Plato the Comic) - urn:cts:greekLit:tlg0497Athens (Wikidata)
Athens (Wikidata)
comedy writer (Wikidata)
urn:cts:greekLit:tlg0497.suda001
urn:cts:greekLit:tlg0497.suda002
urn:cts:greekLit:tlg0497.suda003
urn:cts:greekLit:tlg0497.suda004
urn:cts:greekLit:tlg0497.suda005
urn:cts:greekLit:tlg0497.suda006
urn:cts:greekLit:tlg0497.suda007
urn:cts:greekLit:tlg0497.suda008
urn:cts:greekLit:tlg0497.suda009
urn:cts:greekLit:tlg0497.suda010
urn:cts:greekLit:tlg0497.suda011
urn:cts:greekLit:tlg0497.suda012
urn:cts:greekLit:tlg0497.suda013
urn:cts:greekLit:tlg0497.suda014
urn:cts:greekLit:tlg0497.suda015
urn:cts:greekLit:tlg0497.suda016
urn:cts:greekLit:tlg0497.suda017
urn:cts:greekLit:tlg0497.suda018
urn:cts:greekLit:tlg0497.suda019
urn:cts:greekLit:tlg0497.suda020
urn:cts:greekLit:tlg0497.suda021
urn:cts:greekLit:tlg0497.suda022
urn:cts:greekLit:tlg0497.suda023
urn:cts:greekLit:tlg0497.suda024
urn:cts:greekLit:tlg0497.suda025
urn:cts:greekLit:tlg0497.suda026
urn:cts:greekLit:tlg0497.suda027
urn:cts:greekLit:tlg0497.suda028
urn:cts:greekLit:tlg0497.suda029
urn:cts:greekLit:tlg0497.suda030
urn:cts:greekLit:tlg0497.suda031
urn:cts:greekLit:tlg0497.suda032
urn:cts:greekLit:tlg0497.suda033
urn:cts:greekLit:tlg0497.suda034
urn:cts:greekLit:tlg0497.suda035
| alpha | 1806 | [ | Ἀναβιῶναι: ἀναζῆσαι. ἤδῃ δέ τινές φασιν, ὡς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτὸν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων των φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα ἐγώ· ψυχὴ δ’ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ. | ] |
| alpha | 3077 | [ | Ἀπέσχαζε· Πλἀτων Πρέσβεσι. καὶ σχᾶν, τὸ σχάζειν. | ] |
| alpha | 3325 | [ | Ἀποθρέξεις: συναποτροχάσεις. οὕτως Πλάτων. | ] |
| alpha | 3350 | [ | Ἀποκήρυκτον: ἀλλότριον. ὅτι ὁ λέγων τοὺς ἀποκηρύκτους φαύλους εἶναι ἁπλῶς, δόξαι ἂν λέγειν ἐξ ἀνάγκης τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει. ἐνδέχεται γάρ τινα μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον. Θεμιστοκλέα γοῦν ἀποκήρυκτόν φασι γενέσθαι· οὐ μὴν φαῦλος ἦν. καὶ Ἀποκηρύττοντες, ἀντὶ τοῦ πιπράσκοντες. οὕτως Δημοσθένης καὶ Πλάτων. οἱ δέ φασι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς εἰς ἕτερον οἶκον δίδοται προθέσει. | ] |
| alpha | 3824 | [ | Ἀρεοπαγίτης: διφορεῖται. καὶ παροιμία, Ἀρεοπαγίτης, ἐπὶ τῶν σκυθρωπῶν καὶ ὑπερσέμνων καὶ σιωπηλῶν. καὶ Ἄρεως νεοττὸς, καὶ Ἀρεως παιδίον, ἐπὶ τῶν θρασυτάτων. κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πεισάνδρῳ, τῷ δὲ δευτέρῳ Ἀλεξανδρίδης Πεισάνδρῳ. | ] |
| alpha | 3909 | [ | Ἀρίστιππος, Σωκράτους ὁμιλητὴς, ἐν πάσι τὴν ἡδονὴν ἀσπασάμενος καὶ ἐπίχαρις. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ’ Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδύς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων. | ] |
| alpha | 3946 | [ | Ἀρκάδας μιμούμενοι: ἐπὶ τῶν ἑτέροις πονούντων. οἱ γὰρ Ἀρκάδες μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκησαν, ἑτέροις δὲ συμμαχοῦντες πολλούς. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ. διὰ γὰρ τὸ τὰς κωμῳδίας αὐτὸς ποιῶν ἄλλοις παρέχειν διὰ πενίαν, Ἀρκάδας μιμεῖσθαι ἔφη. Ἀρκὰς οὖν, Ἀρκάδος, Ἀρκάδι. | ] |
| alpha | 4170 | [ | Ἄσκησιν: ἀγωνίαν· καὶ ὡς ἡμεῖς, τὸ δεδιέναι καὶ προσδοκᾶν τὸ μέλλον λέγουσιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀσκητὰς καὶ ἀθλητὰς λέγουσιν. | ] |
| alpha | 4353 | [ | Ἀτηρότατον· Σφηξί. Πλάτων δ’ ἐν Φάωνι ἀτηρίας. καὶ Ἀτηρόν. Ἀριστοφάνης· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν. καὶ αὖθις· οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. βλαβερόν. | ] |
| alpha | 4635 | [ | Ἀφοδεῦσαι· Πλάτων Ἀδώνισι. καὶ Ἄφοδος, ὁ ἀπόπατος. ἐξ οὗ καὶ ἀφοδεύειν. καὶ Ἄφοδον, ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. | ] |
| gamma | 316 | [ | Γλυκὺς ἀγκών: οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔστι δὲ παροιμία, ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· ὦ χρυσοῦν ἀνάδημα, ὧ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς. | ] |
| delta | 340 | [ | Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’ , ἐπεγείρειν. τουτέστι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως. καὶ Καλλίμαχος· τί δάκρυον εὗδον ἐγείρεις; Ἀριστοφάνης· δεινὸν μὲν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν· μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ τὰς ὄμφακας. καὶ Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου· ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. καὶ αὖθις· ἀνθρώπους ἐσθίειν βλέποντας καὶ δεινοὺς κατὰ γαστέρα· λέγω δὴ Κλεισόφους τε καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας. | ] |
| delta | 1054 | [ | Διιτρέφης πυτιναῖα ἔχων πτερά· οὗτος πολυπράγμων ἐγένετο, ὃς θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυλάρχησεν. Εὐφρόνιος δὲ τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι· καὶ ὅτι οὗτος πυτίνας ἔπλεκε. τινὲς δὲ εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκριτον. ὡς εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ’ ἢ πίθου πόδας καὶ χύτρας ὀμφαλούς. οὗτος δὲ ἦν νεόπλουτος καὶ ἅρπαξ καὶ πονηρός. Πλάτων ἐν Ἑορταῖς· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν· πυτίνη δέ ἐστι πλέγμα. ὃς ᾑρέθη φύλαρχος, ἵππαρχος, εἶτ’ ἐξ οὐδενὸς μεγάλα πράττει κἄστι νῦν ξουθὸς ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών. ἢ βουλευτής· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότερος. | ] |
| alphaiota | 335 | [ | Αἴσωπος· ὁ τῶν μύθων ποιητής, Σάμιος, δοῦλος οὐ τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὲν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ καὶ τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δέ τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος. ὅτι Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· ὦ κύον, κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκῇς. ὅτι τὸν Αἴσωπόν φασί τινες ὡς τοσοῦτον ἄρα θεοφιλῆ γενέσθαι ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα. ἐγώ. ψυχὴ δ’ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ. | ] |
| epsilon | 140 | [ | Ἐγλιξάμην· ἐπεθύμησα. οὕτως Πλάτων. | ] |
| epsilon | 2416 | [ | Ἐπικράτης· Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχεις. οὗτος γὰρ μέγαν πώγωνα εἶχεν. ἐπεκαλεῖτο δὲ σακεσφόρος. καὶ Πλάτων ὁ κωμικός φησιν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ δημαγωγός. | ] |
| epsilon | 3444 | [ | Εὔερον· εὐάερον πόλιν· ἢ μαλακήν, ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ· λέγει δὲ περὶ τῶν προβάτων. καὶ τοσοῦτον τῆς εὐερίας ἀπολέλαυκεν ὥστε ἀθλιωτάτη ἐστί. Κρατῖνος Πυλαιάν· γλῶσσαν εὐέραν βροτῶν. | ] |
| eta | 36 | [ | Ἡγέλοχος· τραγῳδὸς ὑποκριτής. ἔξεστι δ’ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἐπὶ τῶν διαφυγόντων τὰ λυπηρά. ὁ γὰρ Ἡγέλοχος οὗτος καὶ ἐν τῷ Ὀρέστῃ τοῦ Εὐριπίδου προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳ, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ( γαλήνην γὰρ τὸ πλῆρες) , αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν. τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. ἥμπουσα φρούδη. | ] |
| kappa | 396 | [ | Καρκίνος, ποιητὴς Ἀττικός. σκώπτει δέ τις Καρκίνου παῖδας οὕτως· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυράδων ἀποκνίσματα, μηχανοδίφας. καὶ γὰρ ἔφασχ’ ὁ πατὴρ γαλῆν τῆς ἑσπέρας ἀπάγξαι. λέγει δὲ ὄρτυγας μὲν διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους, ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα ἐπίμηκες. κολοβὸν οὖν εἰκὸς εἶναι αὐτοῖς τὸ ὅλον σῶμα, τὸν δὲ τράχηλον μακρόν, ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος· ὡς μικροὺς οὖν καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δὲ ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἴννοι. ὀρχηστὰς δέ· εἰσέφερε γὰρ αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα, ἀντὶ τοῦ ταπεινοὺς καὶ μικρούς. σφυράδες δέ εἰσι τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα, ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς, μᾶλλον δὲ οὐδὲ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτμήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ. ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους· Ξενοκλῆς γὰρ ὁ Καρκίνου δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασιν· ὃν Πλάτων δωδεκαμήχανόν φησιν. ἢ ἐπειδὴ πολλάκις ὡς τραγῳδοὶ μηχανικὰ εἰσέφερον, ἡνίκα θεοὺς ἐμιμοῦντο ἀνερχομένους ἢ κατερχομένους ἐκ τοῦ οὐρανοῦ. ὁ πατὴρ δὲ δρᾶμα ἐποίησε Μύας. παρὰ προσδοκίαν, τουτέστι μετὰ μόχθου. γαλῆν δὲ εἶπεν ἀπάγξαι, διότι αἱ γαλαῖ νυκτὸς πνίγουσι τοὺς μύας. | ] |
| kappa | 1549 | [ | Κηρύλος· ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. | ] |
| kappa | 2436 | [ | Κριὸς ἀσελγόκερως· τὸν μεγαλόκερων φησὶ Πλάτων ὁ κωμικός. τὸ γὰρ ἀσελγὲς οὐ μόνον ἐπὶ τῶν ἀκολάστων ἐλάμβανον οἱ παλαιοί, ἀλλὰ καὶ ἐπὶ τῶν μεγάλων. | ] |
| mu | 564 | [ | Μεμιλτωμένον· Ἀριστοφάνης· τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθασιν ὑπηρέται βʹ μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός. ὅσοι δὲ ἐχρίοντο, ἐξέτινον ζημίαν. | ] |
| omicron | 319 | [ | Ὄμφαξ· σταφυλὴ δριμεῖα οὖσα καὶ οὐ πέπειρος. θηλυκῶς δὲ λέγει τὰς ὄμφακας Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. | ] |
| omega | 14 | [ | Ὧδε· οὐ μόνον τὸ οὕτως, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡς ἡμεῖς. Κρατῖνος Δραπέτισι· τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. Ἀριστοφάνης Κωκάλῳ· ἐκδότω δέ τις καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ. Εὔπολις Ταξιάρχοις· οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. | ] |
| omega | 149 | [ | Ὥρα· κάλλος, καιροῦ τροπή, εὐμορφία. ψιλῶς δὲ φροντίς. ἔνθεν ὀλίγωρον λέγομεν τὸν ὀλίγην φροντίδα ἔχοντα. Πλάτων· ὁδῶ καί· περὶ τῶνδε πλευρῶν οὐδεμίαν ὤραν ἔχεις. Αἰλιανός. γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον. | ] |
| pi | 282 | [ | Παράβασις· τοῦτο λέγεται παράβασις, ἅπερ ἔλεγον ἐπιστρέφοντες οἱ χορευταὶ πρὸς τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος, ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύῃ τοῖς θεωμένοις ἢ ἄλλο ἐκτὸς λέγῃ τι τῆς ὑποθέσεως. Παράβασις δὲ λέγεται, ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπεὶ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες· ὅταν δὲ παραβῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τὸ θέατρον ἀποβλέποντες τὸν λόγον ποιοῦνται. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταί, τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. Πλάτων ὁ κωμικὸς ἐν τῷ Παιδαρίῳ· εἰ μὲν μὴ λίαν, ἄνδρες, ἠναγκαζόμην στρέψαι δεῦρο, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδε ἐπῶν. ἄμφω σημήνας, καὶ τὸ στρέφεσθαι καὶ τὸ παραβαίνειν. καὶ Πισίδης· τὸν παραβάτην συμβαλὼν πλασμῷ ξένῳ πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάτην. | ] |
| pi | 1258 | [ | Περὶ πόδα· οἷον ἁρμόττον σφόδρα, ὡς τὰ ὑποδήματα τοῖς ποσί. Πλάτων· ὡς ἐστί μοι τὸ χρῆμα τοῦτο περὶ πόδα. καὶ ἐν Σκευαῖς· καὶ τοῖς τρόποις ἁρμόττον ὡς περὶ πόδα. | ] |
| pi | 1708 | [ | Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφ’ ἱέρων, , Δαίδαλος, Ἑορταί, Ἑλλὰς ἢ Νῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, Λάκωνες ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, Ξάνται ἢ Κέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. | ] |
| pi | 1738 | [ | Πλειστηριάσας· πλείονος πωλήσας, οὗ ὠνήσατο. ἐποίει δὲ τοῦτο καὶ μετάμελος προσεποιεῖτο γεγονέναι, πλειστηριάζων αὐτούς. καὶ Πλειστηριάσαντες, ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων. οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστοβολεῖν λέγουσιν, ὡς ἡμεῖς, Ἀττικοί. | ] |
| rho | 1 | [ | Ῥά· ἀντὶ τοῦ δή. οὕτως Πλάτων [+]. | ] |
| sigma | 814 | [ | Σοφιστής. κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. οὕτως ἔλεγον πάντας τοὺς πεπαιδευμένους. οἱ δὲ παλαιοὶ σοφίαν ἔλεγον, καὶ σοφιστὰς τοὺς περὶ μουσικήν. καὶ Φιλόστρατος ὁ Λήμνιος· σοφοὶ μὲν ὑμεῖς, ἀλλ’ οὐ πάντα σοφισταί. Ἀριστοφάνης Νεφέλαις· πλείστους ὁτιὴ βόσκουσι σοφιστάς. τοὺς μετεωρολέσχας νῦν λέγει, καταχρηστικῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθημάτων ὁρμωμένους. καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς προσαγορεύειν ὤκνησεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν Ὀπούντιον ποιητὴν Βακχυλίδην εἰς τοὔ νομα κατέταξε τῶν σοφιστῶν. σοφισταὶ δὲ πάντες, ὅσοι πεπαιδευμένοι. καταχρηστικῶς δὲ Ἀριστοφάνης ἐπὶ πάσης τέχνης ἔλαβε τὸ τῶν σοφιστῶν ὄνομα. ὅτι σοφιστής ἐστιν ὁ δυνάμενος ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι· καὶ ζήτει ἐν τῷ δύναμις. | ] |
| sigma | 964 | [ | Σποργίλος· ὃς ἦν κουρεύς. καὶ ὁ Πλάτων φησί· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. | ] |
| sigma | 1329 | [ | Συκοφαντεῖν· κνίζειν ἐρωτικῶς. οὕτως Πλάτων καὶ Μένανδρος. | ] |
| sigma | 1762 | [ | Σφυράδες· τῶν αἰγῶν καὶ προβάτων τὰ ἀποπατήματα. Ἀριστοφάνης· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυράδων ὑποκνίσματα, μηχανοδίφας. Καρκίνος ποιητὴς ἦν. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους· ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. ὄρτυγας δὲ διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα, ἐπίμηκες, εἰς ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸς εἶναι τὸ ὅλον σῶμα καὶ μόνον τὸν τράχηλον μακρόν. ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος. ἢ σμικροὺς δὲ καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δέ, ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. ὀρχηστὰς δέ, ἐπεὶ εἰσέφερεν αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα ἀντὶ τοῦ ταπεινούς· σφυράδες γὰρ τὰ τῶν αἰγῶν καὶ τῶν προβάτων ἀποπατήματα. ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς· μᾶλλον δὲ οὐ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτυχήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους. Ξενοκλῆς γὰρ ὁ Καρκῖνος δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασι. Πλάτων Δωδεκαμήχανον αὐτόν φησιν· ἐμιμεῖτο γὰρ θεοὺς ἀνερχομένους ἢ κατερχομένους. | ] |
| sigma | 1810 | [ | Σχοινίον μεμιλτωμένον· εἰ βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν, οἱ τοξόται σχοινίον μιλτοῦντες συνήλαυνον καὶ τὰ πρατήρια διέκλειον. καὶ παροιμία· τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. ὑπὲρ τοῦ ἐξ ἀνάγκης αὐτοὺς εἰς τὰς ἐκκλησίας ἰέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα. ἀνεπετάννυσαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰς ὁδοὺς τὰς μὴ φερούσας εἰς τὴν ἐκκλησίαν, καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖς ἀγοραῖς, ὅπως μὴ περὶ ταῦτα διατρίβοιεν· ἔτι μὴν καὶ μεμιλτωμένῳ σχοινίῳ περιβάλλοντες αὐτοὺς συνήλαυνον εἰς τὴν ἐκκλησίαν. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδύνειν· ὅσοι γὰρ ἐχρίοντο ζημίαν ἐξέτινον. ἄλλως· ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθεισαν ὑπηρέται δύο μεμιλτωμένον σχοινίον ἐκτείνοντες, διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός. ὅσοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: