Athenaeus) - urn:cts:greekLit:tlg0008.suda001 (
Deipnosophistae)| alpha | 731 | [ | Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. | ] |
| alpha | 3936 | [ | Ἀριστώνυμος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἥλιος ῥιγῶν, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. βασιλεύοντος Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ τοῦ μετ’ αὐτὸν τοῦ Φιλοπάτορος· καὶ προέστη τῆς τοῦ βασιλέως βιβλιοθήκης μετὰ Ἀπολλώνιον, ἔτος ἄγων ξβʹ. διασκευασθεὶς δὲ ὡς βουλευόμενος πρὸς Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ στραγγουρίας τελευτᾷ, ἔτη βεβιωκὼς οζʹ. συγγράμματα δὲ αὐτοῦ πάνυ πολλά. | ] |
| alpha | 4082 | [ | Ἀρχέδικος, κωμικός· τῶν δραμάτων αὐτοῦ ἐστι Θησαυρὸς καὶ Διαμαρτάνων, ὡς Ἀθήναιός φησιν ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| beta | 513 | [ | Βράβηλα: τὰ καλούμενα Δαμασκηνά. Θεόκριτος· ὄρπακες βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθηναῖος δὲ ἐν τῷ βʹ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βάδρυα. εἶρηται δὲ βοράβηλά τινα ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμασκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εὐθαλέστερα καὶ καλλίονα εἶναι. | ] |
| delta | 50 | [ | Δαμόξενος, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ Σύντροφοι, ὡς Ἀθήναιος λέγει ἐν γʹ Δειπνοσοφιστῶν· καὶ Ἑαυτὸν πενθῶν, ὡς πάλιν ὁ αὐτὸς ἐν τῷ ἑνδεκάτῳ. | ] |
| delta | 228 | [ | Δεξικράτης· οὗτος Ἀθηναῖος, κωμικός. δράματα αὐτοῦ εἰσιν Ὑφ’ ἑαυτῶν πλανώμενοι, ὡς Ἀθήναιός φησιν ἐν γʹ Δειπνοσοφιστῶν. | ] |
| delta | 1152 | [ | Διόδωρος, καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αὐλητρίς, ὡς Ἀθήναιος ἐν τῷ δεκάτῳ τῶν Δειπνοσοφιστῶν λέγει. ἐν δὲ τῷ ιβʹ φησίν, ὅτι καὶ Ἐπίκληρος καὶ Πανηγυρισταί. | ] |
| epsilon | 2262 | [ | Ἐπιγένης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἡρωΐνη καὶ Μνημάτιον καὶ Βακχεία, ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| epsilon | 3012 | [ | Ἔριφος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰόλος, Πελταστής, Μελίβοια· ὥς φησιν Ἀθήναιος ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τῶν Δειπνοσοφιστῶν. | ] |
| epsilon | 3357 | [ | Εὐάγγελος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀνακαλυπτόμενος· ὡς Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| epsilon | 3507 | [ | Εὐθυκλῆς· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἄσωτοι ἢ Ἐπιστολή· ὥς φησιν Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| epsilon | 3815 | [ | Εὔφρων, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰσχρά, Μοῦσαι, Συνέφηβοι, Θεωροί· ὡς Ἀθήναιος γράφει ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| eta | 53 | [ | Ἡγήμων· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς ἦν τῶν Μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλίννα, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| theta | 135 | [ | Θεόγνητος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Φάσμα ἢ Φιλάργυρος, Φιλοδέσποτος, Κένταυρος· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| kappa | 394 | [ | Καρκίνος, Ἀκραγαντῖνος, τραγικός. καὶ Καρκίνος, Θεοδέκτου ἢ Ξενοκλέους, Ἀθηναῖος, τραγικός. δράματα ἐδίδαξεν ρξʹ, ἐνίκησε δὲ αʹ. ἤκμαζε κατὰ τὴν ρʹ ὀλυμπιάδα, πρὸ τῆς Φιλίππου βασιλείας τοῦ Μακεδόνος. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀχιλλεύς, Σεμέλη, ἢ ἀρχή, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. Λυσίας· ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι, φησίν, αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι. Φερεκράτης· ὁπόταν σχολάζῃς, νῆψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν· ὃ νῦν καρκίνωμα λέγεται. εὑρίσκεται δὲ πολλάκις καὶ κύριον ὄνομα. | ] |
| lambda | 863 | [ | Λύσιππος· τῶν δραμάτων αὐτοῦ ἐστι Βάκχαι, ὡς Ἀθήναιος λέγει ἐν γʹ Δειπνοσοφιστῶν καὶ ἐν τῷ ηʹ· καὶ ἕτερα αὐτοῦ δράματα Θυρσοκόμος. | ] |
| mu | 1164 | [ | Μνησίμαχος, ποιητὴς τῆς μέσης κωμῳδίας. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἱπποτρόφος, Βούσιρις, Φίλιππος, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| nu | 405 | [ | Νικόστρατος, κωμικός. τούτου μέμνηται Ἀθήναιος ἐν βʹ Δειπνοσοφιστῶν· λέγει δὲ ὅτι δράματα αὐτοῦ ἐστι Πάνδαρος, ὃς καὶ Ἄντυλλος· ὃς καὶ Φιλεταίρου δοκεῖ εἶναι· καὶ Ἱεροφάντης καὶ Κλεινή· ἔτι δὲ Ἅβρα καὶ Ἡσίοδος καὶ Διάβολος καὶ Ἀντερῶσα καὶ Ἑκάτη, Μάγειρος, Ὤτης, Πλοῦτος, Σύρος, Ἀπελαυνόμενος, Ψευδοστιγματίας καὶ Τοκιστής. ταῦτα ἐν παραθήκῃ εὗρον κείμενα. καὶ παροιμία· ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον. οὗτος κωμῳδίας ἦν ὑποκριτὴς δοκῶν κάλλιστα ὑποκρίνεσθαι. | ] |
| xi | 22 | [ | Ξέναρχος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Βουκολίων, [ ὡς] Ἀθήναιός φησιν ἐν βʹ Δειπνοσοφιστῶν· καὶ Πορφύρα καὶ Σκύθαι, ὡς ὁ αὐτός. καὶ Δίδυμοι καὶ Πένταθλος καὶ Πρίαπος, Ὕπνος, Στρατιώτης. | ] |
| omega | 272 | [ | Ὠφελίων, κωμικός. μέμνηται αὐτοῦ καὶ Ἀθηναῖος ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν Δειπνοσοφιστῶν. φησὶ δὲ τῶν δραμάτων αὐτοῦ εἶναι ταῦτα· Δευκαλίωνα, Κάλλαισχρον, Κένταυρον, Σατύρους, Μούσας, Μονοτρόπους. | ] |
| pi | 143 | [ | Πάμφιλος· οὗτος ἀεὶ ἔμμετρα ἔλεγεν ἐν τοῖς πότοις. ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος. ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω. οὕτως Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| pi | 1708 | [ | Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφ’ ἱέρων, , Δαίδαλος, Ἑορταί, Ἑλλὰς ἢ Νῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, Λάκωνες ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, Ξάνται ἢ Κέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. | ] |
| pi | 1959 | [ | Πολύευκτος, κωμικός. τούτου δράματα ἐστιν Ἡνίοχος, ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. κατὰ Πολυεύκτου πατριάρχου· ἐγένετο καὶ καθ’ ἡμᾶς Πολύευκτος, ἀποφράς, ἡμιγύναιος, θεοστυγής, βαρυόργητος, Κωκυτοῦ καὶ Στυγὸς δεινὸν καὶ ὀλέθριον τῷ βίῳ ἐκλόχευμα. | ] |
| sigma | 93 | [ | Σαννυρίων, Ἀθηναῖος, κωμικός. δράματα αὐτοῦ ἐστι ταῦτα· Γέλως, Δανάη, Ἰώ, Ψυχασταί· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| sigma | 846 | [ | Σώπατρος, κωμικός· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἱππόλυτος, Φυσιολόγος, Σιλφία ἢ Κνιδία, Νεκυῖα, Πύλαι, Ὀρέστης, Φακῆ· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| sigma | 847 | [ | Σώπατρος, παρῳδός· τούτου ἐστὶ δρᾶμα Βακχίς, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| sigma | 871 | [ | Σωτάδης, Κρής, Μαρωνείτης, δαιμονισθείς, ἰαμβογράφος. ἔγραψε Φλύακας ἤτοι Κιναίδους διαλέκτῳ Ἰωνικῇ· καὶ γὰρ Ἰωνικοὶ λόγοι ἐκαλοῦντο οὗτοι. ἐχρήσατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ Πύρης ὁ Μιλήσιος καὶ Θεόδωρος καὶ Τιμοχαρίδας καὶ Ξέναρχος. εἰσὶ δὲ αὐτοῦ εἴδη πλεῖστα· οἷον Εἰς ᾅδου κατάβασις· Πρίηπος· Εἰς Βελεστίχην· Ἀμαζών· καὶ ἕτερα. καὶ Ἐγκλειόμεναι, καὶ Παραλυτρούμενος· ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. | ] |
| sigma | 894 | [ | Σώφρων, κωμικός. τούτου ἐστὶ δράματα καὶ κωμῳδίαι, Πενθερά· ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. | ] |
| sigma | 1178 | [ | Στράττις, Ἀθηναῖος, τραγικός. τῶν δραμάτων αὐτοῦ ἐστι ταῦτα· Ἀνθρωπορέστης, Ἀταλάντη, Ἀγαθοὶ ἤτοι Ἀργυρίου ἀφανισμός, Ἰφιγέρων, Καλλιππίδης, Κινησίας, Λιμνομέδων, Μακεδόνες, Μήδεια, Τρωΐλος, Φοίνισσαι, Φιλοκτήτης, Χρύσιππος, Παυσανίας, Ψυχασταί· ὥς φησιν Ἀθήναιος ἐν τῷ βʹ βιβλίῳ τῶν Δειπνοσοφιστῶν. | ] |
| tau | 265 | [ | Τελέστης, κωμικός. τούτου δράματά ἐστιν Ἀργὼ καὶ Ἀσκληπιός, ὥς φησιν Ἀθήναιος ἐν τῷ ιδʹ τῶν Δειπνοσοφιστῶν. | ] |
| tau | 488 | [ | Τηλεκλείδης, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀμφικτύονες καὶ Πρυτάνεις καὶ Στερροί· ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
| tau | 623 | [ | Τιμοκλῆς, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Δημοσάτυροι, Κένταυρος, Καύνιοι, Ἐπιστολαί, Ἐπιχαιρέκακος, Φιλοδικαστής, Πύκτης· ὥς φησιν Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| tau | 624 | [ | Τιμοκλῆς ἕτερος, καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Διονυσιάζουσαι, Πολυπράγμων, Ἰκάριοι, Δῆλος, Λήθη, Διόνυσος, Κονίσαλος, Πορφύρα( ἥτις καὶ δοκεῖ Ξενάρχου εἶναι) , Ἥρωες, Δρακόντιον, Νέαιρα( ἑταίρας δὲ ὄνομά ἐστιν ἡ Νέαιρα) , Ὀρέστης, Μαραθώνιοι. ταῦτα Ἀθήναιος λέγει ἐν τοῖς βιβλίοις τῶν Δειπνοσοφιστῶν. εἰσὶ δὲ καὶ ἄλλα. | ] |
| phi | 353 | [ | Φίλιππος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Κωδωνιασταί· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| phi | 609 | [ | Φόρμος, Συρακούσιος, κωμικός, σύγχρονος Ἐπιχάρμῳ, οἰκεῖος δὲ Γέλωνι τῷ τυράννῳ Σικελίας καὶ τροφεὺς τῶν παίδων αὐτοῦ. ἔγραψε δράματα ζʹ, ἅ ἐστι ταῦτα, Ἄδμητος, Ἀλκίνους, Ἀλκυόνες, Ἰλίου πόρθησις, Ἵππος, Κηφεὺς ἢ Κεφάλαια ἢ Περσεύς. ἐχρήσατο δὲ πρῶτος ἐνδύματι ποδήρει καὶ σκηνῇ δερμάτων φοινικῶν. μέμνηται δὲ καὶ ἑτέρου δράματος Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς, Ἀταλάντης. | ] |
| phi | 789 | [ | Φοινικίδης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Φύλαρχος, Μισουμένη· ὡς Ἀθήναιός φησιν ἐν τῷ βιβλίῳ τῶν Δειπνοσοφιστῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: