις μέσος ὁ τῷ μὲν ὑποκείμενος, τοῦ δὲ κατηγορούμενος, ἢ ὅλως ὁ δὶς λαμβανόμενος ἐν ταῖς τῶν προτάσεων συμπλοκαῖς. καὶ τοῖς τοιούτοις λέγεται μέσον, ὅταν ἀμφοῖν μετέχῃ τῶν ἄκρων· τὴν θέσει γὰρ καὶ μίξει καὶ κράσει τῆς σχέσεως αἰτίαν ἐν ἅπασιν ὁ μέσος ἔχει. Ὅμηρος· εἰς μέσον ἀμφοτέροισι δικάσατε. οὐκ ἔστιν εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσως δικάσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ καὶ ἐπιφέρει, μηδ’ ἐπ’ ἀρωγῇ. ἐγὼ δ’ ἔχομαι μέσος. ἀντὶ τοῦ ἥττημαι. ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων. ὅτι μεσότης καὶ μέτρον οὐ δύνανται μᾶλλον καὶ ἧττον γενέσθαι· ἡ δὲ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἐπειδὴ ἐπ’ ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα. | ] |
| mu | 688 | [ | Μεταγένης, Ἀθηναῖος, Δύλου παῖς, κωμικός. τῶν δὲ αὐτοῦ δραμάτων ἐστὶ ταῦτα· Αὖραι, Μαμμάκυθος, Θουριοπέρσαι, Φιλοθύτης, Ὅμηρος [+] ἢ Ἀσκηταί. | ] |
| mu | 917 | [ | Μῆλα· παρὰ τὸ μέλω, τὸ φροντίζω, μέλα καὶ μῆλα, τὰ ἐπιμελείας ἄξια. Ὅμηρος· καλλίτριχα μῆλα νομεύων. ἀντὶ τοῦ νομεύσας. Μῆλα καὶ οἱ μασθοί· ὁ γοῦν Μενέλαος τῆς Ἑλένης τὰ μῆλά που γυμνῆς παρευιδὼν ἐξέβαλ’ , οἰῶ, τὸ ξίφος. | ] |
| mu | 1025 | [ | Μιαρὰ κεφαλή· ὥσπερ φίλη κεφαλή. ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ· Τεῦκρε, φίλη κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοσθένει· καὶ ταῦτ’ , ὦ μιαρὰ κεφαλή. καὶ αὖθις· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ φησιν· αὖθις μετὰ ταῦτα καὶ πλείω λέγε. ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων κακά; Αἰλιανός· παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρα ἀγαθὸν οὔτε θεὸν ἔστι ποτὲ τό γε ὀρθὸν δέχεσθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖς δὲ ὁσίοις εὐκαιρότατος. Πλάτων φησί. | ] |
| mu | 1071 | [ | Μίλτος· χρώματος εἶδος ἐρυθροῦ. καὶ Ὅμηρος· νῆες μιλτοπάρῃοι. καὶ ἐν Ἐπιγράμμασι· μιλτοφυῆ τε σχοῖνον ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι. καὶ αὖθις· σχοινίον τε ἐφείλιξαν μίλτῳ καὶ ἔπαιον τὸ ἄγαλμα Ἀλεξανδρίτην καλοῦντες. καὶ δῆτα πολὺν ἡ μίλτος γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. κατὰ γὰρ τὴν ἀγορὰν ἐσόβουν εἰς ἐκκλησίαν τοὺς Ἀθηναίους μεμιλτωμένῳ σχοινίῳ, ἣν ἔβαλλον κύκλῳ. | ] |
| mu | 1080 | [ | Μίν· ἀντωνυμία τρίτου προσώπου, καὶ σημαίνει τὰ τρία γένη παρ’ Ὁμήρῳ, ἀρσενικόν, θηλυκὸν καὶ οὐδέτερον. ἡ δὲ παραγωγὴ οὕτως· ἐγώ, σύ, τὸ τρίτον ἴ· τὸ ν ἐφελκυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις· καὶ πλεονασμῷ τοῦ μ μίν. | ] |
| mu | 1205 | [ | Μολπή· ᾠδή. παρὰ Ὁμήρῳ δὲ τὸ παίγνιον. μολπῇ τ’ ὀρχηθμῷ τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός. καὶ αὖθις· μολπῆς δ’ οὐ λῆγε μελιτερπέος. | ] |
| mu | 1276 | [ | Μοσχίδια σύκων· οὕτω καλοῦνται αἱ νέαι συκαῖ. μοσχίδια δὲ τὰ νέα βλαστήματα. καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος μόσχος. Ὅμηρος· μόσχοισι λύγοισι. | ] |
| mu | 1343 | [ | Μωρότερος Μωρύχου· Πολέμων λέγεσθαι ταύτην παρὰ Σικελιώταις οὕτως· μωρότερος εἶ Μωρύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μώρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατ’ ἐπίθετον, διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. μορύξαι δὲ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμολυμμένος μεμορυχημένος φησίν. εὐήθειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσόδῳ. τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων. | ] |
| mu | 1394 | [ | Μυκήσαντος· ἠχήσαντος. Ὅμηρος· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι. καὶ ἐν Ἐπιγράμμασι· οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον. | ] |
| nu | 60 | [ | Ναύλοχον· εὔδιον, ἐν ᾧ αἱ ναῦς λοχῶσιν, ἢ ἀναπαύονται. ὁ δὲ ναῦς προσέταξεν ἐν τοῖς ἀγκῶσι ναυλοχεῖν λανθάνοντας· ἐπειδὰν δὲ αἴσθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, διαβάλλειν ὡς τάχιστα. παρὰ δὲ Ἡροδότῳ λιμὴν ἢ εὐδία. οὕτω καὶ παρ’ Ὁμήρῳ. | ] |
| nu | 62 | [ | Ναύμαχα· μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μάχεσθαι. οὕτω καὶ Ὅμηρος προπαροξυτόνως. ὁ μέντοι ναυμάχος ἀνὴρ πρὸ μιᾶς τονοῦται. | ] |
| nu | 70 | [ | Ναυσικάα· ὄνομα κύριον. μέμνηται Ὅμηρος Ναυσικάας Φαιακικῆς βασιλικῆς παιδὸς προσφυῶς τῇ χώρᾳ· ἐπεὶ ναυτικώτατοι ὄντες ἐπέκαιον ταῖς ναυσὶ πίσσαν πρὸς ἀσφάλειαν. | ] |
| nu | 98 | [ | Ναὶ μὰ τόν· ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν, ὅ ἐστι δέρμα. Καλλίμαχος ἐν Ἑκάλῃ. ναὶ τοῦτο δένδρεον αὖον ἐόν περ. οἱ ἀρχαῖοι οὐ προπετῶς κατὰ τῶν θεῶν ὤμνυον, ἀλλὰ κατὰ τῶν προστυγχανόντων· ὡς καὶ Μένανδρος· μαρτύρομαι τὸν Ἀπόλλω τοῦτον καὶ τὰς θύρας. καὶ Ὅμηρος· ναὶ μὰ τόδε σκῆπτρον. καὶ Ἑκάλη εἶπε, ναὶ μὰ τόν· καὶ οὐκέτι ἐπάγει τὸν θεόν. ῥυθμίζει δὲ ὁ λόγος πρὸς εὐσέβειαν. τοιούτου σχήματός τε καὶ ἤθους καὶ τὸ ναὶ μὰ τάς. ὡς εἴπερ εἴποι τις, μὰ τὰς Χάριτας. | ] |
| nu | 177 | [ | Νένακτο· ἐπεπλήρωτο. Ἰώσηπος· συνεκπίπτει δὲ τοῖς πολεμίοις εἴσω· καὶ πᾶσα οἰκία ὁπλιτῶν νένακτο, τὰ τέγη δ’ ἦν τῶν μαινομένων κατάπλεα. ἐκ τοῦ νάσσω, νάξω, τοῦ καὶ παρ’ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ. ἐξ οὗ καὶ ὁ ναστὸς ἄρτος. | ] |
| nu | 197 | [ | Νέον· Ὅμηρος νέον ἡβώοντα οὐ λέγει νέον κατὰ ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, οἷον νεωστὶ ἡβῶντα. | ] |
| nu | 251 | [ | Νέποδες· νηξίποδες· τὸ γὰρ ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι. ἀμφὶ δέ μιν φῶκαι νέποδες. Ὅμηρος. Νέπως δέ, Νέπωτος, ἐθνικόν. καὶ ὄρους δὲ ἀνύδρου ὄνομα. παρὰ τὸ νε στερητικὸν καὶ τοῦ πῶμι, πώσω, κατὰ τοὺς παλαιούς. ἐξ οὗ δηλαδὴ οὐκ ἔστι πιεῖν. | ] |
| nu | 262 | [ | Νεοίη· θράσος νεότητος, προπέτεια. ἐπίρρημα παρ’ Ὁμήρῳ γίνεται ἐκ τοῦ νέος, νεοῖος, ὡς ἠώς, ἠά, ἠοῖος. | ] |
| nu | 265 | [ | Νεῦμαι· ἀντὶ τοῦ ἐλεύσομαι. Ὅμηρος· ἠῶθεν γὰρ νεῦμαι. ἐνεστῶτός ἐστι νέομαι, νεῦμαι. βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. | ] |
| nu | 283 | [ | Νεικέσαι· παρ’ Ὁμήρῳ τὸ λοιδορῆσαι, ἀλλ’ οὐ τὸ κρῖναι. | ] |
| nu | 375 | [ | Νικάνωρ, ὁ Ἑρμείου, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος, ὅτε καὶ Ἕρμιππος ὁ Βηρύτιος. Περὶ στιγμῆς τῆς παρ’ Ὁμήρῳ [+] καὶ τῆς ἐξ αὐτῶν διαφορᾶς ἐν τῇ διανοίᾳ, Περὶ στιγμῆς τῆς καθόλου βιβλία ϛʹ, Ἐπιτομὴν τούτων βιβλίον αʹ, Περὶ στιγμῆς τῆς παρὰ Καλλιμάχῳ [+], Κωμῳδούμενα, Περὶ ναυστάθμου, Περὶ τοῦ ὦναξ, Περὶ στιγμῆς· καὶ ἄλλα. ἐφ’ ᾗ πραγματείᾳ σκωπτόμενος πρός τινων Στιγματίας ἐκαλεῖτο· οὐ γὰρ δήπου ὡς δοῦλος οὕτως ἐσκώπτετο. | ] |
| nu | 500 | [ | Νόστος· ἡ οἴκαδε ἐπάνοδος. παρὰ τὸ τῆς πατρίδος ἡδύ. ἢ ἡ ἀνάδοσις τῆς γεύσεως. καὶ οἱ ποιηταὶ δὲ οἱ τοὺς Νόστους ὑμνήσαντες ἕπονται τῷ Ὁμήρῳ ἐς ὅσον εἰσὶ δυνατοί. φαίνεται ὅτι οὐ μόνος εἷς εὑρισκόμενος ἔγραψε νόστον Ἀχαιῶν, ἀλλὰ καί τινες ἕτεροι. | ] |
| nu | 501 | [ | Νόστος· παρὰ τῇ συνηθείᾳ ὁ γλυκασμός, ἐπὶ τῶν ἐδεσμάτων. ὡς ἀπὸ τῆς οἴκαδε ἀνακομιδῆς καὶ ἀναστροφῆς· παρὰ τὸ τῆς πατρίδος γλυκύ. οὐδὲν γὰρ γλύκιον ἧς πατρίδος, καθ’ Ὅμηρον. ἐκ δὲ τοῦ κατὰ τὴν συνήθειαν νόστου καὶ νόστιμον, τὸ ἡδύ. καὶ Εὔνοστος, θεός τις, φασίν, ἐπιμύλιος. ὁ δὲ ποιητικὸς νόστος παρὰ τὸ νέω γίνεται. οἷον, νῦν δ’ ἐπεὶ οὐ νέομαι γε. ἤγουν οὐκ ἐπανέρχομαι. ἔστι δὲ καὶ ῥῆμα νοστῶ, οὗ σύνθετα παλινοστῶ καὶ ἀπονοστῶ. | ] |
| nu | 582 | [ | Νυκτὶ θοῇ ἀτάλαντος· Ὅμηρος τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. καὶ ἀλλαχοῦ· ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς. | ] |
| omega | 69 | [ | Ὠλεσίκαρποι· ματαιόκαρποι. Ὅμηρος· καὶ ἰτέαι ὠλεσίκαρποι. καὶ ἐν Ἐπιγράμμασιν Ὠλεσίβωλος· κὠλεσίβωλον σφῦραν. τὴν κλῶσαν τοὺς βώλους. | ] |
| omega | 159 | [ | Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφοκλέους [+], Ἀλκαίου [+], εἰς Ὅμηρον [+]. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. | ] |
| omega | 175 | [ | Ὠρείθυια· ὄνομα Νηρηΐδος. Ὅμηρος· Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ’ Ἀμάθεια. τοῦ Βορέου ἐρωμένη. | ] |
| omega | 247 | [ | Ὠστίας· οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασίν. παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον. ἔνθεν καὶ ὠστιάριος, ὁ κρατῶν τὰς θύρας καὶ ὠθίζων τοὺς εἰσιέναι βουλομένους. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζόμεθ’ ἑκάστοτ’ ἐν τῇ ἐκκλησίᾳ. καὶ ἐν Ἀχαρνεῦσιν· οἵδ’ ὠστιοῦνται, πῶς δοκεῖς, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήσονται περὶ τῆς προεδρείας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων, παντί που δῆλον. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος. καὶ Ὅμηρος· φαίης κἀκμῆτας καὶ ἀτειρέας. καί, ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. | ] |
| omega | 253 | [ | Ὣς φάσαν ἡ πληθύς· παρ’ Ὁμήρῳ. πρὸς τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ ἔννοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε. καί, ἀγρόμενοι πᾶς δῆμος. | ] |
| omicron | 47 | [ | Ὁδός· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· ἢ ἐν ὁδῷ καθελών. ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ καὶ τὸ Ὁμηρικόν· ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα συλλαβή, σημαίνει τὸν βαθμόν. | ] |
| omicron | 116 | [ | Ὀκνῶ· φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππικῶν [+] αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. | ] |
| omicron | 158 | [ | Ὀλίγον· ἀντὶ τοῦ οὐδόλως, παρ’ Ὁμήρῳ. ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο. καὶ Ὀλίγον, ἀντὶ τοῦ ἡσυχαίτερον. ὁ δὲ ὀλίγον φθέγγεται πρὸς τὴν κόρην, καὶ αἰτεῖ πιεῖν. καὶ ἀντὶ τοῦ μικρά. καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι. | ] |
| omicron | 191 | [ | Ὀλολυζέτω· θρηνείτω. κυρίως ἐπὶ γυναικῶν. Ὅμηρος· αἱ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον. | ] |
| omicron | 193 | [ | Ὀλολύζειν· τὸ μετὰ κραυγῆς εὔχεσθαι. Ὅμηρος· αἱ δ’ ὀλόλυξαν. | ] |
| omicron | 247 | [ | Ὁμήρειος λόγος· ὁ τοῦ Ὁμήρου. | ] |
| omicron | 248 | [ | Ὁμηρίδαι· οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. οἱ δὲ γένος ἐν Χίῳ ἀπὸ τοῦ ποιητοῦ ὠνομασμένον· ἄλλοι δέ φασιν ἁμαρτάνειν τοὺς οὕτω νομίζοντας· ὠνομάσθαι γὰρ ἀπὸ τῶν ὁμήρων· ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο· ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. | ] |
| omicron | 249 | [ | Ὁμηρίζω· τοῖς Ὁμήρου χρῶμαι. | ] |
| omicron | 251 | [ | Ὅμηρος ὁ ποιητής, Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηΐδος νύμφης, ὡς δὲ ἄλλοι Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης· ὡς δὲ Χάραξ ὁ ἱστορικὸς Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός· κατὰ δὲ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. ἔστι δὲ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δὲ Οἴαγρος, τοῦ δὲ Ὀρφεύς, τοῦ δὲ Δρής, τοῦ δὲ Εὐκλέης, τοῦ δὲ Ἰδμονίδης, τοῦ δὲ Φιλοτερπής, τοῦ δὲ Εὔφημος, τοῦ δ’ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δὲ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον. ὁμοίως δὲ καὶ τὴν πατρίδα ἀμφίβολος διὰ τὸ ἀπιστηθῆναι ὅλως εἶναι θνητὸν τῷ μεγέθει τῆς φύσεως. οἱ μὲν γὰρ ἔφασαν γενέσθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δὲ Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δὲ ἐκ Τροίας ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ Λυδόν, οἱ δὲ Ἀθηναῖον, οἱ δὲ Αἰγύπτιον, οἱ δὲ Ἰθακήσιον, οἱ δὲ Κύπριον, οἱ δὲ Κνώσσιον, οἱ δὲ Σαλαμίνιον, οἱ δὲ Μυκηναῖον, οἱ δὲ Θετταλόν, οἱ δὲ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οἱ δὲ Ῥόδιον. καὶ προσηγορεύετο μὲν κυρίως Μελησιγένης· καὶ γὰρ ἐτέχθη παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺς Σμυρναῖον αὐτὸν γενεαλογοῦντας. ἐκλήθη δὲ Ὅμηρος διὰ τὸ πολέμου ἐνισταμένου Σμυρναίοις πρὸς Κολοφωνίους ὅμηρον δοθῆναι, ἢ ὅτι βουλευομένων Σμυρναίων δαιμονίᾳ τινὶ ἐνεργεία φθέγξασθαι καὶ συμβουλεῦσαι ἐκκλησιάζουσι περὶ τοῦ πολέμου. καὶ γέγονε δὲ πρὸ τοῦ τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζʹ· Πορφύριος δὲ ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ πρὸ ρλβʹ φησίν. ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυτοῖς ὕστερον υζʹ. τινὲς δὲ μετὰ ρξʹ ἐνιαυτοὺς μόνους τῆς Ἰλίου ἁλώσεως τετέχθαι ἱστοροῦσιν Ὅμηρον· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοεʹ. γήμας δ’ ἐν Χίῳ Ἀρησιφόνην τὴν Γνώτορος τοῦ Κυμαίου θυγατέρα ἔσχεν υἱεῖς δύο καὶ θυγατέρα, ἣν ἔγημε Στασῖνος [+] ὁ Κύπριος [+]· οἱ δὲ υἱεῖς Ἐρίφων καὶ Θεόλαος. ποιήματα δὲ αὐτοῦ ἀναμφίλεκτα Ἰλιὰς καὶ Ὀδύσσεια. ἔγραψε δὲ τὴν Ἰλιάδα οὐχ ἅμα οὐδὲ κατὰ τὸ συνεχές, καθάπερ σύγκειται, ἀλλ’ αὐτὸς μὲν ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπιδειξάμενος τῷ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκεν ἀπέλιπεν. ὕστερον δὲ συνετέθη καὶ συνετάχθη ὑπὸ πολλῶν καὶ μάλιστα ὑπὸ Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράννου. ἀναφέρεται δὲ εἰς αὐτὸν καὶ ἄλλα τινὰ ποιήματα· Ἀμαζονία, Ἰλιὰς μικρά, Νόστοι, Ἐπικιχλίδες, Ἠθιέπακτος ἤτοι Ἴαμβοι, Βατραχομαχία, Μυοβατραχομαχία, Ἀραχνομαχία, Γερανομαχία, Κεραμεῖς, Ἀμφιαράου ἐξέλασις, παίγνια, Σικελίας ἅλωσις, ἐπιθαλάμια, Κύκλος, ὕμνοι, Κύπρια. γηραιὸς δὲ τελευτήσας ἐν τῇ νήσῳ τῇ Ἴῳ τέθαπται, τυφλὸς ἐκ παίδων γεγονώς· τὸ δὲ ἀληθές, ὅτι οὐχ ἡττήθη ἐπιθυμίας ἣ διὰ τῶν ὀφθαλμῶν ἄρχεται, καὶ παρὰ τοῦτο ἱστορήθη τυφλός. ἐπιγέγραπται δὲ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ ὑπὸ τῶν Ἰητῶν ἐποιήθη χρόνῳ· ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ὅτι Διοσκορίδης ἐν τοῖς παρ’ Ὁμήρῳ [+] νόμοις φησίν, ὡς ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν ἐμφῦσαι αὐτὴν ἀπ’ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινομένους ἐγκρατεῖς. ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώταις, λέγων· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν, σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτε ἐν γάμοις οὔτε ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους. Μενέλαός τε τῆς Ἑρμιόνης γάμους ποιεῖται καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός, καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ’ , ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα παρέθεσαν αὐτῷ. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ τῷ Νέστορι γηραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι, καὶ Ἀλκίνῳ δὲ τρυφερὸν ᾑρημένῳ βίον, σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Νέστορα δὲ ποιεῖ, παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον· ἀλλ’ ἄγ’ , ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆς. καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεὶ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. περὶ Ὁμήρου τοῦ ποιητοῦ. ὅτι Ὅμηρος πηρὸς ὢν τὰς ὄψεις περιενόστει καὶ ἀφίκετο εἰς Γλαῦκον ποιμένα. ὁ δὲ πρὸς τὸν ἴδιον δεσπότην αὐτὸν ἤγαγεν. ὁ δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ πολλῶν ἔμπειρον πείθει αὐτὸν αὐτόθι μένειν καὶ τῶν παίδων ἐπιμέλειαν ποιεῖσθαι. ὁ δὲ ἔπρασσε ταῦτα καὶ τοὺς Κέρκωπας καὶ τὴν Μυοβατραχομαχίαν καὶ Ψαρομαχίαν καὶ Ἑπταπάκτιον καὶ Ἐπικιχλίδας καὶ ἄλλα ὅσα παίγνιά ἐστιν Ὁμήρῳ ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ. εἶτα ἀφίκετο εἰς Σάμον καὶ εὗρε γυναῖκα Κουροτρόφῳ θύουσαν καὶ λέγει τὰ ἔπη τάδε· κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀπανήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν οὐραὶ μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. ἐπεὶ δὲ ἧκεν εἰς τὴν φρήτραν, ἔνθα ἐδαίνυντο, πῦρ ἀνέκαυσαν. ὁ δὲ Ὅμηρος εἶπεν· ἀνδρὸς μὲν παῖδες στέφανος, πύργοι δὲ πόληος, ἵπποι δ’ ἐν πεδίῳ κόσμος, νῆες δ’ ἐν θαλάσσαις· χρήματα αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ, κόσμος τ’ ἄλλοισιν ὁρᾶσθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι. ὁ αὐτὸς Ὅμηρος μέλλων πλεῖν καὶ τῶν ναυτῶν δεξαμένων αὐτὸν, ἐμβὰς εἰς τὴν ναῦν ἔφη τὰ ἔπη ταῦτα· κλῦθι, Ποσείδαον μεγαλοσθενές, ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος· δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἀρέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι. δὸς δ’ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μετελθόντα βροτῶν ὁσίων τε κυρῆσαι· φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. ὁ αὐτὸς ἐπιτυχών τισι μέλλουσι πλεῖν εἰς Χῖον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ ἐδέξαντο αὐτόν, καὶ λέγει τὰ ἔπη τάδε· ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι αἴσῃ, πτωκάσιν αἰθυίῃσιν ἰὸν δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μετόπισθεν ὄπις[ ξενίου] Διός, ὅς κ’ ἀλίτηται. τῷ αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπός, ὃν μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλοῦσι· καὶ λέγει τάδε· ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἀνήσοι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος ἄριστος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσιν. ὁ αὐτὸς δειπνῶν μετὰ Γλαύκου, καὶ τῶν κυνῶν ἑστώτων καὶ ὑλακτούντων, καὶ δειπνησάντων, λέγει τάδε· Γλαῦκε βροτῶν ἐπιόπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρῃσι δοῦναι. τὼς γὰρ ἄμεινον· ὁ γὰρ καὶ πρόσθεν ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. ταῦτα ἀκούσας ὁ Γλαῦκος ἐθαύμασε. τὸν αὐτὸν ἰδόντες κεραμέες κάμινον ἐγκάοντες κεράμου λεπτοῦ προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη, καὶ ἐκέλευον σφίσιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου. ὁ δὲ Ὅμηρος ᾄδει αὐτοῖς τὰ ἔπη ταῦτα, ἃ καλεῖται Κάμινος· εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς, ὦ κεραμῆες, δεῦρ’ , ἀγαθὴ γαίη, καὶ ὑπέρσχεθε χεῖρα καμίνου, εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλ’ ἱρά, φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὄναρ ἑλέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι. ἢν δ’ ἐπ’ ἀναιδείην στρεφθέντες ψεύδη ἄρησθε, συγκαλέω δ’ ἤπειτα καμίνων δηλητῆρας συντρῖψαι, Σμάραγόν τε καὶ Ἄσβεστον ἠδὲ Σαβάκτην Ὠμόδαμόν θ’ , ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει. στεῖλαι πυραίθουσαν καὶ δώματα· σὺν δὲ κάμινος πᾶσα κυκηθείη, κεραμέων μέγα κωκυσάντων. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος, πάντα ἔντοσθεν αὐτῆς κεραμήϊα λεπτὰ ποοῦσα. δεῦρο καὶ Ἠελίοιο θύγατερ, πολυφάρμακε Κίρκη, ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα· δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, οἵ θ’ Ἡρακλῆος χεῖρας φύγον οἵ τ’ ἀπόλοντο. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος· αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. ὃς δέ χ’ ὑπερκύψοι, περὶ τούτου πᾶν τὸ πρόσωπον φλεχθῇ, ὅπως πάντες ἐπίστωνται αἴσιμα ῥέζειν. ὁ αὐτὸς παραχειμάζων ἐν τῇ Σάμῳ καὶ προσπορευόμενος πρὸς τὰς οἰκίας τῶν ἐπιφανεστάτων, ἐλάμβανέ τι, ἀείδων τὰ ἔπεα ταῦτα, ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων. δῶμα προσετραπόμεσθα ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν ἀυτεῖ, μέγα δὲ βρέμει, ὄλβιος ἀεί. αὐτὰρ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔπεισι πολύς, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα εἰρήνη τ’ ἀγαθή· ὅσσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη, κυρκαίη δ’ ἀεὶ κατὰ δόρπου ἕρπεο μᾶζα. νῦν μὲν κριθαίην εὐώπιδα σησαμόεσσαν. τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφρακα βήσεται ὑμνεῖν, ἡμίονοι δ’ αὔξουσι κραταίποδες ἐς τόδε δῶμα. αὐτὴ δ’ ὕφαιν’ ἱστὸν ἐπὶ λέκτρα βεβηκυῖα, νεύματι τοι εὐμαὶ ἐνιαύσιος, ἔσται χελιδών. ἕστηκε προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα πέρσαι τῷ Ἀπόλλωνος γυιάτιδος. καί· εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν· οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν. ᾔδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δὲ εἰς Ἴον καὶ κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶς ἔχειν καὶ ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆς κυματωγῆς ἐπὶ πλείους ἡμέρας. κατέπλωσαν δὲ παῖδες ἁλιεῖς καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου, προσελθόντες πρὸς αὐτὸν εἶπον· ἄγε, ὦ ξένοι, ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε ἀναγνῶναι, ἅσσ’ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δὲ εἶπαν· ἡμεῖς, ἅσσ’ ἂν εἵλομεν, κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν, φέρομεν. οἱ δὲ φασὶ μέτρῳ εἰπεῖν αὐτούς· ἅσσ’ ἕλομεν, λειπόμεσθα· ἃ δ’ οὐχ ἕλομεν, φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέντα, διηγήσαντο οἱ παῖδες, ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν τῇ γῇ ἐφθειρίζοντο· καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀνῄρουν, ὅσους δὲ μὴ ἐδύναντο, εἰς οἶκον ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεγε τὰ ἔπη τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτε ἄσπετα μῆλα νεμόντων. ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων λεχθέν, καθάπερ οἴονταί τινες, ἀλλὰ τῇ μαλακίᾳ. καὶ ἐτάφη ἐν τῇ Ἴῳ ἐπ’ ἀκτῆς, καὶ ἐπέγραψαν οἱ Ἰῆται ἐπίγραμμα· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ἡ δὲ ποίησις ἐκπέπτωκε καὶ ἐθαυμάζετο ὑπὸ πάντων. | ] |
| omicron | 252 | [ | Ὅμηρος· ἄγνωστος τοῖς ἀνθρώποις. Ἡρόδοτος δὲ ὁ ἱστορικὸς ἔγραψε βίον Ὁμήρου [+], μᾶλλον τοῦδε ἁρμοδιώτερον. | ] |
| omicron | 257 | [ | Ὅμιλος· ἄθροισμα, ὄχλος, πλῆθος. Ὅμηρος· ὅμιλος τερπόμενοι. πρὸς τὸ νοητὸν ἀπήντηκε τὸ ὅμιλος. | ] |
| omicron | 258 | [ | Ὁμίχλη· ἀορασία, ἢ παχὺς ἀήρ. Ὁμίχλη, ὁ τεθολωμένος ἀὴρ καὶ μὴ διαυγής, μηδὲ λαμπρός. Ὅμηρος· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην. ἐτυμολογεῖται δὲ παρὰ τὸ τοῖς ὄμμασιν ἀχλὺν παρέχειν. Ἀριστοφάνης· ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης, ἃ πανουργεῖς, μὴ καθορᾶται. ἀντὶ τοῦ ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τοῦ πολέμου συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| omicron | 333 | [ | Ὄνειαρ· ὄνειρον. ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ· ἦ ῥ’ ἐτεὸν κεράων, οὐδ’ ἐλέφαντος ἔης. ἀντὶ τοῦ ἀληθής· παρὰ τὸ Ὁμηρικόν· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων. | ] |
| omicron | 334 | [ | Ὀνείατα· οὐ πάντως βρώματα, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ πάντα τὰ εἰς ὄνησιν ἐπιτήδεια. Ὅμηρος· ὀνείατ’ ἄγοντα. οὐκ εἶπε δὲ φέροντα· οὐδὲ γὰρ ἐβάσταζεν. | ] |
| omicron | 345 | [ | Ὄνειρον ἐνυπνίου διαφέρει· ἕτερον γάρ ἐστι καὶ οὐ ταὐτό. ἀλλὰ καὶ τὸ ὄνειρον καὶ ἐνύπνιον καλῶς εἴποι τις ἄν· ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν, καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικόν, ἀλλ’ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας, ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνέργεια ὂν καὶ ἀποβησόμενόν ἐστιν ἀγαθὸν ἢ κακὸν ὄνειρον. πολλάκις δὲ καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ Ὅμηρος· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. | ] |
| omicron | 366 | [ | Ὄνθος· βόλβιτον. τουτέστιν ἡ τῶν βοῶν κόπρος. Ὅμηρος· ἐν δ’ ὄνθου βοέος πλῆτο στόμα. φασὶ δὲ κάνθαρον τὸ ζωΰφιον· λέγεται δὲ εἰς ὄνθον ἀποσπερματίζειν καὶ οὕτω περιστρέφειν τοῖς ποσίν, ἕως ὅτου ἐγγυμνασθὲν τὸ σπέρμα ἀποδοθῇ καὶ ἐγγεννήσῃ. θῆλυς δὲ κάνθαρος οὐ γίνεται, ἀλλὰ πάντες ἄρσενες γεννῶνται. καὶ ὀνθηλεύουσι τὸν οἶνον συμμιγνύντες αὐτῷ σαπρόν. | ] |
| omicron | 469 | [ | Ὁπλότερος· κατ’ ἄμφω τίθεται παρ’ Ὁμήρῳ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. Χαρίτων δὲ ὁπλοτεράων, ἐπειδὴ δύο γενέσεις Χαρίτων ὑποτίθεται Ὅμηρος, πρεσβυτέραν καὶ νεωτέραν. διὸ συγκριτικῶς λέγει ὁπλοτεράων. | ] |
| omicron | 575 | [ | Ὄρθιον νόμον καὶ τροχαῖον· τοὺς δύο νόμους ἀπὸ τῶν ῥυθμῶν ὠνόμασε Τέρπανδρος. ἀνατεταμένοι δ’ ἦσαν καὶ εὔτονοι. Ὅμηρος· ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσιν. | ] |
| omicron | 591 | [ | Ὁρκάνη· Λυκοῦργος κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται. παρὰ τὸ ἐρύκειν, ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος· αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. | ] |
| omicron | 655 | [ | Ὀρφεύς, Κικωναῖος ἢ Ἀρκάς, ἐκ Βισαλτίας τῆς Θρᾳκικῆς, ἐποποιός. γέγονε δὲ καὶ οὗτος πρὸ Ὁμήρου, βʹ γενεαῖς πρεσβύτερος τῶν Τρωϊκῶν. ἔγραψε δὲ Μυθοποιΐαν, ἐπιγράμματα, ὕμνους. | ] |
| omicron | 670 | [ | Ὄρχησις· δύο ὀρχήσεις οἶδεν ὁ Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιξεν Ἀριστόνικος ὁ Καρύστιος, Ἀλεξάνδρου τοῦ βασιλέως σφαιριστής. | ] |
| omicron | 698 | [ | Ὅσον βασιλεύτερός εἰμι· Ὅμηρος· τὸ ὅσον ἐνταῦθα οὐκ ἔστι πλήθους ἐμφαντικόν, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅσον εἰμὶ βασιλικώτερος. | ] |
| omicron | 760 | [ | Οὗ· τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου, μακρὰν γὰρ ὡς γέροντι προυστάλης ὁδόν. ἀντὶ τοῦ προῆλθες μακροτάτην ὁδὸν ἢ ὡς ἔπρεπε γέροντι. καὶ αὖθις· δειξάτω, οὗ κεῖται Ὁμήρου ῥαψῳδιῶν στίχος. ἀλλ’ οὐδ’ ἂν Ἴωνα δοκῶ τὸν ῥαψῳδὸν ἐξευρεῖν. | ] |
| omicron | 787 | [ | Οὐδὲν ἔλαττον· ὁ δὲ ἐκήλει τοὺς ἀκούοντας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον Ὀδυσσεὺς Ὁμήρου τοὺς Φαίακας. ὁ μέν γε Ἀλκίνοος ἀπολογίας μεστός, ἐν μὲν ὑπονοίαις ἀληθευούσης, ἐν δὲ τῷ φανερῷ διαβεβλημένης εἰς τὸ ψευδέστερον. | ] |
| omicron | 840 | [ | Οὐ θελήσει· οὐ δυνήσεται. Ὅμηρος· οὐδ’ ἐθέλει προρρέειν. ἀντὶ τοῦ οὐ δύναται. | ] |
| omicron | 848 | [ | Οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νέκυν· καὶ Ὅμηρος· γαστέρι δ’ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς. | ] |
| omicron | 863 | [ | Οὐκ ἔθ’ ὁμῶς τιμῆς ἔσσεαι· Ὁμηρικόν. ἀντὶ τοῦ μεθέξεις τιμῆς. | ] |
| omicron | 868 | [ | Οὐκ ἔνδον, ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον; ὀρθῶς, ὦ γέρον. ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια, οὐκ ἔνδον· αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν· σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικόν, καὶ οὗ ἐὰν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον ἡ γλῶσσ’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. καὶ πάλιν, αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών, πολλὰς δ’ ἰφθίμους ψυχάς, εἶτα, αὐτοὺς δ’ ἑλώρια τεῦχεν. οὕτω καὶ Ἀριστοφάνης· εἰπὼν γάρ, ὁ νοῦς μὲν ἔξω, ἐπήνεγκεν, αὐτὸς δ’ ἔνδον ποιεῖ τραγῳδίαν ἀναβάδην. τουτέστιν ἄνω τοὺς πόδας ἔχων. ἢ ἐπὶ ὑψηλοῦ τόπου κείμενος, ἢ καθήμενος. | ] |
| omicron | 896 | [ | Οὐκί· τὸ οὐχί. Ὅμηρος διὰ τοῦ κ γράφει, οὐ διὰ τοῦ χ. δείκνυται γὰρ ἐκ τῶν συναλοιφῶν τὰ μὲν ψιλὰ μεταπίπτοντα εἰς δασέα, ὅταν τὸ ἐπιφερόμενον δασύνηται· ψιλοῦ δὲ ὑποτασσομένου, μὴ μεταπίπτοντα. | ] |
| omicron | 909 | [ | Οὐλός· ὁ συνεστραμμένας ἔχων τὰς τρίχας. Ὅμηρος περὶ Ὀδυσσέως· γυρὸς ἐν ὤμοις, μελανόχροος, οὐλοκάρηνος. | ] |
| omicron | 928 | [ | Οὔπως· οὐδένα τρόπον. καὶ Θουκυδίδης εʹ. καὶ Ὅμηρος· ὦ γέρον, οὔ πως ἔγωγε τοῦτο τελέεσθαι ὀΐω. | ] |
| omicron | 973 | [ | Οὔτιδες καὶ Σωρῖται· παραλογισμοὶ οὕτω καλούμενοι. καὶ Οὔτις, παρ’ Ὁμήρῳ οὐδείς· οὔτις γὰρ ὁ Ὀδυσσεύς. οὔτις ἔσθ’ ὃς οὐ τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ ξύναιμον ἀποκαλοῦντες. Ἀττικόν ἐστι τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικά, οἷον οὔτις ἀποκαλοῦντες. | ] |
| omicroniota | 42 | [ | Οἰέτεας· ὁμήλικας. Ὅμηρος· ὄτριχας, οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας. | ] |
| omicroniota | 123 | [ | Οἰνόμαος, Γαδαρεύς, φιλόσοφος Κυνικός, γεγονὼς οὐ πολλῷ πρεσβύτερος Πορφυρίου. Περὶ Κυνισμοῦ, Πολιτείαν, Περὶ τῆς καθ’ Ὅμηρον [+] φιλοσοφίας, Περὶ Κράτητος [+] καὶ Διογένους [+] καὶ τῶν λοιπῶν. | ] |
| omicroniota | 128 | [ | Οἰνοπίπας· τὰς οἴνους περισκοπούσας, ὡς Ὅμηρος παρθενοπῖπα, φησὶν Ἀριστοφάνης· ποῦ δ’ οὐχὶ διαβέβληχ’ , ὅπουπερ ἔμβραχυ οἷς θέα καὶ τραγῳδία καὶ χοροί; τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπίπας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσι κακόν. ὁ μὲν οὖν Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον· ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. οἰνοπίπας οὖν ἀντὶ τοῦ μεθύσους· παρὰ τὸ πιπίζειν, ὅ ἐστι μύζειν, ἢ μυζᾶν. | ] |
| omicroniota | 135 | [ | Οἶνος· ὠνομάσθη ἀπὸ Οἰνέως· Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε. Πλάτων δὲ οἰόνουν αὐτόν φησιν, διὰ τὸ οἰήσεως τὸν νοῦν ἡμῶν ἐμπιπλᾶν· ἢ ἀπὸ τῆς ὀνήσεως· Ὅμηρος· ὀνήσεαι, αἴκε πίησθα. καὶ τὰ βρώματα ὀνείατα ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς. ὁ δὲ Κύπριος [+] ποιητής φησιν· οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας. Εὐβούλου στίχοι εἰς οἶνον· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου· ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσιν· ὁ δὲ τέταρτος οὐκέτι ἡμέτερός ἐστιν, ἀλλ’ ὕβρεως· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὄγδοος κλήτορος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας· ὥς τ’ ἐκβάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν ἀγγεῖον χυθεὶς ὑποσκελίζει τοὺς πεπωκότας. καὶ Ἐπίχαρμος· ἐκ μὲν θυσίας θοίνη, ἐκ δὲ θοίνης πόσις ἐγένετο. ἐκ πόσιος κῶμος· ἐκ κώμου θυανία, ἐκ δὲ θυανίας δίκη· ἐκ δὲ καταδίκης πέδαι τε καὶ σφάκελος καὶ ζημία. καὶ Πανύασσις· οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλὸν δ’ ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἦν δὲ καὶ οἶνος κρίθινος ἐν κρατῆρσιν· ἐνῆσαν δὲ καὶ αὐταὶ αἱ κριθαὶ ἰσοχειλεῖς. | ] |
| omicroniota | 136 | [ | Οἴνου πιεῖν. οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἶνον πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὸν ἄνθρωπον, ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; παρὰ τὸ Ὁμηρικόν· ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. Ἡρόδοτος δὲ λέγει Πέρσας τοῦτον κρατεῖν τὸν τύπον· εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας. οἴνου, ἔφη, τοσοῦτον πίνω, ὅσον τῷ ἡλίῳ σπένδω. ὁ Πῶρός φησιν, ὁ Ἰνδῶν βασιλεύς. | ] |
| phi | 4 | [ | Φαβωρῖνος, Ἀρλεάτου τῆς ἐν Γαλλίᾳ πόλεως, ἀνὴρ πολυμαθὴς κατὰ πᾶσαν παιδείαν, γεγονὼς δὲ τὴν τοῦ σώματος ἕξιν ἀνδρόγυνος( ὅν φασιν ἑρμαφρόδιτον) , φιλοσοφίας μεστός, ῥητορικῇ δὲ μᾶλλον ἐπιθέμενος· γεγονὼς ἐπὶ Τραϊανοῦ τοῦ καίσαρος καὶ παρατείνας μέχρι τῶν Ἀδριανοῦ χρόνων τοῦ βασιλέως. ἀντεφιλοτιμεῖτο γοῦν καὶ ζῆλον εἶχε πρὸς Πλούταρχον τὸν Χαιρωνέα εἰς τὸ τῶν συνταττομένων βιβλίων ἄπειρον. γέγραπται γοῦν αὐτῷ φιλόσοφά τε καὶ ἱστορικά, ὧν πολὺς ἀριθμός. ἔστι δὲ καὶ τῶν βιβλίων αὐτοῦ ταῦτα· Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας, Περὶ Σωκράτους [+] καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης, Περὶ Πλάτωνος [+], Περὶ τῆς διαίτης τῶν φιλοσόφων· καὶ ἄλλα. οὗτος ἔγραψε καὶ γνωμολογικά. | ] |
| phi | 16 | [ | Φαέθων· λάμπων, ἥλιος. Σοφοκλῆς· ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων ἠέλιος, εἰ ταῦτ’ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; οἷον οὐκ ἄγουσιν ἐς φῶς τὴν παρανομίαν. καὶ Ὅμηρος· οὔτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης. δείκνυσι δὲ ὁ Ποιητὴς σφαιροειδῆ εἶναι τὸν κόσμον. | ] |
| phi | 50 | [ | Φαλῆς· ὡς Ἑρμῆς. Φαλῆς, Φαλῆτος. ὥσπερ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι, θεσπεσίη ἔχε φύζα[ εἰπών] , φόβου κρυόεντος ἑταίρη· οὕτω καὶ ὁ Κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν· ἀκόλουθα γὰρ Διονυσιακῷ πότῳ τὰ ἀφροδίσια. Φαλλίονες δὲ εἰς τιμὴν τοῦ Διονύσου ἐπὶ γέλωτι στρατευόμενοι, οὕτω καλούμενοι ἀπὸ τῶν φαλλῶν τοῦ Διονύσου. πολλίωνας δὲ ὕστερον αὐτοὺς παραφθείροντες τὸ ὄνομα ὀνομάζουσιν. | ] |
| phi | 182 | [ | Φαιστός· πόλις Κρήτης. Ὅμηρος· ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει. Μάλεος γάρ τις τελέσας τὸν λίθον τοῦτον ἀνιέρωσε τῷ Ποσειδῶνι, πρὸς τῷ μὴ τὰ κύματα προσπελάζειν τῇ Φαιστῷ. | ] |
| phi | 246 | [ | Φειδίας, ἀγαλματοποιός, ὃς ἐλεφαντίνης Ἀθηνᾶς εἰκόνα ἐποίησε. Περικλῆς δὲ ἐπὶ τοῖς ἀναλώμασι ταχθεὶς ἐνοσφίσατο νʹ τάλαντα καὶ ἵνα μὴ δῷ τὰς εὐθύνας, πόλεμον ἐκίνησε. καὶ παροιμία· Φειδίας προσήκοι εἰρήνῃ, καθὸ τεχνίτης. εὔμορφος δὲ ἐκείνη εἰσάγεται. Πολύβιος· Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοιοῦτον εἶπεν, ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ’ Ὁμήρῳ Δία μεμιμῆσθαι· διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας, μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. καὶ αὖθις· καθάπερ, οἶμαι, Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. | ] |
| phi | 255 | [ | Φῆ· οὐδετέρως Ὅμηρος τὸ φῆ ἀντὶ τοῦ ὡς τέταχεν. ὁ δὲ φῆ κώδειαν ἀνασχών. ἵν’ ᾖ ὡς κώδειαν. | ] |
| phi | 394 | [ | Φιλόξενος, Ἀλεξανδρεύς, γραμματικός· ὃς ἐσοφίστευσεν ἐν Ῥώμῃ. Περὶ μονοσυλλάβων ῥημάτων, Περὶ σημείων τῶν ἐν τῇ Ἰλιάδι, Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων, Περὶ διπλασιασμοῦ, Περὶ μέτρων, Περὶ τῆς τῶν Συρακουσίων διαλέκτου, Περὶ ἑλληνισμοῦ ϛʹ, Περὶ συζυγιῶν, Περὶ γλωσσῶν εʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] γλωσσῶν, Περὶ τῆς Λακώνων διαλέκτου, Περὶ τῆς Ἰάδος διαλέκτου, καὶ τῶν λοιπῶν. | ] |
| phi | 423 | [ | Φιλόστρατος, Νερβιανοῦ, ἀδελφόπαιδος Φιλοστράτου τοῦ δευτέρου, Λήμνιος, καὶ αὐτὸς σοφιστής· καὶ παιδεύσας ἐν Ἀθήναις, τελευτήσας δὲ καὶ ταφεὶς ἐν Λήμνῳ, ἀκουστής τε καὶ γαμβρὸς γεγονὼς τοῦ δευτέρου Φιλοστράτου. ἔγραψεν Εἰκόνας, Παναθηναϊκόν, Τρωϊκόν, Παράφρασιν τῆς Ὁμήρου [+] Ἀσπίδος, μελέτας εʹ, τινὲς δὲ καὶ τοὺς τῶν σοφιστῶν [+] [+] βίους [+] [+] ἐπ’ αὐτὸν ἀναφέρουσι. | ] |
| phi | 427 | [ | Φιλοτησία· ἡ φιάλη ἡ διδομένη ἐν τοῖς συμποσίοις. ἐν γὰρ τῷ πότῳ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα. ἣν φιλοτησίαν ἐκάλουν· ὡς Ὑπερίδης φησί, καὶ Ἄλεξις. καὶ Ὅμηρος· δειδέχατ’ ἀλλήλους. καὶ αὖθις· ἐγχείτω τις τούτῳ φιλοτησίαν. καὶ Φιλοτησίας, τὰς δεξιώσεις διὰ τῆς φιλίας. καὶ Φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχῃ φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. | ] |
| phi | 559 | [ | Φόβος· φυγή. καὶ ἡ δειλία. Φόβος δέ ἐστι προσδοκία κακοῦ. εἰς δὲ τὸν φόβον ἀνάγεται ταῦτα· δεῖμα, ὄκνος, αἰσχύνη, ἔκπληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, αἰσχύνη δὲ φόβος ἀδοξίας, ἔκπληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος, θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς· ἀγωνία δὲ φόβος ἀδήλου πράγματος. ἔστι δὲ γένος ἡ θαυμασιότης τῆς ἐκπλήξεως, ἀλλ’ οὐχ ὑπερβολή· γένος γὰρ ἐκπλήξεως ἡ θαυμασιότης, ἡ δὲ ὑπερβολὴ διαφορά· τῶν γὰρ θαυμαζόντων οἱ μὲν καθ’ ὑπερβολὴν θαυμάζουσιν, ὡς οἱ ἐκπεπληγμένοι, οἱ δὲ μετρίως. τὸ δὲ θαυμάζειν καθ’ ὑπερβολήν ἐστιν ἐκπλήττεσθαι. Φόβος, παρ’ Ὁμήρῳ ἡ φυγή. ὅτε δὲ λέγει, ἀρχὴ σοφίας φόβος κυρίου· διότι ὁ βουλόμενος σοφὸς εἶναι ἀπὸ εὐλαβείας ἄρχεται. εἰ δὲ τὸ ἀρχὴ ἐπὶ τῆς ἡγεμονίας παραληφθῇ, φόβος κυρίου οὐχ ὁ παθητικός, ὁ δέει κολάσεων προσγινόμενος( ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον) , ἀλλ’ ἡ κατὰ σεβασμὸν εὐλάβεια· οὗτος γὰρ ὁ φόβος κυρίου πάντα ὑπερέβαλε. | ] |
| phi | 579 | [ | Φόως· Ὅμηρος· ἤγαγε πρὸ φόωσδε. πρὸ τῆς τελειώσεως τοῦ ὡρισμένου καιροῦ. περὶ δὲ τῶν πυλῶν λέγει· αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος. ὡς οὐ διὰ μέσης τῆς πύλης φωτίζεσθαι τὴν πόλιν, ἀλλὰ τὴν σωτηρίαν τῶν φευγόντων. ὡς τό, φόως δ’ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλών. | ] |
| phi | 677 | [ | Φῶτα· ἄνδρα. οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος, ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται· ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἔνθ’ ἀρετὴ διαείδεται ἀνδρῶν, κατὰ τὸν Ποιητήν. | ] |
| phi | 694 | [ | Φράτορες καὶ Φρατρίαι καὶ Φρατρίαρχος· φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς. ὁ οὖν τούτου τοῦ μέρους ἡγούμενος φρατρίαρχος ἐκαλεῖτο· ἐγγράφεται δὲ πατρόθεν εἰς τοὺς φράτορας τῇ τῶν Ἀπατουρίων ἑορτῇ. φασὶ δὲ τὸ αὐτὸ ἔθνος εἶναι τριττύν, ἤτοι τὴν φρατρίαν ἢ φρατορίαν. Φράτορας δὲ τοὺς συγγενεῖς καλοῦσιν. εἰσὶ δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, οἷον πατριᾶς τινος. ὁ γοῦν Ὅμηρος τὴν αὐτὴν καὶ πάτρην λέγει. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη. μεταφορᾷ φάτρη καὶ φράτρη. μεταπέπτωκε δὲ τὰ στοιχεῖα· καθάπερ ἐπὶ τοῦ Πάτριος Ζεὺς καὶ Φάτριος. τὸ δὲ γράφεσθαι εἰς τοὺς φράτορας σύμβολον εἶχον τῆς συγγενείας. | ] |
| phi | 703 | [ | Φρενοβλαβής· ὁ τὰς φρένας βεβλαμμένος, ὁ παράφρων. ἐπὶ Λέοντος τοῦ βασιλέως Ῥωμαίων Αἰθίοπες ἐκόμισαν καμηλοπαρδάλεις καὶ δύο ἐν βραχυτάτοις σώμασιν ἄνδρας φρενοβλαβεῖς, οὓς δὴ πυγμαίους Ὅμηρος ὠνόμασε. | ] |
| phi | 727 | [ | Φρόνιν· τὴν φρόνησιν. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. Ὅμηρος. | ] |
| phi | 791 | [ | Φοινικικῶν· τάξεων ἀπαλλαγέντες καὶ κακῶν Φοινικικῶν. ἢ ὅτι φοινικὶς χλαμὺς ἦν πολεμική· ἢ ἀντὶ τοῦ ναυτικῶν κακῶν· Φοίνικες γὰρ λέγονται κρατεῖν ἐν ταῖς ναυμαχίαις. ἢ αἱματωδῶν· ἀπὸ τῆς τοῦ αἵματος χροιᾶς. καὶ Ὅμηρος· φοινίσσετο δ’ αἵματι γαῖα. | ] |
| phi | 798 | [ | Φοῖνιξ· τὸ δένδρον. καὶ τὸ ὄρνεον. ἐπὶ Κλαυδίου Καίσαρος ἐλθεῖν φασι τοῦτο τοῖς Αἰγυπτίοις διὰ τεττάρων καὶ νʹ καὶ χʹ ἐτῶν. καὶ Φοῖνιξ, ἀντὶ τοῦ φοινικοῦς. Ὅμηρος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν. ἐπὶ ἵππου. περὶ οὖν τοῦ ὀρνέου ἱστόρηται, ὅτι ὅταν αὐτῷ τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον, ὅθεν οὐκ ἴσασιν ἄνθρωποι· καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας καὶ σμύρνης πυρὰν ἀποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς, μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γίνεσθαι· ὅν τινα μεταβάλλειν καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι εἰς Αἴγυπτον ἐκεῖθεν ὅθεν ἦλθεν ὁ πρὸ αὐτοῦ φοῖνιξ. | ] |
| phi | 855 | [ | Φῦσα· χαλκευτικὸν ἐργαλεῖον. Ὅμηρος· φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων. καὶ ἡ αἰτιατικὴ τὴν φύσην. | ] |
| pi | 14 | [ | Πάγκοινος λίμνη· ἡ τοῦ ᾅδου. ἀλλ’ οὔτοι τόν γ’ ἐξ ἀΐδα παγκοίνου λίμνας ἀνστάσεις, οὔτε γόοις οὔτε λιταῖσιν. παγκοίνου, εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ. ὁ δὲ νοῦς· οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεοὺς τοῦτον ἀναστήσεις. Ὁμηρικῶς· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. καὶ Αἰσχύλος· μόνος θεῶν γε θάνατος οὐ δώρων ἐρᾷ. οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος. | ] |
| pi | 40 | [ | Παλαμᾶσθαι· τεχνάζεσθαι. καὶ Παλαμάσθω· πρὸς ταῦθ’ ὅ τι χρῆ καὶ παλαμάσθω, καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω· τὸ γὰρ εὖ μετ’ ἐμοῦ, καὶ τὸ δίκαιον ξύμμαχον ἔσται. καὶ οὐ μήθ’ ἁλῶ κακὰ πράσσων. καὶ αὖθις· ὁποῖα παλαμᾶται. ἀντὶ τοῦ τεχνάζεται. καὶ Ἀπάλαμνος παρ’ Ὁμήρῳ, ὁ ἄτεχνος. | ] |
| pi | 44 | [ | Παλαμήδης, Ναυπλίου καὶ Κλυμένης, Ἀργεῖος, ἐποποιός. ἦν δὲ οὗτος ἀνεψιὸς τοῦ βασιλέως Ἀγαμέμνονος πρὸς μητρός. ἔσχε δὲ εὐφυῶς πρός τε φιλοσοφίαν καὶ ποιητικὴν καὶ εὑρετὴς γέγονε τοῦ ζ στοιχείου καὶ τοῦ π καὶ τοῦ φ καὶ τοῦ χ, ψήφων τε καὶ πεσσῶν καὶ κύβων καὶ μέτρων καὶ σταθμῶν. τὰ δὲ ποιήματα αὐτοῦ ἠφανίσθη ὑπὸ τῶν Ἀγαμέμνονος ἀπογόνων διὰ βασκανίαν. ὑπολαμβάνω δὲ καὶ τὸν ποιητὴν Ὅμηρον αὐτὸ τοῦτο πεπονθέναι καὶ μηδεμίαν τοῦ ἀνδρὸς τούτου μνήμην ποιήσασθαι. ὅτι ἠφανίσθη τὰ Παλαμήδους ποιήματα διὰ βασκανίαν ὑπὸ Ὁμήρου. ἅπτεται δὲ καὶ τῶν μεγίστων ἀνδρῶν ὁ φθόνος· ὡς εἴθε μὴ παρεισέδυ τῷ βίῳ, ἢ παρεισδὺς μή μου περιέσοιτο· ἐρρέσθω δὲ καὶ ἀπέστω. ὅσα γὰρ δέδηγμαι τὴν καρδίαν, καὶ οἷα δέδορκα τῷ μακρῷ χρόνῳ. ἀλλ’ εἴη μοι βίος πανεπάρκιος. ὄμμα βάλοι δὲ μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη· φησί τις τῶν παλαιῶν. | ] |
| pi | 57 | [ | Παλαιόν· τὸ πρὸ πολλοῦ χρόνου· ὡς παρ’ Ὁμήρῳ· ἦ ῥά νύ μοι ξεῖνος πατρώϊος ἐσσὶ παλαιός. καὶ τὸ διερρυηκός. ὡς τό, πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, ἠμὲν νέαι ἠδὲ παλαιαί. | ] |
| pi | 248 | [ | Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς, τερατοσκόπος καὶ ποιητὴς ἐπῶν· ὃς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίως δὲ καὶ Ἡρόδοτος Θούριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος· γέγονε γὰρ Πανύασις Πολυάρχου, ὁ δὲ Ἡρόδοτος Λύξου τοῦ Πολυάρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδότου, Πανυάσιδος ἀδελφήν, ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οηʹ ὀλυμπιάδα, κατὰ δέ τινας πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραννήσαντος Ἁλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ’ Ὅμηρον, κατὰ δέ τινας καὶ μετὰ Ἡσίοδον καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλειάδα ἐν βιβλίοις ιδʹ, εἰς ἔπη ͵θʹ, Ἰωνικὰ ἐν πενταμέτρῳ, ἔστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἔπη ͵ζʹ. | ] |
| pi | 270 | [ | Παραβαλέσθαι· τὸ ἐξαπατῆσαι. Θουκυδίδης αʹ. οὕτω καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. | ] |
| pi | 291 | [ | Παραβλῶπες· παρορῶντες. διεστραμμένας ἔχοντες τὰς ὄψεις. Ὅμηρος· χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ. | ] |
| pi | 496 | [ | Παρδαλῆ· παρδάλεως δορά. Ἀριστοφάνης· πέμψω ἐπ’ αὐτὸν ὄρνεις πορφυρίωνας παρδαλᾶς ἐνημμένους. Πόρδαλις, τὸ ζῷον. Ὅμηρος· θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται. καὶ Ἀριστοφάνης· οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις. | ] |
| pi | 534 | [ | Παρελέξατο· παρεκοιμήθη. ἐχρήσατο δὲ Ὅμηρος τούτῳ ἐπὶ ἵππου καταχρηστικῶς· οὐ γὰρ παρακλίνεται ἵππος, ἀλλ’ ἐπιαναβαίνει. | ] |
| pi | 560 | [ | Παρεξηυλημένον νοῦν· οἷον διεφθαρμένον καὶ ἀμυδρὸν ὑπὸ γήρους. μετήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται. Ἀριστοφάνης· οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. κωφοὺς δὲ οἷον ἀφώνους. Ὅμηρος· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος. | ] |
| pi | 665 | [ | Παρθένιος, Χῖος, ἐποποιός, υἱὸς Θέστορος· ὃς ἐπεκαλεῖτο Χάος, Ὁμήρου δὲ ἦν ἀπόγονος. ἐποίησεν εἰς Θέστορα τὸν ἑαυτοῦ πατέρα. | ] |
| pi | 749 | [ | Πασάμενοι· γευσάμενοι. καὶ Πάσασθαι, γεύσασθαι. οὐχὶ ἐπὶ τοῦ πληρωθῆναι, ἀλλ’ ἐπὶ τοῦ ἀπογεύσασθαι, παρ’ Ὁμήρῳ. οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι. καὶ Ἄπαστος, ὁ ἄγευστος. | ] |
| pi | 750 | [ | Πᾶσαι δ’ ὠΐγνυντο πύλαι· παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ ὅλαι· μία γὰρ ἦν. | ] |
| pi | 785 | [ | Πάτος· ὁδός. πάτον ἀνθρώπων ἀλεείνων. Ὅμηρος. | ] |
| pi | 816 | [ | Παῦρα· ὀλίγα, βραχέα. Ὅμηρος· παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. καὶ αὖθις Ἀριστοφάνης· παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας. ἀντὶ τοῦ ὀλίγα κωμῳδήσας. ὁμοίως τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα. | ] |
| pi | 892 | [ | Παίσατε· ὅπερ ἡμεῖς παίξατε. Ὅμηρος· παίσαθ’ , ὥς χ’ ὁ ξεῖνος. | ] |
| pi | 1004 | [ | Πεπληγώς· παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ πλήσσων τὸν παρακείμενον παρείληφε. | ] |
| pi | 1054 | [ | Περιαγειρόμενοι· ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθληταί. Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ πλησιάζοντες πλέονος ἄξια ἐπετίθεσαν, οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης Ἀετύλου φησὶν οὕτως· τίς δὴ τῶν νῦν τοσάδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων. ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. | ] |
| pi | 1101 | [ | Περίδου· περίθες. Ἀριστοφάνης· ἴθι σὺ περίδου καὶ ταχέως ἀνὴρ γενοῦ. καὶ αὖθις· ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. ἀντὶ τοῦ ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. καὶ αὖθις· εἰ βούλει, περίδου μοι περὶ θυμητίδων ἁλῶν. εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμητίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι· ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμυα. τὸ δὲ περίδου μοι καὶ Ὅμηρός φησι. | ] |
| pi | 1103 | [ | Περιδώμεθα· συνθώμεθα. Ὅμηρος· δεῦρό νυν ἢ τρίποδα περιδώμεθα. | ] |
| pi | 1234 | [ | Περιωπὴ καὶ Πίσυνοι καὶ Πύστεις. πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. καὶ Ἀγαθίας δὲ τὴν περίσκεψιν λέγει· ὁ δὲ Ναρσῆς ἧστο ἐς ὑπερῷόν τι δωμάτιον, ἐν περιωπῇ τοῦ πεδίου. τουτέστιν ἐν περισκέψει. καὶ Σιμόκατος· καὶ οὖν ᾄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἀφανές. | ] |
| pi | 1481 | [ | Πῇ· ποῦ. εἰς τίνα τόπον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις; Ὅμηρος. | ] |
| pi | 1530 | [ | Πηνίον· ὁ ἄτρακτος, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. καὶ τὰ τροχαῖα πανία κερταστὰς τούσδε ποτιρογέας καὶ σπάθας εὐβριθεῖς πολυάργυρα. καὶ Ὅμηρος· πηνίον ἐξέλκουσα. ὅθεν καὶ τὸ ἐκπηνιεῖται. | ] |
| pi | 1533 | [ | Πηός· ὁ κατ’ ἐπιγαμίαν συγγενής. καὶ Πηοσύνη, ἡ συγγαμβρία. καὶ Πηῶν, τῶν συγγενῶν. Ὅμηρος· πηούς τε φίλους τε. | ] |
| pi | 1551 | [ | Πίγρης, Κὰρ ἀπὸ Ἁλικαρνασοῦ, ἀδελφὸς Ἀρτεμισίας, τῆς ἐν τοῖς πολέμοις διαφανοῦς, Μαυσώλου γυναικός· ὃς τῇ Ἰλιάδι παρενέβαλε κατὰ στίχον ἐλεγεῖον, οὕτω γράψας· μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος, οὐλομένην. μοῦσα, σὺ γὰρ πάσης πείρατ’ ἔχεις σοφίης. ἔγραψε καὶ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην [+] καὶ Βατραχομυομαχίαν [+]. | ] |
| pi | 1696 | [ | Πλάστιγξ· τὸ κοῖλον τοῦ κοττάβου, καὶ τοῦ ζυγοῦ. ὅτι Ὅμηρος εἰς τὴν αὐτὴν τίθησι πλάστιγγα τῇ μανίᾳ τὴν μέθην λέγων, Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί, ἃς Τρώων βασιλεῦσιν ὑπέσχεο οἰνοποτάζων; | ] |
| pi | 1733 | [ | Πλεῖν ἢ’ νιαυτῷ πρεσβύτερος ἀπέρχομαι· παρὰ τὸ Ὁμηρικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. καί, ἐν ὠμῷ γήραϊ θῆκε. διὰ τὴν ἀηδίαν οὖν γηράσκω φησὶν Ἀριστοφάνης· ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρχομαι. | ] |
| pi | 1780 | [ | Πλίξ· ἔνθεν καὶ τὸ περιβάδην, ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρόχων, εὖ δὲ πλίσσοντο πόδεσσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα· καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. | ] |
| pi | 1881 | [ | Πολεμησείειν· πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ. ὡς τὸ Ὁμηρικόν, τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο. οὕτως καὶ γαμησείειν Ἀττικοί φασι· καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσι. | ] |
| pi | 1887 | [ | Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν. | ] |
| pi | 1898 | [ | Πόλλης, Αἰγιεύς, ἀπὸ Αἰγῶν τῆς Ἀσίας· κεῖται δὲ πλησίον Μαγνησίας καὶ Σμύρνης· φιλόσοφος. ἔγραψε κατὰ στοιχεῖον Συμβολικὰ ἐν βιβλίοις βʹ, Οἰωνοσκοπικὰ ἐν βιβλίοις ηʹ, Ἀριθμητικὰ ἐν βιβλίοις βʹ, Ἰήματα ἐν βιβλίοις βʹ, Περὶ τῆς καθ’ Ὅμηρον [+] οἰωνοπολίης, Περὶ τῆς παρὰ Τυρρηνοῖς μαντικῆς, Ἰατροσυμβολικά, Περὶ δρυοκολάπτου, Ἱερὸν λόγον, Κατοικιδίων αʹ, Θηρευτικόν, Συμπαθειῶν καὶ ἀντιπαθειῶν γʹ Περὶ κεραυνῶν καὶ τῆς αὐτῶν παρατηρήσεως· καὶ ἄλλα. | ] |
| pi | 1949 | [ | Πολυδάμας, Σκοτουσσαῖος, παγκρατιαστής· ὃς ἐγένετο μέγιστος τῶν κατ’ αὐτὸν πάντων ἀνθρώπων· ὃς καὶ νέος ὢν ἀπέκτεινε λέοντα ἐν τῷ Ὀλύμπῳ Μακεδονίας, οὐδενὶ ἐσκευασμένος ὅπλῳ. εἰς ἀγέλην δὲ βοῶν εἰσελθὼν ὁ αὐτὸς τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὀπισθίων ποδῶν τῆς χηλῆς κατεῖχεν ἄκρας καὶ οὐκ ἀνίει· ὁ ταῦρος πηδῶν ἀφῆκε τε τῷ Πολυδάμαντι τὴν ὁπλήν. ὁ αὐτὸς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω, λαβόμενος τῇ ἑτέρᾳ τῶν χειρῶν τὸ ἅρμα καὶ στήσας τοὺς ἵππους. τούτου Δαρεῖος ὁ νόθος Ἀρταξέρξου υἱὸς ἀκούσας τὰ ἔργα δώροις ἐλθεῖν παρ’ αὐτὸν ἔπεισε. τρεῖς δὲ τῶν Ἀθανάτων καλουμένων κατὰ πρόσκλησιν μονομαχήσαντας ὁ Πολυδάμας ἀπέκτεινε. ταῦτα τὰ ἔργα ἐπὶ τοῦ ἀνδριάντος ἐδηλοῦτο ἐν Ὀλυμπίᾳ. ἔμελλε δ’ ὑπὸ τῆς ἑαυτοῦ ῥώμης ἀπολέσθαι, ὡς καὶ ἄλλοι οἱ ἐπὶ ἰσχύϊ μέγα φρονήσαντες· ὡς καὶ Ὅμηρος περὶ Ἕκτορος, δαιμόνιε, φθίσει σε τὸ σὸν μένος. ἐσελθόντων γὰρ ἐς σπήλαιον ὥρᾳ θέρους ἅμα τοῖς συμπόταις καὶ τῆς κορυφῆς τοῦ σπηλαίου κατὰ τύχην διαρρηγνυμένης καὶ θάνατον ἀπειλούσης, οἱ μὲν ἄλλοι δρόμῳ φεύγουσιν, αὐτὸς δὲ ἔμεινε, τὰς χεῖρας ἀνασχών, ὡς ἀνθέξων ἐπιπίπτοντι τῷ σπηλαίῳ· καὶ αὐτόθι ἐτελεύτησε. | ] |
| pi | 1967 | [ | Πολύθρονον· πολυφάρμακον. θρόνα γὰρ τὰ ἄνθη. Ὅμηρος· ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε. τάττεται δὲ καὶ ἐπὶ τοῦ πανούργου. | ] |
| pi | 2043 | [ | Πόνον· Ὅμηρος ἐπὶ τῆς ἐνεργείας τίθησι. καὶ Πονεῖν, τὸ ἐνεργεῖν. | ] |
| pi | 2046 | [ | Πόνος πόνῳ πόνον φέρει· λείπει ἡ πρός, ἵν’ ᾖ, ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καί ἐστι τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπ’ ἔργῳ, τὸ δὲ δεύτερον πόνον κοινῶς, οἷον κάματον. καὶ Ὅμηρος· πάντη δὲ κακὸν κακῷ ἐστήρικται. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Τραχινίαις· νὺξ γὰρ εἰσάγει, καὶ νὺξ ἀπωθεῖται δεδεγμένον πόνον. | ] |
| pi | 2098 | [ | Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης Ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+] αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ [+] τοῦ Χαλδαίου [+] φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ [+] Χριστιανῶν [+] λόγους [+] ιεʹ, Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας. Πρὸς Ἀριστοτέλην [+] τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον [+] τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου [+] ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου [+] προοίμιον, Πρὸς Ἀριστείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ [+] τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ [+] Χριστιανῶν [+] ἐφύβριστον γλῶσσαν κινήσας. | ] |
| pi | 2155 | [ | Πωλέσκετο· ἀνεστρέφετο. καὶ Ὅμηρος· πωλεῖταί τις γέρων. | ] |
| pi | 2222 | [ | Πραπίς· ἡ φρήν. Ὅμηρος· εἰδύεσι πραπίδεσσι. | ] |
| pi | 2262 | [ | Πρημαινούσας τε θυέλλας· Ἀριστοφάνης Νεφέλαις. θύελλα, συστροφὴ τοῦ ἀνέμου. πρημαινούσας δὲ μαινομένας, καὶ λάβρως φυσώσας· πρῆσαι γὰρ τὸ φυσῆσαι. Ὅμηρος· ἐν δ’ ἄνεμος πρῆσε μέσον ἱστίον. | ] |
| pi | 2305 | [ | Πρό· ἀντὶ τοῦ ἀντί. Φιλήμων Παγκρατιαστῇ· δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. ἀθλεύων πρὸ ἄνακτος. Ὅμηρος. | ] |
| pi | 2329 | [ | Πρόβασις· ἡ τῶν βοσκημάτων κτῆσις. Ὅμηρος· κειμήλιά τε πρόβασίν τε. καὶ παροιμία· Προβάτων οὐδὲν ὄφελος, ἐὰν ὁ ποιμὴν ἀπῇ· ἐπὶ τοῦ ἀναγκαίου. | ] |
| pi | 2473 | [ | Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει Μαρῖνος ὁ Νεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. | ] |
| pi | 2918 | [ | Πρόφερε· ὀνείδιζε, ὑπομίμνησκε. Ὅμηρος· μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης. καὶ Αἰλιανός· καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. καὶ αὖθις Ἡσίοδος· Ἠώς, ἣ προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. ἀντὶ τοῦ πρωῒ λίαν. | ] |
| pi | 2983 | [ | Προικός· δόσεως· ἀντὶ τοῦ δωρεᾶς. πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ ποιητής. ἡ εὐθεῖα Προίξ. | ] |
| pi | 3034 | [ | Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὃς ἐπεκαλεῖτο Πινδαρίων· υἱὸς δὲ ἦν Ὀροάνδου, μαθητὴς Ἀριστάρχου. ἔγραψεν Ὁμηρικῶν [+] ὑποδειγμάτων βιβλία γʹ, Περὶ τοῦ Ὁμηρικοῦ [+] χαρακτῆρος, Πρὸς Νεοθαλίδην περὶ λέξεως, Περὶ τοῦ παρ’ Ὁμήρῳ [+] Οὔτιδος, Περὶ Ἀστεροπαίου τοῦ παρ’ Ὁμήρῳ [+] μνημονευομένου· καὶ ἕτερα. | ] |
| pi | 3035 | [ | Πτολεμαῖος, γραμματικός, ὁ Ἐπιθέτης κληθείς, διότι εἵπετο τῷ Ἀριστάρχῳ. διηκηκόει δὲ Ἑλλανίκου τοῦ γραμματικοῦ, ὁ δὲ Ἀγαθοκλέους, ὁ δὲ Ζηνοδότου τοῦ Ἐφεσίου. ἔγραψε Περὶ τῶν παρ’ Ὁμήρῳ [+] πληγῶν, Ὑπόμνημα εἰς τὴν Ὀδύσσειαν. | ] |
| pi | 3036 | [ | Πτολεμαῖος, Ἀριστονίκου τοῦ γραμματικοῦ πατήρ, καὶ αὐτὸς γραμματικός· ἄμφω δὲ ἐπεδείκνυντο ἐν Ῥώμῃ. Τὰ ὁμοίως εἰρημένα τοῖς Τραγικοῖς, Εἰς Ὅμηρον [+] βιβλία νʹ, Τὰ παρὰ τῷ ποιητῇ ξένως ἱστορημένα, Τὰ περὶ Μουσῶν καὶ Νηρηΐδων. | ] |
| pi | 3038 | [ | Πτολεμαῖος, ὁ Ἀσκαλωνίτης, γραμματικός, ὃς ἐπαίδευσεν ἐν Ῥώμῃ. ἔγραψε Προσῳδίαν Ὁμηρικήν [+], Περὶ Ἑλληνισμοῦ ἤτοι ὀρθοεπίας βιβλία ιεʹ, Περὶ μέτρων, Περὶ τῆς ἐν Ὀδυσσείᾳ Ἀριστάρχου [+] διορθώσεως, Περὶ διαφορᾶς λέξεως. καὶ ἕτερα γραμματικά. | ] |
| pi | 3121 | [ | Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’ , ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον. | ] |
| pi | 3124 | [ | Πυθαγόρας· ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τ ἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρέχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μεταβάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεωμετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας. | ] |
| pi | 3169 | [ | Πύλη ἱππήλατος· δι’ ἧς εἰσεληλύθεισαν. Πύλας οὐρανοῦ Ὅμηρος τὰ νέφη λέγει. | ] |
| pi | 3170 | [ | Πύλῳ· πὰρ Ὁμήρῳ ἀντὶ τοῦ ἐν πύλῃ. ἐν πύλῳ, ἐν νεκύεσσιν. ὡς δείελον τὴν δείλην· καὶ ἕσπερον τὴν ἑσπέραν. | ] |
| pi | 3173 | [ | Πυνθάνεσθαι· ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρωτᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυνθανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθόμενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρδειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγγειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο. | ] |
| pi | 3221 | [ | Πυρίνῳ σίτῳ· γέρανοι γεωργοῦ κατενέμοντο χώρην ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. Πυρὸς γὰρ ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲς κρῖ λευκόν. ἔζων ἐν πᾶσι λαγῴοις καὶ πύῳ καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ’ ν Μαραθῶνι τροπαίου. | ] |
| pi | 3234 | [ | Πυρός· ὁ σῖτος. Ὅμηρος· πυροί τε ζειαί τε. οἱ δὲ ἑφθοὶ πυροὶ πρὸς συνουσίαν εἰσὶν ἐγερτικοί. | ] |
| pi | 3241 | [ | Πυρρώνειοι· οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. | ] |
| pi | 3253 | [ | Πύσει· σήψει. Ὅμηρος· σέο δ’ ὀστέα πύσει ἄρουρα, κειμένου ἐν Τροίῃ. σημειωτέον, ὅτι τῶν ἐπὶ ξένης τελευτώντων οὐκ ἀπεκομίζετο τὰ ὀστᾶ εἰς τὰς πατρίδας. | ] |
| psi | 22 | [ | Ψαμμακοσιογάργαρα· ἀπὸ λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά· σύγκειται γὰρ ἀπὸ τοῦ τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπών· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. δύναται δὲ ἐγκεῖσθαι τῇ λέξει τὰ κοσια ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν δέκα ἀριθμὸν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός, οἷον διακόσια, τριακόσια, καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ τὴν πρὸς τὸ κ· εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι. μέμνηται καὶ Κρατῖνος· ἀρίστων ἀνδρῶν πᾶσα γαργαίρει πόλις. οἷον πλήθει. ἄλλως· οἷον πολλὰ καὶ ἀναρίθμητα· τὸ γὰρ ψαμμακόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο. παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ γένει οὕτως· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο· ὡς ἐν Λίμναις· ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαιρ’ ἑστία. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· ἔνδον γὰρ ἡμῖν γάργαρα. καὶ παρὰ Σώφρονι· ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων γάργαιρε. καὶ ἐν τῇ τραγῳδίᾳ· χρημάτων τε γάργαρα. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι· τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν· οἷον γάργαιρε. καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. | ] |
| psi | 75 | [ | Ψῆρας· ψάρους. ὄρνεα. Ὅμηρος· κολοιούς τε ψῆράς τε. καὶ αὖθις· ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων σπέρματος ὑψιπετῆ Βιστονίαν γέρανον. | ] |
| rho | 70 | [ | Ῥαψῳδός· ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς. τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθ’ Ὅμηρον, ἢ μεθ’ Ὅμηρον ἦν ἄν. Σοφοκλῆς· πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων, ἠύδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον; περὶ τῆς Σφιγγός φησι. | ] |
| rho | 71 | [ | Ῥαψῳδοί· οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες· οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες ἀπήγγελλον. ῥαψῳδῆσαι δέ ἐστι τὸ φλυαρῆσαι· ἢ τὸ ἁπλῶς λαβεῖν καὶ ἀπαγγεῖλαι, χωρὶς ἔργου τινός. | ] |
| rho | 81 | [ | Ῥαιστήρ· ἡ σφύρα. παρὰ τὸ ῥῶ, τὸ φθείρω. ἡ φθείρουσα τὰ ἐντιθέμενα. ἐν Ἐπιγράμμασιν· ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ’ Ἡφαίστῳ. καὶ αὖθις· οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς. | ] |
| rho | 92 | [ | Ῥέθος· πρόσωπον, ἐρύθημα, μέλος, σπλάγχνον. ἐνθάδε τῆς τρυφερᾶς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται τρυγόνιον. Ὅμηρος· ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη ἄϊδόσδε βεβήκει. καὶ Ῥεθομαλίδαι, οἱ τρυφεροὶ τὴν σάρκα. λέγεται γὰρ καὶ ὅλον τὸ σῶμα ῥέθος. καὶ κλίνεται ῥέθους, πληθυντικὸν τὰ ῥέθη. | ] |
| rho | 107 | [ | Ῥεχθὲν δέ τε νήπιος ἔγνω· εἴρηται παρ’ Ὁμήρῳ, ὅτι ὁ μωρὸς μετὰ τὸ γενέσθαι τὸ πρᾶγμα ἐπιγινώσκει. | ] |
| rho | 109 | [ | Ῥεῖα· ῥᾳδίως, εὐκόλως, εὐμαρῶς, ἰσχυρῶς. Ὅμηρος· ῥεῖ’ ἔγνων ἀπιόντος. καὶ Ῥεῖον, εὐχερές, εὔκολον. | ] |
| sigma | 100 | [ | Σάπειρ· ὅτι κατὰ τὴν πολιορκίαν τῆς πόλεως τῶν Περσῶν Βειουδαές, ἣν ἐπολιόρκει Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ βασιλέως πατήρ, Σάπειρ ἦν τις ἀνήρ, τὸ μὲν σῶμα, ὡς ὁ παρὰ τῷ Ὁμήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως. Ἡρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος( οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆς ἀρετῆς τὸν Ἡρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα) · σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ, τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομήματος( ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον) ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις ὥσπερ ἐγκεντρίσας σκόλοπα τὸ λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν, τῶν προβεβλημένων τοῦ ἐχυρώματος, ἐκεῖνον αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεγμόν τε καὶ ὤμους, Ὁμηρικῷ τῷ συμπτώματι· ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ τραυματίαν διεσῴζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν ἀκοντίων σιδήρια μικρὸν κομιδῆ. ὁ δὲ καρτερικὸς αὖθις ἐπ’ ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορε, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλών, οἷα πολύπους ἀφύκτους πλεκτάνας τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ’ ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς ἐπάλξεως ταῖς Ῥωμαϊκαῖς προσβολαῖς, μετ’ ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίνδυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ τοῦ θεάματος τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν. ἐπεὶ δ’ ἀνείρπυσε, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς, τὸν ἀκινάκην σπασάμενος, τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινε. καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ δὲ Ῥωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνεθάρρησαν καὶ τῶν κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρ ἐκείνου( πρεσβύτης δ’ οὗτος τὴν ἡλικίαν) , ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὶ αὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος, εἶτα μετ’ ἐκεῖνον ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσι, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ τῶν Ῥωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεστήσαντο. | ] |
| sigma | 115 | [ | Σαραπίων, ὁ Αἴλιος χρηματίσας, ῥήτωρ, Ἀλεξανδρεύς. ἔγραψε Περὶ τῶν ἐν ταῖς μελέταις ἁμαρτανομένων, Ἀκροάσεων βιβλία ζʹ, Πανηγυρικὸν ἐπὶ Ἀδριανῷ [+] τῷ βασιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦσιν, Εἰ δικαίως Πλάτων [+] Ὅμηρον [+] ἀπέπεμψε τῆς πολιτείας· καὶ ἄλλα συχνά. καὶ Τέχνην ῥητορικήν. | ] |
| sigma | 124 | [ | Σαρδάνιος γέλως· παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρῳ τῷ σφῶν αὐτῶν γελώντων· ἣν Δήμων μὲν διαδοθῆναι, ὅτι οἱ Σαρδόνα κατοικοῦντες αἰχμαλώτων τε τοὺς καλλίστους καὶ πρεσβυτέρους ὑπὲρ οʹ ἔτη τῷ Κρόνῳ ἔθυον, γελῶντας, ἕνεκα τοῦ τὸ εὔανδρον ἐμφῆναι( τουτέστιν ἀνδρεῖον). Τίμαιος δέ, τοὺς ἱκανὸν βεβιωκότας χρόνον ἐν Σαρδοῖ συνωθουμένους σχίζαις ὑπὸ τῶν υἱῶν εἰς ὃν ἔμελλον θάπτεσθαι βόθρον γελᾶν. οἱ δέ, ἀπὸ τοῦ σεσηρέναι μετὰ ἀνίας. καί φασιν ἄλλοι τε καὶ Κλείταρχος, ἐν Καρχηδόνι ἐν ταῖς μεγάλαις εὐχαῖς παῖδα ταῖς χερσὶ τοῦ Κρόνου ἐπιτιθέντας( ἵδρυται δὲ χαλκοῦς, προβεβλημένας ἔχων τὰς χεῖρας ὑφ’ ᾧ κρίβανος) , ἔπειτα ὑποκαίειν· τὸν δὲ συνελκόμενον ὑπὸ τοῦ πυρὸς δοκεῖν γελᾶν. Σιμωνίδης δὲ Τάλων τὸν ἡφαιστότευκτον Σαρδωνίους οὐ βουλομένους περαιῶσαι πρὸς Μίνῳα, εἰς πῦρ καθαλλόμενον, ὡς ἂν χαλκοῦν, προστερνιζόμενον ἀναιρεῖν ἐπιχάσκοντας. Σιληνὸς δὲ ἐν δʹ τῶν περὶ Συρακούσας λάχανον εἶναι παρὰ Σαρδωνίοις ἡδύ, σελίνῳ ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας ἑαυτῶν ἀποδάκνειν. ἔνιοι δὲ τοὺς ἐπὶ κακῷ γελῶντας· ὡς καὶ Ὀδυσσέα φησὶν Ὅμηρος· μείδησε δὲ δῖος Ὀδυσσεὺς Σαρδώνιον. καὶ ἐν ἄλλοις· ἡδὺ γέλασσε χείλεσσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. | ] |
| sigma | 162 | [ | Σάφα· σαφῶς, φανερῶς. καὶ Ὅμηρος· ἐπιστάμενος σάφα εἰπεῖν. | ] |
| sigma | 165 | [ | Σαφής· ἀληθής. καὶ Ὅμηρος· ἐπιστάμενος σάφα εἰπεῖν. ἀντὶ τοῦ ἀληθῶς. καὶ Σοφοκλῆς· εἰ Ζεὺς ἔτι Ζεύς, χὠ Διὸς Φοῖβος σαφής. | ] |
| sigma | 220 | [ | Σεμίραμις· αὕτη βασιλεύσασα τῶν Ἀσσυρίων πρώτη καὶ καταδυναστεύσασα καὶ πολλοὺς ἀνθρώπους ἀνελοῦσα πρῶτα μὲν ἐξεῦρε τὰ μέταλλα, τοῖς δὲ αἰχμαλώτοις τὴν τούτων ἐργασίαν ἐπέτρεψε. περιέθηκε δὲ καὶ τείχη πρώτη τῇ Νινευί, μετονομάσασα ταύτην Βαβυλῶνα. καὶ τοῖς ποταμοῖς περιεβάλετο στόμια καὶ τὰς πυραμίδας ἀνήγειρε καὶ πρὸς τὸν ὠκεανὸν διαπλεύσασα τοὺς πρὸς αὐτὸν οἰκοῦντας ἱστόρησεν· εἰσὶ δὲ οἱ Αἰθίοπες. καὶ Ὅμηρος δὲ φησί· Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη. καὶ τοὺς μὲν εἶπεν ἄτριχας εἶναι ὑπὸ τῆς τοῦ ἡλίου θέρμης κεκαυμένους, ἀλογώδη βοσκομένους δίαιταν· τοὺς δὲ τὴν παραλίαν οἰκοῦντας ἀγνοεῖν καὶ τὰς ἐν γῇ φυομένας βοτάνας, τῇ δὲ τῶν ἰχθύων ἀρκεῖσθαι βρώσει. ἐκεῖ δὲ εἶναι καὶ τὸν παράδεισον· πάντα γὰρ ὅσα εὐώδη καὶ ἀναγκαῖα ἐν τοῖς τόποις ἐκείνοις εὑρίσκεται. τὴν δὲ Σεμίραμιν καὶ Ῥέαν ἐκάλουν. Σεμίραμις λέγει Δερκεταίῳ· ἄπιθι καὶ διευτρέπιζε τρίτον ἔτος στρατείαν, ἀρξάμενος ἔκ τε Ἑλλησπόντου καὶ Λιβύης, ἄχρι Βάκτρων, πεζοῦ μὲν μυριάδας τʹ, ἱππικοῦ δὲ ρʹ, δρεπανηφόρων δὲ ἁρμάτων μυριάδας ιʹ, ἀνδρῶν ἐπὶ καμήλων μαχομένων τὸ ἴσον πλῆθος· ἄλλων δὲ καμήλων, ἐς ὅ τι ἂν ἐγὼ δέωμαι, μυριάδας κʹ, βύρσας δὲ βοῶν ὠμοδεψητῶν εἰς λʹ μυριάδας· ναῦς δὲ ἐν Βάκτροις ναυπηγεῖσθαι γʹ μακρὰς χαλκεμβόλους, πληρώματα δὲ αὐταῖς ὁμοίως ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Αἰγύπτου καὶ Κύπρου καὶ Κιλικίας τῶν τε παραλίων μερῶν ἄχρι Ἑλλησπόντου. ὅτι ἡ αὐτὴ ὁρμῶσα ἐπ’ Ἰνδοὺς εἴδωλα ἐλεφάντινα ξύλινα συμπήγνυται εἰς μυριάδας κʹ, ἃ ἔμελλον οἴσειν αἱ κάμηλοι, τὰ ἐντὸς ἐμπεπλησμένα φρυγάνου καὶ φορυτοῦ, ὡς εὐβάστακτα εἴη· τὰ δὲ ἔξωθεν αὐτῶν περιεβύρσωσεν· ἐπιβάτας δὲ ἐφ’ ἑκάστην κάμηλον δύο ἔταξεν Αἰθίοπας τοξεύειν καὶ ἀκοντίζειν. καὶ ἐπέρασε τὸν Ἰνδὸν τὸν ποταμόν, ὅστις ἐστὶν ὑπὲρ ρʹ σταδίους τὸ πλάτος, καὶ ζεύγνυσι γέφυραν, ᾗ στενότατος εἶναι ἐδόκει. ἦν δὲ μῆκος μὲν ξʹ σταδίων· πλάτος δὲ ἐπὶ τʹ. τὰ δὲ εἴδωλα ἦσαν κʹ μυριάδες. ἡ αὐτὴ ἐκνεύσασα τὸν ποταμὸν τὸν... καὶ ἐντὸς τῆς κοίτης τούτου κτίσασα παλάτια ἐπὶ ὑψωμάτων ἐγχορήγων ἠσφαλτωμένων αὖθις ἀπέλυσεν εἰς τὴν κοίτην | ] |
| sigma | 249 | [ | Σερῆνος, ὁ καὶ Ἀθηναῖος, ὁ Αἴλιος χρηματίσας, γραμματικός. Ἐπιτομὴν τῆς Φίλωνος [+] πραγματείας περὶ πόλεων καὶ τίνες ἐφ’ ἑκάστης ἔνδοξοι βιβλία γʹ, Ἐπιτομὴν τῶν Φιλοξένου [+] εἰς Ὅμηρον [+] αʹ. | ] |
| sigma | 387 | [ | Σίζουσα· ἀντὶ τοῦ ζέουσα· ὡς ἐπὶ τῆς ταγηνιζομένης. οἷον ποιὸν ἦχον ἀποτελοῦσα. Ὅμηρος· ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαΐνῳ ἀμφὶ πελέκει. Ἀριστοφάνης· ἥδ’ ὀπτωμένη σίζουσα πάραλος. | ] |
| sigma | 490 | [ | Σίσυφος· ὄνομα κύριον. Ἀριστοφάνης· ἀλλ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, ὡς σκῆψιν ἁγὼν οὗτος οὐ προσδέξεται. ὥρα’ στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν. δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ Σίσυφον, διὰ μιᾶς λέξεως παρ’ Ὁμήρῳ δεδιδαγμένοι· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. καὶ Σισυφιδῶν γενεᾶς, τῆς τοῦ Ὀδυσσέως. εἴρηται δὲ ἐπὶ τῶν πανούργων καὶ κακοήθων· ἐκ γὰρ Σισύφου κατάγει τὸ γένος ὁ Ὀδυσσεύς. ὁ δὲ Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ· περὶ οὗ φησιν Ὅμηρος· ὃ κέρδιστος γένετ’ ἀνδρῶν. ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματα ἔγραψεν ὀνόματα. Αὐτόλυκος δὲ κατ’ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θ’ ὅρκῳ τε, καὶ τὰ κλεπτόμενα παρ’ αὐτοῦ τὴν μορφὴν ἤλλασσε. κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενον τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ· διὸ Σισύφου ὁ Ὀδυσσεύς. | ] |
| sigma | 735 | [ | Σμῆνος· πλῆθος μελισσῶν. οἱονεὶ ἐσμός. ἰδίως δὲ σμῆνος καλεῖται τὸ σύστημα τῶν μελισσῶν. Ὁμηρικῶς οὖν κέχρηται τῇ τροπῇ· φησὶ γὰρ περὶ τοῦ Νέστορος, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. ἡ δοτικὴ τῷ σμήνει. καὶ Σμηνουργεῖν, ῥῆμα. | ] |
| sigma | 805 | [ | Σοφίαν· κοινῶς ἁπάντων μάθησιν, καὶ τὴν τέχνην, τὴν φρόνησιν, καὶ ἐπιστήμην, τὸν νοῦν. ἅπαξ ἐχρήσατο Ὅμηρος σοφίᾳ, οὐ καθάπερ νῦν τὴν διὰ λόγου καὶ πραγμάτων ἐπισκευὴν τοῦ ἤθους, ἀλλὰ τὴν τεκτονικὴν τέχνην. εὖ εἰδῇ σοφίης. | ] |
| sigma | 835 | [ | Σῶμα· πᾶν τὸ τεθνηκός. τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται, διὰ τὸ συνδεδέσθαι τῇ ψυχῇ, ὡς εἶπεν Ὅμηρος. ὅτι πᾶν τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δ’ ἡ φωνῆ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων· ὥστε σῶμά ἐστι. λύσις ὀνείρου· σῶμα ὅλον καθαίρειν φροντίδων δηλοῖ λύσιν. | ] |
| sigma | 875 | [ | Σωτηρίδας, γραμματικός, ἀνὴρ Παμφίλης, ᾗ καὶ τὰς ἱστορίας [+] περιῆψεν. ἔγραψεν Ὀρθογραφίαν, Ζητήσεις Ὁμηρικάς [+], ὑπόμνημα εἰς Μένανδρον [+], Περὶ μέτρων, Περὶ κωμῳδίας, εἰς Εὐριπίδην [+]. | ] |
| sigma | 927 | [ | Σπεύδειν· παρ’ Ὁμήρῳ οὐκ ἐπὶ τοῦ ταχύνειν, ἀλλ’ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν. καὶ παροιμία· σπεύδειν ἀπὸ ῥυτῆρος. ἀπὸ ὑποδήματος. ἀντὶ τοῦ ὡς ἔχει σχήματος. ἀπὸ τῆς βλάστης. Σοφοκλῆς· οὐκοῦν τις ὡς τάχιστα προσπόλων μολών. πάντα δ’ ἀναγκάσει λεὼν ἄνιππον ἱππότην τε θυμάτων ἄπο σπεύδειν ἀπὸ ῥυτῆρος. | ] |
| sigma | 972 | [ | Σπουδῇ· παρ’ Ὁμήρῳ, ἀντὶ τοῦ μόλις. καὶ ὁμοίως ἡμῖν. | ] |
| sigma | 1080 | [ | Στείρα· ἡ ἄτεκνος, καὶ ἡ τρόπις τοῦ πλοίου. Ὅμηρος· ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ’ ἴαχε. καὶ Στειριεύς, ὁ στεῖρος. καὶ Στείριον, ὄνομα ποταμοῦ. καὶ Στειριεύς, δῆμος τῆς Πανδιονίδος, ἧς ὁ δημότης Στειριεύς· οἷον Στειριεὺς τῶν δήμων. | ] |
| sigma | 1099 | [ | Στίβη· πηγυλίς, ἢ πάχνη. Ὅμηρος· στίβη ὑπηοίη. τουτέστιν ὀρθρινή. καὶ Στιβήεις, ἡ ὑπὸ τὴν ἕω γινομένη ψυχρότης τοῦ ἀέρος. | ] |
| sigma | 1133 | [ | Στόμα· ἡ φωνὴ παρὰ τοῖς παλαιοῖς. Ὅμηρος· πολέμου στόμα. καὶ αὖθις· ὁ δὲ ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει. τουτέστι κατὰ πρόσωπον. | ] |
| sigma | 1587 | [ | Συνθῆκαι· αἱ πίστεις αἳ διὰ τριῶν ἐτελοῦντο· λόγων, ἔργων, χειρῶν. λόγων μὲν οἷον δι’ ὅρκων, ἔργων δὲ οἷον τῶν ἐν τοῖς βωμοῖς θυσιῶν, χειρῶν δὲ ἐπεὶ αἱ πίστεις διὰ χειρῶν ἐγίνοντο. καὶ Ὅμηρος· καὶ δεξιαί, ᾗς ἐπέπιθμεν. καὶ τρία ἐγκλήματα παραβασίας, βωμός, πίστις, ὅρκος. | ] |
| sigma | 1604 | [ | Συνοχωκότε· παρ’ Ὁμήρῳ, διὰ τὸ μέτρον. | ] |
| sigma | 1662 | [ | Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. | ] |
| sigma | 1702 | [ | Σφαγεῖον· τὸ τοῦ αἵματος δεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιητὴς ἀμνίον. | ] |
| sigma | 1790 | [ | Σχίζας· κυρίως ἔλεγον οἱ παλαιοὶ τὰ ἐπὶ ταῖς θυσίαις τιθέμενα ξύλα· ὡς καὶ Ὅμηρος· καῖε δ’ ἐπὶ σχίζαις ὁ γέρων. | ] |
| tau | 13 | [ | Ταγός· ἡγεμών. ὦ τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων. ἀντὶ τοῦ ἀρχηγέ. Ὅμηρος· παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων. καὶ αὖθις· ἢν δ’ ἐσορῇς ἐπ’ ἐμεῖο βοόστρυχον εἰκόνα θήρης, ἔννεπε τοῦ ταγοῦ μνῆμα Λεωνίδεω. | ] |
| tau | 20 | [ | Τὰ ἐκ τρίποδος· τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιροὺς τῶν πραγμάτων. Ὅμηρος· ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα. φασὶ δὲ οὕτω κτήσασθαι τὸν Ἀπόλλωνα τὸν τρίποδα· ἁλιεῖς μισθῷ βόλον ἐρρίπτουν, ἵνα τὸ ἀναφερόμενον ᾖ τοῦ ἀγοράσαντος τὸν βόλον. ἠγόρασαν οὖν τινες, εἶτα ἀνηνέχθη τρίπους χρυσοῦς. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, καὶ ἔλεγον οἱ ἁλιεῖς, ὡς ἰχθῦς πεπράκαμεν. οἱ δὲ ἀγοράσαντες ἔλεγον, ὡς πᾶν τὸ ἀνιὸν ἠγοράσαμεν τῇ ἑαυτῶν τύχῃ. οὕτως οὖν αὐτῶν φιλονεικούντων, ἔδοξεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἔχρησε δοθῆναι αὐτὸν τῷ σοφῷ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς. ἕκαστος δὲ τούτων παρῃτεῖτο, σοφὸς εἶναι μὴ λέγων, ἔχειν δὲ σοφώτερον ἑαυτοῦ. ἔδοξεν οὖν ἀναθεῖναι αὐτὸν τῷ Ἀπόλλωνι ὡς σοφωτέρῳ πάντων. | ] |
| tau | 33 | [ | Τάλαντον· πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαινόμενον Δημοσθένης φησί· πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα· ὥσπερ Ἀριστοφάνης· ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον ἀριθμοῦ τι ὄνομα· ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν· κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον. ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμισυ τάλαντα, τὸ δὲ πέμπτον ἡμιτάλαντον τέσσαρα ἥμισυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἓξ ἥμισυ. καὶ ὅλως, οὗ τινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. | ] |
| tau | 34 | [ | Τάλαντον· ὥς φησι Διόδωρος ἐν τῷ Περὶ σταθμῶν, μνῶν ἐστιν ξʹ, ἡ δὲ μνᾶ δραχμῶν ρʹ, ἡ δὲ δραχμὴ ὀβολῶν ϛʹ, ὁ δὲ ὀβολὸς χαλκῶν ϛʹ, ὁ δὲ χαλκοῦς λεπτῶν ζʹ. τὸ τάλαντον δέ, τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδʹ, νυνὶ δὲ ιβʹ. ὁ δὲ Ὅμηρος λέγει· δύο χρυσοῖο τάλαντα. ὡς μὴ εἶναι ἶσον τὸ καθ’ ἡμᾶς τάλαντον τῷ παρὰ τοῖς ἀρχαίοις. ὡς γὰρ ἶσον τοῦ τρίποδος καὶ τοῦ λέβητος καὶ τοῦ ἵππου τίθεται. Τάλαντον δὲ παρὰ τῇ θείᾳ γραφῇ ἡ ἄνωθεν πεμπομένη ἑκάστῳ θεία χάρις. σύνταξις. Ἀριστοφάνης· καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος. τούτεστι χαύνωσιν ἀναπειστηρίαν. ὅτι τὸ τάλαντον παρά τισιν ἔχει λίτρας ρκεʹ. καὶ Ταλαντιαῖοι λίθοι. ταλαντιαῖοί γε μὴν ἦσαν οἱ βαλλόμενοι πέτροι· δύο δὲ καὶ πλέον ἀπῄεσαν σταδίους. ἡ πληγὴ δ’ οὐ τοῖς προστυχοῦσι μόνον, ἐπιπολὺ δὲ καὶ τοῖς μετ’ ἐκείνους ἦν ἀνυπόστατος. αἰτιώμενοι δὲ τὸν Περικλέα πεντήκοντα ταλάντοις ἐζημίωσαν. | ] |
| tau | 192 | [ | Τάφος· καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. καὶ τὸ περίδειπνον. Ὅμηρος· τάφον Ἕκτορος ἱπποδάμοιο. οὐ τὸν τύμβον. | ] |
| tau | 200 | [ | Ταχύ· ἀντὶ τοῦ ταχέως ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. παρ’ Ὁμήρῳ δὲ Τάχιστα, ἀντὶ τοῦ ταχέως. καί, λῦσαν δ’ ἀγορὴν αἰψηρήν. ἀντὶ τοῦ αἰψηρῶς, ταχέως. | ] |
| tau | 354 | [ | Τέρπανδρος, Ἀρναῖος, ἢ Λέσβιος ἀπὸ Ἀντίσσης, ἢ Κυμαῖος· οἱ δὲ καὶ ἀπόγονον Ἡσιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὁμήρου, Βοίου λέγοντες αὐτὸν τοῦ Φωκέως, τοῦ Εὐρυφῶντος, τοῦ Ὁμήρου· λυρικός· ὃς πρῶτος ἑπτὰ χορδῶν ἐποίησε τὴν λύραν καὶ νόμους λυρικοὺς πρῶτος ἔγραψεν· εἰ καί τινες Φιλάμμωνα θέλουσι γεγραφέναι. | ] |
| tau | 462 | [ | Τῇ· ταύτῃ· ἢ δέξαι. λάβε. Ὅμηρος. Κύκλωψ, τῇ, πίε οἶνον, καὶ πάλιν· τῇ νῦν τοῦτον ἱμάντα. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων, εἰπών· τῇτέ τοι· κορῶναί εἰσιν. ἔστι δὲ καὶ τοπικὸν ἐπίρρημα· τῇδε πᾶς ἕπου. καὶ ἔστιν ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ Ὅμηρος· τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς. | ] |
| tau | 472 | [ | Τήθη· μάμμη. ἡ πατρὸς ἢ μητρὸς μήτηρ. ἡ κλητικὴ τήθα. Τηθὶς δὲ θεία. Ἀριστοφάνης· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη, καὶ μητριδίων ἀκαλήφων, χωρεῖτ’ ὀργῇ, μὴ τέγγεσθ’ · ἔτι γὰρ νῦν οὔρια θεῖτε. τήθας ἐκάλουν τὰς μάμμας. καὶ τηθίδας τὰς θείας, τὰς πατρὸς ἀδελφὰς ἢ μητρός. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. Ὅμηρος· πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν. ἀκαλήφας δὲ λέγουσιν οἱ μὲν καὶ τὰς θαλασσίας· λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ἐς ὅσον ἂν ἁπαλή ἐστι, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων· τουτέστι τῶν ἐχουσῶν τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται· τοιαῦται δὲ καὶ αἱ γραῖαι. μητριδίας δὲ ἐκάλεσε τὰς ἐχούσας τὸ σπέρμα. | ] |
| tau | 475 | [ | Τηθύς· ἡ γῆ. παρὰ τὸ τιθήνη εἶναι καὶ τροφός. Ὅμηρος· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τουτέστιν ὑγρὰν οὐσίαν καὶ ξηράν. | ] |
| tau | 495 | [ | Τήλεφος, Περγαμηνός, γραμματικός. ἔγραψε καὶ αὐτός... ἐν οἷς παρατίθεται πόσα χρὴ εἰδέναι τὸν γραμματικόν, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] σχημάτων ῥητορικῶν βιβλία βʹ, Περὶ συντάξεως λόγου Ἀττικοῦ βιβλία εʹ, Περὶ τῆς καθ’ Ὅμηρον [+] ῥητορικῆς, Περὶ τῆς Ὁμήρου [+] καὶ Πλάτωνος [+] συμφωνίας, Ποικίλης φιλομαθείας βιβλία βʹ, Βίους τραγικῶν καὶ κωμικῶν, Βιβλιακῆς ἐμπειρίας βιβλία γʹ, ἐν οἷς διδάσκει τὰ κτήσεως ἄξια βιβλία, Ὅτι μόνος Ὅμηρος [+] τῶν ἀρχαίων ἑλληνίζει, Περιήγησιν Περγάμου, Περὶ τοῦ ἐν Περγάμῳ Σεβαστίου βιβλία βʹ, Περὶ τῶν Ἀθήνησι δικαστηρίων, Περὶ τῶν Ἀθήνησι νόμων καὶ ἐθῶν, Περὶ τῶν Περγάμου βασιλέων βιβλία εʹ, Περὶ χρήσεως ἤτοι ὀνομάτων ἐσθῆτος καὶ τῶν ἄλλων οἷς χρώμεθα· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ τῆς Ὀδυσσέως πλάνης, Ὠκυτόκιον· ἔστι δὲ συναγωγὴ ἐπιθέτων εἰς τὸ αὐτὸ πρᾶγμα ἁρμοζόντων πρὸς ἕτοιμον εὐπορίαν φράσεως, βιβλία ιʹ. | ] |
| tau | 502 | [ | Τηλυγέτης· μονογενής. καὶ τηλύγετον, μονογενῆ. Ὅμηρος· ὅς μοι τηλύγετος τρέφεται. ὁ προήκουσι τοῖς γονεῦσι γεννώμενος, μεθ’ ὃν οὐκέτι γεννήσεται, λέγεται τηλύγετος. καταχρᾶται δὲ ἐνίοτε καὶ ἐπὶ τοῦ ἀγαπητοῦ, διὰ τὸ τοὺς ὀψίμους γεννηθέντας ἀγαπᾶσθαι. τηλύγετος οὖν ὁ τηλοῦ τῆς γονίας. | ] |
| tau | 536 | [ | Τῆς· ἀντὶ τοῦ ταύτης. οὐκ ἔστι δὲ ἄρθρον. Ὅμηρος· μήποτε τῆς εὐνῆς ἐπιβήμεναι. ἀντὶ τοῦ ταύτης. καὶ ἐν Ὀδυσσείᾳ· εἵνεκα τῆς ἀρετῆς. ἀντὶ τοῦ ταύτης. | ] |
| tau | 561 | [ | Τί δαί· τί δή; καὶ οὕτως λέγουσιν τὸ τί δή. Ἀριστοφάνης Πλούτῳ· τί δαί; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. ἔστι δὲ σύνδεσμος ἐρωτηματικὸς διὰ τὴν ἔκτασιν διὰ διφθόγγου γραφόμενος. καὶ Ὅμηρος· τίς δαίς; τίς δαὶ ὅμιλος; ἐν Ὀδυσσείᾳ. | ] |
| tau | 603 | [ | Τιμή· ἔσθ’ ὅτε δηλοῖ καὶ τὸ πρόστιμον. Ὅμηρος· εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσι. | ] |
| tau | 772 | [ | Τοξότης· ὑπηρέτης. Ἀριστοφάνης· τοξότης συνήγορος, ὥσπερ Εὔαθλος. ἀντὶ τοῦ ὑπηρέτης. τοξοποιεῖν· μὴ σκυθρώπαζ’ · οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀντὶ τοῦ σκυθρωπάζειν· ἀπὸ τοῦ παρακολουθοῦντος· τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος· οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. Σοφοκλῆς κατὰ τὸ ἐναντίον· ὡς ἂν Διὸς μέτωπον ἰάνθη χαρᾷ. Τοξότου· δημοσίου ὑπηρέτου, ἐπόπτου καλουμένου. | ] |
| tau | 831 | [ | Τούς· ἀντὶ τοῦ τούτους. Ὅμηρος· μὴ μὲν τοὺς ἵππους τε. καὶ Τοῖσιν ὁμοίως, ἀντὶ τοῦ τούτοις. | ] |
| tau | 876 | [ | Τώς· οὕτως. τὼς δέ σ’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα. Ὅμηρος. καὶ Σοφοκλῆς· ὡς ἐμὲ αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο. | ] |
| tau | 883 | [ | Τὠφθαλμὼ παραβάλλῃ· Ἀριστοφάνης Νεφέλαις. τουτέστι τοῖς ὀφθαλμοῖς ὑφορᾷς καὶ ὑποβλέπῃ. Ὅμηρος· ὑπόδρα ἰδών. οὕτω γὰρ ἐβάδιζεν ὁ Σωκράτης. καὶ Πλάτων περὶ αὐτοῦ· ταυρηδὸν ὑποβλέψας, ὥσπερ εἰώθει. | ] |
| tau | 928 | [ | Τρέφεσθαι· πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς· τότε δὴ τὰ ζῷα συντρέφεται. ἀντὶ τοῦ συνίσταται, πήγνυται. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. πολλὸν δέ, τὸ τρέχειν τὸν περὶ ψυχῆς. οἷον δρόμον. καί, πολλὸν δὲ τρόφι κῦμα. τεθραμμένον, συνιστάμενον. | ] |
| tau | 935 | [ | Τρήρωνα· δειλήν. Ὅμηρος· αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι. ἀντὶ τοῦ δειλαῖς περιστεραῖς. | ] |
| tau | 957 | [ | Τριβωνιανός, Σιδήτης, ἀπὸ δικηγόρων τῶν ὑπάρχων καὶ αὐτός, ἀνὴρ πολυμαθής. ἔγραψεν ἐπικῶς ὑπόμνημα εἰς τὸν Πτολεμαίου [+] Κανόνα, Συμφωνίαν τοῦ κοσμικοῦ καὶ ἁρμονικοῦ διαθέματος, Εἰς τὸν πολεύοντα καὶ διέποντα, Εἰς τοὺς τῶν πλανωμένων οἴκους, καὶ διὸ ἑκάστῳ οἶκος ὁ δεῖνα, Εἰς τοὺς κδʹ πόδας τοὺς μετρικοὺς καὶ τοὺς κηʹ τοὺς ῥυθμικούς, Μετάφρασιν τοῦ Ὁμηρικοῦ [+] τῶν νεῶν καταλόγου, Διάλογον Μακεδόνιον ἢ περὶ εὐδαιμονίας, καὶ Βίον Θεοδότου φιλοσόφου ἐν βιβλίοις τρισίν, Ὑπατικὸν καταλογάδην εἰς Ἰουστινιανὸν [+] αὐτοκράτορα, Βασιλικὸν εἰς τὸν αὐτόν, Περὶ μηνῶν ἐναλλαγῆς, ἐπικῶς. | ] |
| tau | 1039 | [ | Τριχθά· τριχῇ. Ὅμηρος· τριχθὰ δὲ πάντα δέδασται. ἔστι δὲ τὸ πάντα κατὰ παρολκήν· ὡς, οἱ δ’ ἐννέα πάντες ἀνέσταν. Γαῖα δέ τι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. συναφὴς τῇ γῇ ὁ Ὄλυμπος, ὡς ὄρος. τὸ δὲ ὅμοιον καὶ ἐν Ὀδυσσείᾳ πεποίηκε· ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ Νήριτον, εἰνοσίφυλλον. κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης. εἰ δὲ ἦν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλὰ ἴδιος. | ] |
| tau | 1061 | [ | Τροφή· ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία. καὶ τραφέν, ἀντὶ τοῦ ἀχθέν, παιδευθέν. ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν. Πλάτων Πολιτείας· ἐπιθυμοῦμεν δ’ αὖ τρίτων τινὶ τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν. τροφὴν μὲν γὰρ βρῶμα καὶ πόμα λέγει, γέννησιν δὲ τὰ ἀφροδίσια. ἐν δὲ τρίτῳ Πολιτείας· καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πεπαιδευμένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρῳ, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τεθράφθαι. ζήτει περὶ τροφῆς ἐν τῷ δαιτὸς ἐΐσης. | ] |
| tau | 1112 | [ | Τρυφιόδωρος· διάφορα ἔγραψε δι’ ἐπῶν. Παράφρασιν τῶν Ὁμήρου [+] παραβολῶν· καὶ ἄλλα πλεῖστα. | ] |
| tau | 1115 | [ | Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεονασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] διαλέκτων καὶ Σιμωνίδῃ [+] καὶ Πινδάρῳ [+] καὶ Ἀλκμᾶνι [+] καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀναλογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτικῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρακτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα. | ] |
| tau | 1185 | [ | Τυραννίων, ὁ νεώτερος, Φοίνιξ, πατρὸς Ἀρτεμιδώρου, μαθητὴς Τυραννίωνος τοῦ πρεσβυτέρου· διὸ καὶ ὠνομάσθη Τυραννίων, πρότερον καλούμενος Διοκλῆς. αἰχμάλωτος δὲ γενόμενος καὶ αὐτὸς ἐπὶ τοῦ πολέμου Ἀντωνίου καὶ Καίσαρος ὑπό τινος Δύμαντος ὠνήθη, τοῦ Καίσαρος ὄντος ἀπελευθέρου, εἶτα ἐδωρήθη Τερεντίᾳ τῇ τοῦ Κικέρωνος γυναικί. ἐλευθερωθεὶς δὲ ὑπ’ αὐτῆς ἐσοφίστευσεν ἐν Ῥώμῃ. καὶ ἔγραψε βιβλία πρὸς ηʹ καὶ ξʹ, ὧν καὶ ταῦτα· Περὶ τῆς Ὁμηρικῆς [+] προσῳδίας, Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει, ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετοχικά· Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνικῆς, ἐκ τοῦ Ἀντιγένους ὅτι ἀντιγένης ἡ Ῥωμαϊκὴ διάλεκτος, Ὅ τι διαφωνοῦσιν οἱ νεώτεροι ποιηταὶ πρὸς Ὅμηρον [+], Ἐξήγησιν τοῦ Τυραννίωνος [+] μερισμοῦ, Διόρθωσιν Ὁμηρικήν [+], Ὀρθογραφίαν. | ] |
| tau | 1187 | [ | Τύραννος· οἱ πρὸ τῶν Τρωϊκῶν ποιηταὶ τοὺς βασιλεῖς τυράννους προσηγόρευον, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησί, καὶ οὐ τύραννον. προσηγορεύθη δὲ τύραννος ἀπὸ Τυρρηνῶν· χαλεποὺς γὰρ περὶ λῃστείας τούτους γενέσθαι. οὐδεὶς δὲ οὐδὲ ἄλλος τῶν ποιητῶν ἐν τοῖς ποιήμασιν αὐτοῦ μέμνηται τὸ τοῦ τυράννου ὄνομα. ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράννους φησὶ τὸ πρότερον αἰσυμνήτας καλεῖσθαι. εὐφημότερον γὰρ ἐκεῖνο τὸ ὄνομα. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κάκωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο. | ] |
| theta | 21 | [ | Θαλήτας, Κρής, ἢ Ἰλλυριός, λυρικός, γεγονὼς πρὸ Ὁμήρου. μέλη. | ] |
| theta | 39 | [ | Θάμνος· ἡ ῥίζα. ἀπὸ τῆς ἐν τῇ γῇ θέσεως. Ὅμηρος δὲ τὰ πολυπληθῆ φησι τῶν φύλλων. θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος. ἀρσενικῶς Ἰώσηπος· ἐν ᾧ καὶ τὰ περὶ τὸν θάμνον καὶ τὰ ἄλλα φαντάσματα συντυχεῖν προειρήκαμεν. | ] |
| theta | 41 | [ | Θάμυρις ἢ Θαμύρας, Θρᾷξ, ἐξ Ἠδωνῶν, τῆς ἐν Βρίγκοις πόλεως, υἱὸς Φιλάμμωνος καὶ Ἀρσινόης, ἐποποιὸς ὄγδοος πρὸ Ὁμήρου· κατὰ δὲ ἄλλους πέμπτος· οἱ δὲ ἀπ ' Ὀδρύσσης. οὗτος ὁ Θάμυρις, ἐπειδὴ εἰς τὰς Μούσας ὕβρισεν, ἐπηρώθη. φέρεται δὲ αὐτοῦ Θεολογία εἰς ἔπη τρισχιλία. καὶ πρῶτος ἠράσθη παιδὸς Ὑμεναίου τοὔ νομα, υἱοῦ Καλλιόπης καὶ Μάγνητος. οἱ δὲ Κρῆτά φασί τινα Τάλωνα Ῥαδαμάνθυος ἐρασθῆναι. οἱ δὲ Λάϊόν φασιν ἐρασθῆναι πρώτου Χρυσίππου, τοῦ Πέλοπος υἱοῦ. οἱ δὲ Ἰταλιώτας πρώτους κατ' ἀνάγκην στρατείας εὑρέσθαι τοῦτο. κατὰ δὲ ἀλήθειαν αὐτὸς ὁ Ζεὺς πρῶτος ἠράσθη Γανυμήδους. | ] |
| theta | 81 | [ | Θεαγένους χρήματα τά τ' Αἰσχίνου· ἐπὶ τῶν πενήτων, ἀλαζονευομένων δέ. οὗτος γὰρ πένης ὢν ἔλεγεν ἑαυτὸν πλούσιον εἶναι. εἰσὶ δὲ καὶ ἄλλοι δύο Θεαγένεις, εἷς μὲν ὁ περὶ Ὁμήρου [+] γράψας, ἕτερος δὲ ἐπὶ μαλακίαις σκωπτόμενος. οὗτος δὲ πένης ὢν μεγαλέμπορος ἐβούλετο εἶναι, ἀλαζών, ψευδόπλουτος. ἐκαλεῖτο δὲ Καπνός, ὅτι πολλὰ ὑπισχνούμενος οὐδὲν ἐτέλει. καὶ ὁ Αἰσχίνης δὲ πένης, θρυπτόμενος καὶ αὐτὸς ἐπὶ πλούτῳ καὶ λέγων ἑαυτὸν πλούσιον. ἦν δὲ Αἰσχίνης Σέλλου. ἔλεγον δὲ ἐκ μεταφορᾶς τοὺς τοιούτους Σέλλους· καὶ τὸ ἀλαζονεύεσθαι σελλίζειν. | ] |
| theta | 112 | [ | Θέμενος τὰ ὅπλα· ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος. Δημοσθένης καὶ Ὅμηρος καὶ Αἰσχίνης. | ] |
| theta | 115 | [ | Θέμις· τὸ δίκαιον. Αἰλιανός· εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν. | ] |
| theta | 131 | [ | Θέναρ· τὸ κοῖλον τῆς χειρός. Ὅμηρος· πρυμνὸν ὑπὲρ θέναρος. | ] |
| theta | 338 | [ | Θῆλυς· παρ' Ὁμήρῳ ἐσχημάτισται ὡς πῆχυς. Ἥρη θῆλυς ἐοῦσα. καὶ θήλεας ἵππους· οἱονεὶ θηλείας. οὐδετέρως δὲ θῆλυ. | ] |
| theta | 397 | [ | Θοάς· ταχείας ὁρμάς. σημαίνει δὲ καὶ ὀξείας. καὶ Ὅμηρος· ἐν δ' αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. | ] |
| theta | 448 | [ | Θωΰσσοντες· ὑλακτοῦντες. Ὅμηρος· βαρύβρωμα θωΰσσοντες. καὶ Θωϋκτὴρ κύων, ὁ ὑλακτικός. καὶ Θώϋξεν, ἀνεβόησε. Σοφοκλῆς· καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα θώϋξεν. καὶ θώϋξεν, ἐκάλεσεν, ἐβόησεν. | ] |
| theta | 453 | [ | Θρανίον· θρᾶνος καὶ θράνια, ταπεινά τινα διφρίδια καὶ ὑποπόδια δὲ λέγονται[ καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυσ] · ἐφ ' ᾧ ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς λακτίζοντες αὐτά. Ἀριστοφάνης Βατράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Θράνιος, δίφρος. | ] |
| theta | 477 | [ | Θρέψας· πήξας. ἐπὶ γάλακτος. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. καὶ Τροφή, ἡ πηγνύουσα τὸ σῶμα. | ] |
| theta | 481 | [ | Θρήνους· τοὺς παρ' ἡμῖν λεγομένους θρηνῳδούς. διαλύσας Ὅμηρος τὴν σύνθεσιν θρήνους αὐτοὺς καλεῖ. βαρβαρικὸν δὲ τὸ θρηνεῖν. ἐπὶ Πατρόκλῳ γοῦν οὐ γίνεται. | ] |
| theta | 489 | [ | Θρῖα· τὰ φύλλα τῆς συκῆς. θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ. Ἀριστοφάνης. θρῖον ἔστι σκεύασμά τι παρ' Ἀθηναίοις, ὃ περιλαμβάνει ὕειον στέαρ καὶ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ λεκιθώδους ὠμὸν πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον, ἥδιστον ἀπετέλει βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ σκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλοις συκῆς καὶ ὀπτώμενος. ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. σαπροῦ δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας, μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος. καὶ Ἀριστοφάνης· ἀλλ' ἀπολέσαιμ ' ἂν ἐγκεφάλου θρίω δύο. πρὸς τὸ σχῆμα φησὶ τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ θρῖα συγκείμενον. τουτέστι φύλλα συκῆς. | ] |
| theta | 510 | [ | Θροῦς· ἦχος, φωνή, ἄσημος λαλιά, θόρυβος. ὁ δὲ ὄχλος εἰς θροῦν καθίστατο, καὶ ἐθρήνουν. Ὅμηρος δέ φησιν· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος. καὶ αὖθις· θροῦν τινα ἤκουσαν τῶν πολεμίων, ὁποῖος ἂν γένοιτο ἄρτι κινουμένης στρατιᾶς. θροῦς οὖν κἀνταῦθα δ' ἐξάπτεται. | ] |
| theta | 616 | [ | Θῦσαι· τὸ σφάξαι, καὶ τὸ θυμιᾶσαι παρὰ Ὁμήρῳ. | ] |
| upsilon | 79 | [ | Ὑηνεία· μωρία. Ἀριστοφάνης· ἵνα μὴ γένηται Θεαγένους ὑηνία. διεβέβλητο γὰρ οὗτος ὡς μωρὸς καὶ συώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι καὶ θρύπτεσθαι ἐπὶ πλούτῳ· ἦν δὲ καὶ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τινὲς δὲ ὑηνείαν τὴν δυσωδίαν τὴν ἐκ τῶν χοίρων φασίν· οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀποπατοῦσι καὶ εἰς βόρβορον διαλύονται. ἦν δὲ καὶ ἄλλος, ὁ εἰς Ὅμηρον [+] γράψας· ὃς ἐπὶ μαλακίᾳ διεβάλλετο. ἡ νῦν γενεὰ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένη, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσα, δειλίᾳ σύνοικος καὶ πάσῃ ὑηνείᾳ, φιλοχρήμων, μικροπρεπής, δουλεύειν ἐθέλουσα, ἀσφαλῶς οὐδέν τι μέγα οὐδὲ ἐλεύθερον διαπραττομένη, ἀνδραποδώδης καὶ ἀσθενής, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσα οὔτε θυμῷ γενναίῳ χρωμένη· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον, ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον. τοιάνδε εἶναι καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυε τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων. Ὑηνία δὲ ἡ συγγένεια. | ] |
| upsilon | 268 | [ | Ὑπερέσχεθε γαίης· Ὅμηρος περὶ ἡλίου φησὶν ἐξ ἡρωϊκοῦ προσώπου ὑπὲρ γῆν τὰς ἀνατολὰς εἶναι, ὁ δὲ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου ἐξ ὠκεανοῦ. | ] |
| upsilon | 305 | [ | Ὑπὲρ θέναρος· παρ’ Ὁμήρῳ ὡς τὸ πέλαγος ἐσχημάτισται οὐδετέρως. | ] |
| upsilon | 348 | [ | Ὑπερώη καὶ Ὑπερώα· ὁ οὐρανίσκος. Ὅμηρος· χείλεα μέν τ’ ἐδίην’ , ὑπερώην δ’ οὐκ ἐδίηνε. καὶ Σιμόκατος· εἰς μὲν γὰρ τὴν ὑπερώαν χελύνην Μηδικὴν ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κρανίον ἐρρίζωτο. | ] |
| upsilon | 444 | [ | Ὕπνῳ· τῇ ἀγρυπνίᾳ. Ὅμηρος. καὶ Ὑπνῶ, ῥῆμα· αἰτιατικῇ. | ] |
| upsilon | 457 | [ | Ὑποβολή· ὁμοιότης, προσθήκη. Σόλων δὲ τὰ Ὁμήρου ἐξ ὑποβολῆς ἔγραψε ῥαψῳδεῖσθαι· οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον στίχον. | ] |
| upsilon | 690 | [ | Ὕστερος λόγος· ἀλλὰ πρὸς μὲν τούτους ὕστερος λόγος. τουτέστιν ὕστερον αὐτοῖς μαχησόμεθα. παρὰ τὸ Ὁμηρικόν· ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασσόμεθα καὶ αὖθις. | ] |
| xi | 90 | [ | Ξύει· γράφει. ὡς παρ’ Ὁμήρῳ. ἔνθεν καὶ τὰ ξύσματα, γράμματα. | ] |
| zeta | 42 | [ | Ζεῖ· βράζει. καὶ Ὅμηρος· ὡς δὲ λέβης ζεῖ. ἀπὸ τοῦ ζέω ῥήματος. | ] |
| zeta | 74 | [ | Ζηνόδοτος, Ἐφέσιος, ἐποποιὸς καὶ γραμματικός, μαθητὴς Φιλητᾶ, ἐπὶ Πτολεμαίου γεγονὼς τοῦ πρώτου, ὃς καὶ πρῶτος τῶν Ὁμήρου διορθωτὴς ἐγένετο καὶ τῶν ἐν Ἀλεξανδρείᾳ βιβλιοθηκῶν προὔστη καὶ τοὺς παῖδας Πτολεμαίου ἐπαίδευσεν. | ] |
| zeta | 130 | [ | Ζωΐλος, Ἀμφιπολίτης( πόλις δ’ ἐστὶ Μακεδονίας Ἀμφίπολις, ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί) , ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε μέντοι τινὰ καὶ γραμματικά· Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θʹ, Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου [+] τελευτῆς βιβλία γʹ, Περὶ Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν οἷς καὶ ψόγος Ὁμήρου. | ] |
| zeta | 164 | [ | Ζωρότερον· ἀκρατότερον. ἐν Ἐπιγράμμασι· καὶ ζωρὸν κεράσας ἰσοχειλέα. καὶ Ὅμηρος εἰπών, ζωρότερον δὲ κέραιε, διαφορὰς κράσεων λέγει, ὡς μίγματός τινος στερεμνίους ποιοῦντος τοὺς πίνοντας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: