Aristophanes) - urn:cts:greekLit:tlg0019Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
comedy writer (Wikidata)
playwright (Wikidata)
poet (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0019.suda001 -
Aeolosicon
urn:cts:greekLit:tlg0019.suda002 -
Amphiaraus
urn:cts:greekLit:tlg0019.suda003 -
Anagyrus
urn:cts:greekLit:tlg0019.suda004 -
The Acharnians
urn:cts:greekLit:tlg0019.suda005 -
The Frogs
urn:cts:greekLit:tlg0019.suda006 -
Farmers
urn:cts:greekLit:tlg0019.suda007 -
The Banqueters
urn:cts:greekLit:tlg0019.suda008 -
Danaids
urn:cts:greekLit:tlg0019.suda009 -
Peace
urn:cts:greekLit:tlg0019.suda010 -
Assemblywomen
urn:cts:greekLit:tlg0019.suda011 -
Heroes
urn:cts:greekLit:tlg0019.suda012 -
Thesmophoriazusae
urn:cts:greekLit:tlg0019.suda013 -
The Knights
urn:cts:greekLit:tlg0019.suda014 -
Lemnian Women
urn:cts:greekLit:tlg0019.suda015 -
Lysistrata
urn:cts:greekLit:tlg0019.suda016 -
The Clouds
urn:cts:greekLit:tlg0019.suda017 -
The Birds
urn:cts:greekLit:tlg0019.suda018 -
Plutus
urn:cts:greekLit:tlg0019.suda019 -
Polyidus
urn:cts:greekLit:tlg0019.suda020 -
The Wasps
urn:cts:greekLit:tlg0019.suda021 -
Frying-Pan Men
urn:cts:greekLit:tlg0019.suda022 -
Phoenician Women
urn:cts:greekLit:tlg0019.suda023
urn:cts:greekLit:tlg0019.suda024
urn:cts:greekLit:tlg0019.suda025 -
Daedalus
urn:cts:greekLit:tlg0019.suda026 -
Cocalus
urn:cts:greekLit:tlg0019.suda027
urn:cts:greekLit:tlg0019.suda028 -
The Babylonians
urn:cts:greekLit:tlg0019.suda029 -
Proagon
urn:cts:greekLit:tlg0019.suda030 -
Old Age
urn:cts:greekLit:tlg0019.suda031 -
Triphales
| alpha | 1 | [ | Ἂ ἄ: παρ’ Ἀριστοφάνει ἐπίρρημα μετ’ ἐκπλήξεως καὶ κελεύσεως. ἂ ἂ, τὴν δᾶδα μή μοι πρόσφερε. τὸ ἄ ἄ κατὰ διαίρεσιν ἀναγνωστέον, οὐ καθ’ ἕνωσιν· ἀλλὰ καὶ ψιλωτέον ἀμφότερα. εἰ γὰρ ἓν μέρος λόγου ἦν καὶ κατὰ σύναψιν ἀνεγινώσκετο, οὐ χρείαν εἶχε τῶν δύο τόνων ἤτοι τῶν ὀξειῶν. καὶ τοῦτο μὲν ἐκπλήξεως ὂν ψιλοῦται. τὸ δὲ ἇ ἇ θαυμαστικὸν δασύνεται, ὡς ἐν Ἐπιγράμμασί φησιν Ἀγαθίας· ἇ μέγα τολμήεις κηρὸς ἀνεπλάσατο. | ] |
| alpha | 33 | [ | Ἀβελτερώτατοι· Ἀριστοφάνης· τέως δ’ ἀβελτερώτατοι κεχηνότες Μαμμάκυθοι Μελιτίδαι κάθηνται. | ] |
| alpha | 104 | [ | Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. | ] |
| alpha | 110 | [ | Ἀγαθὴ καὶ μάζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δευτερεῖα διδόντων ἢ αἱρουμένων. μάζα ὀξεῖαν ἔχει· ἐπάνω γὰρ θέσει μακρᾶς περισπωμένη οὐ τίθεται· ὁ δὲ Ἀριστοφάνης περισπᾶ τὴν μάζαν· αἶρ’ αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ. | ] |
| alpha | 124 | [ | Ἀγάθων· ὄνομα κύριον. τραγικός δὲ ἦν· διεβέβλητο δὲ ἐπὶ μαλακίᾳ. Ἀριστοφάνης· Ἀγάθων δὲ ποῦ ’στιν; ἀπολιπών μ’ οἴχεται. ποῖ γῆς ὁ τλήμων; ἐς μακάρων εὐωχίαν. οὗτος ὁ Ἀγάθων ἀγαθὸς ἦν τὸν τρόπον, ποθεινὸς τοῖς φίλοις καὶ τὴν τράπεζαν λαμπρός. φασὶ δὲ ὅτι καὶ Πλάτωνος Συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοσόφων παραχθέντων. κωμῳδιοποιὸς Σωκράτους διδασκαλείου. ἐκωμῳδεῖτο δὲ εἰς θηλύτητα. | ] |
| alpha | 217 | [ | Ἀγῆλαι: τιμῆσαι θεὸν ἀγλαΐαις. οὕτως Εὔπολις Δήμοις· ἀναθῶμεν νῦν χημεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθα. Ἀριστοφάνης Εἰρήνῃ· και σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαις ἰδίᾳ πάντες, πότυι’, ἀγαλοῦμεν ἡμεῖς ἀεί. Ἕρμιππος Ἀρτοπώλισι· φέρε νῦν ἀγήλω τοὺς θεοὺς οἵους ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου. | ] |
| alpha | 261 | [ | Ἀγκύρισμα: εἶδος παλαίσματος. καὶ Ἀγκυρίσας, ἀντὶ τοῦ καταπαλαίσας ἢ τῇ ἀγκύλῃ καταβαλών. ἐστι δὲ ἀγκύρισμα καὶ σκεῦος ἀγρευτικὸν σύκων. Ἀριστοφάνης· διαβαλὼν, ἀγκυρίσας, εἶτ’ ἀποστρέψας τὸν ὦμον, αὐτὸν ἐκολάβησας. τουτέστι προσέκρουσας. | ] |
| alpha | 270 | [ | Ἄγλιθες: αἱ κεφαλαὶ τῶν σκορόδων. Ἀριστοφάνης· ὡς ἄρουραῖοι μύες ὀρύσσετε πασσάλῳ τὰς ἄγλιθας. | ] |
| alpha | 286 | [ | Ἄγνωτα: ἀπὸ τοῦ ἄγνωτος. οὐ γὰρ παρασχηματίζει ἀπὸ τοῦ ἀγνὼς εἰς οὐδέτερον γένος. ῥήματα ἄγνωτα τοῖς θεωμένοις. Ἀριστοφάνης Βατράχοις. | ] |
| alpha | 300 | [ | Ἀγοράζειν: τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορῇ διατρίβειν. Ἀριστοφάνης ἐν Πλούτῳ ἐπὶ τοῦ συνήθως ἡμῖν ἀντὶ τοῦ ὠνήσασθαι. καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον. | ] |
| alpha | 302 | [ | Ἀγορανομίας: λογιστίας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας, τοὺς δ’ ἱμάντας ἐκ λεπρῶν. τουτέστι λώρους, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοις ἔτυπτον οἱ λογισταὶ τῆς ἀγορᾶς. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίσματος τῆς Πελοποννήσου, ἧς μέμνηται καὶ Καλλίμαχος ἐν Ὕμνοις· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα, πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται· τί δ’ οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ. | ] |
| alpha | 304 | [ | Ἀγοράσαι: Ὑπερίδης τὸ ὠνήσασθαι. Ἀγοράσω λέγουσι, τὸ δ’ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος· ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθ’ ὅσα κελεύεις, ὦ γύναι. καὶ Ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. | ] |
| alpha | 305 | [ | Ἀγοράσω: ἀντὶ τοῦ ἐν ἀγορῇ διατρίψω. Ἀριστοφάνης· ἀγοράσω τ’ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι. ἀντὶ τοῦ ἐν τῇ ἀγορῷ διατρίψω μετὰ Ἀριστογείτονος, ἐγγὺς Ἀριστογείτονος. τουτέστιν ἐν μυρσίνῳ κλάδῳ τὸ ξίφος φορέσομεν, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. οὗτοι γὰρ ἀπὸ τῶν μυρσίνων κλάδων τὰ ξίφη ἀνασπάσαντες τὸν τύραννον κατέβαλον. | ] |
| alpha | 308 | [ | Ἀγοραῖος νοῦς: ὁ πανευτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος. καὶ Ἀγοραῖος Ἑρμῆς· Ἀριστοφάνης. νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον κἀπιορκῶ γε βλέπων. τουτέστιν ὁ ἐν ἀγορῷ τιμώμενος. | ] |
| alpha | 336 | [ | Ἀγώνισμα: σπουδήν. ἐπιμέλειαν. ἀγώνισμα τίθεται συλλαβεῖν αὐτόν. Ἀριστοφάνης· ἐγὼ δ’ εὐξαίμην ἂν ἐντυχεῖν τινι( λείπει θηρίῳ) λαβεῖν τ’ ἀγώνισμ’ ἄξιόν τι τῆς ὁδοῦ. ἔπαθλον. | ] |
| alpha | 350 | [ | Ἀγρεία ἀοιδή: ἡ ἀγροικική. τὸ σκύτος ἀγρείης τ’ εἴνε κατὰ πλατάνου. ἐν Ἐπιγράμμασι. καὶ Ἀγρεῖος, ὁ ἄγροικος, ὁ ἀμαθὴς. ἢ ὁ ἀπὸ τοῦ ἀγροῦ. Ἀριστοφάνης Νεφέλαις· ἀγρεῖος εἶ καὶ σκαιός. ὁ ἄγροικος καὶ μέγαν πώγωνα ἔχων. καὶ αὖθις· ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν. | ] |
| alpha | 358 | [ | Ἀγριοποιόν. καὶ ἄνθρωπος ἀγριοποιός. ἀγρίους εἰσάγοντα τοὺς ἥρωας. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἐγὦδα τοῦτον κἀξεπίσταμαι καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόστομον, ἔχοντ’ ἀχάλινον ἀκρατὲς ἀθύρωτον στόμα, ἀπεριλάλητον, κομποφακελλορήμονα. | ] |
| alpha | 377 | [ | Ἄγροικος ὀργήν: φιλόδικος, ἀκρόχολος, εἰς ὀργὴν εὔκολος. Ἀριστοφάνης· νῶιν γάρ ἐστι δεσπότης ἄγροικος ὀργήν. καὶ Ἀγροίτης, ὁ ἀγρός. | ] |
| alpha | 385 | [ | Ἀγύρριος: ὄνομα κύριον. ὃς ἐπὶ μαλακίᾳ διεβέβλητο ὡς καὶ πέρδεσθαι αὐτόν. Ἀριστοφάνης Πλούτῳ. ἐκωμῳδεῖτο δὲ καὶ εἰς θρασύτητα. καὶ Ἀγύρριος, δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. Ἀγύρριος τὸν Προνόμου πώγων’ ἔχων λέληθεν. ὁ Ἀγύρριος στρατηγὸς θηλυδριώδης, ἄρξας ἐν Λήμνῳ, ὃς τὸν μισθὸν τῶν ποιητῶν συνέτεμεν. ὁ δὲ Πρόνομος αὐλητὴς ἦν μέγαν πώγωνα ἔχων. | ] |
| alpha | 408 | [ | Ἀγχιστεία: ἡ μετουσία τῆς οὐσίας. παρὰ Ἀριστοφάνει· νόθῳ μὴ εἶναι ἀγχιστείαν. καὶ Ἀγχιστεύω ῥῆμα, γενικῇ. | ] |
| alpha | 430 | [ | Ἀδαξῆσαι: τὸ κνῆσαι, οὐκ ἐν τῷ< ο> ὀδαξῆσαι. καὶ Ἀδαχεῖν. τὸ κνήθειν. ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τ’ ἀεί· Ἀριστοφάνης. | ] |
| alpha | 437 | [ | Ἀδεκατεύτους: Ἀριστοφάνης ἀτελωνήτους· τὰς γὰρ δεκάτας τῶν κοιλιῶν τῶν θυομένων ἐδίδοσαν τὴν δεκάτην μοῖραν ἐν τῷ πρυτανείῳ. | ] |
| alpha | 551 | [ | Ἄελπτα: ἀνέλπιστα, ἀπροσδόκητα. Ἀριστοφάνης· ἦ πόλλ’ ἄελπτ’ ἐστὶν ἐν τῷ μακρῷ βίῳ. | ] |
| alpha | 563 | [ | Ἀερονηχεῖς: τὰς ἐν τῷ ἀέρι νηχομένας νεφέλας. Ἀριστοφάνης. | ] |
| alpha | 578 | [ | Ἀετώματα· τὰ τῶν ἱερῶν στεγάσματα πτέρυγας καὶ ἀετοὺς καλοῦσιν. Ἀριστοφάνης· τὰς οἰκίας ἐρέψομεν πρὸς ἀετόν. ἀντὶ τοῦ στεγάσομεν. | ] |
| alpha | 592 | [ | Ἀζήμιος: ἀβλαβής. κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις, ἢ τὸ ἐν ζωῇ μιαρόν. Ἀριστοφάνης Πλούτῳ· μῶν ἀξιοῖς φενακίσας ἡμᾶς ἀπαλλαγῆναι ἀζήμιος; ἢ ὁ ἀληθὴς ἀζήμιος, ὁ μὴ ὑπέχων ζημίαν τοῦ πάθους. | ] |
| alpha | 643 | [ | Ἀεὶ τοῖς ἐρῶσιν σύνεσμεν· Ἀριστοφάνης περὶ ὀρνίθων. διὰ τὸ τοὺς ἐραστὰς ὄρνιθας εὐγενεῖς χαρίζεσθαι τοῖς ἐρωμένοις. καὶ ἡ σίττη δὲ καὶ εἴ τι τοιοῦτον ὄρνεον δεξιὰ πρὸς τοὺς ἔρωτας φαίνεται. ἐγῶ μὲν, Λευκίππη, δεξιὰ σίττη. ἡ νῦν οἷμαι λεγομένη σιτάρις. | ] |
| alpha | 676 | [ | Ἄϊδος κυνῆ· Ἀριστοφάνης· λάβε δ’ ἐμοῦ γ’ ἕνεκα παῤ’ Ἱερωνύμου σκοτοδασυπυκνότριχα τὴν Ἄϊδος κυνῆν. ἐπὶ τῶν ἀφανῶν εἴρηται ἡ παροιμία. νῦν δὲ ἐπὶ τῶν ἄγαν κομώντων. οὗτος γὰρ ὁ Ἱερώνυμος μελῶν ἦν ποιητὴς καὶ τραγῳδὸς ἀνώμαλος καὶ ἀνοικονόμητος, διὰ τὸ ἄγαν ἐμπαθεῖς γράφειν ὑποθέσεις καὶ φοβεροῖς προσωπείοις χρῆσθαι· ἐδόκει κροτεῖσθαι. ἐκωμῳδεῖτο δὲ ὡς πάνυ κομῶν· διόπερ Ἄϊδος κυνῆν ἔφη αὐτὸν κωμῳδικῶς, ὡς κουρειῶντα. | ] |
| alpha | 702 | [ | Ἀθάμας: ὄνομα κύριον. εἰσάγεται ὁ Ἀθάμας ἐστεφανωμένος ὥσπερ ἱερεῖον σφαγιασθησόμενος διὰ Φρίξον, καὶ ῥύεται αὐτὸν Ἡρακλῆς εἰπὼν ζῆν τὸν Φρίξον. παραδείγματι οὖν χρώμενος ὁ Ἀριστοφάνης δεδιέναι φησὶ τῷ Ἀθάμαντι παραπλήσια μέλλοντι θύεσθαι. | ] |
| alpha | 708 | [ | Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖς διὰ τοῦ η ἀθάρης, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. Ἀριστοφάνης Πλούτῳ· ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦσι. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. | ] |
| alpha | 732 | [ | Ἀθηναίων δυσβουλία: ἐπὶ τῶν παῤ ἐλπίδας καὶ ἀναξίως εὐτυχούντων. τὸ γὰρ κακῶς βουλεύεσθαι Ἀθηναίοις ἤσκητο· τὴν δὲ Ἀθηνᾶν παρασχεῖν τὸ κακῶς βουλευθὲν ἀποκλῖναι καλῶς· καὶ ἦν τοῦτο λεγόμενον ἐπιχώριον. καὶ Εὔπολις· ὡς εὐτυχεῖν μᾶλλον ἢ καλῶς φρονεῖν. καὶ Ἀριστοφάνης Νεφέλαις· φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι. ταῦτα μέντοι τοὺς θεοὺς ἅττ’ ἂν ὑμεῖς ἐξαμάρτητε, ἐπὶ τὸ βέλτιον τρέπειν. ὅτι αὐτόχθονες οἱ Ἀθηναῖοι ἐλέγοντο καὶ Ἀρκάδες καὶ Αἰγινῆται καὶ Θηβαῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ἤτοι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. | ] |
| alpha | 772 | [ | Ἀθύρωτον στόμα: οὕτως ἀθύρωτον, οὐκ ἀπύλωτον. Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. | ] |
| alpha | 774 | [ | Ἀκαδημία: γυμνάσιον ἐν Ἀθήναις, προάστειον ἀλσῶδες ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος ὀνομασθέν. πρότερον δὲ διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἰς Ἑκαδημίαν κατιὼν, ὑπὸ ταῖς μορίαις ἀποθρέξεις στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης, ἦρος ἐν ὥρᾳ χαίρων, ὁπότ’ ἂν πλάτανος πτελέᾳ ψιθυρίζῃ. | ] |
| alpha | 788 | [ | Ἀκαλήφη: κνίδη καὶ ἡ χερσαία καὶ ἡ θαλαττία, ἥτις ἐστὶ κογχυλίδιόν τι. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρ’ ἀνιαρὸν ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραστος ἐν ἑβδόμῳ Φυτικῶν. | ] |
| alpha | 801 | [ | Ἀκαρῆ: βραχὺ, ὀξὺ, ὃ οὐχ οἷόν τε κεῖραι. Ἀριστοφάνης· οὐκ οἶδ’ ὅπη ἐγκεκύκλησαι, ὃς πολλῶν ἄρχων οὐκ ἀπολαύεις πλὴν τοῦθ’ ὃ φέρεις ἀκαρῆ. καὶ τοῦτ’ ἐρίῳ σοι ἐνστάζουσι κατὰ μικρὸν ἀεὶ, τοῦ ζῆν ἕνεχ’ ὥσπερ ἔλαιον. βούλονται γάρ σε πένητ’ εἶναι. | ] |
| alpha | 802 | [ | Ἀκαρῆ: ἀκαρῶς, ἐπίρρημα· ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτόμῳ. ἐν ἀκαρεῖ δὲ Ἀριστοφάνης Πλούτῳ· γυμνὸς θύραζ’ ἔπεσον ἐν ἀκαρεῖ χρόνῳ. τῷ ἐλαχίστῳ, ὃν οὐχ οἷόν τε διακεῖραι καὶ κόψαι διὰ τὸ βραχ τοῦ χρόνου. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν, τῶν διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. ἔστι δὲ ἐπίρρημα τὸ ἀκαρῶς. ἀφ’ οὗ τὸ ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. καρὶ δὲ τῷ καρί, κάρ, καρός, καρί. | ] |
| alpha | 811 | [ | Ἀκατάβλητον: ἀήττητον· παρὰ τὸ μὴ καταβάλλειν· τουτέστι τὸν μηδὲν καταβάλλοντα. Ἀριστοφάνης Νεφέλαις· οὐ γάρ πω τότ’ ἐξηπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. | ] |
| alpha | 916 | [ | Ἀκόλαστος: κολάσεως ἄξιος. Ἀριστοφάνης Πλούτῳ· ὃς κἄλλ’ ἀκόλαστός ἐστι τοὺ τρόπους. λέγεται καὶ ὁ τολμηρός. καὶ Ἰάμβλιχος· ἡ δὲ ἐγέλα νῦν μὲν ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ Αἰλιανός· ἀνὴρ Ἀρκὰς, Εὐτελίδας ὄνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν· ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας. | ] |
| alpha | 940 | [ | Ἄκουρον: μισόδημε, μοναρχίας ἐραστὰ, καὶ φορῶν κράσπεδα στεμμάτων, τήν θ’ ὑπήνην ἄκουρον τρέφων. Ἀριστοφάνης φησί. | ] |
| alpha | 959 | [ | Ἀκρατιεῖσθε· Ἀριστοφάνης Πλούτῳ· τράγοι δ’ ἀκρατιεῖσθε. τουτέστιν ἀπεψωλημένοι ἀκρατιεῖσθε· ἀντὶ τοῦ ὡς τράγοι ἀκρατῆ πράξετε, ἐπεὶ μετὰ τὴν συνουσίαν οἱ τράγοι λείχουσι τὸ αἰδοῖον. τὸ ἄκρον λείξετε ὡς τράγοι. | ] |
| alpha | 982 | [ | Ἀκριβωθήσεται. ἀκριβῶς μελετηθήσεται. Ἀριστοφάνης· οὐδ’ ἂν προβαίη τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ’ ἀκριβωθήσεται. | ] |
| alpha | 1050 | [ | Ἀλαβαστοθήκας: τὰς θήκας τῶν ἀλαβάστων Δημοσθένης λέγει. ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. Ἀριστοφάνης· ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα. ὡσεὶ ἔλεγε κοχλιάριον ἕν. | ] |
| alpha | 1067 | [ | Ἀλλαντοπώλης: ὁ εἴδη ἐντέρων πωλῶν, ἐντεροπώλης. ἀλλᾶς γὰρ τὸ ἔντερον, ἀλλᾶντος. ἀντὶ τροπαίου ἔστησαν τῷ στρατηγῷ σημεῖον. ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις σὺν γέλωτι ἐπετώθαζον. Ἀριστοφάνης· ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων. Ἀπατούρια δὲ ἑορτὴ δημοτελὴς ἀγομένη παῤ Ἀθηναίοις. | ] |
| alpha | 1097 | [ | Ἄλγησις: ἡ λύπη. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· ὦ πρέσβυ, πρέσβυ, τοῦ φθόνου τὸν ψόγον ἤκουσα· τὴν δὲ ἄλγησιν οὐ παρεσχόμην. ἀντὶ τοῦ οὐκ ἐλυπήθην. | ] |
| alpha | 1109 | [ | Ἀλεαίνοιμι: θερμαινοίμην. ἔπειθ’ ἵν’ ἀλεαίνοιμι τοῦτ’ ἠμπισχόμην. Ἀριστοφάνης. Ἀλεαίνειν· ἀπὸ τοῦ ἀολλίζεσθαι ἡμᾶς ἐν ταῖς ἡμέραις. καὶ ἐν Ἀθήναις Ἡλιαία δικαστήριον ἦν, ἀπὸ τῆς συναγωγῆς τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ τοῦ ἀλεαίνειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ ἀπὸ τῆς γινομένης διαπνεύσεως ἐκ τοῦ στόματος πρὸς τοὺς δακτύλους· ὃ λέγεται αὔειν καὶ ἄζειν κατὰ μίμησιν τῆς φωνῆς, τῆς ἐκ τοῦ στόματος. | ] |
| alpha | 1143 | [ | Ἀλλ’ ἔσθι’ ἐλθὼν τοὺς Μεγακλέους κίονας: ὡς< εἰ> εἶπε τὸν πλοῦτον. ἐμφαίνει διὰ τούτων, ὅτι οὐδὲν αὐτῷ κατελείφθη, εἰ μὴ ἡ αὐλή. ἀντὶ τοῦ τοὺς λίθους τῆς Μεγακλέους οἰκίας. οὗτοι γὰρ μόνοι κατελείφθησαν αὐτῷ πάντα φαγόντι. λέγει δὲ ὁ πρεσβύτης πρὸς τὸν υἱόν. Ἀριστοφάνης ἐν Νεφέλαις. ἐπὶ τῶν ἀνειμένως διαιτωμένων ὁ λόγος. | ] |
| alpha | 1147 | [ | Ἀλέοιμι: ἀντὶ τοῦ θερμαίνοιμι. Ἀριστοφάνης. | ] |
| alpha | 1166 | [ | Ἀλείψας. αἰτιατικῇ. διεγείρας. ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. εἰς καρτερίαν ἀλείφων τοὺς ἀδικουμένους. καὶ Ἀριστοφάνης· ἀλείψασθ’ ἀπ’ αὐτῶν ταῖς νουμηνίαις. διὰ τὸ ταύτας εἶναι τιμίας τῶν ἡμερῶν. | ] |
| alpha | 1197 | [ | Ἄληπτος: ἀκράτητος. εἰπεῖν τὴν αἰτίαν, ἀφ’ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. Ἀριστοφάνης. | ] |
| alpha | 1233 | [ | Ἀλινδεῖσθαι: κυλίεσθαι. καὶ Ἀλινδήθρα, κυλίστρα. τόπος ἐν ᾧ οἱ ἵπποι κονίονται. Ἀριστοφάνης· συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. καὶ αὖθις· τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. περὶ Αἰσχύλου φησίν. | ] |
| alpha | 1244 | [ | Ἅλις: δαψιλῶς, ἱκανῶς. ὡς δὲ ἅλις εἶχε ταύτης τῆς τιμωρίας, ἐκέλευσεν αὐτὸν ἄγειν εἰς τὴν πόλιν ὀπίσω τὼ χεῖρε δεδεμένον. Ἀριστοφάνης· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ ἐσθίων. ἐν Ταγηνισταῖς φησι. καὶ αὖθις· ἡ δὲ γυνὴ λέγει, ἑαυτῇ τῆς τιμῆς καὶ τοῦ γέρως ἅλις ἔχειν. | ] |
| alpha | 1257 | [ | Ἀλιτήριος: ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεούς. Ἀριστοφάνης Ἱππεῦσιν· ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. | ] |
| alpha | 1262 | [ | Ἀλιτρία: ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης. καὶ Ἀλιτρός, ἁμαρτωλός. | ] |
| alpha | 1324 | [ | Ἀλοκίζειν· Ἀριστοφάνης· ἐγὼ δ’ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. | ] |
| alpha | 1330 | [ | Ἀλοῶ: τὸ κλῶ. καὶ Ἀλοῶν, ἔξωθεν ἐν κύκλῳ περιάγων, ὡς οἱ ἐν ταῖς ἅλωσιν. ἢ τύπτων, ἀπὸ τῶν κοπτόντων τοὺς στάχυας. Ἀριστοφάνης· ἀπολεῖ μ’ ἀλοῶν ἄνθρωπος ἐξ ἑωθινοῦ. Αἰλιανός· οἱ μέν τινες πυγμαῖς, οἱ δὲ κορύναις, οἱ δὲ λίθοις, οἱ δὲ ὅτι ποτὲ παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν, ἀπορραγῆναι τὴν ψυχὴν ἠνάγκασαν. καὶ Ἀλοώμενος, πατούμενος, συντριβόμενος. ἐλέφαντι ἡμέρῳ ὑπέκλιναν αὐτὸν, ἵνα δεδιὼς, ὡς μέλλων ὑπὸ τοῦ θηρὸς ἀλοώμενος ἀποθνήσκειν, ὕπνου μὴ τύχῃ. | ] |
| alpha | 1350 | [ | Ἀλλ’ οὐδ’ ἐγὼ μέν τοι πεσών γε κατακείσομαι· Ἀριστοφάνης Νεφέλαις. τουτέστιν οὐ μὴ ἀθυμήσω· οἷον οὐ παραδώσω ἐμαυτὸν ταῖς λύπαὶς. | ] |
| alpha | 1356 | [ | Ἀλλ’ οὐ λαχοῦσ’ ἔπινες ἐν τῷ γράμματι: Ἀριστοφάνης. ἀντὶ τοῦ ἐδίκαζες. οἱ γὰρ Ἀθηναῖοι κατὰ γράμμα ἐκληροῦντο ἀπὸ τῶν ιʹ φυλῶν. οἷον ἡ πρώτη τὸ αʹ εἶχε σημεῖον, ἡ δευτέρα τὸ βʹ, μέχρι τοῦ κʹ. ιʹ γὰρ φυλῶν οὐσῶν ιʹ ἐγίνοντο δικασταί. ὁ οὖν λαχὼν τὸ α πρῶτος ἐδίκαζε καὶ οἱ ἄλλοι ὁμοίως. τάχα οὖν σύ, φησί, λαχοῦσα οὐκ ἐδίκαζες, ἀλλ’ ἔπινες. | ] |
| alpha | 1359 | [ | Ἁλουργίς: πορφυρᾶ χλανίς. ἐπειδὴ δὲ τὸ ῥόδον πορφυροῦν, τῷ στεφάνῳ τῶν ῥόδων τὴν ἁλουργίδα ἐπήγαγεν Ἀριστοφάνης. Ἀλουργὴς δὲ ἐσθής, τῆς ἀλουργοῦς, τῇ ἀλουργεῖ. ἐσθῆτα ἁλουργῆ. | ] |
| alpha | 1362 | [ | Ἀλλ’ οὑτοσὶ τρέχει τὶς Ἀλφειὸν πνέων· Ἀριστοφάνης. Ὀλυμπιακὸς σταδιοδρόμος, ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. | ] |
| alpha | 1446 | [ | Ἀλφάνει: εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις· ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέ μ’ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τις, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητής· ἑκατόμβοιον ὅς τ’ ἀλφάνει. | ] |
| alpha | 1453 | [ | Ἀλφιταμοιβούς· Ἀριστοφάνης· ἢν δ’ ἀποκλίνῃ τὴν θύραν, τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας δεῖπνον παρέχειν ἅπασιν ἢ κλαίειν μακρά. | ] |
| alpha | 1470 | [ | Ἀμάθητος: ἀδίδακτος. ὁ δὲ Ἰουστῖνος ἀμάθητος ἦν γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. καὶ, ἀμαθὴς ἔφυς κ οὐ πολυπράγμων οὐδὲ τὸν Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν. τὸ δὲ πατῆσαι ἶσόν ἐστι τῷ ἐνδιατρίψαι· ὡς τὸ ἀφικέσθαι που λέγομεν. καὶ αὖθις Ἀριστοφάνης· ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. παρὰ τὴν παροιμίαν, σαφέστερόν μοι κἀμαθέστερον φράσον. | ] |
| alpha | 1488 | [ | Ἁμαξίς: εἶδὸς πλακοῦντος, ἣν νῦν κοπτὴν φαμέν. Σύμμαχος δὲ καὶ τὸ μικρὸν ἁμάξιον. Ἀριστοφάνης Νεφέλαις· ὅτ’ ἐπριάμην σοι Διασίοις ἁμαξίδα. | ] |
| alpha | 1501 | [ | Ἀμαρυγάς: ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως. καὶ Ἀμαρυγή, λαμπηδών. καὶ παρὰ Ἀριστοφάνει ἡ κίνησις. ὠκεῖα Μουσάων φάτις, οἵαπερ ἵππων ἀμαρυγά. τουτέστιν ἡ τῶν Μουσῶν φάτις ταχεῖά ἐστιν, ὡς ἵππος ὠκεῖα, ἐπεὶ πτερόεντες οἱ λόγοι. | ] |
| alpha | 1544 | [ | Ἀμέλγειν. αἰτιατικῇ. ἰδίως λέγεται ἀμέλγειν, τὸ παρὰ τὸν προσήκοντα καιρὸν ἀώρους τοὺς καρποὺς ἀποσπαν, ὅπερ οἱ κλέπτοντες ποιοῦσιν. Ἀριστοφάνης· ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους. | ] |
| alpha | 1575 | [ | Ἀμηγέπη: ὁπωσδήποτε, καθ’ ὁτιοῦν. λέγεται δὲ καὶ Ἀμωσγέπως καὶ Ἀμόθεν καὶ Ἀμουγέ που καὶ Ἀμηγἐποι καὶ Ἀμωσγέποι. Ἀριστοφάνης· ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἀμηγέποι. ἀντὶ τοῦ ἁπανταχοῦ, ὅπως ἂν τύχοι, καθ’ οἷον δήποτε τρόπον. καὶ αὖθις· ἀλλ’ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὴν βασιλικὴν αὐλήν. καὶ Ἀμηγέπη Ἀγαθίας φησίν· ἀλύοντι δὲ καὶ ἕκαστα γνωματεύοντι, ἔδοξέν οἱ ἀμηγέπη ἀποπειρᾶσθαι τοῦ φρουρίου. | ] |
| alpha | 1581 | [ | Ἄμητα: ἄμης, εἶδος πλακοῦντος γαλακτώδους. Ἀριστοφάνης Πλούτῳ· ἄμητα προσέπεμψας ἡμῖν τουτονί. οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με. ἄμης οὖν ὁ πλακοῦς, οὐχ ὁ ἰπνός. | ] |
| alpha | 1590 | [ | Ἀμίδα: οὐρητρίδα, οὐρηρὸν ἀγγεῖον. καὶ Ἀμίδας, τὰ ὑπηρέσια. σοφόν γε τουτί καὶ γέροντι πρόσφορον ἐξεῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. Ἀριστοφάνης· ἀμὶς μὲν ἢν οὐρητιάσῃς, αὑτηῒ παρὰ σοὶ ἠρεμήσεται ἐγγὺς ἐπὶ τοῦ παττάλου. | ] |
| alpha | 1613 | [ | Ἀμνοκῶν: προβατώδης, μωρός, εὐήθης· τοιαῦτα γὰρ καὶ τὰ πρόβατα. Ἀριστοφάνης· καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν, πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. τουτέστιν εὐλαβούμενος καὶ φοβούμενος καταστῆναι εἰς πράγματα· πολλοὶ γὰρ διὰ δειλίαν καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆσαι διὰ δίκης. καὶ τοὺς τοιούτους, φησί, συνεπιλεγόμενος ὁ Κλέων, καταστήσας εἰς φόβον τοῦ παρέξειν πράγματα ἐπηρέαζε ῥᾳδίως. | ] |
| alpha | 1633 | [ | Ἄμουσα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δ’ ὅτι Ἴβυκος ἐκεῖνος κ’ Ἀνακρέων ὁ Τήϊος. καὶ τὰ ἐξῆς. | ] |
| alpha | 1635 | [ | Ἁμώμενοι: θερίζοντες. καὶ Ἀμῶσιν ὁμοίως. Ἀριστοφάνης· τοὺς ἀλλοτρίους ἀμῶν στάχυας τούτους, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι λέγεται. τουτέστιν ὁ Κλέων, τούς ἀλλοτρίους καμάτους αὐτὸς καρπούμενος. | ] |
| alpha | 1638 | [ | Ἄμμων: ὄνομα θεοῦ Ἑλληνικοῦ. Ἀριστοφάνης Ὄρνισιν· ἐσμὲν δ’ ὑμῖν Ἄμμων, Δελφοί, Δωδώνη, Φοῖβος Ἀπόλλων· ἐλθόντες γὰρ πρῶτον ἐς ὄρνις οὕτω πρὸς ἔργα τράπεσθε. | ] |
| alpha | 1677 | [ | Ἀμυνίας. ὄνομα κύριον. ἢ ὁ ἕτοιμος ἀμύνεσθαι. ἀλλ’ Ἀμυνίας ὁ Σέλλου μᾶλλον, οὐκ τῶν κρωβύλων. Ἀριστοφάνης. οὗτος, ὃν ἐγώ ποτ’ εἶδον ἀντὶ μήλου καὶ ῥοιᾶς δειπνοῦντα μετὰ Λεωγόρου. πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’· ἐκεῖ μόνος μόνοις τοῖς πενέσταισι ξυνὼν τοῖς Θετταλοῖς, αὐτὸς πενέστης ὤν ἐλάττων οὐδενός. | ] |
| alpha | 1687 | [ | Ἀμυστὶ πιεῖν: ἐπίρρημα. λέγεται δὲ ἐπὶ τῶν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πινόντων, οἱονεὶ μηδὲ μυσάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυστίσαι. λέγεται δὲ καὶ ἀμυστίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἀμυστὶ Φερεκράτης εἶπεν. ὅτι Κόμοδος ὁ βασιλεὺς Ῥωμαίων ἔπιεν ἐν τῇ ἀγωνίᾳ καμὼν, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβῶν ἀμυστί· ἐφ’ ᾧ παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβόησαν ζήσειας. τὸ Ζήσειας ἐπὶ τοῦ τελειώσειας τὴν ζωήν φασιν οἱ γραμματικοί. κινδυνεύει οὖν ὁ τοῦτο λέγων ἀντὶ τοῦ εὔχεσθαι, καταρᾶσθαι. καὶ Ἀριστοφάνης· ἄμυστιν ἐξέλαψα. οἷον ὁμοῦ καὶ ἀθρόως ἔπιον. ἢ παρὰ τὸ ἀπνευστὶ ἐκπιεῖν ἢ παρὰ τὸ μὴ μύειν. ἐστι δὲ καὶ εἶδος ποτηρίου φιαλώδους. Ἄμυστις γὰρ ἡ ἀπνευστὶ πὸσις. | ] |
| alpha | 1694 | [ | Ἄμφηκες: ἀμφοτέρωθεν ἠκονημένον. ἀπὸ τῆς ἀμφήκης εὐθείας. οἷος ἐμοὶ τρέφεται παῖς ἀμφήκει γλώττῃ λάμπων. Ἀριστοφάνης Νεφέλαις. | ] |
| alpha | 1700 | [ | Ἀμφιανακτίζειν: τὸ προοιμιάζειν. διὰ τὸ οὕτω προοιμιάζεσθαι. Περίανδρος· ἀμφί μοι αὖτις ἄνακτα. καὶ Ἀριστοφάνης Νεφέλαις· ἀμφί μοι αὖτε Φοῖβε ἄναξ Δήλιε. Ἀμφιάνακτας ἔλεγον καὶ τοὺς διθυραμβοποιούς· συνεχῶς γὰρ ἐκεῖνοι ταύτῃ ἐχρῶντο τῇ λέξει. | ] |
| alpha | 1744 | [ | Ἀμφιμάσχαλος: χειριδωτὸν ἱμάτιον. οἱ δὲ δουλικὸν, ἢ μικρὸν χιτωνίσκον. ἦν δὲ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλην ἔρραπτον. Ἀριστοφάνης· οὐπώποτ’ ἀμφιμασχάλου τὸν δ’ ἠξίωσας. | ] |
| alpha | 1785 | [ | Ἀμφορεαφόρους. τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ Ἀμφορεαθόρος, ὁ κεράμια μισθοῦ φέρων. εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. Μένανδρος Ῥαπιζομένῃ. καὶ Ἀριστοφάνης Ἥρωσι· τρέχ’ εἰς τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. Εὔπολις Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺς οὖν ἀγγεῖον, μέτρον, κεράμιον. σημαίνει καὶ ἀσκόν. ἔστι καὶ ὄνομα κύριον. καὶ Ἀμφορεῖς, κέραμοι. καὶ Θάσια ἀμφορείδια, τὰ κεράμια. Ἰώσηπος· συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, ὃ τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, ἐπίπρασκε τιμῆς ἡμιαμφόριον καὶ πλῆθος συνῆγε χρημάτων. καὶ Ἀριστοφάνης Ἀμφορεῖς λέγει τὰ μέτρα. χυτρίδια καὶ σανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖς νενησμένοι, κέραμοι σεσωρευμένοι. Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι πρόβατ’ ἄλλως, ἀμφορεῖς νενησμένοι. καὶ Ἀμφορῆας καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆας λέγει τὰ Μεγαρικά. | ] |
| alpha | 1793 | [ | Ἀμφοῖν: ἀμφοτέρων. μέσοι δὲ ληφθέντες ἀμφοῖν πολλοὶ διεφθάρησαν. καὶ Ἀμφοῖν ποδοῖν, ἀντὶ τοῦ παντὶ σθένει. Ἀριστοφάνης Ὄρνισιν· ἀνιπτάμεθ’ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν. ἀπὸ μεταφορᾶς τῶν ὀρνέων, ἀμφοῖν πτεροῖν· ἢ ἐκ τῶν νεῶν, αἳ οὐριοδρομοῦσαι ἀμφοῖν τοῖν ποδοῖν πλέουσιν· ἢ ἀντὶ τοῦ τελέως, προληπτικῶς τῇ τῶν ὀρνέων χρώμενος μεταφορᾷ. | ] |
| alpha | 1796 | [ | Ἀναβάδην: ἐφ’ ὕψους, ἄνω τοὺς πόδας ἔχειν καὶ κοιμᾶσθαι. Ἀριστοφάνης· νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ἢ ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. καὶ αὖθις· πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδὸν; ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικὸν καὶ ὃ ἂν λέγη, τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον, ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών· πολλὰς δ’ ἰφθίμους ψυχὰς· αὐτοὺς δ’ ἑλώρια τεῦχε κύνεσσιν. οὕτως καὶ Ἀριστοφάνης. ὁ νοῦς μὲν ἔξω, οὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. καὶ Ἀναβάδην καθῇσθαι, μετέωρον καθέζεσθαι. | ] |
| alpha | 1802 | [ | Ἀνάβαινε· ἰστέον, ὅτι ἔλεγον οἱ παλαιοὶ τὸ ἐπὶ λογεῖον εἰσιέναι ἀναβαίνειν, καταβαίνειν δὲ τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν, ἀπὸ τοῦ παλαιοῦ ἤθους. Ἀριστοφάνης· ἀλλαντοπώλα, δεῦρο, δεῦρ’, φίλτατε, ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῶιν φανείς. | ] |
| alpha | 1810 | [ | Ἀναβολάς: τὰ προοίμια. καινὰς ἀναβολὰς θέλω λαβεῖν. ἢ τὰς ἀρχὰς τῶν ᾀσμάτων. Ὅμηρος· ἤτοι ὁ φορμίων ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ Ἀριστοφάνης· ξυνελέγοντ’ ἀναβολὰς ποτώμεναι. περὶ ψυχῶν λέγων διθυραμβοδιδασκάλων. | ] |
| alpha | 1814 | [ | Ἀνάβραστα: ἑψημένα, ζεστά. Ἀριστοφάνης Βατράχοις· καὶ κρέα γε πρὸς τούτοις ἀνάβραστ’ εἴκοσιν. | ] |
| alpha | 1876 | [ | Ἀναθείς: ἐπιτρέψας. ἐπὶ ἀψύχων τάττεται τὸ ἀναθείς. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ ἐπὶ ἐμψύχων ἐχρήσατο αὐτῷ. ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν’ ἀναθείς. | ] |
| alpha | 1893 | [ | Ἀνακεκώφηκας: ἀνεπλήρωσας βοῆς τὰς ἀκοὰς ἡμῶν κωφὰς εἰργάσω. Ἀριστοφάνης. | ] |
| alpha | 1940 | [ | Ἀναλίσκειν. αἰτιατικῇ. καὶ Ἀναλοῦν, ἑκατέρως. Ἀριστοφάνης Πλούτῳ· χαίρω τε γὰρ φειδόμενος, ὡς οὐδεὶς ἄλλος πάλιν τ’ ἀναλῶν, ἡνίκ’ ἂν τούτου δέῃ. Δαιταλεῦσιν· εἰς τὰς τριήρεις δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρως, οἷον ἀνήλισκον καὶ ἀνάλισκον. καὶ αὖθις· εἰς οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα. | ] |
| alpha | 1957 | [ | Ἀναμασώμενοι: ἀντὶ τοῦ ἀνερευνῶντες. μόλις τὸ πραγμ’ ἔγνωσαν ἀναμασώμενοι. οἱ κριταί. Ἀριστοφάνης. καὶ Ἀναματτώμεναι, ἀναμασώμεναι. | ] |
| alpha | 1999 | [ | Ἀνάπαιστα: κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, ἰδίως δὲ τὰ τῶν ῥυθμῶν. πᾶσαν δὲ παράβασιν ἀναπαίστους καλοῦσιν. αὐτὸν ἐπῄνει πρότερον παραβὰς ἐν τοῖς ἀναπαίστοις· φησὶν Ἀριστοφάνης ἐν Εἰρήνῃ. γραφαί τε παιγνιώδεις ἐς τοῦτο, καὶ ἀνάπαιστα ᾔδοντο κατὰ Ῥωμαίων. σημαίνει δὲ ἀνάπαιστος καὶ εἶδος μέτρου στίχων. | ] |
| alpha | 2007 | [ | Ἀναπείρατε· ἀναπείρατε τὰς κίχλας, τούτεστι πήξατε, κεντήσατε. Ἀριστοφάνης· φέρετε τοὺς ὀβελίσκους, ἵν’ ἀναπείρω τὰς κίχλας. | ] |
| alpha | 2009 | [ | Ἀναπείσητε: ἀντὶ τοῦ δώροις πείσητε. διαβάλλει δὲ αὐτὸν ὡς δωροδοκούμενον. Ἀριστοφάνης· εἰ μή μ’ ἀναπείσητ’, ἀποθανεῖσθε σήμερον. | ] |
| alpha | 2010 | [ | Ἀναπειστηρίαν: δυναμένην πείθειν τοὺς ἀκούοντας. Ἀριστοφάνης· πῶς ἂν μάθοι πόθ’ οὗτος ἀπόφευξιν δίκης ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν; καίτοι ταλάντου τοῦτ’ ἔμαθ’ Ὑπέρβολος. Κλῆσιν· τούτεστι μαρτυρίαν. Χαύνωσιν· λύσιν τῶν δικῶν, οἷον ἀπάτην καὶ κενῶν ῥημάτων ἀναπειθόντων τοὺς ἀκούοντας. ἢ ἀναπειστηρίαν, ὥστε χαυνῶσαι καὶ ἀναπεῖσαι τούς ἀντιδίκους. παρὰ τὸ πείθειν τὴν δίκην. ὁ δὲ Ὑπέρβολος ἐκωμῳδεῖτο ὡς ἀπαίδευτος κα ὀψιμαθής. ἀξιοπιστεύονται δὲ οἱ διδάσκαλοι λέγοντες· ἔλαττον τοσοῦδε οὐ λαμβάνω ἐπὶ τούτῳ τῷ ἀναγνώσματι. καὶ ἐπαγγέλλονται προνοήσασθαι τῶν καινῶν μαθημάτων, ὅσων προνοοῦσι μάλιστα. | ] |
| alpha | 2014 | [ | Ἀναπηρίαν: οὕτως Ἀριστοφάνης Πλούτῳ. | ] |
| alpha | 2044 | [ | Ἀναρρηγνύς: πλάττων, κατασκευάζων, συντιθείς. Ἀριστοφάνης· ἐλασίβροντ’ ἀναρρηγνύς ἔπη. ἔχεται δὲ καὶ τοῦτο ἐμφάσεώς τινος μείζονος. | ] |
| alpha | 2048 | [ | Ἀνάριστος: μᾶλλον δὲ ἀναρίστητος. Ἀριστοφάνης Πολυίδῳ· διὰ τῆς ἀγορᾶς τρέχω ἀναρίστητος ὤν. Ἄλεξις Καταψευδομένῳ· πάντως ἀναρίστητος οὐ δυνήσομαι διακαρτερῆσαι τηλικαύτην ἡμέραν. Ἀντιφάνης Λευκαδίῳ· ἐνταῦθα ἀναρίστητος εὐθὺς κιθαριεῖ. Τιμοκλῆς Νεαίρᾳ· ἔπειτα τὸ διά τε ταῦτ’ ἀναρίστητος ὤν. Μένανδρος δὲ ἀνάριστον. καὶ Ἀναρίστους, μήπω ἠριστηκότας. βουλόμενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους λαβεῖν τοὺς ὑπεναντίους. | ] |
| alpha | 2049 | [ | Ἀναρριχᾶσθαι: τὸ πρὸς ἄναντες ἐκβαίνειν ἅμα ταῖς χερσὶν ἀντιλαμβανόμενον καὶ στηριζόμενον. Ἀριστοφάνης Εἰρήνῃ· ἔπειτα λεπτὰ καὶ μακρὰ ποιούμενος, πρὸς ταῦτ’ ἀναρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν. καὶ Ἀναρριχμενος, δρασσόμενος. | ] |
| alpha | 2064 | [ | Ἀνασηκῶσαι: ἀνταποδοῦναι ἢ ἀναλαβεῖν, ὥσπερ οἱ ἱστάντες. οἶον ἐξισῶσαι τῷ λείποντι ἢ πλεονάζοντι. οὕτως Ἀριστοφάνης. | ] |
| alpha | 2082 | [ | Ἀνάστατοι: πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ πλάσσουσιν. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω πλακοῦντας ἑσπέρας χαρισίους. οἱ δὲ ἀμφιφῶντες γίνονται Μουνυχιῶνος μηνὸς ϛʹ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντες, ὡς μέν τινες ὅτι τότε γίγνονται, ὅτε ἥλιός τε καὶ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὁτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες ἐπ’ αὐτῶν. φθόις δέ εἰσι πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματά εἰσι πλατέα, κυκλοτερῆ· πέλανοι δὲ τὰ εἰς θεοὺς πέμματα· πόπανα δέ· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖς ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναισθήτων. | ] |
| alpha | 2099 | [ | Ἀνατετυρβακώς: ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. Ἀριστοφάνης· τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς. | ] |
| alpha | 2110 | [ | Ἀνατρητοὺς ἐμβάδας: τὰ διακεκομμένα καὶ τετρυπημένα ὑποδήματα. τὰ δ’ ἐμβάδια καὶ ταῦτα συνεχειμάζετο. Ἀριστοφάνης. | ] |
| alpha | 2126 | [ | Ἀνάφορον: ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήσαντες οἱ ἐργάται βαστάζουσιν. Ἀριστοφάνης· φέρε σὺ τἀνάφορον ὁ παῖς. ἢ ἀμφίκυρτον γραπτέον, ὅπερ καὶ ἀληθές. | ] |
| alpha | 2171 | [ | Ἀνδρικῶς: Ἀριστοφάνης· ἀνδρικῶς ἐμβάλλετον, καὶ σμώχετ’ ἀμφοῖν ταῖν γνάθοιν. οὐδὲν γὰρ, ὧ πόνηροι, λευκῶν ὀδόντων ἔργον ἐστὶν, ἢν μή τι καὶ μασσῶνται. καὶ Ἀνδρικώτερος, ἀνδρειότερος. | ] |
| alpha | 2194 | [ | Ἀνδρῶνα: οἶκον, ἔνθα οἱ ἄνδρες εἰώθασιν ἀθροίζεσθαι. Ἀριστοφάνης· τὰ δικαστήρια καὶ τὰς στοὰς ἀνδρῶνας πάντα ποιήσω. | ] |
| alpha | 2255 | [ | Ἀνεμεστώθη: ἀντὶ τοῦ ἀνεπληρώθη τὸ γραμματεύειν βουλόμενον καὶ μὴ στρατεύεσθαι, ἢ ἐπὶ κακοπραγμοσύνῃ τούς γραμματεῖς διαβάλλει. Ἀριστοφάνης Βατράχοις· ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπὸ γραμματέων ἀνεμεστώθη. | ] |
| alpha | 2306 | [ | Ἄνερ· παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· φίλτατε ἄνερ. χρῆσις τοῦ ἄνερ· οὐκ ἐπὶ τοῦ ἀνδρὸς τῆς γυναικὸς εὑρέθ ἡ κλητικὴ, ὥσπερ ἐκεῖ ἐστι παρὰ τῷ Ποιητῇ· ἄνερ, ἀπ’ αἰῶνος νέος ὤλετο. | ] |
| alpha | 2313 | [ | Ἀνερριχῶντο: χερσὶ καὶ ποσὶ περιδρασσόμενοι ἀνήρχοντο. κυρίως τὸ τοῖς ποσὶ καὶ χερσὶ βιαζόμενον εἰς ὕψος ἀναβαίνειν ἀναρριχᾶσθαι ἔλεγον. Ἑλλάνικος· ἀναρριχᾶται δὲ ὥσπερ πίθηκος ἐπ’ ἄκρα τὰ δένδρα. τουτέστι πρὸς ὕψος ἀνέβαινε, πρὸς δένδρα καὶ τοίχους. εἴρηται δὲ ἀπὸ τῶν ἀρρίχων. εἶδος δέ ἐστι κοφίνων, οὓς εἰώθασι διὰ σχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καί ἐστιν οἷον ἀραχνᾶσθαι· αἱ γάρ ἀράχναι νήθουσι κατὰ τὰς ἐναερίους ὁδούς. Ἀριστοφάνης· πρὸς ταῦτ’ ἀνερριχᾶτ’ ἂν πρὸς τὸν οὐρανόν. περὶ τοῦ κανθάρου λέγων. | ] |
| alpha | 2364 | [ | Ἀνέχομαι· μετὰ γενικῆς. ἀνέχομαί σου τοῦ θράσους. καὶ Ἀνέχομεν, ἀντὶ τοῦ αὐξάνομεν. Ἀριστοφάνης· ὅταν ὄργια σεμνὰ θεαῖν ἱεραῖς ὥραις ἀνέχωμεν. ὅταν τὰ μυστήρια αὔξωμεν, φησὶν, τῶν θεῶν, Δημήτρας καὶ Περσεφόνης, ὅταν τὰς τελετὰς αὔξωμεν· τοῖς γὰρ ὕμνοις ἐπαίρομεν αὐτάς. τοῦτό ἐστι τὸ ἀνέχομεν. ὅτι τὸ Ἀνέχομαι, ἀντὶ τοῦ καταφρονῶ, μετὰ γενικῆς· τὸ δὲ ὑπομένω, μετὰ αἰτιατικῆς. οὐ γὰρ ἀνέχομαι τὸν ἥλιον γυμνῇ τῇ κεφαλῇ. ὁ δὲ ἀνέχομαι ἀεὶ γενικῇ. ἀνέχομαί σου τοῦ θράσους. καὶ ὁ ἰατρὸς δυσωδίας ἀνέχεται. εἰ μὴ πώς ἐστι φανερὸν, τὸν λόγον ὡς ψευδῆ οὐκ ἠνέσχετο. | ] |
| alpha | 2384 | [ | Ἀνεῖπεν: ἀνεκήρυξεν, ἀνηγόρευσεν. Ἀριστοφάνης· ὁ δ’ ἀνεῖπ’ εἴσαγ’, ὦ Θέογνι, τὸν χορόν. | ] |
| alpha | 2476 | [ | Ἄνιππος: ἵππων ἐστερημένος. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ οὐ περιόψεταί με ὁ θεῖος Μεγακλέης ἄνιππον. | ] |
| alpha | 2492 | [ | Ἀνθέμων: ῥόδων. Ἀριστοφάνης· πῶς ἂν ἐμὲ καὶ σέ τις ἔρως ξυναγάγοι λαβὼν, ὥσπερ ὁ γεγραμμένος φησί. καὶ αὖθις· ἔχων στέφανον ἀνθέμων. τουτέστι ῥόδων. Ζεῦξις ὁ ζωγράφος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. | ] |
| alpha | 2508 | [ | Ἀνθηρά· Ξενοφῶν· ὥσπερ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον, οἷον ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν. | ] |
| alpha | 2518 | [ | Ἀνθοσμίας: εὐώδης οἶνος. εὔοσμος. ἀπὸ τόπου Ἀνθοσμίου· ἢ ὡς ἀπὸ εἴδους ἀμπέλου, ἢ ἡδὺς καὶ περίοσμος καὶ ἀνθηρός. Ἀνθοσμίας, εὐώδης οἶνος, ἐγκειμένου τοῦ ἄνθους καὶ τῆς ὀσμῆς. παραγώγως Ἀνθόσμιος, Ἀνθοσμίας· τὸν δὲ χυδαῖον οἶνον καρηβαρίτην ἔλεγον. Ἀριστοφάνης Βατράχοις· Διόνυσε, πίνεις οἰνον οὐκ ἀνθοσμίαν. ἀντὶ τοῦ μεθύεις, κραιπαλᾷς, σκληρὸν οἶνον πίνων. Ἄν θος λέγεταί καὶ ἡ λευκὴ θρίξ, ἐνθςν καὶ φάλανθος, ὁ φαλακρός. | ] |
| alpha | 2529 | [ | Ἀνθρωπίως: ἀντὶ τοῦ συμμέτρως παρὰ Ἀριστοφάνει ἐν Βατράχοις. καὶ Ἀνθρωπίνως, ἀντὶ τοῦ καρτερικῶς, ὑπομονητικῶς. Πολύβιος· συμβέβηκε τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς. | ] |
| alpha | 2548 | [ | Ἀνόητα: τὰ ἀφροδίσια καὶ ἡ λαγνεία, τουτέστι μωρά. μωραίνειν γὰρ τὸ ἀφροδισιάζειν ἔλεγον. Ἀριστοφάνης· οἴνου τ’ ἀπέχῃ καὶ τῶν ἄλλων ἀνοήτων. τουτέστι μωρῶν· ἢ ἀνοήτων, ἀνεπιστημόνων. | ] |
| alpha | 2568 | [ | Ἀνορταλίζειν· καὶ Ἀνωρτάλιζες, κούφως ὠρχοῦ, ἐπήρου, καὶ ταχέως ἐπίστευες πρὶν δοκιμάσαι. ὀρταλίζειν δὲ λέγεται ἐπὶ τῶν ἀρχομένων ἀναπτεροῦσθαι ὀρνέων. Ἀριστοφάνης· τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας. ἀντὶ τοῦ μετεωρίζου καὶ μέγα ἐφρόνεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις. | ] |
| alpha | 2680 | [ | Ἀντιλογιῶν· Θουκυδίδης αʹ. καὶ Ἀντιλογῆσαι· Νεφέλαις Ἀριστοφάνης. | ] |
| alpha | 2706 | [ | Ἀντίπαις: ὁ ἐγγὺς ὢν τοῦ ἴουλος γενέσθαι, ὁ τὸν πώγωνα ἐκφύων. ὁ δὲ Ἀριστοφάνης [+] ὁ πρόσηβος καὶ ἀνδρόπαις εἶπεν. | ] |
| alpha | 2737 | [ | Ἀντιφερίζεις: ἐρίζεις. ἐξισοῦσθαι. Θεμιστοκλεῖ ἀντιφερίζεις σύ; ὃς ἐποίησε τὴν πόλιν ἡμῶν μεστὴν, εὑρὼν ἐπιχειλῆ. Ἀριστοφάνης φησίν. | ] |
| alpha | 2750 | [ | Ἀντλία: τὸ τοῦ πλοίου εἰσρέον ὕδωρ. Ἀριστοφάνης· οὐ γὰρ ἔθ’ οἷός τ’ εἴμ’ ὑπερέχειν τῆς ἀντλίας. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεσθαι τοῦ πράγματος. | ] |
| alpha | 2815 | [ | Ἄξιον: ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης. καὶ Ἄξιον ξύλον, εὖ καὶ καλῶς εἰργασμένον, εὐθὲς, καλόν. Ἀριστοφάνης· κἄν τις σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξασθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐστι χρῆσθαι τοῖς γενναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάσχειν. Ἄξιον δὲ παρὰ Ἀττικοῖς τὸ εὔωνον. καυλὸν σιλφίου τὸν ἄξιον. τουτέστι τὸν εὔωνον. | ] |
| alpha | 2819 | [ | Ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων σημαῖνον τοιόνδε τι· ἄξιός ἐστιν ὁ μισθὸς, ὥστε λαβεῖν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτον ἐχρήσατο τῷ σχήματι τούτῳ· ῥηΐτεροι γὰρ ἔσεσθε· κείνου τεθνεῶτος ἐναιρέμεν. καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆς· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὕτως ἀνὴρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ὁ δὲ νοῦς· ῥᾴον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγὴν τὴν ὀργήν. καὶ Ἄξιος τριχός· ἐπὶ τοῦ εὐτελοῦς καὶ τυχόντος· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία ἐστίν. Ἀριστοφάνης· εἴ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. ἀντὶ τοῦ τὸ τυχόν. καὶ Ἄξιος οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία, Ἄξιος ὀβελίσκου, καὶ Ἀπὸ ὀβελίσκου, παροιμία ἐπὶ τῶν σφόδρα τιμίων. καὶ Ἄξιος τοῦ παντός. | ] |
| alpha | 2824 | [ | Ἀξιῶ: ὑπολαμβάνω. Ἀριστοφάνης· οὐκ ἀξιῶ γ’ ἐμαυτὸν ἰσχύειν μέγα. ἀντὶ τοῦ οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. σημαίνει δὲ καὶ τὸ ἱκετεύω. αἰτιατικῇ· Ἀξιῶ σε. | ] |
| alpha | 2840 | [ | Ἀξύστατον: περὶ Αἰσχύλου λέγει Ἀριστοφάνης. ἀντὶ τοῦ οὐ συνεστῶτα, οὐδὲ πυκνὸν, ἀλλ’ ἀραιὸν ἐν τῆ ποιήσει καὶ κομπώδη. ἢ ἀδιάθετον ἢ ἀπιθάνως συντιθέντα. | ] |
| alpha | 2854 | [ | Ἀωρίαι: ἀντὶ τοῦ ἀκαίρως καὶ παρὰ τὸν δέοντα καιρόν. ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα. Ἀριστοφάνης· οἱ δὲ πρυτάνεις ἥκουσιν, ἀλλ’ ἀωρίᾳ. οὐκ ἔξεστι γὰρ Βαβυλωνίοις ἀωρίᾳ τάφον ὑπερβῆναι. σημαίνει δὲ καὶ τὴν σκοτίαν. καὶ Αἰλιανός· ἐπεὶ δὲ ἀωρία ἦν, ὁ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. καὶ Ἀωρὶ τῶν νυκτῶν. | ] |
| alpha | 2874 | [ | Ἀπ’ ἀκροφυσίων λόγους ἐνδεικνύναι: οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης· ῥήματά τε κομψὰ καὶ παίγνια ἐπιδεικνύναι πάντα ἀπ’ ἀκροφυσίων καὶ τῶν ἀπὸ κινναβευμάτων. λέγει γὰρ διὰ μὲν τοῦ ἀπ’ ἀκροφυσίων, καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρὸς, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων, οἷον καινῶς πεπλασμένα καὶ διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολλοί. | ] |
| alpha | 2878 | [ | Ἀπαλλάξειεν: μετακινήσειεν. Ἀριστοφάνης· πῶς καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον. καὶ Ἀ π αλλαξείον τες, ἐπιθυμίαν ἔχοντες ἀπαλλαγῆναι. | ] |
| alpha | 2896 | [ | Ἀπανθήσαντα: ξηρανθέντα. μακαριωτάτη ἐγὼ, ἥτις μεμύρωμαι τὴν κεφαλὴν μυρώμασιν ἀγαθοῖσιν. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον. τὰ δ’ ἄλλ’ ἀπανθήσαντα πάντ’ ἀπέπτατο. Ἀριστοφάνης φησίν. Ἀπανθῶ γὰρ τὸ ἀποβάλλω. καὶ ὁ Θεολόγος· τῶν ἐκ γένους τοῖς ἀπανθήσασιν. Ἀπανθίζω δὲ τὸ τὰ ἄνθη συλλέγω. | ] |
| alpha | 2928 | [ | Ἀπαρτί: ἐπίρρημά ἐστιν ὡς ἀμογητί, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. Ἡρόδοτος· ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί. καὶ Φερεκράτης ἐν Κραπατάλλοις· φράσον μοι ἀπαρτὶ δήπου προλαβεῖν. καὶ Ἀριστοφάνης Πλούτῳ· τοὺς δεξιοὺς καὶ τοὺς σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. | ] |
| alpha | 2934 | [ | Ἀπασκαρίζειν· Ἀριστοφάνης Ταγηνισταῖς· ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί. Μένανδρος· ἀπασκαριῶ σ’ ἐγὼ γέλωτι τήμερον. | ] |
| alpha | 2940 | [ | Ἀπατούρια: ἑορτὴ δημοτελής. ἤγετο δὲ παρ’ Ἀθηναίοις ἐπὶ τρεῖς ἡμέρας· ἐν ᾗ ἐγράφη ἐν τῆ πολιτείᾳ ὁ υἱὸς Σιτάλκου, τοῦ Θρᾳκῶν βασιλέως. καλοῦσι δὲ τὴν μὲν πρώτην Δόρπειαν, ἐπειδὴ φράτορες ὀψίας συνελθόντες εὐωχοῦντο· τὴν δὲ δευτέραν Ἀνάρρυσιν, ἀπὸ τοῦ θύειν· ἔθυον δὲ Διὶ Φρατρίῳ καὶ Ἀθηνᾷ· τὴν δὲ τρίτην Κουρεῶτιν, ἀπὸ τοῦ τοὺς κούρους καὶ τὰς κόρας ἐγγράφειν εἰς τὰς φρατρίας. ἡ δὲ αἰτία· πόλεμος ἦν Ἀθηναίοις πρὸς Βοιωτοὺς περὶ Κελαινῶν, ὃ ἦν χωρίον ἐν μεθορίοις. Ξάνθιος δὲ Βοιωτὸς προεκαλέσατο τὸν Ἀθηναίων βασιλέα Θυμοίτην. οὐ δεξαμένου δὲ, Μέλανθος ἐπιδημῶν Μεσσήνιος, γένος ἀπὸ Περικλυμένου τοῦ Νηλέως, ὑπέστη ἐπὶ τῆ βασιλείᾳ. μονομαχούντων δὲ ἐφάνη τῷ Μελάνθῳ τις ὄπισθεν τοῦ Ξανθίου τραγῆν αἴγιδα ἐνημμένος μέλαιναν. ἔφη οὖν ἀδικεῖν αὐτὸν δεύτερον ἥκοντα. ὁ δὲ ἐπεστράφη. ὁ δὲ παίσας ἀποκτείνει αὐτόν. ἐκ δὲ τούτου ἡ τε ἑορτὴ Ἀπατούρια, καὶ Διονύσου Μελαναιγίδος ἐδομήσαντο. οἱ δέ φασιν, ὅτι τῶν πατέρων ὁμοῦ συνερχομένων διὰ τὰς τῶν παίδων ἐγγραφὰς οἷον ὁμοπατόρια λέγεσθαι τὴν ἑορτήν· ὁποίῳ τρόπῳ λέγομεν ἄλοχον τὴν ὁμόκοιτον καὶ ἄκοιτιν, οὕτω καὶ ὁμοπατόρια, Ἀπατόρια. καὶ Ἀριστοφάνης· ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων. | ] |
| alpha | 2942 | [ | Ἀπαυδῶ: ἀπαγορεύω, ἀπολέγομαι. Ἀριστοφάνης· τούτοις ἀπαυδῶ, κ’ αὖθις ἀπαυδῶ, καὶ αὖθις τὸ τριτὸν μάλ’ ἀπαυδῶ. | ] |
| alpha | 2954 | [ | Ἀπαίδευτοι: ἀνόητοι. ἄτακτοι. καὶ Ἀπαιδευτότερος Φιλωνίδου τοῦ Μελιτέως. οὗτος ὁ Φιλωνίδης οὐ μόνον μέγας ἦν, ἀλλὰ καὶ ἀμαθὴς καὶ ὑώδης. κωμῳδεῖ δὲ αὐτὸν Ἀριστοφάνης ὡς παρασίτους ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν Κορίνθῳ διάγοντα. κωμῳδεῖται δὲ καὶ ὡς συώδης σὺν τοῖς ἑταίροις αὐτοῦ, οὓς κάπρους εἶπε· τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺς ἐραστὰς ἐφαρμάκευθν. | ] |
| alpha | 2957 | [ | Ἀπαιθριάζει: ἀντὶ τοῦ εὐδίαν ἄγει. συννεφεῖ δὲ συναγει τὰ νέφη. Ἀριστοφάνης· τὶ γὰρ ὁ Zεὺς ποιεῖ; ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννεφεῖ; | ] |
| alpha | 2961 | [ | Ἄπαιρε: ὃ οἱ πολλοὶ ἆρον λέγουσιν. καὶ Ἀπαίρειν, ἀντὶ τοῦ παραγενέσθαι. Ἀριστοφάνης. καὶ Ἀπαίροντες, μεθιστάμενοι. | ] |
| alpha | 2968 | [ | Ἀπέβλισεν: ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων ἢ ἀπὸ τῶν τὸ γάλα ἀμελγόντων. Ἀριστοφάνης Ὄρνισι· λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον, κἀ γὼ πίπτω μέλλω τε βοᾶν· ὁ δ’ ἀπέβλισε θοιμάτιόν μου. ἀντὶ τοῦ ἐξέρασεν. | ] |
| alpha | 3031 | [ | Ἀπεπλίξατο· Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐκ ἂν ἐλαφρῶς ἀπεπλίξατο. ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης ἀπεσείσατο καὶ ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. | ] |
| alpha | 3033 | [ | Ἀπεπυδάρισα( Ἀριστοφάνης) μόθωνα περιεκόκκυσα: ἀντὶ τοῦ ἀπέπαρδον. μόθων δὲ εἶδὸς ὀρχήσεως φορτικῆς. οὖν κόρδακα ὠρχησάμην. | ] |
| alpha | 3035 | [ | Ἀπέρατον: ἄπειρον, μέγα, οὗ πέρας οὐκ ἔστιν. οἱ δὲ μετὰ τοῦ ν γράφοντες ἁμαρτάνουσιν. Ἀριστοφάνης Νεφέλαις· τὸ χρῆμα τῶν νυκτῶν ὅσον ἀπέρατον. καὶ αὖθις· ὁ δὲ Χοσρόης τὴν ἀπερᾶντον καλουμένην εἰρήνην λαμπρῶς παρέλυσεν. | ] |
| alpha | 3036 | [ | Ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς, ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. καὶ Ἀπεργάσασθαι, ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης. | ] |
| alpha | 3037 | [ | Ἄπερρε: ἀντὶ τοῦ φθείρου, πορεύου μετὰ φθορᾶς. Ἀριστοφάνης Νεφέλαις· ὑθλεῖς, ἄπερρε. Ἄπερρε οὖν ἀποφθάρηθι. καὶ Ἔρρων, φθειρόμενος. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλλοις Φερεκράτης. | ] |
| alpha | 3053 | [ | Ἀπερυθριάσαι: ἀπαναισχυντῆσαι. Ἀριστοφάνης· κρεῖττον ἦν τότ’ εὐθὺς ἀπερυθριάσαι, ἤ χρήσαντα μὴ σχεῖν πράγματα. τὸ πράγματα οὐκ ἐπὶ κακοῦ χρῶνται. ὁ δὲ λόγος εἴρηται ἐπὶ τῶν δανειζόντων. καὶ αὖθις· ἅπαξ πυρρὸς καὶ μὴ δέκατον χλωρὸς. | ] |
| alpha | 3061 | [ | Ἀπεσκοτωμένα: ἐσκιαγραφημένα, κεχρωσμένα. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν ζωγράφοι. οὕτως Ἀριστοφάνης. | ] |
| alpha | 3063 | [ | Ἀπέσομαι: ἀπέρχομαι, ἀναχωρῶ. παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις. | ] |
| alpha | 3069 | [ | Ἄπεστιν: ἀντὶ τοῦ ἀφέστηκεν· Ἀριστοφάνης· ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη. οὗτος ἦν στρατηγὸς Ἀθηναίων, ὁ καλούμενος Στύγαξ, δωροδόκος καὶ προδότης, ὃς ἀπώλετο ὑπὸ τῶν λʹ. οἱ δὲ ὡς πιὼν κώνειον. ἀκόνιτον δέ. | ] |
| alpha | 3075 | [ | Ἀπεσφακέλισεν: οἱ μὲν γραμματικοὶ ἐσάπη, ἀπεσφενδόνησε. σημαίνει δὲ καὶ τὸ ἀπεκάκησεν· ἔτι τὸ ἐξαίφνης ἀπέθανεν. ὁ δὲ Ἀριστοφάνης ἀντὶ τοῦ ἀπεσπάσθη. | ] |
| alpha | 3109 | [ | Ἀπεχρήσατο· αἰτιατικῇ. ἀπέκτεινε. καὶ Ἀπεχρήσαντο, διεχρήσαντο, ἀπέκτειναν. Λημνίαις Ἀριστοφάνης· τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους. Ἀπέχρησε δὲ ἐχρησμοδότησε. καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ, Τυρίοις εἰπεῖν ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον. εἶτα οὐκ ἀπέχρησέν οἱ κρατῆσαι τῶν ἐχθρῶν, ἀλλὰ καὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἐσύλησε. καὶ αὖθις· ἀπέχρησε μὲν οὖν καὶ ταῦτα κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν. σημαίνει δὲ τὸ ἀπέχρησε καὶ τὸ ἐξήρκεσεν. | ] |
| alpha | 3110 | [ | Ἀπεψησάμην: κατεμαξάμην. ἀποψᾶν γὰρ λέγουσι τὸ ἐκμάσσειν. καὶ Ἀπέψησαν, ἀπετίναξαν. εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήσαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται, ὅταν οἱ πεσόντες ἐξαναστάντες ἀποψῶσι τὴν κόνιν, ἵνα μὴ ἔλεγχον τοῦ πτώματος ἔχοιεν. καὶ ἐν Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοις ἔτι. καὶ Ἀπψήσας, ἑφθὸν ποιήσας. ἢ ἀντὶ τοῦ καινουργήσας. Ἀριστοφάνης· τὸν δῆμον ἀπεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα. ἀντὶ τοῦ ἐκαινούργησα. ὥσπερ ἡ Μήδεια λέγεται τὰς τροφοὺς τοῦ Διονύσου ἀπεψήσασα ἀνανεάσαι ποιῆσαι. | ] |
| alpha | 3113 | [ | Ἀπεψωλημένοι· Ἀριστοφάνης Πλούτῳ· ἀπεψωλημένοι· ἀκρατιεῖσθε. ἀντὶ τοῦ, ὡς τράγοι ἀκρατῆ πράξετε. καὶ ζήτει ἐν τῷ ἀκρατιεῖσθε. | ] |
| alpha | 3136 | [ | Ἄπειρος: ὁ ἀμαθής. ἢ ὁ ἀθαλάττωτος, ἀσαλαμίνιος. Ἀριστοφάνης. διὰ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν. ἤ ὅτι ἡ ἑτέρα τῶν ὑπηρετίδων νεῶν ἐκαλεῖτο Σαλαμινία, ἡ δὲ ἑτέρα Πάραλος. | ] |
| alpha | 3154 | [ | Ἀπηλιαστής: μισόδικος. παρὰ Ἀριστοφάνει. | ] |
| alpha | 3171 | [ | Ἀπηνθράκιζεν: ὤπτα. τὰ γὰρ ἐξ ἀνθράκων γινόμενα, καλὰ γίνεται. Ἀριστοφάνης· βοῦν ἀπηνθράκιζ’ ὅλον. | ] |
| alpha | 3227 | [ | Ἁπλήγιος: δασέως, ἁπλοῦς. καὶ Εὔπολις Πόλεσιν· οὔτ’ ἂρ πολυπράγμων ἐστὶν ἀλλ’ ἁπλήγιος. καὶ Ἁπληγίς, ἱματίδιον σύμμετρον. Ἀναγύρῳ Ἀριστοφάνης· ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν. | ] |
| alpha | 3255 | [ | Ἀποβλίσαι: ἀποπιέσαι. Ἀριστοφάνης· λωποδύτης παίει δοπάλῳ με τὸ νῶτον, κἀ γὼ πίπτω μέλλω τε βοᾶν· ὁ δ’ ἀπέβλισε θοιμάτιόν μου. ἀντὶ τοῦ ἐξέρασεν. | ] |
| alpha | 3262 | [ | Ἀπὸ γὰρ ὀλοῦμαι: ὑπερβατόν· ἀπολοῦμαι γάρ. Ἀριστοφάνης· ἀπὸ γὰρ ὀλοῦμαι, μὴ μαθὼν γλωττοστροφεῖν. | ] |
| alpha | 3291 | [ | Ἀποδημεῖν· γενικῇ. μὴ παρεῖναι. Ἀριστοφάνης Νεφέλαις· ἐχρῆν αἰθρίας οὕσης ὕειν αὐτὸν, ταύτας δ’ ἀποδημεῖν. | ] |
| alpha | 3305 | [ | Ἀποδύντες: ἀντὶ τοῦ ἀποδυσάμενοι. ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν, οἳ ἀποδύονται τὴν ἔξωθεν στολὴν, ἵνα εὐτόνῳ χορεύσωσιν. Ἀριστοφάνης· ἀλλ’ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν. | ] |
| alpha | 3334 | [ | Ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξασθαι: θέλει λέγειν, ὅτι βέλτιόν ἐστι χρῆσθαι τοῖς γενναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις. κὰν γὰρ δέη παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάσχειν. καὶ Ἀριστοφάνης· κἄν τι σφαλῆτ’ ἐξ ἀξίου γοῦν. | ] |
| alpha | 3341 | [ | Ἀποκεκλήκαμεν: ἀπηγορεύσαμεν. καὶ Ἀριστοφάνης Ὄρνισιν· ἀποκεκλήκαμεν διογενεῖς θεὸς μηκέτι τὴν πόλιν διαπερᾶν. | ] |
| alpha | 3343 | [ | Ἀποκεκρουσμένον: οἷον ἠκρωτηριασμένον, ἀποκεκλασμένον, καὶ κεκολοβωμένον. δός μοι κυλίσκιον, χεῖλος ἀποκεκρουσμένον. ποτήριον. Ἀριστοφάνης Ἀχαρνεῦσιν. | ] |
| alpha | 3344 | [ | Ἀποκεκύφαμεν· Ἀριστοφάνης· οἱ γὰρ ἄνδρες, ὥσπερ λαμπροφόροι ὄντες, ἀποκεκύφαμεν. οἱ γὰρ λυχνοφοροῦντες κεκύφασι διὰ τὸν ἄνεμον. | ] |
| alpha | 3378 | [ | Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. | ] |
| alpha | 3379 | [ | Ἀπολάψεις: ἐὰν διὰ τοῦ ε ἀπολέψεις, τουτέστιν ἀπολεψεις: ἀπολέψαντα τὸ λέμμα. ἀπολεπίσαντα ὥσπερ ὠοῦ. ἐὰν δὲ ἀπολάψεις, ἐκπίῃς. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, καὶ ὅσα λάπτοντα πίνει. καὶ καταστρέφει δὲ εἰς τὸ ἀποκερδανεῖς, ἀφαρπάσεις, ἀποσπάσεις. Ὅμηρος· λάψοντες γλώσσῃσι. καὶ Ἀριστοφάνης Νεφέλαις· γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι ταχέως. | ] |
| alpha | 3392 | [ | Ἀπολιβάξεις: συντόμως ἀναχωρήσεις. λιβὰς γὰρ ἡ σταγὼν, ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. Ἀριστοφάνης Ὄρνισιν· οὐκ ἀπολιβάξεις, ὧ κάκιστ’ ἀπολούμενος. | ] |
| alpha | 3393 | [ | Ἀπολιγαίνει: θορυβεῖ, ὀξέως βοᾷ. παρὰ τὸ λιγύ. Ἀριστοφάνης· ἢν δ’ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ. ἀντὶ τοῦ τοὺς ἱμάντας, οὓς οἱ ἀγορανόμοι ἔχοντες ἔτυπτον. | ] |
| alpha | 3399 | [ | Ἀπολιταργιεῖς: ἀποδραμῇ, ἀποσκιρτήσειας ἀπὸ τῆς θύρας. ἕνεστι δὲ ἐν τῆ λέξει τὸ ἀργὸν, ὅπερ ἐστὶ τὸ ταχὺ, καὶ τὸ λίαν. οὐ ταχέως οὖν, φησὶν, ἀποδραμῇ; λιταργισμοὺς δὲ ἐκάλουν καὶ τὰ σκιρτήματα. Ἀριστοφάνης Νεφέλαις· οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς ἀπὸ τῆς θύρας, ἔστι καὶ Ἀπολιταργεῖν. | ] |
| alpha | 3432 | [ | Ἀπομαγδαλία: τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον, ὃ μετὰ τὴν ἐργασίαν ἀπέρριπτον τοῖς κυσίν. ἢ ἡ τῶν κυνῶν τροφὴ, ἥτις ἦν σταῖς καὶ λίπος· ὡς καὶ ὁ ποιητής· ἀεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ. μετὰ γὰρ τὸ δεῖπνον εἰς τὸ σταῖς ἀπεψῶντο τὸ λίπος καὶ τοῖς κυσὶν ἐρρίπτουν. καὶ αὐθις Ἀριστοφάνης· πλὴν ὑπερβαλεῖσθαι σ’ οἴομαι τούτοισιν· ἢ μάτην γ’ ἂν ἀπομαγδαλίας σιτούμενος τοσοῦτος ἐκτραφείην. | ] |
| alpha | 3442 | [ | Ἀπομώμοκα: ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς γυναῖκας πεποίηκα. καὶ Ἀπομωμοκότας, ἀποταξαμένους. πολλοὺς δ’ ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας διεμήρισαν ἄνδρες ἐρασταί. Ἀριστοφάνης Ὅρνισιν. | ] |
| alpha | 3455 | [ | Ἀπόνιπτρον· Ἀριστοφάνης· ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας. εἰώθασι δὲ οἱ ἀρχαῖοι, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων, ἵνα μή τις βραχῆ λέγειν τῶν παριόντων, ἐξίτω. καὶ Ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. | ] |
| alpha | 3459 | [ | Ἀπ’ ὄνου καταπεσών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. Ἀριστοφάνης Nεφέλαις· τί δῆτα ληρεῖς, ὥσπερ ἀπ’ ὄνου καταπεσών; ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγεσθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ οὕτως· καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ καταπεσεῖν. | ] |
| alpha | 3468 | [ | Ἀποπάτημα: αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ γένει· τί γάρ ἐστ’ ἐκεῖνος; ἀποπάτημ’ ἀλώπεκος. Κρατῖνος Δραπέτισι· τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. καὶ Ἀποπατησόμενοι, τὴν κόπρον κενώσοντες. πάτος δὲ ἡ ὁδός. Ἀριστοφάνης· οὐδεὶς θύει τοπαράπαν οὐδ’ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. Ἀπόπατος γὰρ ἡ κένωσις τῆς γαστρός. καὶ Ἀριστοφάνης περὶ Κλεωνύμου φησίν· εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβὼν κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὄρων. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανσελήνῳ. | ] |
| alpha | 3470 | [ | Ἀποπέμψατ’ ἐφ’ ἕνδεκα κώπαις· αἰτιατικῇ. ἀπὸ τῶν ναυτικῶν. κέλευσμα γάρ ἐστι ναυτικὸν ἐφ’ ἕνδεκα κώπαις λεγόμενον. Ἀριστοφάνης φησίν. | ] |
| alpha | 3501 | [ | Ἀπόρρητα: ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖσιν ἐχθροῖσι τοῖς ἡμετέροις λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουσιν. Ἀριστοφάνης· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐστι μέλλει διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν οὕτω. | ] |
| alpha | 3517 | [ | Ἀποσεμνύνει· αἰτιατικῇ. γεραίρει. Ἀποσεμνυνεῖται δὲ ἀπονοεῖται σιωπῶν, ὑπερηφάνει. σεμνότητος γὰρ ἕνεκα ἐπιπολὺ ἐσιώπα Αἰσχύλος ἐν τοῖς θεάτροις εἰσιών· καὶ ἐν ταῖς ἀρχαῖς τῶν δραμάτων ἐτερατεύετο. καὶ Ἀριστοφάνης Βατράχοις· ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαις ἐτερατεύετο. | ] |
| alpha | 3521 | [ | Ἀποσιώπησις: σχήματος εἶδος· ὡς παρὰ Ἀριστοφάνει· ὦ μηδαμῶς. ἔστι δὲ καὶ παρὰ Δημοσθένει τὸ ὅμοιον. ἀλλ’ ὦ τί ἄν σέ τις προσειπὼν ὀρθῶς προσείποι; εἰρηκότος γὰρ αὐτοῦ μηδαμῶς, εἶπεν, ὦ μηδαμῶς. | ] |
| alpha | 3541 | [ | Ἀποσποδῆσαι: ἀφανίσαι. ἀπὸ τῆς σποδοῦ. αὕτη γὰρ ἀφανίζει τὴν προϋπάρξασαν ὕλην τῶν ξύλων. ἢ ἀποκροῦσαι καὶ ἀφανίσαι, τυπτόμενον ἐκβαλεῖν. Ἀριστοφάνης Ὄρνισιν· ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων. | ] |
| alpha | 3554 | [ | Ἀποστερητρίδα· Ἀριστοφάνης Νεφέλαις· οἴμοι· τίς ἂν δῆτ’ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα; ἔπαιξε δὲ πρὸς τὸ ἀρνεῖσθαι, παρονομάσας ἀπὸ τῶν ἀρνῶν καὶ τοῦ ἀρνεῖσθαι τοὺς δανειστάς. τὸ δὲ ἀποστερητρίδα, ἅμα μὲν ἀπὸ τοῦ ἀποστερεῖν, ἅμα δὲ καὶ ἀντὶ τοῦ περιβόλαιον. | ] |
| alpha | 3586 | [ | Ἀποτεθρίακεν: ἀντὶ τοῦ ἔτιλεν, ψιλὸν εἰργάσατο. κυρίως δὲ ἀπεφύλλισε συκᾶς· θρία γὰρ τὰ φύλλα τῆς συκῆς. Ἀριστοφάνης· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; Ὀδόμαντες δὲ ἔθνος Θρᾳκικόν. ἐλεαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκες τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά. φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι. καὶ Ἀποτεθρυωμένοι, ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν τεθρύων, ἅπερ ἐστὶν ἄγρια καὶ ἄγονα φυτά. | ] |
| alpha | 3604 | [ | Ἀπὸ τουδί: ἀπὸ τοῦ νῦν. Ἀριστοφάνης Νεφέλαις. | ] |
| alpha | 3632 | [ | Ἀποφέρειν: ἀποδιδόναι. Ἀριστοφάνης· καὶ ταῦτ’ ἀποφέρειν πάντα, κοὐκ ἀποστερεῖν. τὰ δεδανεισμένα. | ] |
| alpha | 3646 | [ | Ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. Σφηξὶν Ἀριστοφάνης· κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν. | ] |
| alpha | 3649 | [ | Ἀποχειροτονηθῆναι· γενικῇ. ἀποστραφῆναι, ἀποδοκιμασθῆναι. Ἀριστοφάνης· σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τῆ ἐκκλησίᾳ. ἐπὶ Κλεωνύμου γὰρ πρεσβευσαμένων Λακεδαιμονίων ἐστασίασαν ἐν τῆ ἐκκλησίᾳ, ἀντειπόντος Κλέωνος. καὶ αὖθις· ὁ δὲ Φιλιππικὸς ἀποχειροτονεῖται παραυτίκα καὶ Κομεντίολον ὁ βασιλεὺς στρατηγὸν ἀνίστησιν. | ] |
| alpha | 3655 | [ | Ἀποχρώντως: αὐτάρκως. ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς· ἀλλὰ στεφάνωσαι. καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. ὁ δὲ ἦν δεινὸς ἀνὴρ καὶ παιδείας ἀποχρώντως ἔχων. | ] |
| alpha | 3660 | [ | Ἀποψώμενον. καὶ Ἀποψώμεθα, καθαίρομεν τὴν πυγήν. Ἀριστοφάνης Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοις ἔτι ἀλλὰ σκοροδίοις. τουτέστι τοῖς τῶν σκορόδων φύλλοις. | ] |
| alpha | 3682 | [ | Ἀπραγμοσύνη: ἡ καταφρόνησις, ἡ ἀμέλεια. ὁ δὲ Ἰουστινιανὸς ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην. Ar καὶ Ἀπραγμοσύνη, εἶδος ἄνθους. Ἀριστοφάνης Νεφέλαις· μίλακος ὄζων καὶ ἀπραγμοσύνης. ἀντὶ τοῦ πάσης εὐωδίας ὄζων καὶ ἀσφαλείας. ἢ οὐ πολυπραγμονῶν. οἱ δὲ ὅτι ἀπραγμοσύνη φυτὸν ἐν Ἀκαδημίᾳ φυόμενον. | ] |
| alpha | 3719 | [ | Ἀποιχόμενα: παρερχόμενα. Ἀριστοφάνης· παῦε, παῦε. νεκρὸν γὰρ ὄντα ἐλοιδόρει. ἔθος δὲ ἦν τοῖς ἀρχαίοις τοὺς ἀποιχομένους μὴ λοιδορεῖν. | ] |
| alpha | 3720 | [ | Ἀπύλωτον στόμα: ἀθύρωτον ἀλλ’ οὐκ ἀπύλωτον Ἀριστοφάνης ἐν Βατράχοις. καὶ Φρύνιχος. οἱ δὲ γράφοντες ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέστι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. | ] |
| alpha | 3737 | [ | Ἄραρώς, καὶ κλίνεται Ἀραρώ. Ἀθηναῖος, υἱὸς Ἀριστοφάνους τοῦ κωμικοῦ καὶ αὐτὸς κωμικὸς, διδάξας τὸ πρῶτον Ὀλυμπιάδι ραʹ. ἔστι δὲ τῶν δραμάτων αὐτοῦ Καινεὺς, Καμπυλίων, Πανὸς γοναὶ, Ὑμέναιος, Ἄδωνις, Παρθενιδικόν. | ] |
| alpha | 3763 | [ | Ἀργελόφους· Ἀριστοφάνης· σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς ἀργελόφους περιτρώγων. | ] |
| alpha | 3771 | [ | Ἀργεῖοι φῶρες: ἐπὶ τῶν προδήλως πονηρῶν. οἱ γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ κωμῳδοῦνται. Ἀριστοφάνης Ἀναγύρῳ. | ] |
| alpha | 3783 | [ | Ἀργὸν ἔτος: κατὰ ἑπταετίαν ἤγετο παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις. καὶ Ἀργός, ἐπὶ θηλυκοῦ. Ἀριστοφάνης Νεφέλαις· οὐ μὴν ἐρῶ γ’ ὡς ἀργὸς ἦν, ἀλλ’ ἐσπάθα. | ] |
| alpha | 3789 | [ | Ἀργύρειος σταυρός. Ἀργυρίδιον δὲ ὡς ἡμεῖς. Εὔπολις Δήμοις· ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον. Ἀργύριον δὲ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀριστοφάνης Δαναΐσιν. | ] |
| alpha | 3827 | [ | Ἀρέσκεια. καὶ Ἀρέσκω· πρὸς αἰτιατικὴν σύνταξιν καὶ Σοφοκλῆς καὶ Ἀριστοφάνης· σὲ δὲ ταῦτ’ ἀρέσκει. καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον. δοτικῇ. | ] |
| alpha | 3870 | [ | Ἀρύβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνης· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ. | ] |
| alpha | 3905 | [ | Ἀριστήσασθε, γεύσασθε. Ἀρίστισον δὲ διὰ τοῦ ι. Ἀριστοφάνης Ὄρνισι· τούτους μὲν ἄγων μετὰ σοῦ ἀρίστισον εὖ. | ] |
| alpha | 3932 | [ | Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. | ] |
| alpha | 3938 | [ | Ἀρίστυλος· αἰσχροποιὸς ἦν. Ἀριστοφάνης· τοῦτ’ ἤδη δεινὸν ἀκοῦσαι, εἴ σε φιλήσειεν Ἀρίστυλος, φάσκων αὐτοῦ πατέῤ εἶναι. καὶ Ἀρίστυλος κεχηνώς. Ἀριστοφάνης· σὺ δ’ Ἀρίστυλος ὑποχάσκων ἐρεῖς, ἕπεσθε μητρὶ χοῖροι. οὗτος αἰσχρὸς ποιητὴς, ὃς διὰ τὴν αἰσχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει. | ] |
| alpha | 3940 | [ | Ἀριφράδης· οὗτος λοιδορεῖται ἀεὶ γυναιξὶ συνών. κιθαρῳδὸς δὲ ἦν. Ἀριστοφάνης· Ἀριφράδης ἐστὶ μὲν πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔστι δ’ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ’ ἂν ἠσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξεύρηκέ τι. τὴν γὰρ αὐτοῦ γλῶτταν αἰσχραῖς ᾖδον. τουτέστι τὸ αἰδοῖον τοῦ ἀνθρώπου καὶ τὸ σπέρμα. Ἀριφράδης δὲ, Πολύμνηστος καὶ Οἰώνιχος ἀρρητοποιοί. καὶ Πολυμνήστεια καὶ αὐτὴ κωμῳδεῖται ἐπ’ αἰσχρότητι. εἴ τις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα φυλάττεται, μή ποτ’ ἐκ τοῦ αὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. καὶ αὖθις· Ἀρίφραδες, παῦσαι ληρῶν. | ] |
| alpha | 3959 | [ | Ἀρκτεῦσαι· Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῆ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης δηλοῖ. | ] |
| alpha | 3977 | [ | Ἁρμονίαν: τὸ εὖ καὶ ἐπισταμένως εἶναι τὴν νευρὰν ἐν τοῖς κρούμασι τῶν ἀσμάτων. ὅτι ἡ ἁρμονία ἐπιγίνεται τοῖς ἡρμοσμένοις· δεῖ γὰρ εἶναι τὰς χορδάς, εἶτα τοιῶσδε ἐπιταθῆναι, καὶ οὕτως ἐπιγενέσθαι τὴν ἁρμονίαν. οὐ μάχεται δὲ τοῖς ἡρμοσμένοις, ἀλλ’ ἕπεται οὕτως ἔχουσα, ὡς ἂν ἔχη τὰ ἡρμοσμένα. ἔστι δὲ ἁρμονία συμφωνία τῶν χορδῶν. ἀναρμοστία δέ ἐστι τοῦ ἐμψύχου σώματος νόσος καὶ ἀσθένεια καὶ αἶσχος, ὧν τὸ μὲν ἀσυμμετρία ἐστὶ τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιοτέρων ἡ ἀσθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ αἶσχος. ἁρμονία δέ ἐστι λόγος τῶν μιχθέντων ἢ σύνθεσις. λέγεται δὲ διχῶς. κατὰ αʹ μὲν λόγον ἡ σύνθεσις τῶν σωμάτων, ὅταν οὕτως παρατεθῇ, ὡς μὴ δύνασθαι ἄλλον ἐμβληθῆναι μεταξὺ λίθον ἥ τι τῶν συγγενῶν βαρέων σωμάτων. ἐκ δὲ τούτων μεταφέρομεν τὸ τῆς ἁρμονίας ὄνομα καὶ ἐπὶ τὸν λόγον τῶν μεμιγμένων, οἷον ἔν τε τοῖς κεκραμένοις καὶ ἐν τοῖς κατὰ μουσικήν. τὸν γὰρ λόγον τῶν μιχθέντων τὸν ἡμιόλιον ἢ τὸν ἐπίτριτον ἤ τινα ἄλλον λέγομεν ἐκ τῶν συνθέτων κατὰ μεταφορὰν ἁρμονίαν. κατὰ αʹ, δὲ λόγον ἡ ἁρμονία ἐπὶ τῆς παραθέσεως λέγεται, ἐπειδὴ γνωριμωτέρα ἡμῖν ἐστιν. οὕτε σύνθεσιν οὖν οὕτε μίξιν εὔλογον ποιεῖν τὴν ψυχήν. ἐπὶ οὖν τῶν ποιητικῶν δεῖ καὶ ποιᾶς ὕλης, ἤγουν οὐσίας. ἄλλως γὰρ χαλκὸς ἠχεῖ καὶ ἄλλως σίδηρος καὶ ἄλλως μόλυβδος καὶ ξύλον. διὸ καὶ τὰ ὀψόβαφα εἰώθασιν ἐκ διαφόρου κατασκευάζειν ὕλης, ἵνα τῇ διαφορῇ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσιν. ἡ γὰρ ἁρμονία πολυμιγέων ἐστὶ καὶ δίχα φρονεόντων ἕνωσις. διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γενέσθαι ψόφον. ἁρμονίαι δὲ λέγονται καὶ τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. τῶν ἁρμονιῶν διαχασκουσῶν. τροπικῶς δὲ τὰ ποιήματα. Ἀριστοφάνης. | ] |
| alpha | 3982 | [ | Ἀρνακίδα. Ἀρνακίς, τὸ τοῦ ἀρνοῦ κᾡδιον, τὸ μετὰ τῶν ἐρίων δέρμα. Ἀριστοφάνης Νεφέλαις· οἴμοι τίς ἂν δῆτ’ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα; ἔπαιξε δὲ πρὸς τὸ ἀρνεῖσθαι, παρο νομάσας ἀπὸ τῶν ἀρνῶν, καὶ τοῦ ἀρνεῖσθαι τοὺς δανειστάς. τὸ δὲ ἀποστερητρίδα ἅμα μὲν ἀπὸ τοῦ ἀποστερεῖν, ἄμα δὲ καὶ ἀντὶ τοῦ περιβόλαιον. | ] |
| alpha | 4034 | [ | Ἄρτι: τὸ μέρος τοῦ παρεληλυθότος συνάπτων τῷ νῦν ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τῷ νῦν. Ἀριστοφάνης Νεφέλαις· ἀνήρετ’ ἄρτι. ἀντὶ τοῦ ἐξ ὑπογύου· ἵνα αὐτοσχεδιάζειν δοκῶσι, καὶ πάντα ἐξ ὑπογύου λέγειν. | ] |
| alpha | 4036 | [ | Ἄρτια: ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἄρμενα. καὶ Ἀρτιάζειν, τὸ παίζειν ἄρτια ἡ περιττά. στατῆρσι δ’ ἀρτιάζομεν. Ἀριστοφάνης. καὶ Ἀρτιάκις. Ἄρτιος ἀριθμὸς ὁ λβʹ, Ἀρτιοπέριττος δὲ ὁ διχοτομούμενος εὐθέως εἰς περισσὸν ἀριθμόν, οἷον ὁ τῶν ιδʹ. τούτου γὰρ τὸ ἥμισυ ἑπτά. | ] |
| alpha | 4067 | [ | Ἀρύτεσθαι: σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις· εἴτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθαι πρόχυσιν. καὶ Πλάτων Νόμοις· ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσα καὶ ὁπότε. | ] |
| alpha | 4069 | [ | Ἀρχαῖα: τὰ κεφάλαια τῶν χρεῶν. Ἀριστοφάνης Νεφέλαις· αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων. | ] |
| alpha | 4090 | [ | Ἄρχειν· κοινότερον καὶ τὰς μικρὰς ἐπιστασίας καὶ λειτουργίας ἀρχὰς ἔλεγον, καὶ τὸ βουλεῦσαι ἄρξαι· ψιλὴ γὰρ ἐπιστασία. Ἀριστοφάνης· οὐκοῦν δικαστὰς ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν. | ] |
| alpha | 4109 | [ | Ἀρχίδιον: ὑποκοριστικῶς ἡ ἀρχή. Ἀριστοφάνης· κἂν λαχόντες ἀρχίδιον, εἶτα βούλησθ’ ἁρπάσαι τι. | ] |
| alpha | 4140 | [ | Ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἢ Ἀσέλγεια, πορνεία, ἀκαθαρσία. μιαρία. παρῆκται δὲ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. καὶ Ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοὶ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσι· καὶ Ἀσελγόκερως τράγος, ὁ μέγας. ἢ Ἀσελγόκερως, ὁ κυρίττων. πίονές εἰσιν ἀσελγῶς· Ἀριστοφάνης φησὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖς. θορυβούμενοι καὶ κεκραγότες μετὰ ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσιν. ἀντὶ τοῦ μεγάλως φωνοῦσι. καὶ Ἀσελγής, ἐπὶ ἀνέμου ὁ σφοδρῶς πνέων. πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι( φησὶν Αἰλιανὸς ἐν τῷ περὶ ποικίλης ἀφηγήσεως) · γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκτείνει λαβρότατος. | ] |
| alpha | 4147 | [ | Ἀσία: χώρα, ἡ τῆς ἀνατολῆς. καὶ Ἀσιάδος κρούματα, τῆς κιθάρας. οὕτως Ἀριστοφάνης. ἢ Ἀσιάτιδος κρούματα. καὶ Ἀσιῆτις γῆ, τῆς Ἀσίας. | ] |
| alpha | 4153 | [ | Ἀσθένεια: ταλαιπωρία, νόσος, ἀδυναμία. καὶ Ἀσθενοῦντας, ἀντὶ τοῦ ἐν ἐνδείᾳ ὄντας· τὴν γὰρ τὺχην ἰδίως νόσον φασίν. Ἀριστοφάνης· τοὺς πένητας ἀσθενοῦντας. | ] |
| alpha | 4161 | [ | Ἄσκαντος: ἡ μικρὰ κλίνη, τὸ πτωχὸν κλινίδιον. ἢ Ἀσκάντης, κλίνη μὴ ἔχουσα κάνητα· κάνης δὲ ὁ ψίαθος. ἢ ὁ σκίμπους, ἢ δίφρου τι εἶδος, οἱ δὲ τὸν κράββατον. Ἀριστοφάνης Νεφέλαις· ἔξει τὸν ἀσκάντην λαβών. | ] |
| alpha | 4162 | [ | Ἀσκαρδαμυκτί: χωρὶς τοῦ μύειν, ὅ ἐστιν ἀγρίως βλέπειν. καὶ Ἀσκαρδάμυκτον. Ἀριστοφάνης· βλέψον εἰς ἐμὲ ἀσκαρδάμυκτον. τουτέστι μὴ μύσας τοὺς ὀφθαλμούς. τὸ δὲ σκαίρειν καὶ μύειν τοὺς ὀφθαλμοὺς καὶ πυκνῶς βλεφαρίζειν σκαρδαμύσσειν λέγεται καὶ ἰλλωπεῖν. ἀσκαρδαμυκτεῖν οὖν τὸ ἄνω βλέπειν. οἷον ἀτενὲς βλέψον εἰς ἐμέ. | ] |
| alpha | 4171 | [ | Ἀσκητικόν, μέγα. Ἀριστοφάνης· καὶ μὴν ὁρῶ τοὺς Ἀθηναίους ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων τὰ ἱμάτια ἀποστέλλοντας, ὥστε φαίνεται ἀσκητικόν τι χρῆμα τοῦ νοσήματος. καὶ Ἀσκητικός, φιλομαθὴς, φιλόσοφος. | ] |
| alpha | 4177 | [ | Ἀσκὸς ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ. ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται καὶ φυσώμενος ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀσκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· ἀλλ’ ὑποπιέζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. καὶ Ἀσκὸς Κτησιφῶντος· Ἀριστοφάνης· κατὰ τὰ πάτρια τοὺς χοὰς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται. ἐν γὰρ ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανε. πρὸς σάλπιγγας δὲ ἔπινον. ὁ δὲ Κτησιφῶν ὡς παχὺς καὶ προγάστωρ ἐσκώπτετο. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ’ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνας ἑστάναι, τὸν προπιόντα δὲ ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. καὶ Ἀσκοφορεῖν. ἐν ταῖς Διονυσιακαῖς πομπαῖς, τὰ μὲν ὑπὸ τῶν ἀστῶν ἐπράττετο, τὰ δὲ τοῖς μετοίκοις ποιεῖν ὑπὸ τῶν νομοθετησάντων προσετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶνας ἐνεδύοντο χρῶμα ἔχοντας φοινικοῦν καὶ σκάφος ἔφερον· ὅθεν σκαφηφόροι προσηγορεύοντο. οἱ δὲ ἀστοὶ ἐσθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀσκοὺς ἐπ’ ὤμων ἔφερον· ὅθεν ἀσκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀσκῷ μορμολύττεσθαι, ἐπὶ τῶν εἰκῆ καὶ διακενῆς δεδιττομένων. καὶ Ἀσκωλίαζον· ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸς τὴν αἶγα οὕτως ἔχον· κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δ’ ἔτι καρποφορήσω, ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ. Ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίως ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυσημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλίσθαινον· καθάπερ Εὔβουλος ἐν Δαμαλίᾳ φησὶν οὕτως· καὶ πρός γε τούτοις ἀσκὸν ἐς μέσον καταθέντες ἐνάλλεσθε καὶ καγχάζετε ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος. καὶ Ἀσκωλιάζοντς, ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι, ὑστερούμενοι τῶν κατὰ φύσιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην την ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χοροδέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀσκωλιασμὸς ὁμοίως, τὸ ἐφ’ ἑνὸς ποδὸς βαίνειν. ὅτι οἱ ἀσκοὶ ἁλσὶ σμηχόμενοι βελτίονες γίνονται. | ] |
| alpha | 4196 | [ | Ἀσπάζεσθαι· αἰτιατικῇ. καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαίρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾶν καὶ φιλοφρονεῖσθαι. καὶ ἀσπαζόμεσθα σὺν τῷ ς· ἀσπαζόμεσθ’ ἐρετμὰ καὶ σκαλμίδια, φησὶν ὁ Κωμικός. καὶ πάντα τὰ ὅμοια διττῶς λέγουσιν. | ] |
| alpha | 4197 | [ | Ἀσπάζου· Ἀριστοφάνης· ἄνοιξον· ἀσπάζου με. διά τοί σε πόνους ἔχω. | ] |
| alpha | 4211 | [ | Ἀσπιδηφόροι: οἱ πολεμισταί. καὶ Ἀσπιδιώτης, ὁ ἀσπίδα κινῶν. καὶ Ἀσπιδόν, ἐπίρρημα, δίκην συνασπισμοῦ. καὶ Ἀσπιδοπηγεῖον, ἐν ᾧ ἡ ἀσπὶς πήγνυται. ὅπέρ ἐστιν ὅπλον σκουτάριον. καὶ ἡ τάξις. Ἀριστοφάνης· ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας καὶ Ἀσπιστῆρες, φυλακτῆρες. Σοφοκλῆς· ἀλλ’ ἄνδρες ἀσπιστῆρες εἰνάλιος λεὼς, ὑμῖν τ’ ἐκείνῳ τήνδ’ ἐπισκήπτω χάριν. | ] |
| alpha | 4230 | [ | Ἀστενακτί: ἄνευ στεναγμοῦ. Ἀριστοφάνης· σὺ δ’ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς. | ] |
| alpha | 4235 | [ | Ἀστεῖος: εὐσύνετος, εὐπρόσωπος, χαρίεις, καλὸς, γελοιώδης. καὶ Ἀστειοτέρῳ, ἀντὶ τοῦ συνετωτέρῳ. ὁ δὲ καιρὸν εὑρὼν τῷ ἀστειοτέρῳ δράματι πλανῆσαι τὸν ἠπατηκότα. περὶ Εὐριπίδου φησὶν Ἀριστοφάνης. καὶ Ἀστείους, ἀστεϊζομένους, πολιτευομένους. εὐφημότερον ἀστεΐζεσθαι, τὸ ὡραΐζεσθαι, γελωτοποιεῖν, ἅτινα σκώπτειν. καὶ Ἀστείως, πρεπόντως, φρονίμως. | ] |
| alpha | 4307 | [ | Ἀτταγᾶς: εἶδος ὀρνέου, ὃ τὰ λιμνιώδη καὶ λεῖα χωρία καταβόσκεται. διὸ καὶ Μαραθῶνά φησιν αὐτὸν ἔχειν Ἀριστοφάνης. ἐκεῖ γὰρ πολὺ τὸ ὄρνεον. καὶ ὁ ἀτταγᾶς ἴτω, ὁ ἔχων τὸν λειμῶνα τοῦ Μαραθῶνος. ἔστι δὲ ὁ ἀτταγᾶς κατάστικτος ποικίλοις πτεροῖς. λέγεται δὲ ἐπὶ δούλων κατεστιγμένων, ἐπειδὴ καὶ τὸ ὄρνεον κατάστικτον. τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων. τοῦτον τὸν ἀτταγᾶν συνήθεια ταγηνάριον καλεῖ. | ] |
| alpha | 4313 | [ | Ἀταλαίπωρον: ἄπονον. ἡ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. Αἰλιανός· εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός τε ἀβασανίστῳ γραφῇ, ἀταλαιπώρῳ τῆς ἀληθείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὁ δέ μοι ἀληθὴς ἔστω. καὶ Ἀταλαιπώρως, ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης Δαναίσιν· οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. | ] |
| alpha | 4332 | [ | Ἀτέκμαρτον: ἀτελείωτον, ἀκαταστόχαστον. Ἀριστοφάνης Ὄρνισιν· ἄνθρωπος ἀστάθμητος πετόμενος ἀτέκμαρτος. οἷον σημεῖον διὰ τῆς πτήσεως οὐκ ἐμφαίνων· περὶ τοῦ Τελέου φησί. Εὐνάπιος δὲ λέγει· τῷ τε ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι, πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείσης. ἀκατανοήτου. | ] |
| alpha | 4343 | [ | Ἀτέραμνον: σκληρὸν, δυσμετάβλητον. Ἀτεράμονες, οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνος. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. καὶ Ἀτεράμων, ἀκαταπόνητος. σκληρός. Αἰλιανός· ὁ δὲ ἀτεράμων ὢν ἀπεώσατο ἄρα τὸ δῶρον. οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχὴν, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. | ] |
| alpha | 4353 | [ | Ἀτηρότατον· Σφηξί. Πλάτων δ’ ἐν Φάωνι ἀτηρίας. καὶ Ἀτηρόν. Ἀριστοφάνης· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν. καὶ αὖθις· οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. βλαβερόν. | ] |
| alpha | 4357 | [ | Ἀττικάς: ἀντὶ τοῦ ὑστεριζούσας τοῦ καιροῦ, βραδυνούσας. Ἀριστοφάνης· ἀλλ’ ὄψει σφόδρα αὐτὰς Ἀττικάς. οἷον μελλούσας ἐν τῷ πράγματι. | ] |
| alpha | 4374 | [ | Ἀτοπίας πλέων πρᾶγμα: ἀντὶ τοῦ θαύματος. δελεάσαντος αὐτὸν ἐς τοῦτο ἀτοπίας ἐλθεῖν Χοσρόου. ἀντὶ τοῦ ἀλογίας, ἀβουλίας. καὶ αὖθις· θαυμάσαι ἄν τις τὴν ἀτοπίαν τοῦ ἀνδρὸς, ὅς γε χωρὶς ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν. καὶ αὖθις· ἐπεὶ δὲ ἀνεφάνη ὕδωρ, ἐξίσου τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ ἀτοπίας ἦν. τουτέστι κακίας. καὶ Ἄτοπον ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακὸν, μοχθηρόν· καὶ ὃ μὴ ἔχει τόπον. καὶ τὸ ἀνυπομόνητον, οἷον ὃ μή ἐστι τοπάσαι. Ἀριστοφάνης· ἄτοπος δ’ ἔγκειταί μοί τις πόθος, ὅς με διακναίσας ἔχει. καὶ αὖθις· ἀτοπίαν ὑποτοπάσας τινά. | ] |
| alpha | 4382 | [ | Ἀτρέα καὶ καθόλου τὰς ἀπὸ τῶν εἰς ευς συμφώνῳ παραληγομένων αἰτιατικὰς μηκύνουσι, τὰς δὲ καθαρὰς τοῦ ευ συναιροῦσι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνες δὲ συστέλλουσι τὰς προτέρας, Ἀτρέα καὶ Πηλέα βραχέως λέγοντες· διὸ καὶ παρὰ τοῖς τραγικοῖς οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰς ἀπὸ τῶν εἰς ης ὁμοίως. τὸ γὰρ συστέλλειν Ἰακόν. Ἀριστοφάνης Γεωργοῖς, καχέτας καὶ Μεγακλέας καὶ μαλακούς. | ] |
| alpha | 4404 | [ | Ἀοῖον: ἑῷον ἀστέρα. οὕτως Ἀριστοφάνης. | ] |
| alpha | 4418 | [ | Αὐαίνεται: ξηραίνεται. αὖοι γὰρ οἱ ξηροί. καὶ Αὑασμός, ξηρασία. ἡ πρώτη δασύνεται. Ἀριστοφάνης· ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται. καὶ ἑτέρωθι· ὥστ’ ἔγωγ’ ηὐαινόμην θεώμενος. καὶ Αὐαίνοιτο, ξηραίνοιτο, ἀφανιζέσθω. ἐν Ἐπιγράμμασι· ὁ φθόνος αὐαίνοιτο, τεὸν δ’ ἔτι κῦδος ἀέξοι. καὶ Αὐαίνου λίθος, ἀπὸ τοῦ αὔους τοὺς νεκροὺς εἶναι. Αὐαίνου λίθος ἦν Ἀθήνησιν. | ] |
| alpha | 4443 | [ | Αὔλειος: ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας. καὶ Αὐλείους θύρας. καὶ ἑνικὸν αὔλειον λέγουσιν ὡς ἡμεῖς. Ἀριστοφάνης Δαναΐσι· πρὸς τὸν στροφέα τῆς αὐλείας ἐχίνου κεφαλῆς κατορύττειν. Αὔλιον δὲ καὶ προαύλιον οὐδετέρως. | ] |
| alpha | 4471 | [ | Αὑτηΐ· Ἀριστοφάνης· ἀμὶς μὲν, ἦν οὐρητιάσῃς, αὑτηῒ παρὰ σοὶ ἠρεμήσεται ἐγγὺς ἐπὶ τοῦ παττάλου. | ] |
| alpha | 4489 | [ | Αὐτόδαξον τρόπον: τουτέστι τὸν δάκνοντα, τὸν ἐμπεσόντα· ἢ αὐθάδη καὶ ὀργίλον· ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοῖς ὀδοῦσιν. Ἀριστοφάνης· τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτόδαξον τρόπον. καὶ αὖθις· ἵν’ ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένως. ἀντὶ τοῦ πάνυ. Αὐτοδὰξ καὶ τὸ παραχρῆμα ἀποδεδώκασιν. | ] |
| alpha | 4493 | [ | Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθάθ’ αὐτόθεν. Ἀριστοφάνης Ἀχαρνεῦσι. καὶ αὖθις· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡς ἔχουσιν, ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώσηπος· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βασιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντος χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίσαντες ἤδη τὴν παρεμβολὴν αἱρήσειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδης· χειμὼν ἦν, καὶ τοῖς Ἀθηναίοις τὸν πόλεμον αὐτόθεν ποιεῖσθαι οὔπω ἐδόκει. | ] |
| alpha | 4499 | [ | Αὐτοκόμου· Ἀριστοφάνης Βατράχοις περὶ Αἰσχύλου· φρίξας δ’ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίτην. ὡς εἶπεν, ὀργισθεὶς ὥσπερ σῦς. πᾶν τὸ ἐπισκύνιον κάτω ἕλκεται. | ] |
| alpha | 4503 | [ | Αὐτοκράτορες: ἀντὶ τοῦ τούτων τῶν δογμάτων κρατοῦντες. Ἀριστοφάνης Ὄρνισι· τούτων πέρι πάντων αὐτοκράτορες ἥκομεν. | ] |
| alpha | 4516 | [ | Αὐτόπρεμνον: δύσκολον, πρόρριζον, αὐτόρριζον, ἢ μέγα. Ἀριστοφάνης περὶ Αἰσχύλου· αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα. συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. | ] |
| alpha | 4518 | [ | Αὐτός: ἐπὶ σώματος. διορίζουσι γὰρ τὰς ψυχὰς πρὸς τὰ σώματα. Ὅμηρος· πολλὰς δ’ ἰφθίμους ψυχάς· εἶτα, αὐτοὺς δ’ ἑλώρια. καὶ Ἀριστοφάνης· ὁ νοῦς μὲν ἔξω, αὐτὸς δ’ ἔνδὸν ἀναβάδην ποιεῖ τραγῳδίαν. | ] |
| alpha | 4519 | [ | Αὐτός: ἀντὶ τοῦ ὁ δεσπότης. Ἀριστοφάνης Βατράχοις· φράσον ταῖς ὀρχηστρίσιν, ὅτι αὐτὸς εἰσέρχομαι. | ] |
| alpha | 4529 | [ | Αὐτότατος· Ἀριστοφάνης Πλούτῳ· ἐκεῖνος αὐτός; αὐτότατος. ἀντωνυμία, πέπαικται δὲ κωμικῶς· τὰ γὰρ ἀόριστα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐσίας παραλαμβάνεται, κατὰ τοῦτο ἐπίτασιν οὐ δέχεται, ὡς τὰ ἄλλα μέρη. | ] |
| alpha | 4537 | [ | Αὐτόχρημα ὅμοιον: παντελῶς ὅμοιον. Αἰλιανός· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην τὰς χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα. καὶ Ἀριστοφάνης· τὸν Παφλαγόνα λαθεῖν οὐχ οἷόν τε. ἐφορᾷ γὰρ αὐτὸς πάντ’· ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δὲ ἕτερον ἐν τῇ ἐκκλησίᾳ. τοσὸν αὐτοῦ τὸ βῆμα διαβεβηκότος, ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χαόσιν. ἀντὶ τοῦ πάνυ ἀληθῶς, ἀψευδῶς. Χαόνες δὲ ἔθνος Ἠπειρωτικόν. | ] |
| alpha | 4544 | [ | Αὐχμεῖς αἰσχρῶς: ῥυπαρὸς εἶναι δοκεῖς. ὡς τοῦ δικαίου παρεωραμένου. ὁ δὲ ἀντεῖπε· σὺ δέ γ’ εὖ πράττεις. καὶ Αὐχμοί, ἀνομβρίαι. καὶ Ἀριστοφάνης· αὐχμὸς γὰρ ὢν ἤδη τῶν σκευαρίων ἀπώλεσεν. ἀντὶ τοῦ ἀπώλεσε μὲν ὁ ὢν αὐχμὸς τῶν σκευαρίων. μετωνυμικῶς. καὶ Αὐχμώδους, ξηροῦ, ῥυπῶντος. καὶ Αὐχμῶντες, στυγνοί. | ] |
| alpha | 4565 | [ | Ἀφαυανθήσομαι: ξηρανθήσομαι. καὶ Ἀφαύει. Ἀριστοφάνης· τοὺς ἀλλοτρίους ἀμῶν στάχυς, τούτους ἐν ξύλῳ δήσας ἀφαύει, κἀποδόσθαι βούλεται. τουτέστιν ὁ Κλέων τοὺς ἀλλοτρίους καμάτους αὐτὸς γεωργῶν καὶ καρπούμενος. αἰνίττεται δὲ πρὸς τὴν πόλιν, ὅτι τοῦ Δημοσθένους προπεπονηκότος αὐτὸς τὴν νίκην ἐπιγράφεται περὶ τῶν ἐν Σφακτηρίᾳ. νῦν δὲ στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει, κἀποδόσθαι βούλεται. ἐπὶ τῶν αἰχμαλώτων. ἀπὸ τοῦ ἀμητοῦ στάχυς εἶπεν, οὓς ζῶντας ἄξειν κατεπαγγειλάμενος ὁ Κλέων ἐμπροθέσμως ἤγαγε. φησὶν οὖν· ἐκείνους, οὓς δήσας ἤγαγεν, ἀπολῦσαι διανοεῖται. καὶ Ἀφαύειν, καίειν. ἀποξυρεῖν ταδὶ, τὰ κάτω δ’ ἀφαύειν. | ] |
| alpha | 4570 | [ | Ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης· εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν. καὶ Ἀφαιρεῖ ὠτὸς ἢ ῥινός· Ἀττικῶς ἡ σύνταξις. | ] |
| alpha | 4576 | [ | Ἀφελές· ὁ δὲ ἐπιφθέγγεται βαρβαρικὸν μέν τι καὶ ἀφελὲς, ἐνεργὸν δὲ ὅμως χρήσιμον, ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας καὶ ἔπειτα τὸ μέλι σχολαίτερον ἀναιρεῖσθαι. καὶ Ἀφελής, ἐπὶ τοῦ ὑγιὴς καὶ ὁλόκληρος, ἢ μέγας καὶ ἀνεπικώλυτος. καὶ ἀφελὲς ὁμοίως. μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν. ἐπὶ τῆς ἀπονήρου καὶ δοσιπύγου. καὶ τὰ ἐπιστόλια ἀφελῶς γράφειν. καὶ Ἀφεῶν πεδίων. Ἀριστοφάνης περὶ Κράτητος· ὃς πολλῷ ῥεύσας ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δ’ οὐκ ἦν ἐν συμποσίοις πλὴν, δόρυ συκοπέδιλε, καὶ, τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. νῦν δ’ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’ οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τούτου οὐκ ἔγ’ ὄντος τῶν θ’ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων, δίψη δ’ ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ. τουτέστιν εὐδοκιμήσας πολλάκις. ὁ γὰρ Κρατῖνος ἑαυτὸν ἐπήνεσεν ἐν Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματος καναχοῦσι πηγαὶ, δωδεκάκρουνον στόμα, Ἰλισσὸς ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, κατακλύσει τοῖς στόμασιν. | ] |
| alpha | 4586 | [ | Ἀφερπύσαι: βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. Ἀριστοφάνης Πλούτῳ· ἐφ’ ἣν ἐπεθύμουν δαιμονίως ἀφερπύσαι. | ] |
| alpha | 4594 | [ | Ἀφευθεὶς τὸν πρωκτόν: Ἀριστοφάνης ἀντὶ τοῦ φλογισθείς. | ] |
| alpha | 4660 | [ | Ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία· παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. ἑνικῶς δὲ παρὰ Ἀριστοφάνει λέγεται ἐν Ταγηνισταῖς ἀφύη· ἀλλ’ ἀεὶ πληθυντικῶς τὰς ἀφύας. λέγεται δὲ καὶ ἀφρὸς διὰ τὴν λευκότητα. ἔστι δὲ ἡ παρὰ πολλῶν λεγομένη ἔγγραυλις. καὶ Ἀφύων τιμή, τὸ ἔλαιον· ἐπεὶ ἐν αὐτῷ ἕψονται. καὶ Ἀφύας Φαληρικάς· τὰς μεγάλας. Φαληρεὺς δὲ λιμὴν Ἀττικῆς. πληθυντικῶς δὲ λέγεται, σπανιώτατα δὲ ἀφύην. Ἀριστοφάνης· εὕρετο πανευδίω τὰς λιπαρὰς, ἀφύας τιμὴν πσριάψας. ἔστι δὲ γένη πλείονα· ἡ μὲν ἀφρῖτις λεγομένη, ἥτις οὐ γίνεται ἀπὸ γόνου, ἀλλ’ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάττῃ ἀφροῦ. ἑτέρα δέ ἐστιν ἡ λεγομένη κωβῖτις, ἣ γίνεται ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ φερομένων κωβιῶν· ἐξ αὐτῆς δὲ ἕτεραι, αἳ ἐγκρασίχολοι καλοῦνται. καὶ ἄλλη, ἥτις ἐστὶ γένος μαινίδων, καὶ. ἄλλη ἐκ τῆς μεμβράδος, καὶ ἄλλη ἐκ τῶν μικρῶν κεστρέων. ἔστι δὲ προηγουμένη ἡ ἀφρῖτις. ὅτι Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἀφύης ἐπιθυμήσαντι καὶ μακρὰν ὄντι τῆς θαλάσσης, Ἀπίκιος ὁ ὀψοφάγος μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας. ἡ δὲ κατασκευὴ ἦν αὕτη. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμεν εἰς μακρὰ καὶ λεπτὰ τὴν ὄψιν τῆς ἀφύης μιμούμενος, ἐπιζέσας ἔλαιον, ἐπιχέας ἅλας, μήκωνας ἐπιπάσας, ἔλυσε τὴν ἐπιθυμίαν. | ] |
| alpha | 4679 | [ | Ἀχαία: ἡ Δημήτηρ. Ἀριστοφάνης· οὐδ’ ἂν τὴν Ἀχαίαν κατεδέξατο. οὕτω δὲ αὐτὴν ἐκάλουν ἀπὸ τοῦ κτύπου τῶν κυμβάλων καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτησιν τῆς κόρης· ἢ ἀπὸ τοῦ τερὶ τὴν θυγατέρα ἄχους· ἢ ἀπὸ τοῦ ἤχου, ὃν παρεῖχον ἐν τοῖς περὶ τὴν γέφυραν εἰς Ἀθήνας ἀπιοῦσαν. ὁ δὲ νοῦς, οὐκ ἠνέσχετο ἂν οὐδὲ τὴν Ἀχαίαν αὐτήν. | ] |
| alpha | 4687 | [ | Ἀχέρων: ποταμὸς ἐν ᾅδου μεμυθευμένος· παρὰ τὸ ἄχη ῥεῖν. καὶ Ἀριστοφάνης ἐν Βατράχοις ἐκφοβῆσαι θέλων φησίν· Ἀχερόντειός τε σκόπελος αἱματοσταγής. διὰ τὸν Διόνυσον. | ] |
| alpha | 4692 | [ | Ἀχηνία: ἀπορία, πενία. Ἀριστοφάνης Ἀμφιαράῳ· νόσῳ βιασθεὶς, ἢ φίλων ἀχηνίᾳ. | ] |
| alpha | 4697 | [ | Ἀχιλλείων: τουτέστι κριθῶν καθαρῶν καὶ εὐγενῶν, οὕτω καλουμένων. Ἀριστοφάνης· Ἀχιλλείων ἀπομάττῃ. ἀντὶ τοῦ σιτήσεως τῆς ἐν Πρυτανείῳ μετέχεις. ἢ Ἀχίλλειοι κριθαί, αἱ εὐτελεῖς. | ] |
| alpha | 4702 | [ | Ἄχθομαι: βαροῦμαι, ἀγανακτῶ. Ἀριστοφάνης· ἄχθομαι τοῖς ταῶσι τοῖς τ’ ἀλαζονεύμασιν. ἀντὶ τοῦ τοῖς κόλποις τοῖς πεποικιλμένοις· ἐπεὶ ὁ ταὼς ποικίλος. ἢ ὅτι πορφύραις ἐχρῶντο καὶ τιάραις. καὶ Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ, ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους. καὶ Ἀριστοφάνης· κρομύοις γὰρ ἄχθομαι. καὶ Ἰώσηπος· ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτ’ ἐπράχθη. καὶ Ἀχθόμενοι, βαρούμενοι, πιεζόμενοι. ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι τὰ ὅπλα κατέθεντο. καὶ Ἄχθος, βάρος, λύπη. | ] |
| alpha | 4713 | [ | Ἀχράς: εἶδος ἀπίου. Ἀριστοφάνης· ἀχράς τις ἐγκλείσασ’ ἔχει τὰ σιτία. μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς; ἡ ἀχρὰς ἐπέχει τὴν γαστέρα. οὗτος δὲ ὁ Θρασύβουλος ἀντιλέγειν μέλλων τοῖς Λακεδαιμονίοις πρέσβεσι περὶ σπονδῶν ἐληλυθόσιν, εἶτα δωροδοκήσας, ἀχράδας προσεποιήσατο βεβρωκέναι καὶ μὴ δύνασθαι λέγειν. | ] |
| alphaiota | 14 | [ | Αἰβοῖ· σχετλιαστικὸν ἐπίρρημα. τάττεται δὲ καὶ ἐπὶ ἡδονῆς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν· αἰβοῖ· οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον. | ] |
| alphaiota | 27 | [ | Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Ἀριστοφάνης Δαιταλεῦσι· τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει. | ] |
| alphaiota | 165 | [ | Αἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη δ’ ἰθεῖα γένοιτο· χρησμὸς δοθεὶς περὶ τῶν Αὐρηλιανοῦ φόνων καὶ ἀδικιῶν. Ἀριστοφάνης· Ἀθηναίων πᾶς τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε· ποῦ’ στι μ’ ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκε τῆς μαινίδος; τὸ τρυβλίον τὸ περυσινὸν τέθνηκέ μοι; ποῦ τὸ σκόροδον τὸ χθεσινόν; τίς τὰς ἐλάας παρέτραγε; ταῦτα μικροπρεπῆ πάντα. τὸ δὲ τέθνηκεν, ἀντὶ τοῦ κέκλασται. | ] |
| alphaiota | 226 | [ | Αἰνίττεται· ἀντὶ τοῦ δηλοῖ. Ἀριστοφάνης· δοκέω μὲν ὡς Κλέωνα τοῦτ’ αἰνίττεται. καὶ αἰνίττεσθαι δὲ τὸ λεληθότως περί τινος λέγειν. | ] |
| alphaiota | 280 | [ | Αἶρε· πρόσφερε. Ὅμηρος· μή μοι οἶνον ἄειρε. καὶ Ἀριστοφάνης· αἶρ’ , αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ. | ] |
| alphaiota | 299 | [ | Αἴρειν ἔξω πόδα πηλοῦ· ἐπὶ τῶν βουλομένων μὴ ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίας. Αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἶρ’ , αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. καὶ Συναριστώσαις· ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν. | ] |
| alphaiota | 320 | [ | Αἴσιμος· ὁ χωλὸς καὶ ἄτιμος καὶ ἀμαθής. Ἀριστοφάνης· σκοπεῖσθ’ ἕκαστος ὅ τι κερδανεῖ· τὸ δὲ κοινόν, ὥσπερ Αἴσιμος κυλίνδεται. | ] |
| beta | 16 | [ | Βάδην: περιπάτῳ ἐρχόμενος. τοὺς μὲν προαπέστειλεν, αὐτὸς δὲ ἐν πλινθίῳ τὴν στρατιὰν ἐπαγόμενος ἐχώρει βάδην. καὶ αὖθις· βάδην καὶ σχολαίως ἀκολουθῶν. Ἀριστοφάνης· Μεγαρεῖς, ὅτ’ ἐπείνων βάδην, Λακεδαιμονίων ἐδέοντο. ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διεφθείροντο. βάδην ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοσιν λαμβάνοντος, προϊόντος ἐπὶ τὸ μεῖζον. | ] |
| beta | 20 | [ | Βαδιστικοῦ: ὀξύποδος. Ἀριστοφάνης. ὡς ὄντος γε μὴ βαδιστικοῦ. | ] |
| beta | 23 | [ | Βάδος: ἡ βάδισις. Ἀριστοφάνης Ὄρνισι· διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν. ἐν παιδιῇ παρεσχημάτισται. ὡς γὰρ ἀπὸ τοῦ πατεῖν πάτος· Ὅμηρος· πάτον ἀνθρώπων ἀλεείνων· οὕτως ἀπὸ τοῦ βαδίζειν βάδος. | ] |
| beta | 96 | [ | Βαπτά: βαπτὰ ἱμάτια ἐφόρουν οἱ νυμφίοι πρὸς τὸ φαίνεσθαι τεκμήριον τῆς φθορᾶς. Ἀριστοφάνης Πλούτῳ· οὔθ’ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων. | ] |
| beta | 98 | [ | Βάπτουσι: πλύνουσιν. Ἀριστοφάνης· πρῶτα μήτ’ ἄρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. ἀντὶ τοῦ οὐδὲν καινοτομοῦσιν. | ] |
| beta | 105 | [ | Βαρβάρους: ἀντὶ τοῦ ἀφώνους ἢ ἀνηκόους ἀνθρώπων καὶ μὴ εἰδότας αὐτῶν τὴν φωνήν. Ἀριστοφάνης Ὄρνισιν· ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας προτοῦ, ἐδίδαξα τὴν φωνὴν συνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ. | ] |
| beta | 110 | [ | Βάρβιτον: ψαλτήριον, κιθάρα. εἶδος ὀργάνου μουσικοῦ. ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον. περὶ Ἀνακρέοντος ὁ λόγος. παροιμία ἐπὶ τῶν ἀνομοίων. Ἀριστοφάνης· τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς ἀξύμφορον. τίς δὲ κατόπτρου καὶ ξίφους κοινωνία; | ] |
| beta | 129 | [ | Βαρυηχέος: τοῦ μέγα ἠχοῦντος. οἱ γὰρ βαρεῖς ποταμοὶ ῥέοντες μέγαν ἦχον ἀπεργάζονται. Ἀριστοφάνης Νεφέλαις· ἀπ’ Ὠκεανοῦ βαρυηχέος. | ] |
| beta | 137 | [ | Βασανίζειν: οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι καὶ μαστιγοῦν σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου μεταφορικῶς. καὶ Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας. καὶ Βασανίσας· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάσας κέχρηνται ἅπαντες οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριστοφάνης οὕτως· βασάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλης ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων. καὶ πῶς βασανίζω; πάντα τρόπον. ἐν πίνακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν· ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράσοις καὶ σκορόδοις. βασάνιζε αὐτὸν πανταχῶς, μὴ ἐν παιδιῇ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου ἢ τοῦ γητείου, τουτέστιν ἀμπελοπράσου, ἢ ὥς τινες, πράσου φύλλῳ. | ] |
| beta | 187 | [ | Βάττου σίλφιον· Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν δοίης γέ μοι καὶ τὸ Βάττου σίλφιον. τὸ ἐν τῆ Λιβύῃ, ὃ θεραπεύει πολλά· ηδύοσμόν ἐστι καὶ πολύτιμον. Βάττος γὰρ τὴν Κυρήνην κτίζει. | ] |
| beta | 192 | [ | Βαΰζων: ὑλακτῶν. Ἀριστοφάνης· βαΰζων καὶ γὰρ ἐγῶτοιοῦτος ἦν. ἀντὶ τοῦ ἤμην. | ] |
| beta | 208 | [ | Βδύλλετε: εὐτελίζετε, φοβεῖσθε, καὶ τρέμετε. Ἀριστοφάνης· τί βδύλλεσθ’ ἡμᾶς; οὔτι που πολλαὶ δοκοῦμεν εἶναι; καὶ μὴν μέρος γ’ ἡμῶν οὔπω τὸ μυριοστόν. | ] |
| beta | 214 | [ | Βεβαλανωμένον: ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆς κόπρου. Ἀριστοφάνης· μή με περιίδης διαρραγέντα, μηδὲ βεβαλανωμένον. | ] |
| beta | 224 | [ | Βεβυσμένα: λαθραῖα, ἢ πεπρωμένα. καὶ Βεβυσμένον, πεπληρωμένον. κεκαλυμμένον. Ἀριστοφάνης· δός μοι χυτρίδιον σπογγίῳ βεβυσμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν σπόγγος πεπληρωμένος μέλιτος, ἣν ἐτίθεσαν ἐν τῷ στόματι τῶν παίδων, διὰ τὸ ἐκμυζᾶν· ἢ ὅτι οἱ πένητες τὰ τρήματα τῆς χύτρας σφηνοῦσι σπόγγοις. τετρημένα πανταχοῦ. | ] |
| beta | 235 | [ | Βελονοπώλης: οὗτος παράσιτος ἦν, ὥς φησιν Ἀριστοφάνης. | ] |
| beta | 236 | [ | Βέμβηξ: ὁ ξύλινος στρόμβος. οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβηκας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. Ἀριστοφάνης· βέμβηκος οὐδὲν διαφέρειν δεῖ. ἀντὶ τοῦ εὐκίνητον καὶ εὔστροφον εἶναι δεῖ. ἔστι δὲ βέμβηξ ἐργαλεῖον, ὃ μάστιγι στρέφουσιν οἱ παῖδες. ἢ παίγνιον τῶν παίδων, ὡς τροχὸς, ὃς μάστιγι δακόμενος στρέφεται. καὶ Βεμβηκιᾶν, τὸ περιστρέφεσθαι. καὶ Βεμβηκίζωσιν. Ἀριστοφάνης· ἵν’ ἐφ’ ἡσυχίας ἡμῶν πρόσθεν βεμβηκίζωσιν ἑαυτούς. Βέμβηξιν. | ] |
| beta | 244 | [ | Βερέσχεθοι: οἱ ἀνόητοι. πέπλασται δὲ ἡ λέξις παρὰ Ἀριστοφάνει. | ] |
| beta | 257 | [ | Βῆμα: ὁ λίθος τοῦ δικαστηρίου. Ἀριστοφάνης· τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; τούς κρατῆρας καταθήσω καὶ τὰς ὑδρίας. | ] |
| beta | 288 | [ | Βινεῖν: περαίνειν. καὶ βινεῖν με διαλελημμένον. καὶ Βινήσομεν. Ἀριστοφάνης· εἶτα βινήσας ἐκεῖθεν αὖθις οὖ κατέπτατο. ὥστ’ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχὺ, οὐκ ἔσθ’ ὅπως μὴ Kλεισθένη βινήσομεν. οὗτος ἐπὶ θηλύτητι ἐκωμῳδεῖτο. καὶ αὖθις Ἀριστοφάνης· ἔπαυσα τοὺς βινουμένους τὸν γρύπον ἐξαλείψας. | ] |
| beta | 313 | [ | Bλάβη· καὶ Βλάβος, οὐδετέρως. τὸ ἁμάρτημα. Ἀριστοφάνης Βατράχοις. | ] |
| beta | 325 | [ | Βλαυτίοις: σανδαλίοις. Ἀριστοφάνης· ὅπερ πίνων ἀνὴρ πέπονθ’, ὅταν χεσείῃ, τοῖς τρόποισι τοῖς σοῖσιν ὥσπερ βλαυτίοις χρήσομαι. ἐπειδὴ εἰώθασιν οἱ πίνοντες τοῖς τῶν ἄλλων ὑποδήμασι χρῆσθαι, εἰ ἐπείγοιντο πρὸς λάσανον. λάσανα δὲ οἱ χυτρόποδες, τὰ μαγειρεῖα, ἔνθα τῆ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα. | ] |
| beta | 331 | [ | Βλέπος· Ἀριστοφάνης Νεφέλαις· ἐπὶ τοῦ προσώπου’ στιν Ἀττικὴ βλέπος. ἀντὶ τοῦ κακοῦργον βλέμμα καὶ δραστικόν. οἱ γὰρ Ἀττικοὶ ἐπὶ ἀναιδείᾳ διεβάλλοντο. | ] |
| beta | 332 | [ | Βλέποι: ἀντὶ τοῦ βλέμμα. οὕτως Ἀριστοφάνης. | ] |
| beta | 336 | [ | Βληχὴ καὶ Βληχήματα: φωναὶ προβάτων. καὶ Βληχώμεν οι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τουτέστι ποιᾷ φωνῇ χρώμενοι. βληχᾶσθαι γὰρ τὸ τὰ προβάτια ποιά κεχρῆσθαι φωνῇ. καὶ αὖθις· βληχὴ τὰ τέκνα καὶ οὐδαμῶς τοῦ τρόπου. | ] |
| beta | 338 | [ | Βλήχων: ἡ γλήχων. οὕτως λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης οὕτως ὀνομάζει. | ] |
| beta | 339 | [ | Bληχωνία· Ἀριστοφάνης· ἆρ’ οὖν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ’ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας; οὔκ· εἴγε κυκεῶνος ἐπιπίοις βληχωνίαν. σχόλιον· καὶ γὰρ οἱ διὰ χρόνου ἐσθίοντες ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ συνουσιάζοντες συνεχῶς. ἐπεὶ οὖν ἐδόκει ἡ Ὀπώρα καὶ πόρνη, πρὸς ἀμφότερα ἔπαιζε. διὰ τοῦ β βληχωνίαν. οἱ δὲ πολλὴν ὀπώραν ἐσθίοντες, ἐὰν βληχωνίαν πίνωσιν, οὐ βλάπτονται, διὰ τὸ ὑπὸ τοῦ ὀποῦ κατεσθίεσθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτης ἀποστυφῇ, βλήχωνος ἐλάμβανον. καὶ Βληχωνίας, κυκεών. | ] |
| beta | 343 | [ | Βλίττειν: ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. πειράζειν. καὶ τὸ ψηλαφᾶν. καὶ τὸ ἐκπιέζειν τὰ κηρία τῶν μελισσῶν. θλίβειν. ἀλλὰ καθείρξας αὐτὸν βλίττεις. οὕτως Ἀριστοφάνης. | ] |
| beta | 352 | [ | Βοάσομαι τὴν ὑπέρτατον βοάν· Ἀριστοφάνης. εἰ οὕτω, φησὶ Στρεψιάδης, ὁ παῖς ἐκπεπαίδευται, μέγιστον ὑπὸ τῆς χαρᾶς βοήσομαι. | ] |
| beta | 353 | [ | Βόεια: μεγάλα. ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπεν· Ἀριστοφάνης Βατράχοις. | ] |
| beta | 361 | [ | Βολβός· Ἀριστοφάνης· καταφαγὼν βολβῶν χύτραν. ἐπὶ τῶν λαγνιστάτων. ἐπιτήδειοι γὰρ εἰς συνουσίαν οἱ βολβοί. ἔστι δὲ εἶδος ὀσπρίου, ἢ καὶ κρομμύου. | ] |
| beta | 366 | [ | Βόλιτος: Ἀττικοὶ οὕτω λέγουσι χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτον. Ἀριστοφάνης· ἐτρεφέτην ἐν πᾶσι βολίτοις. τουτέστιν ἐν πάση τρυφῇ καὶ πᾶσιν ἀγαθοῖς. βολίτοις δὲ, ὅτι περὶ βοῶν ὁ λόγος. οὕτω δὲ λέγονται οἱ σπέλεθοι τῶν βοῶν. | ] |
| beta | 392 | [ | Βορβοροτάραξι: Ἀριστοφάνης. ἀντὶ τοῦ ταραχωδέστατε· ταράττων ἡμῶν τὴν πόλιν καὶ θορυβῶν ὥσπερ βόρβορον· θορύβου πληρώσας τὴν πόλιν καὶ βορβόρου. καὶ παροιμία· Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων ο ὔποθ’ εὑρήσεις ποτόν· ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων αἰσχίστοις. λύσις ὀνείρων· ἔκδηλός ἐστι βόρβορος ψυχῆς ῥύπος. ἰλὺν πεπλευκὼς τοῦ νοὸς νόει βλάβην. | ] |
| beta | 397 | [ | Βορόν: βρωτικόν. ὀξυτόνως. Ἀριστοφάνης· μιαρὸν τὸ χρῆμα, κἄκοσμον καὶ βορόν. καὶ ὕδωρ βορόν, ἀγρυπνίη βορόν ζήτει ἐν τῷ ὕδωρ βορόν. | ] |
| beta | 403 | [ | Βόστρυχος: πλέγμα τριχῶν γυναικείων. ἐν Ἐπιγράμμασιν· εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον; Ἀριστοφάνης· πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε βοστρύχων. ἐναλείφειν τὰς τρίχας καὶ διατιθέναι κατὰ βοστρύχους, εὐθὺς ἅπασι πρόχειρον, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς Ἰθυφάλλοις ὠργίακεν. | ] |
| beta | 410 | [ | Βοτρυόδωρος: ἡ εἰρήνη. ἐπεὶ αἱ ἄμπελοι ἐν εἰρήνῃ φύονται. Ἀριστοφάνης· ὦ πότνια βοτρυόδωρε. καὶ παροιμία· Βότρυς πρὸς β ότρυν πε παίνεται, ἐπὶ τῶν ἐξισοῦσθαι φιλονεικούντων. | ] |
| beta | 418 | [ | Βουθυτεῖ· δοτικῇ. Ἀριστοφάνης Πλούτῳ. ὁ δεσπότης ἔνδον βουθυτεῖ. καταχρηστικῶς εἴρηται ἡ βουθυσία, δηλοῦσα τόν τε ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσι καὶ τριττύν. | ] |
| beta | 425 | [ | Βούλευμα: τὸ ἴδιον. Βούλημα δὲ τὸ δημόσιον. Ἀριστοφάνης Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖς ἐπιθυμοῦντες, μόλις εὕρομεν ὥστε γενέσθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. | ] |
| beta | 431 | [ | Βουλεία: τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος καὶ Ἀριστοφάνης. Βουλείαν τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦσι συνήθως καὶ Ἀριστοφάτης· φησὶ γάρ· τίς βουλευτής ἐστι, παραδοὺς ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦσαι βουλείαν ἔλεγον οἱ παλαιοί. | ] |
| beta | 443 | [ | Βουλομένῳ: γλιχομένῳ, ἐπιθυμοῦντι. ὁ δὲ ἔφη θαυμάζων. ἐθελήσεις τί μοι μαντεύσασθαι; πάνυ γε, ἔφην, εἴ σοι βουλομένῳ ἐστίν. Ἀριστοφάνης· βούλομαι δ’, ἄναξ, καλῶς δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. | ] |
| beta | 452 | [ | Βούπαλος: ὄνος. Ἀριστοφάνης· εἰ νὴ Δία τις τὰς γνάθους τούτων δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. παρὰ τῷ Ἱππώνακτι· λάβετέ μου θοιμάτιον, κόψω βουπάλου τὸν ὀφθαλμόν. | ] |
| beta | 468 | [ | Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης· τέως δ’ ἀβελτερώτατοι κεχηνότες Μαμμάκυθοι, Μελιτίδαι κάθηνται. | ] |
| beta | 488 | [ | Βωμολοχεύσαιτο: ἀντὶ τοῦ ἀγοραῖόν τι εἴποι ἢ εὐτελές. Ἀριστοφάνης Νεφέλαις περὶ διαφθοράς ἁρμονικῶν· ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν. εἰ δέ τις αὐτῶν βωμολοχεύσοιτ’ ἢ κάμψειέ τινα καμπήν· οἱονεὶ κεκλασμένῃ τῇ φωνῇ τὴν ᾠδὴν προενέγκοιτο· οἵας οἱ νῦν τὰς κατὰ Φρύνιν, ταύτας τὰς δυσκολοκάμπους, ἐπιτριβέσθω τυπτόμενος πολλὰς, ὡς τὰς Μούσας ἀφανίζων. καὶ αὖθις· πολλὰ μὲν οὖν καὶ ἄλλα τῆς τούτου βωμολοχίας τε καὶ αἱμυλίας μαρτύρια διαρρεῖ, ἐν δὴ τοῖς ἄρα καὶ ἐκεῖνοι. | ] |
| beta | 492 | [ | Βωμός: τέμενος. καὶ τόπος ἀνάβασιν ἔχων πρὸς τὸ λέγειν ἐπήκοα· ἐφ’ ὃν Κράτης ἀναβὰς, Κράτης ἀπολύει τὰ Κράτητος, εἴρηκε. καὶ Ἀριστοφάνης· ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἀντὶ τοῦ ἐξ ἑτοίμου ἐστὶ παρεσκευασμένος. | ] |
| beta | 503 | [ | Βωστρεῖν: καλεῖν, βοᾶν. Ἀριστοφάνης· ποιήσω τοὺς δημότας βωστρεῖν σ’ ἐγὼ πεκτούμενον. | ] |
| beta | 516 | [ | Βραδύς: ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. Ἀριστοφάνης Νεφέλαις. οὐ γὰρ ἐπὶ τῆς τοῦ σώματος κινήσεως παρείληπται νῦν, ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲς τῆς διανοίας θέλει δηλοῦν. | ] |
| beta | 521 | [ | Bραυρών: τόπος τῆς Ἀττικῆς, ἐν ᾧ τὰ Διονύσια ἤγοντο καὶ μεθύοντες πολλὰς πόρνας ἥρπαζον. καὶ Ἀριστοφάνης· ὦ δέσποτα, ὅσην ἔχει τὴν πρωκτοετηρίδα. εἴρηται δὲ διὰ τὸ διὰ πενταετηροῦς χρόνου ἄγεσθαι τὰς θεωρίας τῶν Διονυσίων. ζήτει ἐν τῷ ἄρκτος. | ] |
| beta | 530 | [ | Βρεκεκὲξ κοὰξ κοάξ: ἐφύμνιον παρὰ Ἀριστοφάνει ἐν Βατράχοις. μίμημα φωνῆς βατράχων. | ] |
| beta | 532 | [ | Bρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν ος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. | ] |
| beta | 573 | [ | Βρύκουσα: ἐσθίουσα, δάκνουσα. παρὰ τὴν βορὰν, οἱονεὶ βορύκουσα. βρύκουσ’ ἀπέδεσθαί μού φησι τοὺς δακτύλους. Ἀριστοφάνης Ὅρνισι. καὶ ἀλλαχοῦ· βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ ἐξαλμήσω. | ] |
| beta | 574 | [ | Βρύλλων: ὑποπίνων· ἀπὸ τοῦ τοῖς παιδίοις λεγομένου. Ἀριστοφάνης· βρύλλων τὸ καθ’ ἡμέραν. κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην. τοῦτον δ’ ὅταν ᾗ πλέως, ταπεινώσας ἐπάταξα. ἀντὶ τοῦ ὅταν γένηται φαεινὸς, τουτέστι πλήρης· ὅταν ηὐξῆσθαι δοκῆ καὶ μέγας εἶναι, τοῦτον ταπεινὸν ἐποίησα. τουτέστιν, ἐάσας πλουτῆσαι δημεύσω. | ] |
| chi | 4 | [ | Χαΐα· ἀντὶ τοῦ ἀγαθή. παρὰ τὸ κεχηνέναι. Ἀριστοφάνης· χαΐα μέν ἐστι, Κορινθία δέ. τουτέστι πόρνη. ἐπεὶ ἡ Κόρινθος ἐπληθύνετο πόρναις. | ] |
| chi | 5 | [ | Χάλαζα· νέφος πεπηγὸς καὶ ὑπὸ πνεύματος διρρυφθὲν καὶ κατενεχθέν. χιὼν δὲ ὑγρόν, ἐκ νέφους πεπηγός. Χάλαζαι· δʹ εἰσὶ πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους ὑγρότητος ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον δὲ χιών, ἐπ’ ἔλαττον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω ἐπ’ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος. ὁ δὲ νιφετὸς οὐκ ἔστι πῆξις, ἀλλὰ μᾶλλον περὶ ἀλλοίαν χρόαν ἡ ποιότης αὐτοῦ. Ἀριστοφάνης· οὐκ ἀπὸ τῶν χαλαζῶν, ὦ πόνηρ’ Εὐριπίδη. ἀντὶ τοῦ ἀπὸ τῶν σφοδρῶν λόγων. | ] |
| chi | 75 | [ | Χαμεύνης· ὁ χαμαὶ εὐναζόμενος. καὶ θηλυκὸν Χαμεύνη, ταπεινὴ κλίνη. Ἀριστοφάνης· οὐδ’ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ’ ἔχων. | ] |
| chi | 82 | [ | Χάονες· ἔθνος Ἠπειρωτικόν. Ἀριστοφάνης· ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν. ἐπειδὴ καὶ εἰς μαλακίαν διεβάλλετο ὁ Γέρης. καὶ αὖθις Ἀριστοφάνης· τὸν Παφλαγόνα λαθεῖν οὐχ οἷόν τε. ἐφορᾷ γὰρ αὐτὸς πάντ’ · ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ’ ἕτερον ἐν τῇ ἐκκλησίᾳ. ἐν Χάοσι δὲ παρὰ τὸ κεχηνέναι. Θρᾴκης δὲ ἔθνος οἱ Χάονες. | ] |
| chi | 83 | [ | Χάος· καὶ ὁ ἀήρ, παρ’ Ἀριστοφάνει ἐν Ὄρνισι· διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνίσσαν οὐ διαφρήσετε. καὶ Χάους ἀρχαιότερος καὶ Κρονίων, ἐπὶ τῶν πάνυ παλαιῶν. καὶ Ἴβυκος· ποτᾶται δ’ ἐν ἀλλοτρίῳ χάει. καὶ αὖθις· ὁ δὲ φλυαρεῖ καὶ μάτην ἡμῶν λῆρον καταχεῖ, τοῦ χάους ἀρχαιότερον καὶ Κρονίων ἀπόζοντα. | ] |
| chi | 84 | [ | Χάος· Ἀριστοφάνης· Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν· Ἐρέβους δ’ ἐν ἀπείροισι κόλποις τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν· ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστ’ Ἔρως ὁ ποθεινός, στίλβων νῶτον πτερύγαιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. οὗτος δὲ Χάει πτερόεντι μιχθεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν ἐνεόττευσε γένος ἡμέτερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς. πρότερον δ’ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως συνέμιξεν ἅπαντα· ξυμμιγνυμένων ἑτέρων ἑτέροις, ἐγένετο Οὐρανὸς Ὠκεανός τε καὶ Γῆ, πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. | ] |
| chi | 86 | [ | Χαράδρα· διώρυξ πηλοῦ μεστή, ὄλεθρον, οὐχ ὕδωρ ἔχουσα. Ἀριστοφάνης· φωνὴν δ’ εἶχε χαράδρας ὄλεθρον τετοκυίας. ἐν Ἐπιγράμμασι· ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας ἐξ ὀρέων ποταμοῦ φράσσατ’ ἐπ’ ἠϊόνων. | ] |
| chi | 103 | [ | Χάριεν· οἱ Ἀττικοὶ πρὸ δύο ἀναπέμπουσι, τὸ δὲ πρὸ μιᾶς κοινόν. Ἀριστοφάνης Πλούτῳ· εἴ τί γ’ ἔνεστι λαμπρὸν καὶ καλὸν ἢ χάριεν ἀνθρώποισι, διὰ σὲ γίνεται. | ] |
| chi | 106 | [ | Χαριεντιζόμενοι· εὐτραπελευόμενοι, σκώπτοντες. ὡς Ἀριστοφάνης. | ] |
| chi | 116 | [ | Χαριξένη· εὐήθης καὶ μωρὰ ἡ Χαριξένη, ἑταίρα. Ἀριστοφάνης· οὐ γὰρ τἀπὶ Χαριξένης τάδε γ’ ἐστί. | ] |
| chi | 119 | [ | Χαρίσασθαι· ἀντὶ τοῦ κατορθῶσαι. ὀλίγοις χαρίσασθαι. παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι. | ] |
| chi | 121 | [ | Χαρίσιον· χαριστήριον. ταῦτα ἀναγεγράφθω μοι, χαρίσια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. καὶ Χαρίσιοι, πλακοῦντος εἶδος. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω παλλακαῖς ἑσπέρας χαρισίους. | ] |
| chi | 140 | [ | Χαρώνειος θύρα· μία τοῦ νομοφυλακίου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ὁ δὲ Χάρων σοι τὸ ξύμβολον δίδωσιν. ἀντὶ τοῦ μέλλεις ἀποθανεῖν. | ] |
| chi | 146 | [ | Χασμᾷ· μετεωροφρονεῖς, περὶ ἄλλα τὴν διάνοιαν ἔχεις. καὶ Χασκάζεις· Ἀριστοφάνης· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην. καί, Χασμήσῃ σύ. | ] |
| chi | 149 | [ | Χαῦνον· ὑψηλόν· ἢ πλατὺ καὶ μέγα· τὰ γὰρ χαῦνα εἰς πλάτος ἁπλοῦται. Ἀριστοφάνης Ὄρνισιν· ἐκ τῶν μετεώρων χωρίων χαῦνόν τι πάνυ. | ] |
| chi | 168 | [ | Χαίρειν, ἤν τε βούλησθ’ , ἤν τε μή· ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριστοφάνης Πλούτῳ. Χαίρειν φράσαντες, ἀποταξάμενοι καταγνόντες. Ἀριστοφάνης Πλούτῳ· χαίρειν μὲν ὑμᾶς ἐστιν, ὦ ἄνδρες δημόται, ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν. | ] |
| chi | 171 | [ | Χαιριδεῖς· ἀπὸ τοῦ Χαίριδος πεπαιδευμένοι. ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος. οὕτω δὲ λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς. οὗτος δὲ ηὔλει ἐν ταῖς θυσίαις. ἦν δὲ κιθαρῳδός. Ἀριστοφάνης· ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν, αὐλήσων ἄκλητος. καὶ παροιμία· Χαῖρις ᾄδων ὄρθιον· ὄρθιος δὲ αὐλητικὸς νόμος, οὕτω καλούμενος οἷον εὔτονος καὶ ἀνάτασιν ἔχων. καὶ Ὅμηρος· ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσι. | ] |
| chi | 182 | [ | Χεζητιῶν· βουλόμενος χέσαι. Ἀριστοφάνης· εἴτε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον, ἀλλ’ ἀνέπτατο κἀποπαρδὼν κἀναπνεύσας, αὖθις κατέπτατο. ἀντὶ τοῦ ἀπεπάτησε. δοκεῖ ὁ Πατροκλείδης πολιτικὸς εἶναι καὶ λόγιος, ἄλλως δὲ κατασχημονῶν τῶν στρωμάτων· διὸ καὶ Χεσᾶς ἐλέγετο. καὶ αὖθις Ἀριστοφάνης· Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἀνὴρ ἕνεκά γε στεναγμάτων οἶδε τί πρωκτὸς βούλεται χεζητιῶν. οὗτος ὁ Ἀντισθένης ἰατρὸς ἦν θηλυδρίας. ἀπηλλάγη μὲν πολυχέσου νοσήματος. | ] |
| chi | 183 | [ | Χέζομεν· ζημιούμεθα. Ἀριστοφάνης· ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλασίονα χέζομεν. ἀντὶ τοῦ πολλαπλάσιον. τὸ δὲ νοούμενον, ὅτι μικροῖς λήμμασιν ὁ Κλέων τῆς πόλεως προδίδωσι τὰ πράγματα. | ] |
| chi | 209 | [ | Χερνίβα· τὸ ὕδωρ. φησὶν Ἀριστοφάνης· τὸ κανοῦν αἴρεσθε καὶ τὴν χερνίβα. | ] |
| chi | 219 | [ | Χεσᾶς· ὁ Προκλείδης, ὥς φησιν Ἀριστοφάνης. καὶ ζήτει ἐν τῷ χεζητιῶν. | ] |
| chi | 262 | [ | Χειροτονητέον· τὴν χεῖρα ἐκτατέον. Ἀριστοφάνης· χαλεπὸν τὸ πρᾶγμα· ὅμως χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. τουτέστιν ἄχρι τῶν ὤμων γυμνωσάσαις. | ] |
| chi | 266 | [ | Χειρουργίας· τόλμης. Ἀριστοφάνης· οὐδὲν ἐλλείψουσιν αὗται λιπαρᾶς χειρουργίας. ἀντὶ τοῦ προσεχοῦς· παρὰ τὸ λίαν παρεῖναι. Χειρουργοὶ ἐγένοντο ἄριστοι καὶ ἀκριβεῖς Φειδίας, Λύσιππος, Πολύκλειτος. ἀγαλματοποιοί. | ] |
| chi | 296 | [ | Χιάζειν· Πραξιδάμας Δημόκριτον τὸν Χῖον καὶ Θεοξενίδην τὸν Σίφνιον πρώτους ἐπὶ χρώματος τάξαι τὴν ἰδίαν ποίησιν· ὡς Ἰσοκράτης ἐν τοῖς πρὸς Εἰδοθέαν. ὡς παρὰ Ἀριστοφάνει κατατεταγμένου· ὑποτείνει δέ τις αὐτῶν βωμολοχεῦσαι αὐτὸς δείξας ἐν ἁρμονίαις χιάζων ἢ σιφνιάζων. | ] |
| chi | 297 | [ | Χιανεύει καὶ λαικάζει· Ἀριστοφάνης. Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς· κάμπτει δὲ νέας ἁψίδας ἐπῶν· τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. | ] |
| chi | 362 | [ | Χοᾶ· χοῦς, μέτρον Ἀττικόν, χωροῦν κοτύλας ὀκτώ. Ἀριστοφάνης· ἐπὶ δεῖπνον ταχὺ βάδιζε, τὴν κίστην λαβών. οἱ γὰρ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τινὰ τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστιν καὶ χοᾶ. Ὅμηρος περὶ τῆς κίστεώς φησι· μήτηρ δ’ ἐν κίστει ἐτίθει μενοεικέα δαῖτα ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. χοᾶ δὲ ἐπεφέροντο οἱ καλούμενοι, ἵνα μὴ κοινωνήσωσιν ἄλλου ποτηρίου διὰ τὴν ἐπὶ τῷ Ὀρέστῃ γενομένην αἰτίαν. καὶ παροιμία· ἓξ χοᾶς χωρήσεται. ἐπὶ τῶν παραληρούντων. τουτέστιν ὁ ἐγκέφαλος αὐτοῦ. ἅμα δὲ ὡς ἐπὶ κεράμου ἢ ἀσκοῦ ἔμεινε μεταφορᾶς· ὃς ἐὰν σμηχθῇ, πλέον χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων. καὶ αὖθις· τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτίσειν κἐρεβίνθων χοίνικα. ὑποπίνοντες ἔκαπτον φρυκτοὺς ἐρεβίνθους. | ] |
| chi | 393 | [ | Χοός· ἀνατετραμμένου χοός. Ἀριστοφάνης· ἀντὶ τοῦ ἀνακαλυφθέντος ἢ κενωθέντος εἰς γῆν, ὥσπερ οἱ ἐν τοῖς πότοις σφαλλόμενοι ὑπὸ μέθης ἐν τῷ ὑπηρετεῖν. ἢ παίζοντες τὰ τοιαῦτά φασι. | ] |
| chi | 394 | [ | Χοός· διξέστου· χοῦς γὰρ δύο ξέσται, χοεὺς δὲ ἕξ. Ἀριστοφάνης· εἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοὸς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται. | ] |
| chi | 414 | [ | Χοροῖσι τῶν τραγῳδιῶν ἄχθεται· ἐπὶ τῶν πεινώντων· ὡς μακρῶν ὄντων τούτων. Ἀριστοφάνης· εἶτα πεινῶν τοῖς χοροῖς τῶν τραγῳδιῶν ἤχθετο, ἐκπετόμενος ἂν οὗτος ἠρίστησεν, ἐλθὼν οἴκαδε. | ] |
| chi | 425 | [ | Χωλός· καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις· ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα. καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως. καὶ Χωλοποιός. Ἀριστοφάνης· οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιόν, οἷος ὢν θρασύνεται. Χῶλος δὲ ὄνομα κύριον. | ] |
| chi | 458 | [ | Χρέος· παρὰ τὸ χρειῶδες λέγεται. Χρέος καὶ ἡ χρειὼ παρὰ Ἀριστοφάνει· τί δ’, ὦ τάλας, τοῦδ’ ἔχῃ τοῦ πλέκους χρέος; λέγει δὲ σπυρίδος. | ] |
| chi | 471 | [ | Χρή· ὀξυτόνως δεῖ· χρῇ δὲ περισπωμένως, τὸ ὑποτακτικόν, σημαίνει τὸ δέῃ. Εὔπολις Αἰξίν· ἐγὼ τελῶ τὸν μισθόν, ὅν τιν’ ἂν χρῇ. χρῆν δὲ σὺν τῷ ν καὶ περισπωμένως τὸ παρεληλυθός, τὸ ἔδει. λέγουσι δέ ποτε καὶ χρήσται, ἀντὶ τοῦ δεῖ. Φερεκράτης Λήροις· τὸ δ’ ὄνομά μοι κάτειπε, τί σε χρῆσται καλεῖν. Ἀριστοφάνης Λημνίαις· ἡ καρδίω τε τίς; ἀλλὰ πῶς χρῆσται ποιεῖν; χρῇς δὲ τὸ χρῄζεις, καὶ δέῃ. Κρατῖνος Νόμοις· νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆσται. χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν. | ] |
| chi | 474 | [ | Χρῆμα· πρᾶγμα. μέγα τι χρῆμα καὶ θαυμάσιον, ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν, πρὸς ὅ τι ἂν ὁρμήσῃ τῶν ἐξ ἀρχῆς ἔργων. καὶ αὖθις· εἰκάζειν ἂν βοῶν ἀγέλῃ μεγίστῃ τὸ χρῆμα. περὶ βαρβαρικῆς παρατάξεως ὁ λόγος. Ἡρόδοτος· ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον. Ἀριστοφάνης· τὸ χρῆμα τῶν νυκτῶν ὅσον. τὸ μέγεθος, τὸ ἔκταμα. ἔθος δὲ τοῖς Ἀττικοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον ἵππος σπάνιόν τι χρῆμα· γυνὴ κακόν τι χρῆμα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν ἂν ἐξαίρειν βούλωνται. ὁ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος. | ] |
| chi | 477 | [ | Χρήματα χρήματ’ ἀνήρ, πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός· ἐπὶ τῶν διὰ πλοῦτον εὐημερούντων. Ἀριστόδημός φησι. μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος· ὡς γὰρ δή ποτ’ Ἀριστόδαμον φασὶν ἐν Σπάρτᾳ οὐκ ἀπάλαμνον λόγον εἰπεῖν, χρήματα, χρήματα· καὶ τὰ ἑξῆς. καὶ αὖθις Ἀριστοφάνης· οὐκ οἶδ’ ὅ τι χρῆμά με ποιεῖς. σκέψαι τοίνυν, ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων. Σοφοκλῆς· τί χρῆμα δρᾷς, Αἶαν; τί τῷδ’ ἄκλητος οὐδ’ ὑπ’ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ’ εἶπε πρός με βαιά, ἀεὶ δ’ ὑμνούμενα, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀ γὼ μαθοῦσ’ ἔληξα· ὁ δ’ ἐσσύθη μόνος. | ] |
| chi | 481 | [ | Χρηματίζει· δοτικῇ. ἀποκρίνεται, πρᾶγμα διοικεῖ. οὕτως Ἀππιανὸς ὁ ἱστορικός. τοῖς πρέσβεσιν ἐχρημάτισε. Χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις. Ἀριστοφάνης· καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν. | ] |
| chi | 509 | [ | Χρῆσται· δανεισταί. Χρήστης καὶ ὁ δανείζων καὶ ὁ δανειζόμενος. ὁ δὲ Ἀριστοφάνης χρήστας τοὺς δανειστὰς λέγει· ἡ μὲν γὰρ συνήθεια τοὺς χρεωφειλέτας χρήστας καλεῖ· Ἀθηναῖοι δὲ τοὺς μὲν δανειστὰς χρήστας λέγουσιν, τοὺς δὲ ὀφειλέτας χρεωφειλέτας. Φωκυλίδης δὲ κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ, λέγων· χρήστας κακοὺς ἔμμεναι ἀνδρὸς φεύγειν μή γε ἀνιήσειε διδούς, παρὰ καιρὸν ἀπαιτέων. | ] |
| chi | 510 | [ | Χρῆσται· δύο σημαίνει τοὔ νομα τἀναντία· καὶ γὰρ τοὺς δανειστάς, ὡς παρ’ Ἰσαίῳ. Ἀριστοφάνης· ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματα ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου Δημοσθένης φησί· οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοὺς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δὲ οὐδέν. | ] |
| chi | 517 | [ | Χρηστῶς· ἀντὶ τοῦ φυλακτικῶς. Ἀριστοφάνης· ἡ δ’ Ἀθηναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιειργάζετο. ἀντὶ τοῦ εἰ ἐφύλαττε τὸν ἀρχαῖον νόμον καὶ μὴ ἐπολυπραγμόνει καὶ τὰς καινὰς ἔφερε πολιτείας. | ] |
| chi | 535 | [ | Χρόνου πόδα· ἀπὸ Εὐριπίδου. Ἀριστοφάνης· αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα. ἀντὶ τοῦ Εὐριπίδου τοῦ ταῦτα λέγοντος. καὶ αὖθις· χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργει λόγος. Σοφοκλῆς. ἀφαιρεῖται γὰρ τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι ἡ τῶν λόγων ἀδολεσχία. | ] |
| chi | 551 | [ | Χρωτίζεται· πλησιάζει. Ἀριστοφάνης Νεφέλαις· τῆς ἀνδρείας ἕνεκα ταύτης. εὐτυχία γένοιτ’ ἀνθρώπῳ ὅτι προήκων εἰς βαθὺ τῆς ἡλικίας, νεωτέροις τὴν φύσιν αὐτοῦ πράγμασι χρωτίζεται( ἤγουν πλησιάζει) καὶ σοφίαν ἐπασκεῖ. λέγεται δὲ ἐπὶ τῶν μουσικῶν χρωματικὸν καὶ διατονικόν, μουσικῆς εἴδη. | ] |
| chi | 590 | [ | Χοίνικες· οὐ μόνον τὸ μέτρον, ἀλλὰ καὶ τὰς πέδας σημαίνει τὸ ὄνομα. αἱ χοίνικες πέδαι τινές εἰσι· χοῖνιξ δὲ πᾶν περιφερές. διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται. Ἀριστοφάνης Πλούτῳ· αἱ κνῆμαι δέ σου βοῶσιν, ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι. | ] |
| chi | 600 | [ | Χοιροκομεῖον· πλεκτὸν ἀγγεῖον, ἐν ᾧ τοὺς νέους ἔτρεφον χοίρους περιδήσαντες. ἢ ὁ πάτταλος, ἐν ᾧ δεσμεύοντες τοὺς χοίρους ἔτρεφον. Ἀριστοφάνης· ἀπὸ τῆς Σπάρτης οἵδε πρέσβεις χωροῦσιν, ἕλκοντες ὑπήνας ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. ἐπεὶ ἦλθον ἐγκεκολπωμένα τὰ ἱμάτια ἔχοντες. | ] |
| chi | 604 | [ | Χυλῷ· τῷ ῥοφήματι. Ἀριστοφάνης· μίξον ἡμᾶς φιλίας χυλῷ. καὶ Χυλὸς πτισάνης, ἡ ἀπὸ τῆς ζείας. | ] |
| chi | 607 | [ | Χύτλα· ὑδρέλαιον. καὶ χυτλάζειν, τὸ μιγνύναι, καὶ διαχεῖν. χύτλα λέγεται κυρίως τὸ ὑγροῦ ἔτι ἀπὸ ὕδατος ὄντος τοῦ σώματος ἀλείψασθαι. φράσον δέ μοι, εἰς ὅ τι τεῦχος χεύομαι ποσὶ χύτλα, καὶ ὁππόθεν. ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασι γυμναστικῶς. Ἀριστοφάνης. Χύτλος γὰρ τὸ μεθ’ ὕδατος ἔλαιον. | ] |
| chi | 613 | [ | Χύτραις ἱδρυτέον· Ἀριστοφάνης· τί δ’ ἄλλο γ’ , ἢ ταύτην χύτραις ἱδρυτέον; τουτέστι τὴν εἰρήνην· ὁπότε γὰρ μέλλοιεν βωμοὺς καθιδρύειν ἢ ἀγάλματα θεοῦ, ἕψοντες ὄσπρια ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις, χαριστήρια ἀπονέμοντες τῆς πρώτης διαίτης. Ἀριστοφάνης Δαναΐσι· μαρτύρομαι δὲ Ζηνὸς Ἑρκείου χύτρας, μεθ’ ὧν ὁ βωμὸς οὗτος ἱδρύσθη ποτέ. ἔστι δ’ ὅτε καὶ πολυτελεστέρῳ ἱερείῳ ἀφιδρύοντο. ἑρμᾶς δὲ ἱδρύοντες πρὸ τῶν θυρῶν καὶ ἄλλα τινὰ ἱδρύματα, ὑπὲρ τοῦ μὴ βραδύνειν τὴν ἀνάστασιν, χύτραις ἀθάρας ἱδρύεσθαι. μεμφόμενοι δὲ ὡς πολυτίμητον οὖσαν ἄλλαις ἱερωσύναις αὐτὴν ἱδρύσαντο. ὡς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο, εἰρήνην εἵλοντο, ἱδρύσανθ’ ἱερείῳ. ὡς τοῦ Ἑρμοῦ χύτραισιν ἱδρυμένου. | ] |
| chi | 617 | [ | Χυτρεοῦν· ὀστράκινον, εὐτελῆ, χύτρας ἄξιον. Ἀριστοφάνης· οἴμοι δείλαιος, ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. | ] |
| delta | 53 | [ | Δαμώματα· τὰ δημοσίᾳ ᾀδόμενα. Ἀριστοφάνης· τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποιητὴν ὑμνεῖν. | ] |
| delta | 66 | [ | Δάπιδας· τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. καὶ δάπισι, τοῖς τάπησιν. οὕτω γὰρ Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. | ] |
| delta | 108 | [ | Δαιδαλόχειρ· ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. Δῆρις ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. καὶ αὖθις Αἰλιανός· ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα. καὶ Ἀριστοφάνης· ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος. | ] |
| delta | 119 | [ | Δαίμων· ἡ ἑκάστου τύχη. Ἀριστοφάνης ἐν Πλούτῳ· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ Σοφοκλῆς· γενναῖος ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος. τουτέστι τῆς τύχης. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆς, φησίν, ἐρευνῶντος, καὶ τὰ ἐν ταῖς ψυχαῖς τῶν πλησίον διὰ τεκμάρσεων ζητοῦντος, μὴ αἰσθανομένου, ὅτι ἀρκεῖ πρὸς μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνησίως θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ καὶ ἀνθρώπων φίλια διὰ συγγένειαν, ἔστι δ’ ὅτε καὶ τρόπον τινὰ δι’ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωσις αὕτη τῆς στερισκούσης τὰ λευκὰ καὶ μέλανα. | ] |
| delta | 125 | [ | Δαιταλεῖς· δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. οὕτως Ἀριστοφάνης. ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῦτ’ ἐδείκνυεν. | ] |
| delta | 133 | [ | Δέ· ἀντὶ τοῦ γάρ. μισθοφορεῖ δέ. περὶ Ἀπόλλωνός φησιν Ἀριστοφάνης ἐν Ὄρνισι. | ] |
| delta | 178 | [ | Δεκάπουν σκιάν· Ἀριστοφάνης· σοὶ δὲ μελήσει, ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρῶς χωρεῖν ἐς δεῖπνον. περὶ ἡλιοτροπίου φησί. τουτέστι τοῦ ἡλίου ἡ σκιὰ ὅταν ᾖ δέκα ποδῶν, ἤγουν ὅτε γίνεται ὀψινόν. | ] |
| delta | 208 | [ | Δελφίς· ὁ ἰχθύς. καὶ ὄργανον ναυτικὸν σιδηροῦν, ἢ μολίβδινον. Ἀριστοφάνης· πρὶν ἐκεῖνον προσικέσθαι σου, πρότερον τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβαλοῦ. δελφίν, σιδηροῦν κατασκεύασμα ἢ μολίβδινον, εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ ἠφίεσαν εἰς τὰς τῶν πολεμίων καὶ κατεδύοντο. δελφινοφόρος τε ἡ ναῦς. τὴν ἄκατον δὲ παραβαλοῦ· ἀντὶ τοῦ ἕτοιμον ποίει, ὡς εἴ τις κίνδυνος ἐκ τοῦ ἀνέμου, ἐς αὐτὴν ἐμβησομένοις. | ] |
| delta | 219 | [ | Δενδροκόμους· τὰς κομώσας τοῖς δένδροις. Ἀριστοφάνης Νεφέλαις· δενδροκόμους κορυφάς. | ] |
| delta | 232 | [ | Δεξιός· εὔνους, ἀγαθός, ἐπιτήδειος. καὶ Δεξιώτερος, ἀντὶ τοῦ ἀγαθός. καὶ τούτων ὅστις δεξιώτερος καὶ φιλοικτίρμων θαρρεῖν ἐπεκέλευεν. Δεξιοὺς δὲ τοὺς πεπαιδευμένους ἔλεγον. ζητῶν δεξιὸς εἶναι. Ἀριστοφάνης Νεφέλαις. ὁ δὲ φίλος γέγονε τούτῳ καὶ δεξιάν τε ἐνέβαλεν αὐτῷ, καὶ ἑστιᾶν ἔμελλεν. καὶ Ἰώσηπος· ὁ δὲ ἐζήτει ἐπὶ δεξιᾷ καταβῆναι. τουτέστιν ἐπὶ συνθήκῃ. Δεξιοὺς ἔλεγον οἱ παλαιοὶ καὶ τοὺς ἐστρατευμένους καὶ ἐπαίνου ἀξίους· τοὺς δὲ διαδιδράσκοντας στρατιώτας φιλοδίκους καὶ συκοφάντας. | ] |
| delta | 234 | [ | Δεξιός· ὁ εὐπαίδευτος. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριστοφάνης· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι, καὶ φύσει Θηραμένους. οὗτος ὁ Θηραμένης τῶν τὰ πολιτικὰ πραττόντων ἦν. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένης οὗτος διδάσκαλος Ἰσοκράτους, Ἅγνωνος παῖς, Στιριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγή, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸς τοὺς καιροὺς καὶ τὸ συμφέρον ἑαυτῷ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δημεύεσθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειον ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτος ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἅγνωνος. ὁ δὲ Θουκυδίδης αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺς ὡς ἅρπαγας. | ] |
| delta | 286 | [ | Δεῦρ’ ἴθι· Ἀριστοφάνης· δεῦρ’ ἴθ’ , ἵνα κλάῃς. ἐπὶ τῶν ἐπὶ κακῷ τινα ἐπισπωμένων. τὸν παῖδά φησιν πλησίον ἐλθεῖν τῆς κλίνης, ἐφ’ ἧς ἀνέκειτο ὁ δεσπότης, τύψειν αὐτὸν ἀπειλῶν. | ] |
| delta | 287 | [ | Δεῦρο· ἐνθάδε· ἐπὶ τοῦ παρόντος. καὶ Δεῦρο ἀεί, ἀντὶ τοῦ μέχρι τοῦ παρόντος. σημαίνει δὲ καὶ τὸ ἐλθέ. Δεῦρο νῦν πρόσελθε, ἀντὶ τοῦ πλησίασον, ἐγγὺς ἐλθέ. καὶ παρ’ Ὁμήρῳ· δεῦρ’ ἴθι. λέγεται δὲ καὶ Δευρὶ παρὰ Ἀριστοφάνει. ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ μὰ τὸν Ἀπόλλω κατὰ γῆς ἀποπέμψω. | ] |
| delta | 296 | [ | Δέφεσθαι· Ἀριστοφάνης· ὑμᾶς δὲ θρία λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροις δέφεσθαι. ἵνα κνησμὸν αὐτοῖς τὸ φύλλον ἐμποιῇ. | ] |
| delta | 299 | [ | Δεῖ· πρέπει. δʹ ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστί. δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν γενέσθαι τῶν δεόντων. καὶ ἀντὶ τοῦ δεσμεῖ. καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει. καὶ παρὰ Ἀριστοφάνει δεῖ, ἀντὶ τοῦ δῆσον. ὀπίσω τὼ χεῖρε δεῖ. | ] |
| delta | 300 | [ | Δεῖγμα· κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλουμένων. ἔστι δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν ἔθος τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. Δεῖγμα τόπος ἦν ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ τῶν δικῶν προσέθηκεν Ἀριστοφάνης, ἵνα δείξῃ καὶ διαβάλῃ τοὺς Ἀθηναίους ὡς φιλοδίκους. οἵων ἀργαλεωτάτων ἤκουσ’ ἐν τῷ δείγματι τῶν δικῶν ἀντιλεγόντων. Δεῖγμα καὶ ἡ ἔνδειξις. Ἀριστοφάνης· τοῦ βίου δ’ ἐξέβαλλε δεῖγμα πρὸ τῶν θυρῶν πτερά. οἷον τῆς παρ’ αὐτῷ ἔνδον τρυφῆς σημεῖον καὶ ἀπόδειξις πρὸ τῶν θυρῶν αὐτοῦ τὰ τῶν ὀρνίθων πτερὰ τιλθέντων καὶ τυθέντων πρὸς εὐωχίαν προέβαλλε. | ] |
| delta | 310 | [ | Δειλάκρα· Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα. σκώπτει καπρῶσαν τὴν γραῦν. δειλάκρα δὲ ἄκρως ἀθλία. καὶ Δειλακρίων, ὁ ἄκρως δειλός· ὁ ἐλεεινός, ὁ ταλαίπωρος· ἢ ὁ ἐπίπονος. ὁ αὐτὸς Ἀριστοφάνης· ὦ δειλακρίων. ὦ γλίσχρων, ὁρᾷς, ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος; | ] |
| delta | 329 | [ | Δεῖν· δεσμεύειν. καὶ Δεῖν Ἀριστοφάνης ἀντὶ τοῦ δεῖσθαι. δεῖν δ’ ἔοικεν. καὶ ἀντὶ τοῦ ὀφείλειν. καὶ Μικροῦ δεῖν, ἀντὶ τοῦ παρ’ ὀλίγον. | ] |
| delta | 340 | [ | Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’ , ἐπεγείρειν. τουτέστι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως. καὶ Καλλίμαχος· τί δάκρυον εὗδον ἐγείρεις; Ἀριστοφάνης· δεινὸν μὲν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν· μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ τὰς ὄμφακας. καὶ Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου· ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. καὶ αὖθις· ἀνθρώπους ἐσθίειν βλέποντας καὶ δεινοὺς κατὰ γαστέρα· λέγω δὴ Κλεισόφους τε καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας. | ] |
| delta | 358 | [ | Δεῖπνον· τὸ πρωϊνὸν ἄριστον. ὅπερ ἀκρατισμὸς λέγεται. εἶτα περὶ ὥραν γʹ ἄριστον, παρὰ τὸ εἰς ἀριστείαν προέρχεσθαι. καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν. εἶτα τὸ ἑσπερινὸν δόρπος, παρὰ τὸ δόρυ παύειν. καὶ Ἀριστοφάνης· δειπνεῖν με δίδασκε. ἐπὶ τῶν ἀδηφάγων. | ] |
| delta | 372 | [ | Δή· ἀντὶ τοῦ νῦν. Ἀριστοφάνης Νεφέλαις· φρόντιζε δὴ καὶ διάθρει. Σωκράτης λέγει πρὸς τὸν πρεσβύτην. τὸ δὴ ἰσοδύναμον τῷ νῦν. | ] |
| delta | 412 | [ | Δημαγωγικός· στρατηγικός. Πολύβιος· Μολπαγόρας, ἀνὴρ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης· ὃς μοναρχικὴν ἐξουσίαν ἑαυτῷ περιποιησάμενος ἀνῃρέθη παρά τινων. καὶ αὖθις· ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἐστιν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀριστοφάνης φησί. | ] |
| delta | 433 | [ | Δημιόπρατα· ἃ ὁ δῆμος πιπράσκει. τὰ δημοσίᾳ πιπρασκόμενα ἐκ δημεύσεως, καὶ τῶν δημοσιουμένων διὰ Κλέωνα. Ἀριστοφάνης· ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος. | ] |
| delta | 437 | [ | Δημιουργοί· οἱ κεραμεῖς, οἱ σκευοποιοί. δημιουργοὺς ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας, τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. κοινῶς δὲ ἔλεγεν δημιουργοὺς τοὺς τὰ δημόσια ἐργαζομένους, ποτὲ δὲ καὶ τοὺς ἀρχιτέκτονας. Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ δημιουργικῶς, ἀντὶ τοῦ, τεκτονικῶς· δημιουργοὶ γὰρ οἱ τέκτονες. ὅτι οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησεν. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν. | ] |
| delta | 452 | [ | Δῆμος· παρὰ Ἀριστοφάνει ἡ κώμη. ἢ ἡ νῆσος. σημαίνει δὲ καὶ τὸν τῶν Ἀθηναίων δῆμον. ἕκτῳ σ’ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθών. | ] |
| delta | 458 | [ | Δημοσιεύων· αἰτιατικῇ. δωρεὰν ἐργάζομαι. Ἀριστοφάνης· ἀλλ’ ὦ πόνηρ’ , οὐ δημοσιεύων τυγχάνω. οἱ γὰρ δημοσίᾳ χειροτονούμενοι ἰατροὶ καὶ δημόσιοι προῖκα ἐθεράπευον. οἷον, οὐ κοινῇ ἐσπείσαμεν, ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμισθὶ οὐ μεταδίδωμί σοι. | ] |
| delta | 499 | [ | Διαβάλλεται· χρῶνται ἐπὶ τοῦ ἐξαπατᾶν. Ἄρχιππος· τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. καὶ Ἀριστοφάνης· διαβάλλεταί σ’ ὁ θεῖος, ὦ πόνηρε σύ. | ] |
| delta | 516 | [ | Διαγέγραπται· κατέξυσται, ἀνῄρηται ἀπὸ τῆς τοῦ γραμματέως δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο, καὶ αἱ εἰσαγωγαὶ τῶν δικῶν. Ἀριστοφάνης Νεφέλαις· ἥδομαι, ὅτι πεντετάλαντός μοι διαγέγραπται δίκη. | ] |
| delta | 524 | [ | Διαγόρας ὁ Μήλιος· ἐπὶ τῶν ἀθέων καὶ ἀπίστων καὶ ἀσεβῶν. οὗτος γὰρ μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις· τὰ δὲ μυστήρια οὕτως ηὐτέλιζεν ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, τῷ μὲν ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων. φησὶν οὖν Ἀριστοφάνης ἐν Ὄρνισι· τῇδε μέντοι θἠμέρᾳ μάλιστ’ ἐπαναγορεύεται· ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον· ἤν τε τῶν τυράννων τις τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. τεθνηκότι, τουτέστι τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺς τεθνηκότας ἀποκτείνειν. | ] |
| delta | 563 | [ | Διαθήκη· δυικῶς ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνῃσκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα. θατέρα δὲ διαθήκη καὶ ἡ θεοῦ πρὸς Ἀβραὰμ καὶ τοὺς λοιποὺς προπάτορας γενομένη ἐπαγγελία, ἐκ τοῦ σπέρματος αὐτῶν ἀναστήσειν τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν. καὶ παρὰ Ἀριστοφάνει διαθήκη, ἡ συνθήκη. ἢν μὴ διάθωνται διαθήκην ἐμοί. καὶ Διατίθεμαι, ἀντὶ τοῦ συντίθεμαι. | ] |
| delta | 565 | [ | Διαθήκην διαθώμεθα, ἣν διέθετο πίθηκος τῇ γυναικί· ἀντὶ τοῦ συνθήκην. αἰσχρὸς γάρ τις τὴν ὄψιν συνεχῶς τῇ γυναικὶ διαπληκτιζόμενος διέθετο ἐπὶ φίλων, μήτε τύπτειν μήτε τύπτεσθαι μήτε δάκνειν, ὡς αὐτὸν φιλοῦντα, μήτε δάκνεσθαι. οἷον, σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ τὸν Παναίτιον κωμῳδεῖν· ὡς καὶ ἐν Νήσοις· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸς εἶναι λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν μαχαίραις ἐργαζόμενον, ὡς μάγειρον. αὐτόθεν οὖν φησιν αὐτὸν μαχαιροποιόν. ὁ γὰρ Παναίτιος μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης. | ] |
| delta | 571 | [ | Διακεκαυμένον· πῦρ ἐν ἑαυτῷ ἔχον. Ἀριστοφάνης· δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ. τί δ’, ὦ τάλας, τοῦδ’ ἔχῃ πλέκους χρέος; χρέος μὲν οὐδέν, βούλομαι δ’ ὅμως λαβεῖν. οἱ γὰρ πρεσβύτεροι διὰ τὸ μόλις βαδίζειν ἐν σπυρίδι ἔκρυπτον τὸν λύχνον, ὥστε σῴζειν τὸ πῦρ. | ] |
| delta | 586 | [ | Διακναιόμενος· ξεόμενος, ἢ λυπούμενος. Ἀριστοφάνης· ἄτοπος δ’ ἔγκειταί μοί τις πόθος, ὅς με διακναίσας ἔχει. | ] |
| delta | 600 | [ | Διακωδωνίσω· οἷον δοκιμάσω· Ἀριστοφάνης. διότι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνος ψόφῳ. καὶ τοὺς ἵππους οὕτως ἐδοκίμαζον κώδωσιν, εἰ ψοφοδεεῖς εἶεν. ἢ ἀπὸ τῶν ὀρτύγων· οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτως δοκιμάζουσι διακρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων. τὰ δ’ ἄλλα ἐσχεδίασται. τὸ δὲ τοὺς φύλακας ἐγρηγορέναι κώδωσι διεσήμαινον, ὅπως ἀντιφθέγγωνται. καὶ Ἰάμβλιχος· ἐπειδὴ διακωδωνίζων ἕκαστον τῶν ποιμένων οὐχ οἷός τε ἦν ἀκοῦσαι καὶ μαθεῖν, οἵτινες ἦσαν οἱ παῖδες. | ] |
| delta | 616 | [ | Διαλλακτής· φιλώτης. Ἀριστοφάνης· διαλλάττεσθε καὶ ξυμβαίνετε. ἀντὶ τοῦ φιλιοῦσθε. | ] |
| delta | 628 | [ | Διάλεξις· Ἀριστοφάνης Νεφέλαις· διάλεξιν ἡμῖν παρέχουσι. τουτέστι λόγων ἐμπειρίαν. καὶ νοῦν, τουτέστι τὰ νοηθέντα φράζειν. διαφέρει δὲ διάλεξις διαλέκτου, ὅτι διάλεκτος μέν ἐστι φωνῆς χαρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ ἀγροικότερον. | ] |
| delta | 638 | [ | Διαλοιδορεῖται. δοτικῇ συντάσσεται. ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην. ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ. | ] |
| delta | 664 | [ | Διαμυλλαίνῃ, αἰσχρῶς πράττεις. καί, οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. Ἀριστοφάνης φησί. | ] |
| delta | 680 | [ | Διαξῆναι· διαλῦσαι. Ἀριστοφάνης· ἐπὶ ταῖς ἀρχαῖς διαξῆναι. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς ἀρχὰς καὶ τὰς κορυφὰς πεπιλημένας· καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός. πρὸς ἑκάτερον οὖν καὶ τὰς κορυφὰς τοῦ ἐρίου πεπιλημένας ἐν τῷ πόκῳ καὶ τὰς κεφαλὰς τῶν πονηρῶν συνισταμένων τοῖς πράγμασι διαλῦσαι χρή. | ] |
| delta | 692 | [ | Διαπέσοιμι· οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος. Ἀριστοφάνης· μή σ’ ἀπολέσαιμ’ , εἴ τι τῶν ἐμῶν ψευσμάτων ἐνείη, διαπέσοιμι πανταχῆ. | ] |
| delta | 702 | [ | Διαπλέκειν· διαποικίλλειν, διάγειν. Ἀριστοφάνης Ὄρνισι· εἰ με τῶν ὀρνίθων τις ὑμῶν βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπὸν ὡς ἡμᾶς ἴτω. | ] |
| delta | 747 | [ | Διασείων τοὺς ὑπευθύνους, εἰ πέπων ἢ μὴ πέπων· αἰτιατικῇ. ἀντὶ τοῦ ἁπαλῶς καὶ ῥᾳδίως διασεισθῆναι δυνάμενος. μεταφορικῶς δὲ ἀπὸ τοῦ συκάζειν κέχρηται τοῖς ὀνόμασιν Ἀριστοφάνης. ὥσπερ οὖν ἐπὶ τῶν καρπῶν ἐκ μὲν τῶν πεπόνων ἔστι δρέψασθαι καὶ φαγεῖν, ἐκ δὲ τῶν ἀώρων οὐκέτι· οὕτω, φησί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο καὶ διέκρινε, τίς ἐπιτήδειος διασεισθῆναι, καὶ τίς σκληρὸς καὶ δυσκαταμάχητος. ἀντὶ δὲ τοῦ εἰπεῖν, πένης ἢ πλούσιος, ἐνέμεινε τῇ μεταφορᾷ ὡς ἐπὶ σύκων. | ] |
| delta | 752 | [ | Διάσια· ἑορτὴ Ἀθήνησι Μειλιχίου Διός· προσαγορεύεται δὲ Διάσια, ἀπὸ τοῦ διαφυγεῖν αὐτοὺς εὐχαῖς τὰς ἄσας. καὶ Ἀριστοφάνης· ὅτ’ ἐπριάμην σοι Διασίοις ἁμαξίδα. | ] |
| delta | 797 | [ | Διατριβή· τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ’ ὃν ἀναστρεφόμεθα περί τι. ἢ διάλεξις φιλόσοφος. σημαίνει δὲ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα, δίαιταν, διαγωγήν, πρόφασιν ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. Ἀριστοφάνης Πλούτῳ· εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. καὶ ἡ ἀργία. ἐγίνετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβὴ καὶ τῆς ἐφόδου ἡ σχολαιότης, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐς τὸ ἀποβησόμενον προμηθοῦς. | ] |
| delta | 804 | [ | Διαύλειον προσαυλεῖ τις· τοῦτο παρεπιγραφή. φασὶ δὲ διαύλειον λέγεσθαι, ὅταν ἡσυχίας πάντων γινομένης, ἔνδον ὁ αὐλητὴς ἄσῃ. Ἀριστοφάνης Βατράχοις. | ] |
| delta | 857 | [ | Διδάξομαι· Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εὐξάμενος τοῖς θεοῖσιν διδάξομαι. ἀντὶ τοῦ διδαχθήσομαι. νῦν μὲν παθητικῶς ἀποδεκτέον, τουτέστι διδαχθήσομαι. ἔστι δὲ τῶν μέσων, παθητικὸν μὲν γὰρ ἔχει τὸν σχηματισμόν, ἐνέργειαν δὲ δηλοῖ. εἴποι γὰρ ἂν διδάξομαι τὸν υἱὸν φιλοσοφεῖν κυριώτερον ἢ διδάξω. διδάξω μὲν γὰρ ὁ διδάσκαλος ἐρεῖ, διδάξομαι δὲ ὁ πατὴρ καὶ πᾶς ὁ παραδιδοὺς ἕτερον μανθάνειν. δυνατὸν οὖν καὶ νῦν μὲν εἶναι τὸ αὐτό· ἵν’ ᾖ νοούμενον, διδάξομαι, ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν. τοῦ μέτρου οὐκ ἐπιτρέποντος εἰπεῖν ἐμαυτὸν διδάξας, ἔφη αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον. | ] |
| delta | 892 | [ | Διέβαλεν· ἐξηπάτησε. καὶ Θουκυδίδης οὕτως κέχρηται καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. διέβαλέ μ’ ἡ γραῦς. ἀντὶ τοῦ ἐξηπάτησε. | ] |
| delta | 905 | [ | Διεκορκορύγησε· κορκορυγεῖν λέγουσι τὸ λαλεῖν τὴν γαστέρα. ἐμιμήσατο δὲ τῇ φωνῇ τῶν ἐντέρων τὸν ἦχον. Ἀριστοφάνης Νεφέλαις· εἶτ’ ἐταράχθης τὴν γαστέρα, καὶ κλόνος αὐτὴν ἐξαίφνης διεκορκορύγησε. κλόνος δὲ στρόφος, ἴλιγξ. | ] |
| delta | 915 | [ | Διεμήρισαν ἄνδρες ἐρασταί. καὶ Διαμηρίζοιμι, ἀντὶ τοῦ συνουσιάσοιμι. Ἀριστοφάνης· τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλη διαμηριῶ. | ] |
| delta | 964 | [ | Διεσπλεκωμένῃ· Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν τε καὶ τρισχιλίων. τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τοῦ σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρημονεῖν ἐνίσταται. | ] |
| delta | 984 | [ | Δι’ ἔχθρας γενήσομαι· ἀντὶ τοῦ ἐχθρὸς ἔσομαι. Ἀριστοφάνης· οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δὲ ἥδομαι. τὸν Αἰσχύλον σοφόν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. | ] |
| delta | 1029 | [ | Διθυραμβοδιδάσκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφελῶν λέγουσι πολλὰ καὶ συνθέτους δὲ λέξεις ἐποίουν καὶ ἔλεγον ἐνδιαεριαιερινηχέτους· οἷος ἦν Ἴων ὁ Χῖος, ὁ ποιητής. ἐποίησε δὲ ποίημα, οὗ ἡ ἀρχή· ἀοῖον ἠεροφοίταν ἀστέρα μῆνα μὲν ἀελίου λευκῇ πτέρυγι πρόδρομον. παίζων δὲ Ἀριστοφάνης ἀοῖον αὐτὸν ἀστέρα φησὶ κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίας καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεσβευτικὸν λεγόμενον. καὶ Σωκράτους τοῦ φιλοσόφου ἐστὶ λόγος εἰς αὐτόν. καὶ Καλλίμαχος ἐν Χωλιάμβοις μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε. | ] |
| delta | 1053 | [ | Διιτρέφης ἀνεπτέρωκεν· ἐπὶ τῶν ἀναπειθόντων ἐπί τι πρᾶγμα. Ἀριστοφάνης· δεινῶς τέ μου τὸ μειράκιον ἀνεπτέρωκεν ὥσθ’ ἱππηλατεῖν. οὗτος γὰρ πρότερον πυτινοπλόκος ἦν, ἔπειτα ἐγένετο φύλαρχος καὶ ἵππαρχος. | ] |
| delta | 1083 | [ | Δικαίως ἀδίκως· ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριστοφάνης Πλούτῳ· ἡ γὰρ οἰκία αὕτη’ στίν, ἣν δὴ χρημάτων σήμερον μεστὴν ποιῆσαι, καὶ δικαίως καὶ ἀδίκως. τουτέστι πάσῃ τέχνῃ. | ] |
| delta | 1109 | [ | Δικροῖς· διφυέσι ξύλοις, δικρανίοις. Ἀριστοφάνης· δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασι. τὴν εἰρήνην λέγων. ἔδει δὲ εἰπεῖν ξύλοις, καὶ εἶπε κεκράγμασιν, ἐπειδὴ οἱ ῥήτορες δημηγοροῦντες τῇ κραυγῇ ἔπειθον μὴ ποιῆσαι εἰρήνην. | ] |
| delta | 1132 | [ | Δῖνος· ἡ περιδίνησις ἡ αἰθερία, ἡ συστροφή. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ αἰθέριος δῖνος. οἱ δέ, ὅτι κεραμεοῦν ἐστιν ἀγγεῖον· τουτέστι βαθὺ ποτήριον, ὃ καλεῖται δῖνος. δῖνόν φησιν Ἀριστοφάνης καὶ τὰς νεφέλας θεούς. | ] |
| delta | 1153 | [ | Δίοδοι· αἱ ὁδοί, ἀπὸ τοῦ διοδεύειν. Ἀριστοφάνης· αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ τοῦ δείπνου, τάδε λέξουσι· δεῦρο παρ’ ἡμᾶς, ἐνθάδε μεῖραξ ἔσθ’ ὡραία. | ] |
| delta | 1161 | [ | Διόμεια· δῆμος τῆς Αἰγηΐδος φυλῆς· ἀπὸ Διόμου τοῦ Ἡρακλέους. Ἀριστοφάνης· ἐφρόντισα, ὁπόθ’ Ἡράκλεια τἀν Διομείοις γίνηται. τὸ δὲ Ἡράκλειον ἱερὸν Ἡρακλέους. καὶ Διομειαλαζόνας λέγει ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. | ] |
| delta | 1205 | [ | Διοσημεία· θεομηνία. παρῆσαν δὲ οἱ χίλιοι Σκύθαι, πάσης ὀξύτεροι διοσημείας ἤτοι ἀστραπῆς ἢ πρηστῆρος ἢ κεραυνοῦ ἢ σκηπτοῦ ἢ διᾴττοντος ἀστέρος. ἢ Διοσημία ἐστὶν ὁ παρὰ καιρὸν χειμών. Ἀριστοφάνης· διοσημία ἐστί, καὶ ῥανὶς βέβληκέ με. τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’ εἰς ἔνην· οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. ἐπὶ τῶν ἀναβαλλομένων. παρεφυλάττοντο δὲ Ἀθηναῖοι τὰς θεοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν. καὶ Εὐνάπιός φησι περὶ Καρίνου τοῦ βασιλέως· καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοσημίας καὶ ἐλύττα ἐν μέσοις τοῖς ὑπηκόοις. | ] |
| delta | 1220 | [ | Δι’ ὄχλου· ἐπιβαρές. Ἀριστοφάνης· κ εἰ δι’ ὄχλου τοῦτ’ ἐστὶ τοῖς θεωμένοις, ὅμως ἔχει τι τερπνὸν καὶ κωμῳδικόν. | ] |
| delta | 1263 | [ | Διποδία· εἶδος ὀρχήσεως. Ἀριστοφάνης· ἵν’ ἐγὼ διποδιάξω γε, κἀείσω καλὸν ἐς τοὺς Ἀσαναίους τε καὶ ἡμᾶς ἅμα. ἀντὶ τοῦ Ἀθηναίους. | ] |
| delta | 1282 | [ | Διοίσειν· διαφέρειν. πίστεις τε ἔδοσαν ὡς καὶ προθύμως σφίσι τὸν πόλεμον διοίσοντες. ἀντὶ τοῦ συνδιενεγκόντες. τὸν πίθον οὔτε ἐπιεικὲς διοίσειν οὔτε ἀσφαλὲς καινὸν ὄντα. ἀντὶ τοῦ ἀνοῖξαι. καὶ παροιμία· οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν· ἐπεὶ τοιοῦτος καὶ ὁ Χαιρεφῶν τὴν φύσιν καὶ τὴν ἰδέαν ἅτε σοφίᾳ συντετηκώς· ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο. καὶ Ἀριστοφάνης· οὐδὲν διοίσοντ’ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδ’ ὁτιοῦν τῶν Παμφίλου. οὗτος τραγῳδιοποιὸς ἐγένετο καὶ ἔγραψε τὰ συμβάντα τοῖς Ἡρακλείδαις. | ] |
| delta | 1294 | [ | Δίφρον· σελλίον. ἅρμα· ἢ καθιστήριον. καὶ Διφροφόρος, ἡ τὸ σελλίον βαστάζουσα. Ἀριστοφάνης· δίφρον διφροφόρει. ταῖς γὰρ κανηφόροις σκιάδειον καὶ δίφρον ἠκολούθει τις ἔχουσα. καὶ Διφροφορουμένους, φορείοις φερομένους. | ] |
| delta | 1325 | [ | Δοκησίσοφος· ἀντὶ τοῦ φρόνιμος. Ἀριστοφάνης· νεανίας δοκησίσοφος. | ] |
| delta | 1361 | [ | Δονεῖται· κλονεῖται, σαλεύεται. Ἀριστοφάνης· πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε βοστρύχων. ἀντὶ τοῦ κινεῖ, ἐρεθίζει. | ] |
| delta | 1370 | [ | Δοξάσαι· ὑπονοῆσαι, εἰκάσαι. Ἀριστοφάνης· δοξάσαι ἐστὶ κόραι, τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. καὶ Σοφοκλῆς· δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων τάδ’ ἐν χεροῖν στέφη λαβούσῃ. ὅτι τὸν σπουδαῖον οὐ δεῖ δοξάσαι, τουτέστι ψεύδει μὴ συγκατατίθεσθαι. | ] |
| delta | 1400 | [ | Δορυξός· Ἀριστοφάνης· κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν’ ἐμπολῷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας. | ] |
| delta | 1429 | [ | Δούρειος· ὁ ξύλινος ἵππος τῶν Ἑλλήνων. Ἀριστοφάνης· μέγεθος ὅσον ὁ δούρειος, ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην, τὸ δὲ μῆκος, ἑκατοντόργυιον. | ] |
| delta | 1434 | [ | Δοχμή· σπιθαμή. Ἀριστοφάνης· πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν. | ] |
| delta | 1465 | [ | Δωριστί· τουτέστι δωροδοκιστί. Ἀριστοφάνης· τὴν Δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλειν λαβεῖν. | ] |
| delta | 1489 | [ | Δρᾶ· ἀντὶ τοῦ πράττε· προστακτικῶς. Ἀριστοφάνης Ὄρνισι· σὺ δ’ αὐτὸς ἤδη τ ἄλλα δρᾶ. | ] |
| delta | 1508 | [ | Δρασείεις· δρᾶν διανοῇ. ὦ Ζεῦ, τί δρασείεις ποθῶν τὸν λεών; Ἀριστοφάνης. καὶ Δρασείοντες, ἐπιθυμοῦντες πρᾶξαί τι. | ] |
| delta | 1511 | [ | Δρᾶσον· Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ οἶσθ’ ὃ δρᾶσον; Ἀττικῶς. τῷ σκέλει θένε τὴν πέτραν. | ] |
| delta | 1516 | [ | Δραχμή· ζήτει ἐν τῷ τάλαντα. αἱ ρʹ δραχμαὶ ποιοῦσι μίαν μνᾶν. Δραχμὴ δὲ ὁλκὴ νομίσματος εἰς ἀργυρίου δραχμὰς ιʹ. Δραχμή, ἓξ ὀβολῶν. καὶ Ἀριστοφάνης· εἰς χοιρίδιον δάνεισόν μοι τρεῖς δραχμάς. ἐπὶ τῶν μελλόντων ἀποθνήσκειν ἢ μυεῖσθαι· ἐπεὶ οἱ μυούμενοι χοῖρον ἔθυον. ἐδόκουν δὲ οἱ μυούμενοι ἐς τοὺς εὐσεβεῖς τάττεσθαι. καὶ παροιμία· δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται· ζήτει ἐν τῷ Ἀράβιος ἄγγελος. | ] |
| delta | 1547 | [ | Δρύοχοι· πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένης νεώς. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψίδας ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμασι· τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχους. Δρυόχους Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. στόλου δ’ ἐκ δρυόχων ναυπηγουμένου καθ’ ἕνα καιρὸν λαθεῖν ἀδύνατον. | ] |
| delta | 1560 | [ | Δοῖδυξ· ὁ ἀλετρίβανος. Ἀριστοφάνης· ὡς εἰ μὴ γένοιθ’ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤστην σκεύη δύο χρησίμω, δοῖδυξ καὶ ἀλετρίβανος. ζήτει ἐν τῷ ἀλετρίβανος. | ] |
| delta | 1650 | [ | Δυσκολοκάμπτους ᾠδάς· τὰς κεκλασμένας. Ἀριστοφάνης· εἰ δέ τις ἐπικάμψειέ τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, ἐπιτριβέσθω τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. | ] |
| delta | 1688 | [ | Δυσπινῆ· τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά. πίνος γὰρ ὁ ῥύπος. Ἀριστοφάνης· ἀλλ’ ἤδη τὰ δυσπινῆ θέλεις πεπλώματα; καὶ αὖθις· εἶτ’ ἔδυσε δυσπινεῖς στολάς. | ] |
| epsilon | 11 | [ | Ἔαρος χρῄζει· ἐπειδὴ παλαιὸν χιτῶνα ἔχει. καὶ Ἀριστοφάνης· δεῖσθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ. | ] |
| epsilon | 18 | [ | Ἔβα με· κατέλαβέ με. Ἀριστοφάνης Νεφέλαις· τί χρέος ἔβα με μετὰ τὸν Πασίαν; | ] |
| epsilon | 43 | [ | Ἐβύνουν· ἐπλήρουν, ἔφραττον. Ἀριστοφάνης· χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα. τουτέστι τῶν ῥητόρων. | ] |
| epsilon | 45 | [ | Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. | ] |
| epsilon | 73 | [ | Ἐγκάναξον· ἔνσεισον, προσένεγκε, ἔγχεον. πεποίηται δὲ ἡ λέξις. Ἀριστοφάνης· ἴθι νῦν ἄκρατον ἐγκάναξόν μοι πολύν. ἕλκυσον, ἐκρόφησον, ἔκπιε. | ] |
| epsilon | 86 | [ | Ἐγκεκορδυλημένος· ἐντετυλιγμένος, ἐγκεκαλυμμένος καὶ συνεστραμμένος ὥστε μηδ’ ἀνθρώπου σχῆμα δηλοῦν, ἀλλ’ ἐξοχὴν φαίνεσθαι τῶν στρωμάτων. κορδύλη γὰρ ἰδίως λέγεται τὸ ἐν τῇ κεφαλῇ ἐξέχον οἴδημα, ὑπὸ πληγῆς εἰς ὕψος καὶ ὄγκον ἀρθέν, ὃ καλοῦμεν κόνδυλον. Κρέων δὲ ἐν τῷ αʹ τῶν ῥητορικῶν κορδύλην φησὶ καλεῖσθαι παρὰ Κυπρίοις τὸ πρὸς κεφαλῆς προσείλημα, ὃ δὴ παρ’ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις νιδάριον. ὅτι δὲ νῦν παρὰ Ἀριστοφάνει ἐγκεκορδυλημένος, ἀντὶ τοῦ ἐνειλημένος καὶ ἐγκρύψας ἑαυτόν, δῆλον ἐκ τῶν ἐπιφερομένων· ἀλλ’, εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. ψῦχος γὰρ ἦν, ὡς εἰκός, καὶ περιεκαλύπτοντο. ὅθεν καὶ εʹ περιβόλαια περιβεβλῆσθαι τὸν υἱὸν εἶπεν. | ] |
| epsilon | 88 | [ | Ἐγκεκύκλησαι· ἀνέστρεψαι. Ἀριστοφάνης· οὐκ οἶδ’ ὅπη ἐγκεκύκλησαι. | ] |
| epsilon | 93 | [ | Ἐγκέχοδα· ἀπεπάτησα διὰ φόβον τινά, ἔχεσον. Ἀριστοφάνης Βατράχοις. κάλει θεὸν εἰς βοήθειαν. | ] |
| epsilon | 109 | [ | Ἐγκονεῖτε· ἐνεργεῖτε, ταχύνατε. ἢ ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον· ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν. Ἀριστοφάνης Πλούτῳ· ἴτ’ , ἐγκονεῖτε, σπεύδεθ’ , ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς. | ] |
| epsilon | 135 | [ | Ἔγκυκλον· ἱμάτιον. Ἀριστοφάνης· ἐγώ γ’ ἂν κἂν εἴ με χρεῖ’ ᾖ τοὔγκυκλον τουτὶ καταθεῖσαν. καὶ ἀλλαχοῦ· φέρ’ ἔγκυκλον τουτὶ λάμβαν’ ἀπὸ τῆς κλινίδος. καὶ δῆλον, ὡς τὸ μὲν ἔγκυκλόν ἐστιν ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα. | ] |
| epsilon | 172 | [ | Ἐγχανών· ἀντὶ τοῦ καταγελάσας. Ἀριστοφάνης Νεφέλαις· σὺ δ’ ἐγχανὼν τεθνήξῃ. καὶ αὖθις· οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει, ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας. | ] |
| epsilon | 191 | [ | Ἐγχυτρίστριαι· αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. Μίνως ἢ Περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. ἐγχυτριστρίας δὲ λέγεσθαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου, καὶ τὰς θρηνητρίας, ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. | ] |
| epsilon | 262 | [ | Ἕδρα· βάσις, καθέδρα. Ἕδρα καὶ ἡ προεδρία παρὰ Ἀριστοφάνει· καί σ’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ, ἐς τὴν ἕδραν θ’ , ἵν’ ἐκεῖνος ἦν ὁ φαρμακός. καὶ Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας. ἀντὶ τοῦ καθέδρᾳ. | ] |
| epsilon | 299 | [ | Ἐθελήσει· δυνηθείη. Ὅμηρος· οὐδ’ ἔθελε προρρέειν. καὶ Ἀριστοφάνης· οὐδ’ ἐθελήσει μαθεῖν. ἀντὶ τοῦ οὐ δυνηθῇ. | ] |
| epsilon | 314 | [ | Ἐθέμην· ἔκρινα, ἐνόμισα. κἀ γὼ ταύτην γνώμην ἐθέμην. οἷον κἀμοὶ τοῦτο δοκεῖ σύμφορον, τὸ μὴ εἶναι δικαστήρια. Ἀριστοφάνης. | ] |
| epsilon | 417 | [ | Ἐκερουτίας· τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούντων ζῴων, ὅτι εὐειδῆ γίνεται μετεωρίζοντα τὴν κορυφήν. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. Ἀριστοφάνης· ἀνωρτάλιζες, κἀκερουτίας. | ] |
| epsilon | 428 | [ | Ἐκεῖνος καὶ κεῖνος καὶ τὸ αὐτὸς ἀντὶ ὀνόματος παραλαμβάνουσιν οἱ ποιηταί. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἴσιθ’ , ἵνα μὴ κεῖνος ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηρος τὴν Θέτιν παρεισάγει λέγουσαν· τίπτε μ’ ἐκεῖνος ἄνωγε μέγας θεός; καὶ τό, αὐτὸς ἔφα, παρὰ τοῖς Πυθαγορείοις. | ] |
| epsilon | 446 | [ | Ἐκθεῖ· ἔξεισιν, ἐξέρχεται. Ἀριστοφάνης· ἐσδραμὼν εἰς τὸ πρυτανεῖον κενῇ τῇ κοιλίᾳ ἐκθεῖ πλέᾳ. τουτέστιν ἔξεισιν ἐκ τῆς πόλεως, γενόμενος πλούσιος, προσελθὼν τῇ πολιτείᾳ. ἐμφαντικῇ δὲ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα ἀναισχύντως τῇ πολιτείᾳ. | ] |
| epsilon | 471 | [ | Ἐκκλησίαν· συναγωγὴν ὄχλου. Ἀριστοφάνης Πλούτῳ· ἐκκλησία δ’ οὐχὶ διὰ πλοῦτον γίνεται; ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων τι σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον. | ] |
| epsilon | 516 | [ | Ἐκνομίως· ἀντὶ τοῦ μεγάλως, ὑπερβαλλόντως. κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον. Ἀριστοφάνης Πλούτῳ· καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο. λέγεται δὲ καὶ Ἐκνόμως. | ] |
| epsilon | 520 | [ | Ἔκνυεν· ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾶν. Ἀριστοφάνης· οὗτος πόθῳ μου’ κνυεν ἐλθὼν τὴν θύραν. | ] |
| epsilon | 524 | [ | Ἐκκοκκίσας· ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν, τῶν τοὺς κόκκους ἐκβαλλουσῶν· ὥσπερ γὰρ αἱ πόλεις σκέπαι τῶν ἀνθρώπων εἰσίν, οὕτω καὶ αἱ ῥοιαὶ τῶν κόκκων. ἐχρήσατο δὲ τῇ μεταφορᾷ ὁ ἄγροικος. Ἀριστοφάνης· ὦ Ζεῦ, λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκκίσας. | ] |
| epsilon | 539 | [ | Ἐκορίζετο· ἐκολάκευεν· οἷα τοῖς μικροῖς παιδίοις ἔθος χαριεντιζομένους προσπαίζειν τοὺς γονεῖς. Ἀριστοφάνης Νεφέλαις· τοῦτον τὸν υἱὸν λαμβάνουσ’ ἐκορίζετο. | ] |
| epsilon | 586 | [ | Ἐκποδών· γενικῇ. τὸ πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι. Ἀριστοφάνης· οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς ἐκποδών. καὶ αὖθις· Ἀργεῖοι δὲ καὶ Θηβαῖοι ἐκποδὼν ἔστησαν. καὶ παροιμία· Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. | ] |
| epsilon | 588 | [ | Ἐκποκιῶ· τὰς τρίχας ἐκσπάσω. Ἀριστοφάνης· ἐκποκιῶ σου τὰς ποκάδας. ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ. παρετυμολογεῖ δὲ τὸν πόκον. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται καὶ πλοκαμίδες σπανίως ποτὲ ἐπὶ ἀνδρῶν λέγεται. | ] |
| epsilon | 613 | [ | Ἐκρινόμεθα· ἐπὶ πολὺν χρόνον διεφερόμεθα καὶ διημφισβητοῦμεν. Ἀριστοφάνης Νεφέλαις· τέως μὲν οὖν ἐκρινόμεθα. | ] |
| epsilon | 626 | [ | Ἔκστρεψον· μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων καὶ ἐκστρεφομένων ἱματίων. ἐκστρέψαι γὰρ ἱμάτιον λέγεται τὸ ἀλλάξαι τὸ πρὸς τὸ σῶμα μέρος ἔξω. ἄλλαξον φησί, τοὺς τρόπους σου, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· ἔκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον. | ] |
| epsilon | 642 | [ | Ἐκτετοξεῦσθαι· ἐκκεκενῶσθαι, ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον. | ] |
| epsilon | 644 | [ | Ἑκτεύς· μέτρον ἐστίν, ὃ ταυτὸν εἶναι λέγουσι τῇ χοίνικι. Ἀριστοφάνης· οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα; τουτέστι τριώβολον. | ] |
| epsilon | 669 | [ | Ἔκτοπον· παρηλλαγμένον, βίαιον, μέγα. Ἀριστοφάνης· ἔστι τι δένδρον πεφυκὸς ἔκτοπόν τι, Καρδίας ἀπωτέρω, Κλεώνυμος· χρήσιμον μὲν οὐδέν, ἄλλως δὲ δεινὸν καὶ μέγα. τοῦτο μὲν οὖν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ, τοῦτο δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλλοροεῖ. δένδρῳ ἀπεικάζει τὸν Κλέωνα, ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον, παρὰ τὸ Ὁμηρικόν. Καρδία δὲ πόλις. καὶ Καρδιανοί, οἱ πολῖται. διὰ τὸ ἀκάρδιον δὲ τοῦτό φησιν. | ] |
| epsilon | 745 | [ | Ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη· Ἀριστοφάνης. τῆς ἀρχῆς Πινδάρου· ἐλασίβροντε παῖ Ῥέας· ἀντὶ τοῦ ὡς ὑπὸ βροντῆς ἐλαυνόμενα, τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι καὶ γέμουσι ψόφου. ἤτοι διὰ τὴν φωνὴν σκώπτει τὸν Κλέωνα, ὅτι τραχέως ἐφθέγγετο, ἢ ὡς ταχέως. | ] |
| epsilon | 786 | [ | Ἐλελεῦ· ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. καὶ γὰρ οἱ προσιόντες εἰς πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινος ἐμμελοῦς κινήσεως· καθὸ καὶ Ἀχαιὸς Ἐρετριεὺς ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παραγγέλλοντα τοῖς Ἀχαιοῖς· ὥρα βοηθεῖν ἐστίν· ἐγὼ δ’ ἡγήσομαι. προσλαβέτω τις χεῖρα φασγάνου λαβῆς, σάλπιγγι δ’ ἄλλος ὡς τάχος σημαινέτω· ὥρα ταχύνειν, ἐλελεῦ. μήποτε καὶ τὸ Καλλιμάχειον, θεῷ τ’ ἀλάλαγμα νομαῖον δοῦναι, τοιοῦτόν ἐστιν. Ἀριστοφάνης Ὄρνισιν· ἐλελεῦ. χώρει, κάθες τὸ ῥύγχος, οὗ μένειν ἐχρῆν. | ] |
| epsilon | 793 | [ | Ἔλεος· ἀρσενικῶς ἡ ἐλεημοσύνη. Ἐλεὸς δὲ ὀξυτόνως, ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεόν. τουτέστι τὸ μαγειρικὸν τραπέζιον. Ὅμηρος· βάλλον δ’ εἰν ἐλεοῖσιν. ἔστι δὲ ἐλεὸς καὶ εἶδος ὀρνέου. | ] |
| epsilon | 838 | [ | Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιΐ· Ἀριστοφάνης. ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ. | ] |
| epsilon | 917 | [ | Ἐλοιδορούμεθα· ἐστασιάζομεν, ὡς ὑπὸ τῆς φιλονεικίας ἐς λοιδορίας τραπῆναι. Ἀριστοφάνης Νεφέλαις· περὶ τοὐνόματος ἐλοιδορούμεθα. Ἀγαθίας· καὶ δὴ τῷ Ναρσῇ πάντες ἐλοιδοροῦντο ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι. | ] |
| epsilon | 938 | [ | Ἐμβάς· τὰ ὑποδήματα τὰ ἀνδρεῖα. παρὰ τὸ ἐμβαίνειν. Ἀριστοφάνης Πλούτῳ· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀντὶ τοῦ πηδήμασιν. | ] |
| epsilon | 943 | [ | Ἐμβεβλημένα· ἐγκεκεντρισμένα. Ἀριστοφάνης δὲ καὶ ἐμβολάδας ἀπίους τὰς τοιαύτας λέγει. | ] |
| epsilon | 947 | [ | Ἔμβολα· μοχλοί, ἀσφάλειαι. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες. ἐν Ἐπιγράμμασι· ἔμβολα χαλκογένεια, φιλόπλοα τείχεα νηῶν, Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια. Ἀριστοφάνης· ἔμβολον δέ φασι χρημάτων ἔχειν αὐτόν. | ] |
| epsilon | 989 | [ | Ἐμιτρώσατο· ἐζώσατο. καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· κ’ Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. ἀντὶ τοῦ μίτραις τουτέστι ζώναις διαζωσάμενοι ἁβρῶς περιεπάτουν. | ] |
| epsilon | 1020 | [ | Ἐμπίς· κώνωψι παραπλήσιον. ζωύφιον παρὰ τοῖς ὕδασι γινόμενον ὅμοιον κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἀριστοφάνης· ἐμπίδες κάμπτετε. ἀντὶ τοῦ ἐσθίετε. Πισίδης· κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην. λέγεται ἐμπὶς Τρικορυσία, ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος. | ] |
| epsilon | 1025 | [ | Ἐμπλείμην· ἀντὶ τοῦ κορεσθείην. Ἀριστοφάνης Ἀχαρνεῦσι· βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλείμην λίθοις. εὐκτικῆς ἐγκλίσεως τετύχηκεν. ἔστι γὰρ τὸ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται· ἀφ’ οὗ παράγωγον τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τό, πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου. τοῦτο δὲ ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ νήθω. ἀπὸ δὴ τοῦ πλῶ, πλείμην, ὡς ἀπὸ τοῦ βλῶ, βλείμην· οὗ τὸ δεύτερον, εἴπερ γάρ κε βλεῖο πονεύμενος. Πλείμην οὖν καὶ Ἐμπλείμην. | ] |
| epsilon | 1028 | [ | Ἐμπλημένος· πεπληρωμένος. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδα ἐμπλημένος. | ] |
| epsilon | 1034 | [ | Ἐμποδών· Ἀντιφῶν τοὺς ἐμπεσόντας. λέγει γάρ· τοὺς ἐμποδὼν ἐκολάσατε. ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ἐξελκύσαι· Ἀριστοφάνης. περιττὸν τὸ μή· ἤρκει γὰρ εἰπεῖν τὸ ἐμποδών. χρῶνται δὲ τῷ τοιούτῳ, ἐν ᾧ δοκεῖ περιττεύειν τὸ μή, ὡς καὶ τοιαῦτα, ἀπαγορεύω σοι μὴ εἰσιέναι. | ] |
| epsilon | 1039 | [ | Ἐμπολή· φορτίον. ἢ τὸ τῆς πραγματείας κέρδος. ἡ συναγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα ἐμπολᾶν. Ἀριστοφάνης· ἀλλ’ οὐδὲν ἠμπόληκά πω, οὔτ’ ἄλφιτ’ οὔτε πυρόν, ὡς ἀπολούμενος. ὡσεὶ ἔφη, ἀποδημῶν ἢ στρατευσόμενος· οἱ γὰρ στρατευόμενοι πυρὸν καὶ ἄλφιτα ἑαυτοῖς ὠνοῦντο. | ] |
| epsilon | 1047 | [ | Ἔμπορός εἰμι σκηπτόμενος· Ἀριστοφάνης. ἐπὶ τῶν προφασιζομένων ψευδῆ διὰ δειλίαν. εἰσάγεται γάρ τις λέγων, ὅτι ὅτε πέμπομαι εἰς πόλεμον, σκήπτομαι ἔμπορος εἶναι· ὡς τῶν ἐμπόρων μὴ ἐξιόντων ἐπὶ τὰς στρατείας διὰ τὸ εὔχρηστον τὰ πρὸς τροφὴν φέροντας. | ] |
| epsilon | 1049 | [ | Ἔμπουσα· φάντασμα δαιμονιῶδες ὑπὸ τῆς Ἑκάτης ἐπιπεμπόμενον καὶ φαινόμενον τοῖς δυστυχοῦσιν. ὃ δοκεῖ πολλὰς μορφὰς ἀλλάσσειν. Ἀριστοφάνης Βατράχοις. Ἔμπουσα δὲ παρὰ τὸ ἑνὶ ποδίζειν, ἤγουν τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν. ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αὕτη καὶ Οἰνοπώλη. οἱ δέ, ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐτὴν τῇ Ἑκάτῃ. Ὀνοκώλη δέ, ὅτι ὄνου πόδα ἔχει· ὃ λέγουσι βολίτινον, τουτέστιν ὄνειον. βόλιτος γὰρ κυρίως τῶν ὄνων τὸ ἀποπάτημα. Ἀριστοφάνης Βατράχοις· καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ποῖόν τι; δεινόν· παντοδαπὸν γοῦν γίνεται· τοτὲ μέν γε βοῦς, νυνὶ δ’ ὀρεύς, τοτὲ δ’ αὖ γυνὴ ὡραιοτάτη τις. ποῦ’ στίν; ἐπ’ αὐτὴν ἴω. ἀλλ’ οὐκέτ’ αὖ γυνή ἐστιν, ἀλλ’ ἤδη κύων. Ἔμπουσα τοίνυν ἐστί. πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον καὶ σκέλος χαλκοῦν ἔχει. | ] |
| epsilon | 1063 | [ | Ἐμυκᾶτο· ἐβρυχᾶτο, ἐμήνιεν. Ἀριστοφάνης Βατράχοις· ἔβλεψεν εἰς ἐμὲ δριμύ, κἐμυκᾶτό γε. | ] |
| epsilon | 1074 | [ | Ἐμφερίστατος· τοὺς τρόπους καὶ τὴν δίαιταν σφιγξὶν ἐμφεριστάτους. παρὰ Ἀριστοφάνει ἐν Σφηξίν. | ] |
| epsilon | 1121 | [ | Ἐναπομόρξεται Πρέμις τὴν εὐρυπρωκτίαν σοι· τουτέστι τὴν μαλακίαν ἐναποψήσεται, ἀπομάξει. καταπύγων δὲ ἐκωμῳδεῖτο ὁ Πρέμις. Ἀριστοφάνης φησίν. | ] |
| epsilon | 1162 | [ | Ἐν δέοντι· ἐν τῷ χρησίμῳ. Ἀριστοφάνης· εὖγε ποῶν ἀπόλωλε, κἂν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. τουτέστι πρὶν ταράξαι ἡμᾶς. | ] |
| epsilon | 1271 | [ | Ἐνετρύλλισε· κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὖσ’ ἐνετρύλλισε τῷ δεσπότῃ. | ] |
| epsilon | 1276 | [ | Ἐνέχεις· ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις εἰκότως γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. ὁ γὰρ Στάφυλος, ὁ ἐρώμενος Διονύσου, ἐν Θάσῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θάσιος οἶνος. | ] |
| epsilon | 1278 | [ | Ἐνείη· ἀντὶ τοῦ ἔνεστιν. Ἀριστοφάνης· εἰ μή σ’ ἀπολέσαιμ’ , εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῆ. οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑποκρίναιο ψευσμάτων. ἐπεὶ αὐτὸς ἀντιψευδόμενος ἔδοξεν ὁ ἀλλαντοπώλης αὐτὸν παρευδοκιμεῖν. ἄλλως. εἴ τι τῶν ἐμῶν ψευδῶν σῴζεται, τούτεστι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι, διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι. | ] |
| epsilon | 1295 | [ | Ἔνη· ἡ τρίτη τῆς σελήνης. Ἀριστοφάνης· θάρσει, κατατεύξῃ, κἂν ἔνης ἔλθῃς. ἀντὶ τοῦ εἰς τρίτον. οἶδα γὰρ τούτους χειροτονοῦντας μὲν ταχὺ ἅττ’ ἂν δόξῃ καὶ ταῦτα πάλιν ἀρνουμένους. | ] |
| epsilon | 1297 | [ | Ἕνη· Ἀττικοὶ τὸ ἕνη περιττὸν ἔθεσαν, ὡς τὸ ἔχων, πλῆρες ἔχον. οἱ δὲ λείπειν φασὶ τὸ δύο. ἐρωτῶν δὲ λέγει, ἓν ἢ δύο. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕνη; | ] |
| epsilon | 1309 | [ | Ἐνήλατο· Ἀριστοφάνης· ἐνήλατ’ , ἐσκίρτα, πεπόρδει, κατεγέλα, ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον. | ] |
| epsilon | 1326 | [ | Ἔνι· ἔστιν, ὑπάρχει. Ἀριστοφάνης ἀντὶ τοῦ ἔνεστιν. ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’ , οἷς ἔνι φύσις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι φιλόπολις ἀρετὴ φρόνιμος. | ] |
| epsilon | 1360 | [ | Ἔνθεσις· ὁ ἄκολος, ὁ ψωμός. Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδοκιμησάντων. τὸ δὲ εὗρες, τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός, τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἐστὶν ἔλεγχος· τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ[ οὐ] τῆς τοῦ εὑρόντος γνώμης ἔργον. ὡς οὐκ ἐκ προνοίας κατορθώσαντος, ἃ διεπράξατο, ἀλλ’ ἁπλῶς εὑρόντος τὸ εὕρεμα. | ] |
| epsilon | 1382 | [ | Ἐν λόγῳ· ἐν τῇ ὑποθέσει. Ἀριστοφάνης Ὄρνισιν· ἡμεῖς γὰρ ἄνδρες οἱ παρόντες ἐν λόγῳ. | ] |
| epsilon | 1424 | [ | Ἐν παιδοτρίβου· εἰς τὸν τόπον, ὅπου γυμνάζονται καὶ διατρίβουσιν οἱ παῖδες. Ἀριστοφάνης Νεφέλαις· ἐν παιδοτρίβου δὲ βαδίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι. τουτέστιν εὐκόσμως καθεσθῆναι ὡς μηδὲν τοῖς περιεστῶσιν ὑποδεῖξαι ἄκοσμον. | ] |
| epsilon | 1462 | [ | Ἐντερόνεια· τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται· οἱ δὲ τὸ τῶν νεῶν ἔδαφος· οἱ δὲ τὰ ἐγκοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. Ἡρωδιανὸς συστέλλει καὶ προπαροξύνει. οὗ δὲ τὴν ἐντεριώνην Ἀριστοφάνης φησίν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς· ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις. καλεῖται δὲ καὶ μήτρα. φησὶ δὲ ὁ κωμικός, ὅτι εἰς τὰς τριήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν. | ] |
| epsilon | 1463 | [ | Ἐντετευτλανωμένης· μετὰ τεύτλων ἑψηθείσης· μετὰ γὰρ τεύτλων ἤσθιον τὰς ἐγχέλυς. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. Ἀριστοφάνης· μηδὲ γὰρ θανών ποτε σοῦ χωρισθείην ἐντετευτλανωμένης. | ] |
| epsilon | 1512 | [ | Ἐξ ἀγορᾶς εἶ· ἀντὶ τοῦ ἀγόραιος. Ἀριστοφάνης· ἐξ ἀγορᾶς εἶ καὶ θρασύς. | ] |
| epsilon | 1524 | [ | Ἐξάλειπτρον· τὴν τοῦ μύρου λήκυθον, τὸ ἀλάβαστρον, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες. Ἀριστοφάνης· ὕπεχ’ ὧδε δεῦρο τοὐξάλειπτρον, ὦ γύναι. | ] |
| epsilon | 1526 | [ | Ἐξαλίσας· ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κόνιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι τοῦτο ποιοῦσιν. ὡς Ἀριστοφάνης ἐν Βατράχοις· πολλὰς ἀλινδήθρας τε καὶ ἐκκυλίσματα. | ] |
| epsilon | 1564 | [ | Ἐξαρτήσας· ἀντὶ τοῦ ἐφευρίσκων, ἢ κρεμάσας. καὶ Ἐξαρτῶμαι, συμπέπαρμαι. Ἀριστοφάνης· κἀξαρτῶμαι, κἀπεμπίπτω καὶ σπουδάζω. καὶ αὖθις· ἐν μὲν εἰρηνικαῖς σπονδαῖς ἐξαρτούμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας. | ] |
| epsilon | 1588 | [ | Ἐξεγραψάμην· ἀντὶ τοῦ ἐμνημόνευσα. Ἀριστοφάνης Ὄρνισιν· ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην. | ] |
| epsilon | 1621 | [ | Ἐξεμεῖν· ἐκκενοῦσθαι. Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω· τουτέστι μὴ ὅλως εἴπῃς· πλήν γ’ ὅτε μέλλω ἐξεμεῖν. τότε, φησίν, λέγε, ἐπιτηρήσας ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι. | ] |
| epsilon | 1633 | [ | Ἐξεπιώκατον· θλίβουσιν, ἢ ἐθλίψατε. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξεπιώκατον. Ἀριστοφάνης Λυσιστράτῃ. | ] |
| epsilon | 1670 | [ | Ἑξέτει· ἑξαέτει. βαρυτόνως, Ἀττικῶς. Ἀριστοφάνης Νεφέλαις· οἶδ’ ἑξέτει σοι τραυλίσαντι πειθόμενος. καί, ἓξ ἐτῶν ἄλουτος. Ἀττικὴ σύνταξις. | ] |
| epsilon | 1682 | [ | Ἐξεφύσησεν· ἐκίνησεν, ἐτάραξεν. ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης· ἐμβαλὼν σπινθῆρα Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησε τοσοῦτον πόλεμον, ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι. | ] |
| epsilon | 1684 | [ | Ἐξέχειν τὸν ἥλιον· τὸ ἐπιτεταλκέναι. ἔξεχε, ὦ φίλ’ ἥλιε. κωλάριόν τι παροιμιῶδες ὑπὸ τῶν παιδίων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος. Ἀριστοφάνης Νήσοις· λέξεις ἄρ’ , ὥσπερ τὰ παιδία, ἔξεχε, ὦ φίλε ἥλιε. καὶ ἐν Σφηξί· καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἵλη κατ’ ὄρθρον, ἡλιάσῃ πρὸς ἥλιον. | ] |
| epsilon | 1687 | [ | Ἔξει· τουτέστιν ἔξελθε, παρὰ Ἀριστοφάνει. | ] |
| epsilon | 1693 | [ | Ἐξεικασμένος· πεπλασμένος. Ἀριστοφάνης· μὴ δείδιθ’ · οὐ γάρ ἐστιν ἐξεικασμένος. ἀντὶ τοῦ πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις ὑπ’ αὐτῶν καὶ περιτιθέναι τοῖς ὑποκριταῖς. | ] |
| epsilon | 1701 | [ | Ἐξείραντες· ἐξελκύσαντες, ἐξελόντες. Ἀριστοφάνης· τὴν γλῶσσαν ἐξείραντες αὐτοῦ ἐκκοψόμεθα. | ] |
| epsilon | 1714 | [ | Ἐξηγρόμην· ἐξηγειρόμην. Ἀριστοφάνης· κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. ἐπὶ τῶν ψευδομένων. εἰρηκότος γὰρ τοῦ Διονύσου, ναυμαχήσας ναῦς τῶν πολεμίων ιγʹ· ἐπιφέρει ὁ Ἡρακλῆς, κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. σκώπτων τὸν Διόνυσον, καὶ ἐγώ, φησίν, ἀνέστην ἐξ ὀνείρων· δηλῶν, ὅτι ταῦτα ὄναρ ἔπραξε. τῶν ἐπίτηδες ψευδομένων λεγόντων τοῦτο, καθὸ δηλοῦται, ὅτι ἐνυπνίῳ ἐῴκει τὸ λεγόμενον. | ] |
| epsilon | 1717 | [ | Ἐξηκεστίδης καὶ κλίνεται Ἐξηκεστίδου. Ἀριστοφάνης· ἐπὶ τῶν ἀμηχάνων. τοῦτον γὰρ ὡς ξένον διαβάλλουσι καὶ πλάνον. οἱ δὲ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς. ἐξαπορήσαντες οὖν τῆς ὁδοῦ καὶ ἀποπλανηθέντες εἶπον· οὐδ’ ἂν Ἐξηκεστίδης εὕροι τὴν εὐθεῖαν ὁδόν. εἴρηται οὖν ἐπὶ τῶν ὁδοῦ ἀποπλανηθέντων. | ] |
| epsilon | 1726 | [ | Ἐξήλικας· ἐξέβαλες, ἐξέωσας. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’, ὦ μέλ’ , ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν. | ] |
| epsilon | 1730 | [ | Ἐξημβλωμένον· Ἀριστοφάνης· ἀλλ’ εἶπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. τουτέστι τὸ παραπολωλὸς καὶ διεφθαρμένον. | ] |
| epsilon | 1731 | [ | Ἐξήμβλωσεν· ἐξέτρωσεν. Ἀριστοφάνης Νεφέλαις· ἐξήμβλωκας, ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. καὶ αὖθις· καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς. ἀντὶ τοῦ ἀτελὴς ἐγένετο. οὕτω φησὶν Αἰλιανός· ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλω αὐτῇ. καὶ αὖθις Αἰλιανός· ἐξήμβλωτο δὲ ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ. καὶ τὰ ἐξημβλωμένα ἔμβρυα. | ] |
| epsilon | 1759 | [ | Ἐξίδισεν· ἀπεπάτησεν. Ἀριστοφάνης· εἴτε Πατροκλείδης τις ὑμῶν χεζητιῶν οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον, ἀλλ’ ἔπτατο. | ] |
| epsilon | 1772 | [ | Ἐξίστασθαι· διαχωρίζεσθαι. ὁ δέ, ὅσοι τῆς στάσεως ἐναγεῖς ἐκέλευσεν ἐξίστασθαι, οὓς κατηκόντισεν. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροις χοροῖσιν. ἀντὶ τοῦ ἐκχωρεῖν. ὅς τις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύοι. καὶ αὖθις· ἐξίστασθαι μύσταισι χοροῖσιν. Ἀριστοφάνης. ὑπὲρ τοῦ ἐξίστασθαι μηδὲ ὀξίνην τὸν οἶνον εὐχερῶς ἅλις τοῖς κεράμοις ἐμβάλλονται. | ] |
| epsilon | 1832 | [ | Ἐξωλέστερον· Ἀριστοφάνης Πλούτῳ· πενία γάρ ἐστιν, ἧς οὐδὲν θηρίον ἐξωλέστερον. ἀντὶ τοῦ ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευτικώτερον, ἢ χεῖρον. Αἰλιανός· σύνοδοί τινες εἰς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων. | ] |
| epsilon | 1837 | [ | Ἐξωμμάτωται· ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἔξ πρόθεσις ἐπίτασιν δηλοῖ· ὡς, ἐκ θυμοῦ φιλέων. ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. Ἀριστοφάνης Πλούτῳ· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας. | ] |
| epsilon | 1839 | [ | Ἐξωμισάσαις· ἄχρι τῶν ὤμων γυμνωσάσαις. χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. Ἀριστοφάνης. | ] |
| epsilon | 1889 | [ | Ἐωνημένοι· ἀγοράσαντες, ἢ ἠγορασμένοι. Ἀριστοφάνης· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. ἀντὶ τοῦ ὠνησάμενον· ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνησάμενοι. διὸ μεταβαλόντες οἱ Ἀττικοὶ πριάμενοι λέγουσιν ἑτέρᾳ φωνῇ. | ] |
| epsilon | 1939 | [ | Ἐπαλαμᾶτο· ἐμηχανᾶτο, ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέχναι. καὶ Ἐπαλαμήσατο, ἐμηχανήσατο, ἐπενόησεν. Ἀριστοφάνης Νεφέλαις· τί οὖν πρὸς τἄλφιτ’ ἐπαλαμήσατο; | ] |
| epsilon | 1952 | [ | Ἐπανάκρουσαι πάλιν· ἀπὸ τῶν ἐρετῶν, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούσωνται, ἵνα ὀπίσω τὸ πλοῖον ἀναχωρήσῃ. Ἀριστοφάνης Ὄρνισι· δεῦρ’ ἐπανάκρουσαι πάλιν. ἀντὶ τοῦ ἐπανάκαμπτε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων ἢ τὰς ναῦς. ἢ ὑπόστρεψον, ἐπάνιθι. ἐπανάκρουσις δὲ κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθ’ ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραύσῃ. τὸ δὲ πάλιν ἐπὶ τοῦ ὀπίσω, ἀπὸ τῶν εἰς τοὔμπροσθεν ἐρεσσόντων. ἢ ἀντὶ ᾄσας πρὸ τούτου, πάλιν ᾆσον καὶ ἐπανάλαβε. | ] |
| epsilon | 1974 | [ | Ἐπαποδυώμεθα· ἀντὶ τοῦ ἐπιχειρήσωμεν. Ἀριστοφάνης· ἀλλ’ ἐπαποδυώμεθα τουτῳὶ τῷ πράγματι. | ] |
| epsilon | 1998 | [ | Ἐπαυχοῦσι· μέγα φρονοῦσι. καὶ Ἀριστοφάνης· ἐπαυχήσατο τοῖς σοῖς λόγοις. ἀντὶ τοῦ ἐμεγαλοφρόνησεν. | ] |
| epsilon | 2000 | [ | Ἐπαφαυάνθην· ἐξηράνθην. Ἀριστοφάνης Βατράχοις· ὥστ’ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν. | ] |
| epsilon | 2024 | [ | Ἐπεγράφου· ἀντὶ τοῦ ἐζωγράφεις. Ἀριστοφάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. καὶ Ἐπεγράψατο, ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνησε, κατέστησεν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων, τοὺς προστάτας προσγραφόντων ἑαυτοῖς. | ] |
| epsilon | 2095 | [ | Ἐπετίλησεν· ἐξεκένωσε τὴν κόπρον. Ἀριστοφάνης· ὁ δὲ τῆς μαρίλης μοι συχνὴν ὡς ἐπετίλησεν, ὥσπερ σηπία. θηρώμεναι γὰρ αἱ σηπίαι ἐναφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς θολοῦ, ταράττειν βουλόμεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν. | ] |
| epsilon | 2103 | [ | Ἐπεφόρησεν· ἐπεσώρευσεν. Ἀριστοφάνης· ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων. καὶ αὖθις· βόθρον ὀρύξασα καὶ ἐπιπολῆς στεγάσασα γῆν ἐπεφόρησεν, ἐξαδηλοῦσα τὸ ποιηθέν. | ] |
| epsilon | 2112 | [ | Ἐπέχθη· ἐκτενίσθη. ἐκάρη. Ἀριστοφάνης Νεφέλαις· ἐκέλευσα ᾆσαι Σιμωνίδου τὸν κριὸν ὡς ἐπέχθη. | ] |
| epsilon | 2145 | [ | Ἐπεισπέπαικεν· εἰσεπήδησεν, εἰσῆλθε. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἀριστοφάνης Πλούτῳ· ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσι. καὶ αὖθις· Μυκονίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια. | ] |
| epsilon | 2240 | [ | Ἐπιβολή· παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. καὶ Ἀριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. | ] |
| epsilon | 2257 | [ | Ἐπιβύσας· ἐμπλήσας, γεμίσας. ὡς Ὅμηρος· νήματος ἀσκητοῖο βεβυσμένον. Ἀριστοφάνης Πλούτῳ· τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων. | ] |
| epsilon | 2268 | [ | Ἐπίγονος· ὄνομα κύριον. Ἀριστοφάνης· ἐπιβλέψας ἐκεῖσε γυναῖκας ᾠόμην λέγειν. οὗτος ἐκωμῳδεῖτο ὡς μαλακὸς καὶ ὡς μετὰ γυναικῶν ἀεὶ εὑρισκόμενος. | ] |
| epsilon | 2289 | [ | Ἐπίδεσμος· ὁ ἐπὶ τῇ πληγῇ δεσμός. Ἀριστοφάνης· ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε κατέαξ’ ἐχῖνον. οὐχῖνος οὖν ἔχων τίν’ ἐπεμαρτύρατο. εἶθ’ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὴν Κόραν, τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει ἐπίδεσμον ἐπρίω, νοῦν ἂν ἔχῃς πλείονα. | ] |
| epsilon | 2290 | [ | Ἐπίδειξον· ἀντὶ τοῦ εἰπέ. Ἀριστοφάνης Νεφέλαις· ἔχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν. | ] |
| epsilon | 2324 | [ | Ἐπιθαυμάζειν· ἀντὶ τοῦ δώροις τιμᾶν. Ἀριστοφάνης. Σωκράτης φησί· Στρεψιάδην ἀσπάζομαι. ὁ δέ· κἄγωγέ σε. ἀλλὰ τουτονὶ πρῶτον λάβε· δεῖ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. | ] |
| epsilon | 2333 | [ | Ἐπιθήκησα· Ἀριστοφάνης· ὑπό τι μικρὸν ἐπιθήκησα. | ] |
| epsilon | 2347 | [ | Ἐπικαθίζηται· Ἀριστοφάνης Πλούτῳ· κρατοῦσι γοῦν κ ἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ’ οἷς ἂν αὐτὸς ἐπικαθίζηται μόνος. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν. | ] |
| epsilon | 2381 | [ | Ἐπίκλαυτον· γοερόν, θρηνητικόν. Ἀριστοφάνης Βατράχοις· ἐπὶ βάρβαρον ἑζομένη πέταλον κελαρύζει ἐπίκλαυτον ἀηδόνιον νόμον. | ] |
| epsilon | 2399 | [ | Ἐπικνῶ· ἀντὶ τοῦ ἐπίβαλε. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ἐπικνῶ τὸ σίλφιον. | ] |
| epsilon | 2444 | [ | Ἐπιλησμότατον· ἰδίως ἐπιλησμονέστατον. Ἄλεξις δὲ λέγει ἐπιλήσμη, Κρατῖνος ἐπιλησμοσύνη. Ἀριστοφάνης Νεφέλαις· οὐκ ἐς κόρακας ἀποφθερῇ ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον. | ] |
| epsilon | 2483 | [ | Ἐπινενασμέναι· πεπληρωμέναι. Ἀριστοφάνης· αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρεσκευασμέναι. | ] |
| epsilon | 2497 | [ | Ἐπίξηνος· ὁ μαγειρικὸς κορμός, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν. Ἀριστοφάνης· ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. εἰ μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην. | ] |
| epsilon | 2546 | [ | Ἐπίρρημα· παρὰ Ἀριστοφάνει μέρος τι τῆς κωμῳδίας. εἰ μετ’ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν, ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω. ὅσα γάρ ἐστιν ἐνθάδ’ αἰσχρὰ τῷ νόμῳ κρατούμενα, ταῦτα πάντ’ ἐστὶν παρ’ ἡμῖν τοῖς ὄρνισι καλά. καὶ τὰ ἑξῆς δῆλα. | ] |
| epsilon | 2592 | [ | Ἐπισμῇ· ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἀποξύσαι. οἱ δὲ μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβειν, σφοδρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. οἱ δὲ ἐξ ἔθους γλωσσηματικὴν εἶναι τὴν λέξιν καὶ μὴ εἶναι ἐπιτρίβειν, ἀλλὰ τύπτειν· σκώπτειν τὸ σμώχειν. ἔστι δὲ λοιδορία· ἀπὸ τοῦ καθάπτεσθαι τῶν σμωμένων. Ἀριστοφάνης· τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν. | ] |
| epsilon | 2614 | [ | Ἐπιστάτης· χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν. οἱ δὲ πήλινος Ἥφαιστος, πρὸς ταῖς ἑστίαις ἱδρυμένος, ὡς ἔφορος τοῦ πυρός. ἔνιοι δὲ ξύλον ἐπίμηκες πεπασσαλωμένον, ὅθεν ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη. Καλλίστρατος δὲ τὸ τῇ ἐσχάρᾳ ἐπιτιθέμενον ξύλον. οἳ δὲ πυριστάτην πλαττόμενόν τινα ξύλινον ἐν ταῖς ἐσχάραις, ὡς παρὰ ταῖς καμίνοις τὸν Ἥφαιστον ἀναπλάττουσιν. ἢ ξύλον κόρακας ἔχον, ἐξ οὗ κρεμῶσι τὰ μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέασι τὸν λέβητα καὶ ὑποκαίουσιν. οἱ δὲ ἀνδριάντα πήλινον πρὸς ταῖς ἐσχάραις. Ἀριστοφάνης Ὄρνισι· τὴν πανοπλίαν λαβόντε κρεμάσατον τύχἀγαθῇ εἰς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου. | ] |
| epsilon | 2616 | [ | Ἐπιστάτις· θηλυκῶς. ἀρχή τις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ ἄλλου τινός. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Τιμόκλει’ ἐπιστάτει· Λύσιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆς· ποιμνίων ἐπιστάταις. τουτέστι τοῖς κυσί. Δίων δὲ ὁ Κοκκιανὸς λέγει· οἱ δὲ ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον. | ] |
| epsilon | 2637 | [ | Ἐπίστω· γίνωσκε. τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα. καὶ αὖθις Σοφοκλῆς· καὶ ταῦτ’ ἐπίστω καὶ γράφε φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς, τὸ δ’ ἄλγος ἐκ θείας τύχης. οὐ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν. καὶ Ἀριστοφάνης· σύγγνωθί μοι· σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ἀντὶ τοῦ οὐ δύναμαι. | ] |
| epsilon | 2645 | [ | Ἐπιστροφῆς· ἀμύνης. ὁ δὲ δεινὸν ἡγεῖτο τὸ γινόμενον καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δικαίως. λέγεται δὲ ἐπιστροφὴ καὶ ἡ φροντίς. ἡ σύγκλητος πλείονος ἐπιστροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες. καὶ Ἀριστοφάνης· μυρίαι ἐπιστροφαὶ κακῶν. ἀντὶ τοῦ συνελεύσεις, πλῆθος, καὶ συναθροίσεις. | ] |
| epsilon | 2712 | [ | Ἐπίττον· ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν· ἔνθεν οὖν μετήνεκται ἡ λέξις. ἢ ἀντὶ τοῦ ἐκίνουν, συνῆλθον. Ἀριστοφάνης Πλούτῳ· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττον χρόνον. Ἔπιτον δὲ δι’ ἑνὸς τ, ἐπέρχεσθε, ἐπιπορεύεσθε. λέγετον, ἔπιτον. Ἀριστοφάνης Βατράχοις. | ] |
| epsilon | 2714 | [ | Ἐπίτονος· Ἀριστοφάνης ἐπὶ ἐπιτόνου. γελοῖον δὲ ἐπὶ δέρματος. καὶ Ὅμηρος· ἐπίτονος βέβλητο. | ] |
| epsilon | 2735 | [ | Ἐπὶ τροχοῦ δεῖ σ’ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας· Ἀριστοφάνης Πλούτῳ. παροιμία ἐπὶ τῶν πονηρῶν. τροχὸς γάρ τις ἦν ἐν Ἀθήναις, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. | ] |
| epsilon | 2737 | [ | Ἐπιτυφῇ· ἐπικαῇ, ἐκπυρωθῇ. οὕτως Ἀριστοφάνης. ὅπως ἂν ἀνὴρ ἐπιτυφῇ μάλιστά μου. ἐπικαυθῇ ἐπ’ ἐμοί. | ] |
| epsilon | 2758 | [ | Ἐπιφυλλίδα· ῥαγολογίαν· ἤτοι μικρὸν βοτρύδιον. τὰ ἐπὶ τοῖς φύλλοις. Ἀριστοφάνης Βατράχοις· ἐπιφυλλίδες ταῦτ’ ἔστι καὶ στωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. ἐπὶ τῶν δοκούντων εἶναι σοφῶν ἢ ποιητῶν. ἐπιφυλλίδες δέ εἰσι τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια, Καλλίστρατος δὲ τὰ αὐτὰ καθ’ ἑαυτὰ μικρά. κέκληται δὲ οὕτως διὰ τὸ ἐπὶ τοῖς φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις. | ] |
| epsilon | 2768 | [ | Ἐπιχειλές· οὕτω λέγεται μέτρον τὸ μὴ πλῆρες, ἀλλ’ ἀπολειπόμενον. Ἀριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπιχειλῆ. | ] |
| epsilon | 2807 | [ | Ἐποποῖ· ἐπίρρημα, ἀντὶ τοῦ ἐποπιστί. ἐὰν δὲ προπαροξύνηται, δῆλον ὅτι ἐσχημάτισται ὡς ἀπὸ εὐθείας τῆς ἔποπος. ἐποποί, ποί, ποποί, ποποί, ποποί. ἰώ, ἰώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ· ταῦτα δεῖ ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν. τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό· καὶ ταῦτα ὀξυτονητέον. τριοτό, τριοτό, τοτοβρίξ. δεῦρο, δεῦρο, δεῦρο, δεῦρο, δεῦρο. τορό, τορό, τορό, τοροτίγξ. κικκαβαῦ, κικκαβαῦ. τοροτοροτολιλίγξ, τοροτίγξ. τί, τί, τί, τί, τί, τί, τιό, τιό, τιοτίγξ. τιό, τιό, τιό, τιοτίγξ. ποῦ; ποῦ’στι; ποῦ; ποῦ; ποῦ’στι; ποῦ; ποῦ’στι; ποῦ; ποῦ; διὰ τῆς ἐπαναλήψεως τὴν σπουδαίαν ζήτησιν ἐμφαίνει. αὕτη σύ, ποῖ, ποῖ, ποῖ, ποῖ πέτῃ; μέν’ ἥσυχος, ἔχ’ ἀτρέμας, ἐπίσχες τοῦ δρόμου. τίς εἶ; ποδαπή; εὐράξ, πατάξ· ἐπιφθέγματα τάχους, παρὰ τὸ εὐρέως μιγήσομαι καὶ πατάξω· ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι. ταῦτα δὲ τὰ ἐπιρρήματα ἀνέλαβε διὰ τὸ κακέμφατον. ὠόπ, παρακελευστικόν, ἐπὶ τοῦ παύσασθαί τινος ὑποθέσεως, ὡς οἱ ἐρέσσοντες· κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων, καταπαῦον τὴν κωπηλασίαν. βαβαιάξ, ὠκβάτανα τοῦ φορήματος. στριβιλικίγξ. ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα. στρίβος καλεῖται ἡ ὀξεῖα βοή, λικίγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου· ἡ μὲν λέξις ἐκ τούτων γεγένηται· λέγει δέ, ὅτι[ οὐδὲ] ἐλάχιστόν σοι μέρος μεταδίδωμι. ἀττατατταταί· θρηνῶν παρατραγῳδεῖ. ἰατταταιὰξ τῶν κακῶν, ἰατταταί· σχετλιαστικὸν ἐπίρρημα· παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ῥυππαπαί, ἐπιφώνημα ναυτικόν. ἱππαπαί, ἐπὶ ἵππων. Ἀριστοφάνης· τίς ἐμβαλεῖ. βαβαί, βαβαιάξ· σχετλιαστικά, ἀντὶ τοῦ φεῦ, φεῦ. οἴμοι τάλας, οἴμοι γε, κᾆτ’ οἴμοι μάλα. ὦ εἶα, ὦ εἶα· μίμημα βαρβάρων ἐξελκόντων τι. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. ὦ εἶα· εἶα μάλα. ὦ εἶα, ἔτι μάλα. ὦ εἶα. ὦ εἶα. φῦ, φῦ· ἐπὶ τοῦ φυσῶντος τὸ πῦρ. σοῦ σοῦ. ποῦ ποῦ’ στι μοῦ τὸ δίκτυον; πάλιν σοῦ. ἀππαπαί, παπαιάξ· γερόντων σχετλιασμός. αὖ, αὖν, μίμημα ὑλακῆς κυνῶν. ῥυπαπαί. βομβάξ, ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον. βομβαλομβάξ, ἀναδιπλασιάζει τὴν λέξιν. ἀττατατατατταῖ, ἐπὶ τῶν ἀλγούντων. μῦ μῦ, ἐπὶ τῶν διὰ μυκτήρων ἠχούντων. ἰαππαπαιάξ. αἴρεσθ’ ἄνω. ἰαί, εὐαί, δειπνήσομεν. εὐοῖ, εὐαί, εὐαὶ ὡς ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐά, εὐά· τέλος τῶν Ἐκκλησιαζουσῶν Ἀριστοφάνους. | ] |
| epsilon | 2825 | [ | Ἔποψ· Ἀριστοφάνης· ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, συνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ. | ] |
| epsilon | 2828 | [ | Ἐπῳάζειν· τὸ ἐπὶ τοῖς ᾠοῖς καθέζεσθαι τὰ ὄρνεα. Ἀριστοφάνης Ὄρνισιν· ἄλλως ἄρ’ οὕποψ, ὡς ἔοικε, τὴν λόχμην ἐμβὰς ἐπῷζε. τὰ δὲ ὄρνεα ἐν τῷ ἐπῳάζειν λάλα εἰσίν. | ] |
| epsilon | 2841 | [ | Ἐπώνυμον· τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸς λεγόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κορβῖνον ἐπὶ τοῦ συναγωνιζομένου κατὰ τὴν μονομαχίαν ζῴου. κόρβους γὰρ τοὺς κόρακας φασὶ Ῥωμαῖοι. καὶ αὖθις Ἀριστοφάνης· ὡς ἀγαθόν ἐστ’ ἐπωνυμίας πολλὰς ἔχειν. ὡσανεὶ ἔλεγεν, οὐ ματαίως ἄρα σπεύδουσι πολλὰ ὀνόματα ἔχειν οἱ δικάζοντες. | ] |
| epsilon | 2919 | [ | Ἐρέβινθος· τὸ τοῦ ἀνδρὸς αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἄν. ὁ δὲ πρεσβύτης φησί· ἀλλ’ οὐδ’ ἐρεβίνθου. τουτέστιν αἰδοίου. σημαίνει δὲ καὶ τὸ ὄσπριον. | ] |
| epsilon | 2921 | [ | Ἐρεβοδιφοῦντες· τὰ ὑπὸ σκότος ψηλαφῶντες. οἱ δὲ Ῥωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑποχθόνια. καί, Ἐρεβοδιφῶσι, τὰ ὑπὸ τὸ ἔρεβος διφῶσι, τουτέστι τὰ ὑπὸ γῆν ζητοῦσι καὶ καταμανθάνουσιν. Ἀριστοφάνης Νεφέλαις· ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. | ] |
| epsilon | 2939 | [ | Ἐρρέτω· οἰμωζέτω, φευγέτω. ὁ πόλεμος ἐρρέτω. τουτέστι χαιρέτω. ὅ ἐστιν οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα. Ἀριστοφάνης. | ] |
| epsilon | 2948 | [ | Ἐρείδειν· οὕτω φασὶν Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. Ἀριστοφάνης· ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις. | ] |
| epsilon | 2952 | [ | Ἐρεικτόν· τὸ σχιστόν. Ἐρεικτά, τὰ κεκομμένα ὄσπρια, ἢ τὰ σχιζόμενα ὄσπρια. εἰσὶ δὲ κύαμοι. Ἀριστοφάνης· ἧψε κατερεικτῶν χύτρας. | ] |
| epsilon | 2965 | [ | Ἔρημον ἐμβλέπειν· ἀκίνητον καὶ νωθρόν· οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν. Ἀριστοφάνης Πολυΐδῳ. | ] |
| epsilon | 2978 | [ | Ἐριβρεμέτας· ὁ μεγάλους κτύπους ἀποτελῶν. τὸν Αἰσχύλον λέγει Ἀριστοφάνης ἐν Βατράχοις, πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀκεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως· χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἀρρήκτοις πέδαις. καὶ αὖθις· ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως. | ] |
| epsilon | 2997 | [ | Ἐριοπωλικῶς πεποίηκας· ὡς οἱ τὰ ἔρια πωλοῦντες βρέχουσιν αὐτά, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ. Ἀριστοφάνης· ὑγρὸν ποιήσας τοὖπος ὥσπερ τἄρια, σὺ δ’ εἰσέθηκας τοὖπος ἐπτερωμένον. | ] |
| epsilon | 3006 | [ | Ἐρριπτασμένον· γεγυμνασμένον, ηὑρημένον. ὥστε μεριμνῶντά με ῥιπτάζεσθαι καὶ στρέφεσθαι· τοιοῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν ἀνερριμμένων, ὅπως ἂν εὖ ἔλθῃ. καὶ γὰρ ἐπὶ τοῦ κύβου ἀναβάλλομεν, ἄχρις ἂν εὑρεθῇ τὸ προκείμενον βληθῆναι. Ἀριστοφάνης· ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητημένον, πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον. | ] |
| epsilon | 3022 | [ | Ἕρμα· τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντριβέντος. κωλύματι, ἐρείσματι. καὶ Ἀριστοφάνης· ἀνθ’ ἕρματος πολλὰς καταπεπωκὼς δίκας. ἀντὶ λίθους· ἐπεὶ αἱ γέρανοι πετόμεναι ἐν τῷ στόματι λίθους φέρουσι στηρίγματος ἕνεκα, πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις. καὶ Ἕρματα· ὁ δὲ Ἡρακλῆς ἕρματα μεγάλα ἔβαλεν εἰς τὸ στόμα τοῦ ὠκεανοῦ, ὡς ἂν ἐμπόδια εἴη τοῖς ἐπιφοιτῶσι θηρίοις. τουτέστι λίθους μεγάλους. | ] |
| epsilon | 3026 | [ | Ἑρμᾶν· ὕφαλος πέτρα. Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. | ] |
| epsilon | 3074 | [ | Ἐρώτησις ἔνδοξος, πρότασις διαλεκτική. οὐ πᾶσα οὖν πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική· οὐ πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οἱ γὰρ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν, ὡς οἱ ἐρωτῶντες, τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις, ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, τὸ δὲ ᾧ συμβέβηκεν, ἀξιοῦσι μαθεῖν· ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τίς ὁ καθήμενος. ἔστι δὲ καὶ ἄλλο εἶδος ἐρωτήσεως ἐκ περιουσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι τὸ διὰ τῆς ἐρωτήσεως, εἴπῃ ὁ ἐρωτῶν τί ἐστιν ἄνθος· τὴν γὰρ οὐσίαν τοῦ πράγματος ἀξιοῖ μαθεῖν, οὐχ ὃ συμβέβηκεν αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, οἷον ὅταν περὶ προτάσεώς τις τὴν ἐρώτησιν, εἴτε ἀπόκρισιν αἰτῶν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως εἴπῃ· οἷον ἆρά γε ὁ κόσμος σφαιροειδής; ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστιν ἡ διαλεκτικὴ πρότασις. διαφέρει δὲ ἐρώτημα, ἀξίωμα, πύσμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα. ζήτει ἐρωτηματικὰ Ἀριστοφάνους ἐν τῷ, αἴκε πάθοι τά κ’ ἔρεξεν. | ] |
| epsilon | 3150 | [ | Ἐσκιμάλισεν· τῷ μέσῳ δακτύλῳ συναρμόσας τὸν μέγαν καὶ πλήξας ἐφυβρίζει. ἢ ἀντὶ τοῦ κατεδακτύλισε· σκιμαλίσαι γάρ ἐστι κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅταν βουλόμενοι ἐνυβρίσαι τινά, τὸν μέσον δάκτυλον ἐντείνοντες καὶ τοὺς λοιποὺς συνάγοντες δείξωσιν αὐτῷ. Ἀριστοφάνης· καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν. | ] |
| epsilon | 3152 | [ | Ἐσκιοτροφημένα· Ἀριστοφάνης· ἀπόμακτρα σκυτάλων ἐσκιοτροφημένα. | ] |
| epsilon | 3158 | [ | Ἐσκοροδισμένοις· Αἰσχύλος· οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. ἀντὶ τοῦ οὐ καταβαλεῖς σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετειληφόσι τῶν σκορόδων. ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. | ] |
| epsilon | 3215 | [ | Ἑστιᾶν· αἰτιατικῇ. τρέφειν. καὶ Ἑστιᾶσθαι, τρέφεσθαι, εὐωχεῖσθαι. οὐχὶ δὲ τὸ παρά τινι ἔλεγον. δοτικῇ δὲ συντάσσεται τὸ ἑστιῶ. Ἀριστοφάνης· τοῖς κόραξιν ἑστιῶν. | ] |
| epsilon | 3233 | [ | Ἐστωμυλάμην· ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην. Ἀριστοφάνης· συγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην. | ] |
| epsilon | 3266 | [ | Ἑταῖραι Κορίνθιαι· Λαΐς, Κυρήνη, Λέαινα, Σινώπη, Πυρρίνη, Σκιώνη, Ῥοδῶπις Θρᾳκική, σύνδουλος Αἰσώπου τοῦ λογοποιοῦ· ἥτις ἐλευθερωθεῖσα κατέμεινεν ἐν Αἰγύπτῳ. φησὶ δὲ Ἀριστοφάνης ἐν Πλούτῳ· καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν· ἂν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς εἰς τοῦτον τρέπειν. | ] |
| epsilon | 3312 | [ | Ἔτι· ἐπίρρημα. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστοφάνης· ἦν οὖν ἐμοὶ πέπεισθε, σωθήσεσθ’ ἔτι. | ] |
| epsilon | 3361 | [ | Εὐάγητον· καθαράν, λαμπράν. Ἀριστοφάνης Νεφέλαις· δροσερὰν εὐάγητον φύσιν. | ] |
| epsilon | 3367 | [ | Εὐάθλους δέκα· Εὔαθλος ῥήτωρ ἦν πονηρός. Ἀριστοφάνης Ὁλκάσιν· ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος, ὥσπερ Εὔαθλος παρ’ ἡμῖν τοῖς νέοις. ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος καὶ ἀγεννής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην. | ] |
| epsilon | 3402 | [ | Εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων· ἀντὶ τοῦ κακοδαιμονέστατος. ἐν εἰρωνείᾳ. στροβίλους φησὶν Ἀριστοφάνης τοὺς υἱοὺς Καρκίνου τοῦ ποιητοῦ, οὓς ἀνωτέρω ὄρτυγας καὶ γυλιοτραχήλους εἴρηκε διὰ τὸ τραχὺ τοῦ σώματος. ἢ πρὸς τὸ τοῦ καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι καθάπερ καὶ οἱ στρόβιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι· ἐπεὶ καὶ οἱ στρόβιλοι κώνων ἔχουσι δίκην. ἢ ὅτι στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε, καθὸ καὶ ἀλλαχοῦ γυλιαύχενας. καὶ Σοφοκλῆς· οὐ πάνυ μοίρας εὐδαιμονῆσαι πρώτης. ἀντὶ τοῦ, οὐκ ἀγαθῆς, ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας· τοὐναντίον δέ, κατὰ δυσδαιμονίαν ἐσχάτην. | ] |
| epsilon | 3489 | [ | Εὐθετῆσαι· κοσμῆσαι, συνθεῖναι. οὕτως Ἀριστοφάνης. | ] |
| epsilon | 3521 | [ | Εὐθυρρήμων· ἐτυμολόγος. καὶ ῥῆμα Εὐθυρημονῶ. ὅτε λέγει Ἀριστοφάνης τὸ δεῖνα, τὸ ῥηθησόμενον ἀηδὲς ἐκφεύγει εὐθέως λέγειν, ἵνα μὴ εὐθυρημονήσῃ. | ] |
| epsilon | 3522 | [ | Εὐθύς· ἀντὶ τοῦ ἐν ἀρχῇ, παραυτίκα. Ἀριστοφάνης· ἐπίσχες. εὐθὺς γάρ σ’ ἔχω μέσον λαβὼν ἄφυκτον. τὸ ἑξῆς, λαβών σε ἄφυκτον ἔχω, εὐθὺς μέσον λαβών. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν, τῶν λαμβανομένων εἰς τὸ μέσον καὶ ἡττωμένων. καὶ αὖθις Ἀριστοφάνης Νεφέλαις· σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοις διδάσκεις ἐντετυλίχθαι. | ] |
| epsilon | 3556 | [ | Εὐλαβοῦ· φυλάσσου. εὐλαβοῦ δέ, μὴ ἐκφύγῃ σε. καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων. ἐπὶ τῶν φευγόντων. Ἀριστοφάνης. καὶ Εὐλαβοῦμαι· αἰτιατικῇ. γενικῇ δέ· ἀψύχων εὐλαβοῦμαι. εἰ γὰρ βαπτίσω σε. | ] |
| epsilon | 3618 | [ | Εὐόρκου· εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείβη. καὶ Ἀριστοφάνης· ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις. | ] |
| epsilon | 3636 | [ | Εὐπαράγωγος· εὐπειθής. Ἀριστοφάνης· ἀλλ’ εὐπαράγωγος εἶ θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντα ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. καὶ αὖθις· ὁ δὲ εὐκολώτερος ἦν καὶ διὰ μελέτην μέθης εὐπαράγωγος. | ] |
| epsilon | 3670 | [ | Εὐπτέρων· Ἀριστοφάνης· κἄστ’ ἐκ γυναικῶν εὐπτέρων, τῶν Κοισύρας. ἀντὶ τοῦ εὐγενῶν, ἢ κούφων, ἢ ὧν ὁ λογισμὸς ἵπταται. ἡ μεταφορὰ ἀπὸ τῶν ὀρνέων τῶν μετεώρων καὶ ὑπερηφάνων· ἢ τιμίων καὶ εὐγενῶν. | ] |
| epsilon | 3675 | [ | Εὗρες· Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδοκιμησάντων. τὸ δὲ εὗρες δηλοῖ τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός· καὶ ἔστι τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἔλεγχος. τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ οὐ τῆς τοῦ εὑρόντος γνώμης καὶ προαιρέσεως. | ] |
| epsilon | 3692 | [ | Εὐριπίδη Εὐριπίδιον· Ἀριστοφάνης. ἐρωτικὴν μιμεῖται φωνήν. οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑποκορισμῶν καλεῖν. | ] |
| epsilon | 3718 | [ | Εὐρύβατος· πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· Κέρκωπές τοι πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο. γένος δ’ ἔσαν Οἰχαλῆες, Ὦλός τ’ Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες. Νίκανδρος· Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ τῶν περὶ Ἀγαθοκλέα, ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ, ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα· εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία. λέγεται τὸν Εὐρύβατον κλέπτην ὄντα, εἰρχθέντα καὶ παραφυλαττόμενον, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάσσοντες, ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶτον διωθεῖσθαι· δεομένων δὲ ὡς οὐ βουλόμενον, ἐπεὶ μόλις ἀνέπεισαν, περιθέμενος τοὺς σπόγγους καὶ τὰς ἐγκεντρίδας, ἀναδραμεῖν εἰς τοὺς τοίχους. ἀναβλέποντες δὲ ἐκεῖνοι καὶ θαυμάζοντες τὰς τέχνας, λαβεῖν αὐτὸν τὸν ὄροφον καὶ ὑπερβάλλοντα, πρὶν ἐκεῖνοι κύκλῳ περιέλθωσι, διὰ τοῦ τέγους καταπηδῆσαι. | ] |
| epsilon | 3756 | [ | Εὖστρα· τὸ μαδιστήριον, ἢ ἡ φλογίστρα. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀντὶ τοῦ ἐπαιδευόμην. ἀπὸ τῆς μουσικῆς. | ] |
| epsilon | 3766 | [ | Εὐτέλεια· Εὐτελία δὲ ἡ εὐδαιμονία. παρὰ τὸ εὖ τελεῖν. Ἀριστοφάνης· σοὶ γὰρ διδόαμεν ἐπ’ εὐτελείᾳ τὸν σανδαλίσκον. | ] |
| epsilon | 3792 | [ | Εὐφήμει· καλὰ λάλει, ἢ ἐπαίνει. Ἀριστοφάνης· εὔφημος πᾶς ἔστω λεὼς στόμα συγκλείσας. ἐνδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων. Εὐφήμει οὖν σιώπα, μὴ ἀκαιρολόγει. | ] |
| epsilon | 3828 | [ | Εὔχομαι δέ σοι τάδε· ἀντὶ τοῦ καταρῶμαι, παρὰ Ἀριστοφάνει. | ] |
| epsilon | 3842 | [ | Ἐφαπλώματα· Ἀριστοφάνης πεπλώματα λέγει. καὶ ζήτει ἐν τῷ δυσπινῆ καὶ ἐν τῷ πέπλος. | ] |
| epsilon | 3850 | [ | Ἔφεδρος· ταυλιστὴς τρίτος, καὶ ἐνεδρεύων. Ἀριστοφάνης Βατράχοις· νυνὶ δ’ ἔμελλε Κλειδημίδης ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθαι. Ἔφεδρός ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἔφεδρον δὲ λέγει ὁ Σοφοκλῆς τὸν Αἴαντα, ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστι μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός. τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. λέγει γάρ, καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος. | ] |
| epsilon | 3887 | [ | Ἐφεῖτο· ἐνετέλλετο. Ἀριστοφάνης· χθὲς οὖν Κλέων ἡμῖν ἐφεῖτ’ ἐν ὥρᾳ ἥκειν. | ] |
| epsilon | 3944 | [ | Ἐφόλκια· καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώγιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν. | ] |
| epsilon | 3997 | [ | Ἐχέτω· κρατείτω. Ἀριστοφάνης· ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· κῦμα δὲ πόντου μὴ κελαδείτω γλαυκόν. | ] |
| epsilon | 4012 | [ | Ἐχῖνος· ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημοσθένης ἐν εʹ Φιλιππικῶν [+]. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον. | ] |
| epsilon | 4034 | [ | Ἔχοντας σιτί’ ἡμερῶν τριῶν· Ἀριστοφάνης. ἀντὶ τοῦ πολεμεῖν μέλλοντας. οἱ γὰρ πολεμοῦντες πρὸς γʹ ἡμέρας ὡρίζοντο παρὰ τῶν στρατηγῶν ἔχειν σιτία εἰς τὸν πόλεμον. ἐχορηγοῦντο δὲ αὐτὰ ἐκ τῶν δημοσίων. | ] |
| epsilon | 4049 | [ | Ἐχύμισαν· ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Ἀνακρέων, Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν. | ] |
| epsiloniota | 1 | [ | Εἶ, εἶ, εἶ, εἶ, εἶ, εἶ· ἡ ἐπέκτασις τοῦ ει εἰλίσσεται. κατὰ μίμησιν εἴρηται τῆς μελοποιΐας παρὰ Ἀριστοφάνει ἐν Βατράχοις. | ] |
| epsiloniota | 26 | [ | Εἰδεῖεν· γινώσκοιεν. καὶ Εἰδείη, γινώσκοι, ἐπίσταιτο. Ἀριστοφάνης· ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. | ] |
| epsiloniota | 64 | [ | Εἰκάσμεθα· παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ ἐσκώμμεθα. ταυτὶ γὰρ εἰκάσμεθα κατὰ τὸν Αἰσχύλον. | ] |
| epsiloniota | 68 | [ | Εἰ καὶ νῦν ἐγὼ τὸν πατέρ’ ὅτι βούλομαι, τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. Ἀριστοφάνης. | ] |
| epsiloniota | 92 | [ | Εἰκῶ· τὴν εἰκόνα κατὰ ἀποκοπήν. Εἰκὼν δὲ τὸ ὁμοίωμα, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ἰστέον δέ, ὅτι φασὶν οἱ ἀκριβέστατοι τῶν ἱστορικῶν, ὡς τὸ οὖλον καὶ ὀλιγότριχον οἰκειότερόν ἐστι γράφειν ἐπὶ τῆς εἰκόνος τοῦ Χριστοῦ. καὶ Εἰκῶ, τὴν εἰκόνα. καὶ Εἰκοῦς, τὰς εἰκόνας. Ἀριστοφάνης Νεφέλαις· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. | ] |
| epsiloniota | 109 | [ | Εἴλλειν· εἴργειν, κωλύειν. παλαιὰ ἡ λέξις. Ἀριστοφάνης Νεφέλαις· μὴ νῦν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἔφελκε. ἔνθεν καὶ τὸ ἰλλάσιν. καὶ ἐν συνθέσει Ἐνείλλειν παρὰ Θουκυδίδῃ· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐπέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην. | ] |
| epsiloniota | 165 | [ | Εἴξασι καὶ εἴκασι λέγει Πλάτων ἀντὶ τοῦ ἐοίκασι. καὶ Ἀριστοφάνης Νεφέλαις· εἴξασι δ’ οὖν ἐρίοισι πεπταμένοισι. περὶ τῶν νεφελῶν λέγει. | ] |
| epsiloniota | 172 | [ | Εἴπερ ἐκ πεύκης γε κἀ γὼ καὶ ξύλων ἐπηγνύμην· Ἀριστοφάνης. ὡσανεὶ ἔλεγεν· εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀ γώ. σωματοποιεῖ γὰρ τὰς ναῦς, καὶ τὰς μὲν παλαιὰς καλεῖ γραίας, τὰς δὲ μὴ πλευσάσας παρθένους. τῷ ψυχρῷ οὖν τὸ ψυχρὸν παρέβαλε πάνυ χαριέντως. | ] |
| epsiloniota | 232 | [ | Εἰσᾴττειν· εἰσελθεῖν. Ἀριστοφάνης· μηδ’ ἐς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθῇς. | ] |
| epsiloniota | 236 | [ | Εἰσβαλεῖτε· εἰσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. Ἀριστοφάνης· οὐκ εἰσβαλεῖτε. κυρίως δὲ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς τὴν πόλιν. | ] |
| epsiloniota | 266 | [ | Εἰσῄρετο· εἰσεφέρετο. Ἀριστοφάνης Βατράχοις· κ’ ἡ τράπεζ’ εἰσῄρετο. | ] |
| epsiloniota | 267 | [ | Εἰσήρρησεν· εἰσεφθάρη. Ἀριστοφάνης· ἀφ’ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθεν, εἰσεπήδησεν. ὡς βίᾳ καὶ ἀναιδῶς αὐτοῦ τῇ πολιτείᾳ προσελθόντος. καὶ αὖθις· ὁ δὲ προτερήσας εἰσήρρησεν αὐτόθι. γράφεται δὲ καὶ εἰσέφρησε, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι. σημαίνει δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. καὶ Σιμόκατος· λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσιν, ὡς ἥλω ἡ πόλις. καὶ Εἰσεφθαρμένου, ἀντὶ τοῦ εἰσπηδήσαντος ἐπὶ λύμῃ καὶ καταφθορᾷ. εἰσεφθαρμένου δὲ αὐτοῖς οὐκ ὀλίγου συντάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν. | ] |
| epsiloniota | 281 | [ | Εἰσκεκύκληκεν· εἰσήνεγκεν, εἰσήγαγεν. Ἀριστοφάνης· νὴ τὸν Διόνυσον, ἄπορά γ’ ἡμῖν πράγματα δαίμων τις εἰσκεκύκληκεν ἐς τὴν οἰκίαν. ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς ἦν τῷ πράγματι. | ] |
| epsiloniota | 319 | [ | Εἰς τὸ δέον, καὶ Ἐς τὸ δέον· Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσι τὴν χώραν, δεκαπέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθηναίοις, οὕτω πως ἀπογράψας· εἰς τὸ δέον. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Περικλέης εἰς τὸ δέον ἀνάλωσα. καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι. | ] |
| epsiloniota | 320 | [ | Εἰς τὸν ἀγρὸν ἀποβλέπων· Ἀριστοφάνης. οἱ γὰρ πολεμούμενοι καὶ πολιορκούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι. | ] |
| eta | 1 | [ | Ἢ ἤ· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· ἢ ἤ, σιώπα, μηδὲν εἴπῃς νήπιον. συγκαταθετικῶς. μὴ εἴπῃς δὲ εὔηθες. | ] |
| eta | 4 | [ | Ἦ· χωρὶς τοῦ ν ἀντὶ τοῦ ἦν. ἀλλ’ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. ἀντὶ τοῦ ἔα. Ἀριστοφάνης Ὄρνισι. καὶ ἐν Λυσιστράτῃ· ἦ δεκέτις. ἀντὶ τοῦ ἔα, κατὰ συναίρεσιν ἦ. | ] |
| eta | 5 | [ | Ἦ· ἀντὶ τοῦ ἤμην. καὶ χωρὶς τοῦ ν. Ἀριστοφάνης Πλούτῳ· ἃ κρύπτειν ἦ παρεσκευασμένος. τίθεται καὶ ἐπὶ τρίτου προσώπου. ὅτι δὲ καὶ ἐπὶ τοῦ ἤμην ἐκ τῆς Ὁμηρικῆς διαιρέσεως· ὣς ἔον, εἴποτ’ ἔηνγε. περὶ τοῦ ἢ συνδέσμου. ἢ γὰρ διαζευκτικός ἐστιν ἢ διασαφητικὸς ἢ ὑποδιαζευκτικός. καὶ διαζευκτικὸς μὲν ὁ τὰ ἐναντία ἐν τῇ συντάξει διϊστῶν· οἷον, ἡμέρα ἢ νύξ· ἢ νέος ἠὲ παλαιός. ὑποδιαζευκτικὸς δέ ἐστιν ὁ διάφορα πράγματα τιθεὶς μηδὲν ἕτερον ἐν τῇ διαιτήσει διϊστῶν· οἷον, δός μοι χρυσὸν ἢ ἄργυρον ἢ λίθους τιμίους. διασαφητικὸς δέ, ὅταν τῶν δύο προτεθέντων τὸ ἓν ἀναιρῆται· οἷον, κρεῖσσον ἐν γῇ πένεσθαι ἢ πλουτοῦντα πλεῖν. καί, θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πίθον. | ] |
| eta | 8 | [ | ᾜα· δισυλλάβως τὸ ἐπορευόμην, σὺν τῷ ι γράφεται. οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι, καὶ ἤϊσαν, τὸ ᾔεσαν. καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον, ὅτι ἀκμάζοντές τε ἤϊσαν ἐς αὐτόν. Ἴωνες ᾔεσαν καὶ ἤϊσαν. Ἀριστοφάνης Ὁλκάσιν. ἐπεὶ δ’ ἐγενόμην οἷπερ ἤϊ’ ἐπὶ ξύλα. | ] |
| eta | 28 | [ | Ἡβυλλιῶσαι· ἀκμάζουσαι τὴν ἡλικίαν. Ἀριστοφάνης Βατράχοις· ὀρχηστρίδες ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. λείπει τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι ἔτιλλον τὰς τρίχας. | ] |
| eta | 88 | [ | Ἤδη· ἀντὶ τοῦ λοιπόν, ταχέως. Ἀριστοφάνης Νεφέλαις· φεύγοις ἂν ἤδη τοὺς πονηρούς. καὶ Ἰάμβλιχος· ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ. ἀντὶ τοῦ ἐγγὺς τοῦ παρόντος. καὶ αὖθις· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ, καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυνάψαι Ῥωμαίοις. περὶ Πυθαγόρου· ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· εἶθ’ ὅταν δόμοις ἔλθωσι πάλιν, ἐκτετίμηνται πλέον. ὡς Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα, ὡς ἄρα τεθνηκὼς εἴη. καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθ’ ᾅδου τινὰ ἐτερατεύετο, διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων, οἷς ἐν ᾅδου συντετυχηκέναι ἔλεγεν. ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν, ὡς πρὸ μὲν τῶν Τρωϊκῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος Σάμιος, εἶτα Πύθιος Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας. | ] |
| eta | 181 | [ | Ἥκω τοῦ κατέρχομαι διαφέρει. ἐλθεῖν μὲν εἰς τὴν πόλιν ἐστίν, ὅταν μετῇ τινι τῆς πατρίδος· ὅταν δὲ φυγὰς ἔλθῃ, κατέρχεται. Ἀριστοφάνης Βατράχοις· εἰς γῆν μὲν ἐλθεῖν ἔσθων ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν. φεύγων δ’ ἀνὴρ ἥκει τε καὶ κατέρχεται. | ] |
| eta | 189 | [ | Ἠλαζονεύετο· ἀντὶ τοῦ ἐψεύδετο. Ἀριστοφάνης Βατράχοις· ἠλαζονεύεθ’ , ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα, φιλοτιμούμενος. | ] |
| eta | 199 | [ | Ἤλεκτρα· ἰδίως τὰ ταῖς κλίναις ἐπιβαλλόμενα ἐλεφάντινα οὕτως ἐκάλουν, ἤλεκτρα. Ἀριστοφάνης· ἐκπιπτουσῶν τῶν ἠλέκτρων, καὶ τοῦ τόνου οὐκ ἔτ’ ὄντος. ἀκολούθως μετὰ τὴν κλίνην ἐμνημόνευσε καὶ τοῦ τόνου. τόνος δὲ τῆς κλίνης τὰ σχοινία, τροπικῶς δὲ δηλοῖ τὴν τῆς φωνῆς τάσιν. αἱ γὰρ ἀρχαῖαι κλῖναι τοὺς πόδας εἶχον ὠφθαλμισμένους ἄνθραξι καὶ ἠλέκτροις, ὥσπερ νῦν ἀργύρῳ ἢ καττιτέρῳ. ἁρμονίας δὲ τὰ συμπησσόμενα τῶν κραββάτων μέρη. ἐπέμεινε δὲ τῇ τροπῇ. | ] |
| eta | 215 | [ | Ἡλιαστής· δικαστής· ἀπὸ μεγάλου δικαστηρίου τῆς Ἡλιαίας. οὕτω δὲ ἐκλήθη διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι τόπῳ καὶ ὑπὸ τοῦ ἡλίου βάλλεσθαι. Ἀριστοφάνης· μάλα ἀθατέρου. πέπονθε δὲ τοῦτο. ἀντὶ τοῦ οὐκ ἄλλως θατέρου τρόπου· τουτέστι μισόδικος. εἰπὼν γὰρ ἀπηλιαστής, ἀντὶ τοῦ μισόδικος· οἱ γὰρ ἄγροικοι οὐ φιλοδικασταί. καὶ Φιληλιαστής, ὁ φιλόδικος. Ἀριστοφάνης· φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ. ὅτι πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸ παλαιὸν τὸν ὅρκον τὸν Ἡλιαστικόν. | ] |
| eta | 255 | [ | Ἠλόησεν· ἢ μητέρ’ ἠλόησεν. ἀντὶ τοῦ ἔτυψεν. οὕτως Ἀριστοφάνης ἐν Βατράχοις. | ] |
| eta | 270 | [ | Ἠλύγη· τὸ σκότος, καὶ ἠλυγισμένον, τὸ ἐσκιασμένον. βαρύνεται δέ· παρὰ γὰρ τὴν λύγην. πλεονάζει τὸ η. Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐδὲν ὁρῶντες, εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ἀντὶ τοῦ τῶν ἀνθρώπων. καὶ ἐξ αὐτοῦ Ἠλυγαία. | ] |
| eta | 288 | [ | Ἡμεδαπός· ἀντὶ τοῦ ἡμέτερος. Ἀριστοφάνης· ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. καὶ αὖθις· καί τι καὶ παίσωμεν παρασίτου μνημονεύσαντες ἡμεδαποῦ. καὶ Ἡμεδαπῶν, ἰδίων, ἐγχωρίων, αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος. ὅθεν καὶ τὸ ποδαπὸς ἀντὶ τοῦ ποῖος λαμβάνεται, ἢ ποίας χώρας ἢ τίνος πατρίδος. | ] |
| eta | 289 | [ | ᾞμεν· ἐπορευόμεθα. ἀπὸ τοῦ εἴω· διὸ καὶ τὸ ι προσγεγραμμένον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. | ] |
| eta | 319 | [ | Ἡ μὴ’ μπειρία· ἡ μὴ ἐμπειρία, τουτέστιν ἡ ἀπειρία. Ἀριστοφάνης· δεινόν ἐστιν ἡ μη’μπειρία. | ] |
| eta | 353 | [ | Ἡμιτύβιον· δίκροσσον. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα καθαρὸν ἡμιτύβιον λαβών. | ] |
| eta | 366 | [ | Ἦν· ἀντὶ τοῦ ἤμην. Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν. καὶ Πισίδης· κἀ γὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων. καὶ Ἦν, ὑπῆρχον. δοτικῇ. | ] |
| eta | 367 | [ | Ἤν· ἀντὶ τοῦ ἐάν. Ἀριστοφάνης· τοῦτ’ αὐτὸ καὶ βούλομαι, ἢν ἡ σμινύη μὴ προδῷ τὰς ἐλπίδας. ἂν μὴ κλασθῇ. ταῦτα δὲ ἔλεγεν ἐμπιπρῶν τὴν σχολὴν τοῦ Σωκράτους. | ] |
| eta | 371 | [ | Ἦν δ’ ἐγώ· ἔφην δὲ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει. | ] |
| eta | 422 | [ | ᾟπερ· ἀντὶ τοῦ ὥσπερ. ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω, θὲς δεῦρο τοὐπίξηνον, ἐγχείρει λέγειν. Ἀριστοφάνης. | ] |
| eta | 426 | [ | Ἠπεροπεύειν· ἐξαπατᾶν. παραλογίζεσθαι, καὶ τὰ τούτοις ἐπακολουθοῦντα. Ἀριστοφάνης· σὸν ἔργον ἐστὶ τοῦτ’ ὀπτᾶν καὶ τρέφειν κἐξηπεροπεύειν καὶ πάνθ’ ὑπέχειν, πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. περὶ Κινησίου φησίν, ὅτι κατωφερὴς ἦν εἰς συνουσίαν· πλὴν ὧν συνωμοσάμεθα μὴ ποιεῖν ἐπὶ τῆς κύλικος. τουτέστι συνουσιάζειν. ἔστι δὲ ὅρκος ὁ ἐπὶ τῆς κύλικος· οὐδέποθ’ ἑκοῦσα τ ἀνδρὶ τῷ’ μῷ πείσομαι. οὐδέ μ’ ἄκουσαν βιάσεται βίαν, κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. | ] |
| eta | 433 | [ | Ἠπίαλος· ὁ ῥιγοπύρετος. καὶ Ἠπιαλῶν, μετοχή. Ἀριστοφάνης· ἠπιαλῶν γὰρ οἴκαδ’ ἐξ ἱππασίας βαδίζων. ἠπιαλῶν, ῥιγοπυρέτῳ περιπεσών· ἠπίαλος γὰρ κυρίως ὁ μετὰ ῥίγους πυρετός. ἐξ ἱππασίας δὲ ἀντὶ τοῦ ἱππικῆς. καὶ γὰρ ἕως ἑσπέρας διέτριβον οἱ ἵπποι ἐν τῇ δοκιμασίᾳ. | ] |
| eta | 437 | [ | Ἡ’ πίτριπτος· ἡ ἐπίτριπτος, ἡ ἀξία τοῦ ἐπιτριβῆναι· ἢ ἡ μεγάλα φθεγγομένη. Ἀριστοφάνης Πλούτῳ περὶ τῆς Πενίας· αὕτη μὲν ἡμῖν ἡ’ πίτριπτος οἴχεται. | ] |
| eta | 534 | [ | Ἡρμοττόμην· ἐπαιδευόμην. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀπὸ τῆς μουσικῆς τὸ ἡρμοττόμην. | ] |
| eta | 554 | [ | Ἡρῷναι· Ἀριστοφάνης Νεφέλαις· ἡρῷναί τινές εἰσι. τρισυλλάβως τὸ ἡρῷναι προήνεγκαν, ὡς ἠΐθεοι, ᾔθεοι. Αἰλιανός· γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωΐνης ἄντικρυς τοῦτο δράσασα. | ] |
| eta | 589 | [ | ᾜσθηνται· ἔγνωσαν. Ἀριστοφάνης· οἱ δὲ σύμμαχοι ὡς ᾔσθηνται τὸν σύρφακα ἐκ κηθαρίου λαγαριζόμενον. καὶ ᾜσθετο ὁμοίως. | ] |
| eta | 604 | [ | Ἥστην· ἐκαθέζοντο, δυϊκῶς. Ἀριστοφάνης Ὄρνισι· τὼ δ’ οὐκ ἄρ’ ἥστην. τινὲς διὰ τοῦ ι ἴστην, ἀντὶ τοῦ ᾔδεσαν. οὐδὲν ἄλλο ἦσαν ἢ δάκνειν. | ] |
| eta | 637 | [ | Ἦτρον· τὸ κάλυμμα τῆς μήτρας, ὃ καλοῦσιν ἔλυτρον. Ἀριστοφάνης· τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν. ἐν χύτραις γὰρ τὰ παιδία ἐξετίθεσαν. | ] |
| gamma | 19 | [ | Γάλα ὀρνίθων: ἐπὶ τῶν λίαν εὐδαιμονούντων καὶ πάντα κεκτημένων. ἢ ἐπὶ τῶν σπανίων. τὰ σπάνιά φησι καὶ δυσεύρετα τῶν ἀγαθῶν παρέξομεν· ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. τουτέστιν ἐν πλησμονῇ γενόμενοι τῶν ἀγαθῶν ἀπειρηκέναι μέλλετε· οὕτω πλουτήσετε πάντες. Ἀριστοφάνης Ὄρνισι· δώσομεν ὑμῖν πλουθυγίειαν, εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χορὺς, θαλείας γάλα τ’ ὀρνίθων, ὥστε παρέσται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν. | ] |
| gamma | 55 | [ | Γαμψούς: τὰς καμπτούσας καὶ πλαγίους νεφέλας, ἢ τὰς ὀρνίθων ὄψεσιν εἰκασμένας. γαμψὺς γὰρ ἐκάλουν τὰς ὄρνιθας. Ἀριστοφάνης Νεφέλαις. | ] |
| gamma | 63 | [ | Γαργαλίζει· δοτικῇ. κινεῖ, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει. ὥστ’ ἐμοῦ γ’ ἀκροωμένου τοῦ μέλους ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. Ἀριστοφάνης. Γαργαρίζει δὲ, ἐρεθίζει ἀπὸ τοῦ στόματος ὥστε ἐμέσαι. | ] |
| gamma | 70 | [ | Γαστρίζομαι: τύπτομαι εἰς τὴν γαστέρα. Ἀριστοφάνης· ὦ πόλις, ὑφ’ οἵων θηρίων γαστρίζομαι. | ] |
| gamma | 77 | [ | Γαῦρον: στερρὸν, μέγα, ἀκλινὲς, ἀκατάπληκτον. Ἀριστοφάνης Βατράχοις· οὐδὲν γὰρ οὕτω γαῦρον ἔσθ’ ὡς Ἡρακλῆς. Ἀγαθίας· ὁ δὲ Βελισάριος τὴν ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν, καὶ περιχαρής γε τὴν νίκην. καὶ αὖθις· ὁ δὲ γαῦρος ὡσπερεὶ κινούμενος. | ] |
| gamma | 141 | [ | Γενετυλλίς: δαίμων περὶ τὴν Ἀφροδίτην, γενέσεως αἴτιος, ἀπὸ τῆς γενέσεως τῶν παίδων ὠνομασμένος. πεποίηται δὲ τὸ ὄνομα παρὰ τὴν γένεσιν. οἱ δὲ περὶ τὴν Ἄρτεμίν φασι τῶν τοκετῶν ἐφόρους, καὶ πάλιν παρὰ τὴν γένεσιν. Ἀριστοφάνης· ἡδὺ τὸ μέλος, ὦ πότνιαι Γενετυλλίδες, καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν. | ] |
| gamma | 184 | [ | Γέρανοι λίθους καταπεπωκυῖαι: ἐπὶ τῶν προνοητικῶς τι ποιούντων· αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέτεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι λίθους βαστάζουσιν, ὅπως κάμνουσαι τῇ πτήσει ῥίπτοιεν καὶ αἴσθοιντο πότερον ἐπὶ γῆς ἢ θαλάττης φέρονται. καὶ εἰ μὲν ἐπὶ θάλατταν ἥκοι ὁ λίθος, ἀνύουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται. τοῦτό φησιν Ἀριστοφάνης· γέρανοι λίθους καταπεπωκυῖαι. ὅτι αἰ γέρανοι πετόμεναι ἐν τοῖς στόμασιν ψήφους φέρουσι στηρίγματος ἕνεκα πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις. | ] |
| gamma | 197 | [ | Γέρης: ὄνομα πένητος καὶ φαλακροῦ, ἔθνους Χαόνων. διέβαλετο δὲ εἰς μαλακίαν. καὶ Ἀριστοφάνης· σοὶ δὲ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης; οὐκ ἔστι δὲ παρὰ τὸ γῆρας. | ] |
| gamma | 226 | [ | Γηγενεῖς: ὠχροὺς καὶ νεκρώδεις. ἢ ἀσεβεῖς καὶ θεομάχους, διὰ τοὺς Γίγαντας. οὕτω διαβάλλει τοὺς φιλοσόφους Ἀριστοφάνης Νεφέλαις· ταῦτ’ ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν παρὰ τοὺς γηγενεῖς; καὶ, Γηγενεῖ φυσήματι, ἀντὶ τοῦ μεγάλῳ ὥστε σεισμοὺς ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν. Ἀριστοφάνης. λέγονται καὶ Γηγενεῖς, οἱ τὰ γήϊνα φρονοῦντες. | ] |
| gamma | 239 | [ | Γῆμ’ ἐπῆρε: γῆμαι ἀνέπεισε. κυρίως δὲ τὸ ἐπῆρεν, ἀντὶ τοῦ ἐχαύνωσε καὶ ἀνεκούφισεν, ἐπαγγελλομένη προῖκα μεγάλην εἰσοίσειν τὴν γυναῖκα, οἰκουρὸν φάσκουσα εἶναι, μὴ οὕτως ἐχούσης. Ἀριστοφάνης Νεφέλαις· ἥτις με γῆμ’ ἐπῆρε τὴν μητέρα. | ] |
| gamma | 254 | [ | Γηρυόνης: ὄνομα κύριον. Ἀριστοφάνης· βούλει διαμάχεσθαι Γηρυόνῃ τετραπτίλῳ; ἀντὶ τοῦ τετρακεφάλῳ. αἰνίττεται δὲ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τρεῖς λόφους ἔχουσαν· ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· βούλει πρός τινα ἀκαταμάχητον μάχεσθαι; ὁ γὰρ Γηρυόνης τρικέφαλος ὢν πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ. | ] |
| gamma | 262 | [ | Γήτειον: τὸ ἀμπελόπρασον. Ἀριστοφάνης· τύπτε τοῦτον γητείῳ. δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω καὶ δροσερὰς στόμασι σχιζομένας ψεκάδας. καὶ αὖθις Ἀριστοφάνης· ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ, εἰπέ μοι, γήτειον αἰτεῖς; πότερον ἐπὶ τυραννίδι; ζήτει ἐν τῷ βασανίσας. | ] |
| gamma | 265 | [ | Γίγαρτα: τῶν σταφυλῶν ὁ καρπός. Ἀριστοφάνης· ὢν ἄνευ γιγάρτων, καὶ φιλῶν τὰς ἰσχάδας. οἱ γὰρ ἄγροικοι κόπτοντες τὰ γίγαρτα μετὰ τῶν ἰσχάδων ἤσθιον. | ] |
| gamma | 277 | [ | Γλάμων: ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους αὐτοὺς ἔχων, ὡς Χάρων. Γλάμων ὁ ἀκάθαρτος. καὶ Σοφοκλῆς ἐπὶ ὀρνέου· τοὺς γλαμυροὺς κατὰ φορβάν. Ἀριστοφάνης Βατράχοις· κ’ Ἀρχέδημος ὁ γλάμων. σκορόδων ὁμοῦ τρίψαντ’ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας. εἰώθασιν οἱ ἰατροὶ καὶ πατρίδας ὑπ’ ἀλαζονείας τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν. διαβόητος δὲ ἦν ὁ Λακωνικὸς τιθύμαλλος· ἔστι δὲ εἶδος βοτάνης δριμυτάτης παρὰ Λάκωσιν εὑρισκόμενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τούς ὀφθαλμούς. τί δ’ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ; οὗτος ἐκωμῳδεῖτο ὡς συκοφάντης καὶ ξένος καὶ κλέπτης. Γλάμων δὲ ὁ ἔχων τοὺς ὀφθαλμοὺς μεστοὺς ἀκαθαρσίας. | ] |
| gamma | 288 | [ | Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσχρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσαπάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τροφῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως. | ] |
| gamma | 290 | [ | Γλισχραντιλογεξεπιτρίπτου: ἐκ τοῦ γλίσχρου καὶ ἀντιλογίαν ἔχοντος καὶ ἐπιτρίπτου σύγκειται· οἷον τοῦ δυναμένου ἐπιτρῖψαι. Ἀριστοφάνης Νεφέλαις· οὐδ’ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου. | ] |
| gamma | 305 | [ | Γλωττοστροφεῖν: τὴν γλῶτταν στρέφειν καὶ ποικίλον ἐν τῷ λέγειν καθεστηκέναι· ἢ ἐκστρέφειν τὰ πράγματα καὶ εὐπορεῖν ἐν τῷ λέγειν. Ἀριστοφάνης Νεφέλαις· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. | ] |
| gamma | 330 | [ | Γναφεύς: ἐπὶ τοῦ πλύτου κεῖται παρὰ τῷ εὐαγγελιστῷ Μάρκῳ ἐν τῷ κεφαλαίῳ τῆς μεταμορφώσεως. ἐν δὲ τῷ κάππα· ἐνταῦθα κεῖται τοῦ Ἀριστοφάνους χρῆσις οὕτως· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα λάβοι ποτέ. καὶ φαίνεται ἀπὸ τῆς χλαίνης τὸ κναφεὺς ἐπὶ τῶν δερματέων κεῖσθαι. | ] |
| gamma | 339 | [ | Γνώμη: ἡ βουλὴ καὶ ἡ προαίρεσις. ὅτῳ θεία μὲν ἡ γνώμη περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις. Ἀρριανός. Γνώμη καὶ τὸ σκέμμα. Ἀριστοφάνης Νεφέλαις· πρῴην δὲ γνώμην μεγάλην ἀφῃρέθην ὑπ’ ἀσκαλαβώτου. καὶ τὴν δημηγορίαν ὁ αὐτός. | ] |
| gamma | 361 | [ | Γογγύλιον: στρογγύλον. καὶ Γογγυλίζει, ἀντὶ τοῦ μεταστρέφει. Ἀριστοφάνης· ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην. αἱ γὰρ γυναῖκες, ἵνα μὴ δοκοῖεν πολυφάγοι εἶναι, ὀλιγοφαγίας δόξαν ἐμφαίνουσι στρογγύλας ποιοῦσαι τὰς μάζας. | ] |
| gamma | 375 | [ | Γομφοπαγῆ ῥήματα: ἀντὶ τοῦ ἀκριβέστατα, πολυσύνθετα. περὶ Αἰσχύλου Ἀριστοφάνης. | ] |
| gamma | 392 | [ | Γοργόνη· Ἀριστοφάνης· καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. ὡσεὶ ἔλεγεν, οἴδημα ἐποίησεν ἐπὶ τῆς κεφαλῆς· παῤ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν, καὶ ἀπὸ τῆς πληγῆς κορδύλην ἐποίησεν, ἔφη, Γοργόνα ἐξήγειρε. καὶ Αἰλιανός· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέροντες, καὶ προσιόντες ὡς εἰπεῖν Γοργόνα κατεσίγασαν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει, τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει, προσιόντες Γοργόνα. καὶ σκώπτων ὁ αὐτὸς Μόρσιμον καὶ Μελάνθιόν φησι. Γοργόνες, ἀντὶ τοῦ φοβεροὶ εἰς γαστριμαργίαν. | ] |
| gamma | 412 | [ | Γωνία: ἡ τοῦ οἴκου. καὶ Γωνιασμὸς Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ ἔστι γνήσιος. κάμψαντι, φησὶ, τοῦ τείχους, ὦ βουλὴ, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Γωνιασμούς, ἀποφυγὰς, ἀπαγωγάς. Ἀριστοφάνης· ἔδειξα τουτουσὶ λεπτῶν κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς. | ] |
| gamma | 424 | [ | Γραμμή· γραμμή ἐστιν ἐπιφανείας πέρας, ἢ μῆκος ἀπλατὲς, τὸ μῆκος μόνον ἔχον. καὶ ἡ ἀρχὴ, ἡ ἀφετηρία, ἡ βαλβίς. Ἀριστοφάνης· γραμμὴ δ’ αὑτηΐ. ἀντὶ τοῦ ἀρχὴ, ἀφετηρία, ἡ λεγομένη βαλβίς. ἐκ μεταφορᾶς τῶν δρομέων. πρόβαινε νῦν, ὦ θυμέ· γραμμὴ δ’ αὑτηΐ. | ] |
| gamma | 428 | [ | Γραῦς: καὶ ἡ ἄνθρωπος, καὶ ὁ ἀνώτατος ἀφρὸς ἐν τῷ ὑπερζεῖν τὰ ὄσπρια γινόμενος. Ἀριστοφάνης Πλούτῳ· πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία αὗται ποιοῦσι. ποιητικῶς δὲ γρῆϋς λέγεται. ἡ γρῆϋς, ἡ χερνῆτις, ἡ γυρὴ πόδας, πύστιν κατ’ ἐσθλὴν ὕδατος Παιωνίου ἦλθέν ποθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ. | ] |
| gamma | 445 | [ | Γράψομαι: κατηγορήσω. Ἀριστοφάνης· γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. | ] |
| gamma | 461 | [ | Γρύ: βραχύ. ἔνιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον. Ἀριστοφάνης Πλούτῳ· καὶ ταῦτ’ ἀποκρινομένου τοπαράπαν οὐδὲ γρύ. τινὲς παρὰ τὸν γρυλισμὸν, τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδος μικροῦ νομίσματος· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ γρυτόπωλις· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλις. καὶ παροιμία· Τὸ Δίωνος γρύ, ἐπὶ τοῦ μικροῦ καὶ τυχόντος. | ] |
| gamma | 467 | [ | Γρύττος· τῶν ἐπὶ μαλακίᾳ διαβαλλομένων οὗτος ἦν. οἱ δὲ Γρῦπον λέγουσι διὰ τοῦ π· ὃς ἦν καταπύγων. ἤτοι λαγνός. Ἀριστοφάνης· ἔπαυσα τοὺς βινουμένους τὸν Γρῦπον ἐξαλείψας. | ] |
| gamma | 491 | [ | Γυμνότερος Ἰαλέμου: ὁ Ἰάλεμος ἐπίρρημα θρήνου. τάσσεται δὲ ἐπὶ τῶν οἰκτρῶν. καὶ Γυμνότερος ὑπέρου καὶ λεβηρίδος. Ἀριστοφάνης δὲ τυφλότερος. ἔστι δὲ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος, παρὰ τὴν λεπίδα. κυρίως δὲ, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός. ἔστι δὲ τοῦτο καὶ τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. τριχῆ δὲ ἀναγράφουσι τὴν παροιμίαν, τυφλότερος, κενότερος καὶ γυμνότερος. | ] |
| gamma | 503 | [ | Γυνὴ μεγάλη· διαβάλλει Ἀριστοφάνης τὸν Παναίτιον μάγειρον, μικροφυ ὄντα, ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης. | ] |
| gamma | 506 | [ | Γυπαρίοις: ἀντὶ τοῦ ἐν φωλεοῖς καὶ καλιαῖς καὶ στενοῖς χωρίοις. Κράτης δέ φησιν, ὅτι πᾶσαν στενὴν κατάδυσιν γύπας ὠνόμαζον. Ἀριστοφάνης· οἰκοῦντα τοῦτον ἐν πιθάκναις καὶ γυπαρίοις καὶ πυργιδίοις. καὶ Γυπαιετούς. | ] |
| iota | 59 | [ | Ἰατατταιὰξ τῶν κακῶν, ἰατταταιάξ· φησὶν Ἀριστοφάνης. | ] |
| iota | 63 | [ | Ἰατρός· βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δ’ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια. | ] |
| iota | 109 | [ | Ἰδίῃς· ἱδρώσῃς. Ἀριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν ἂν ἰδίῃς( τουτέστιν ἱδρώσῃς) καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. ἐπὶ τοῦ κανθάρου. | ] |
| iota | 121 | [ | Ἰδιῶται· ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἀριστοφάνης δὲ ἐν Βατράχοις ἰδιώτας τοὺς ἰδίους λέγει· περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας· κατὰ παραγωγὴν ἴδιος, ἰδιώτης. ἰδιώτης δὲ λέγεται, ὁ πρὸς γένος ἴδιος, καὶ ὁ ἀμαθής. καὶ ἐν Πλούτῳ ἴδιον τὸ ἰδιωτικόν φησιν. | ] |
| iota | 216 | [ | Ἱείς· ἀφιείς. πάσας δ’ ὑμῖν φωνὰς ἱείς. Ἀριστοφάνης φησίν. | ] |
| iota | 239 | [ | Ἴθι· ἔρχου, ἢ πορεύου. Ἀριστοφάνης Νεφέλαις· ἴθ’ ἀντιβολῶ σε. πορεύου. νῦν δὲ πείσθητί μοι. ἀντιβολῶ σε, παρακαλῶ σε, Ἀττικῶς. ὁ αὐτὸς ἐν Βατράχοις· ἴθι νῦν, ἐπειδὴ ληματιᾷς. ἀντὶ τοῦ ἄγε. συνωνυμεῖ γὰρ τῷ δεῦρο. σημαίνει καὶ τὸ ἄγε. | ] |
| iota | 253 | [ | Ἱκανός· ὁ ἀρκῶν. ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν. Ἀριστοφάνης Πλούτῳ· ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσι; καὶ Ἱκανός, ὁ θεός. | ] |
| iota | 275 | [ | Ἰκρία· ὀρθὰ ξύλα, ἢ σανιδώματα τῆς νηός. καὶ τὰ τῶν θεάτρων, ἃ ἦσαν καὶ ἐν ταῖς ἐκκλησίαις· ἐπὶ ξύλων γὰρ ἐκάθηντο. πρὶν γένηται τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουσ’ ἡμᾶς. προβλήματα δὲ ξύλων κατὰ τῶν ἡμιτελέστων ἐφίστασαν καὶ ἴκρια προσπήξαντες διαβάσεις παρὰ σφᾶς ἐμηχανῶντο. | ] |
| iota | 323 | [ | Ἴλλον· στρεβλόν, στραβόν· ἢ τυφλόν. Ἀριστοφάνης· ἴλλος γεγένημαι· ὁ δ’ οὐδέπω. καὶ τὸ πληθυντικὸν Ἴλλοι. | ] |
| iota | 327 | [ | Ἰλλυριοί· βάρβαροι Θρᾳκικοί, οἱ δὲ Περσίδος αὐτούς φασιν. καί φησιν Ἀριστοφάνης· Ἰλλυριοὶ κεκριγότες. ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. κεκριγότες οὖν διὰ τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. | ] |
| iota | 358 | [ | Ἱμονιᾶν· ἀποπατεῖν· ἀντὶ τοῦ μακρὰ χέζειν· ἀπὸ τοῦ σχοινίου, δι’ οὗ τὰ ὕδατα ἀρύονται, ὃ καλοῦσιν ἱμονιάν. καὶ Ἀριστοφάνης· πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; ᾖδον δὲ ᾆσμα οἱ ἀντληταὶ ἱμαῖον. | ] |
| iota | 455 | [ | Ἰώ· Ἀριστοφάνης· ἰὼ μακάριαι χελῶναι τοῦ δέρματος, καὶ τρισμακάριαι τοὐπὶ ταῖς πλευραῖς, ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς. | ] |
| iota | 487 | [ | Ἴων, Χῖος, τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβʹ ὀλυμπιάδος. δράματα δὲ αὐτοῦ ιβʹ, οἱ δὲ λʹ, ἄλλοι δὲ μʹ φασιν. οὗτος ἔγραψε περὶ μετεώρων, καὶ συνθέτους λόγους. ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. | ] |
| iota | 495 | [ | Ἰωνικός· Ἑλληνικός, Ἀθηναῖος, ἀρχαῖος. καὶ Ἰωνικῶς, ἀντὶ τοῦ ἁβρῶς. ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. | ] |
| iota | 528 | [ | Ἵππεροι· ὡς ἴκτερος. ὁ περὶ τοὺς ἵππους τὸν ἔρωτα ἔχων. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ ἵππερόν μου κατέχεε τῶν χρημάτων. ἔπαιξε παρὰ τὸν ἴκτερον, ὃς περιχεῖται ταῖς ὄψεσι τῶν νοσούντων. οὕτως ἐπιβεβλῆσθαι τοῖς χρήμασιν ἀντὶ ἵππερον. | ] |
| iota | 531 | [ | Ἵππευμα· πορείαν. Ἀριστοφάνης· ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύουσ’ αἰθέρος. | ] |
| iota | 550 | [ | Ἴπνια· τὰ ἀποκαθάρματα τοῦ ἰπνοῦ, τοῦ λεγομένου φούρνου. ἢ τὰ πρὸς τὴν κάμινον ἐπιτήδεια καύσιμα. λέγει δὲ τὴν κόπρον τῶν ζῴων Καλλίμαχος· σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἄειρεν. ἢ Ἰπνός, τὸ μαγειρεῖον, ἡ καπνοδόκη, ἢ ὁ φανός. Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἰπνὸς γέγον’ ἐξαπίνης ἐλεφάντινος. καὶ Ἰπνοί, οἱ λαμπτῆρες, οἱ φανοί, οἱ λύχνοι. | ] |
| iota | 575 | [ | Ἱππόπορνε· ἀντὶ τοῦ μεγαλόπορνε· σπανίως. Ἀριστοφάνης· καὶ Καλλίαν γέ φασι τὸν Ἱπποβίνου κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον. παρεγραμμάτισε διὰ τὴν ἀσέλγειαν παρὰ τὸ Ἱππονίκου εἰς πορνομανῆ. τὸ δὲ ἵππος πολλαχοῦ ἐπὶ τοῦ μεγάλου λαμβάνουσιν· ἱππόπορνε. κωμῳδεῖται δὲ ὁ Καλλίας πανταχοῦ, ὡς σπαθῶν τὴν πατρικὴν οὐσίαν καὶ μάλιστα ἐπὶ γυναιξὶ μεμηνώς. ὀνοματοποιεῖ δὲ πάντα πρὸς μαλακίαν αὐτοῦ. | ] |
| iota | 582 | [ | Ἰππούμενος· πιεζόμενος, ἀναγκαζόμενος. Ἀριστοφάνης Ἱππεῦσιν· ἰππούμενος ταῖς συμφοραῖς. | ] |
| iota | 585 | [ | Ἴπτω· βλάπτω. μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. Ἰπῶ δὲ περισπωμένως ἀντὶ τοῦ θλίβω. καὶ Ἀριστοφάνης· ἰπούμενος ταῖς συμφοραῖς. | ] |
| iota | 607 | [ | Ἶσα βαίνων Πυθοκλεῖ· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μὴ βραχὺ ἀφιστάμενος. καὶ Μένανδρος· παρ’ αὐτὸν ἴσα βαίνουσα ἑταίρα πολυτελής. ἶσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν, ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων καὶ δυσελπίστων. Ἀριστοφάνης Ὄρνισι. | ] |
| iota | 640 | [ | Ἰσθμός· θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. Ἀριστοφάνης· ἰσθμόν τιν’ ἔχεις, ἄνθρωπ’ , ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις, πυκνότερον Κορινθίων. ἐπεὶ τὰς ναῦς διὰ τοῦ Ἰσθμοῦ εἷλκον οἱ Κορίνθιοι, ὥστε μὴ περιέρχεσθαι. τοῦτο δὲ διϊσθμονίσαι ἐκάλουν. | ] |
| iota | 690 | [ | Ἱστίον σαπρόν· ἄρμενον παλαιόν, τρίβακον ἢ μὴ ἁρμόζον. Ἀριστοφάνης· ἀντὶ τοῦ ἱστίον σαπρόν. ὥσπερ ἐπιγνούσης ὀψὲ τῆς φύσεως αὐτοῦ τὸ οἰκεῖον ἔργον, οὐ κατὰ μικρόν, ἀλλ’ ὅσοις ἱστίοις ἀπηνέχθη τῆς σοφιστικῆς προαιρέσεως, ἐπειδὴ τὸ πρῶτον ἐφιλοσόφησεν. | ] |
| iota | 691 | [ | Ἱστιορράφος· πανοῦργος. ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα ῥαπτόντων. καὶ οἱ Αἰγύπτιοι δὲ λινοποιοί εἰσιν. Ἀριστοφάνης· ὀλίγου ταύτην ἱστιορράφος. | ] |
| iota | 692 | [ | Ἱστίοις· τοῖς τοῦ πλοίου λαίφεσιν. Ἀριστοφάνης· μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας, ἄκροισι χρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξεις, ἡνίκ’ ἂν τὸ πνεῦμα λεῖον, καθεστηκὸς λάβῃς. | ] |
| iota | 707 | [ | Ἴσχανα· ἔξυσα, ἐλέπτυνα. Ἀριστοφάνης· ἴσχανα τὴν τέχνην ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς· ἀντὶ τοῦ διατριβαῖς, ὡς ἐπὶ ἀσθενοῦντος. χυλὸν δοὺς ἐγὼ μυλμάτων ἀπὸ βιβλίων ἀπὸ ἠθῶν· οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων. | ] |
| iota | 711 | [ | Ἰσχάς· ἰσχνάς τις οὖσα· ἐπειδή, πρὶν ἢ δοθῆναι τὴν κρεωφαγίαν τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. ἢ ἐπειδὴ μέχρι τούτου προβαίνει· πρῶτον γὰρ ὄλυνθος, εἶτα φίληξ, εἶτα σῦκα, εἶτα ἰσχάς, ἴσχειν ποιοῦσα τὴν αὔξησιν. πάντα δὲ τὰ τραγήματα ἰσχάδας ἐκάλουν. Ἀριστοφάνης Πλούτῳ· ἀνίσταθ’ ὡς ἁρπασόμενος τῶν ἰσχάδων. οὗ καὶ πίονα τυρὸν δρέψεσθε καὶ αὔην ἰσχάδα. καὶ Ἀριστοφάνης· κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ Πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει. | ] |
| iota | 717 | [ | Ἴσχειν· τὸ ἔχειν. οὐκ ἐξῆν κιχλίζειν οὐδὲ τὼ πόδε ἴσχειν ἐναλλάξ. Ἀριστοφάνης φησί· τοὺς δὲ ξενίζειν οὐδέποτ’ ἴσχει γ’ ἡ θύρα. ἀντὶ τοῦ κωλύει, ἀποκλείει. ἐπὶ τῶν πολλοὺς ξένους ἀποδεχομένων. | ] |
| iota | 742 | [ | Ἴτης· ἰταμός, σκληρός, τολμηρός, καὶ δι’ αὐτῶν τῶν χωρῶν τῶν πραγμάτων. παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις. | ] |
| iota | 744 | [ | Ἰτητέον· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· ἰτητέον· τί ταῦτ’ ἔχων στρατεύομαι; | ] |
| iota | 778 | [ | Ἰφύη· εἶδος ἀγρίου λαχάνου. Ἀριστοφάνης· ἐγὼ δὲ Μενέλεων ὅσον ἐκ τῶν ἰφύων. | ] |
| kappa | 33 | [ | Καθαπτός· ἐνδεδυμένος. Ἀριστοφάνης Βατράχοις· νεβρῶν δοραῖς καθαπτός. ὡς ταρακτός. τὸ δὲ ἑτέρως λεγόμενον δηλοῖ τὸ οἷον καθάπτεσθαι. | ] |
| kappa | 36 | [ | Κάθαρμα· οὐ φθείρῃ κάθαρμα, εἶπε, καὶ ἐκποδὼν ἡμῖν ἄπει; Ἀριστοφάνης φησίν. ὑπὲρ δὲ καθαρμοῦ πόλεως ἀνῄρουν ἐστολισμένον τινά, ὃν ἐκάλουν κάθαρμα. κᾆτ’ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ ἱστὰς ἐπῶν. διχῶς ἀναγινώσκεται· ὑφ’ ἕν, καὶ πάλιν ἀπόστροφος ἐν τῷ ρ, ἵνα ᾖ, σκανδάληθρ’ ἱστὰς ἐπῶν. οἱ δὲ ὑφ’ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποιήται παρὰ τὰ πέταυρα τῶν παγίδων, ἀπὸ τοῦ σκάζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς· ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς· οὕτω γὰρ τὸ ὑπερβατόν. εἶτ’ ἀνελκύσας σκανδάληθρ’ ἱστὰς ἐρωτᾷ ἡμᾶς. σκανδάληθρα δὲ λέγεται τὰ ἐν τοῖς παγίσιν ἐπικαμπῆ ξυλάρια, εἰς ἃ ἐρείδει, ἅπερ Ἀρχίλοχος ῥόπτρον· ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων καὶ βάρη. | ] |
| kappa | 145 | [ | Κακερουτίας· Ἀριστοφάνης· ἀνωρτάλιζες κἀκερουτίας. ἀντὶ τοῦ μετεωρίζου, μέγα ἐφρόνεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις. | ] |
| kappa | 147 | [ | Κάκκη· ἔχει δὲ καὶ τὸ κακέμφατον. ἡ ἀκαθαρσία, καὶ μάλιστα τὸ δύσοσμον ἀποπάτημα. Ἀριστοφάνης· ἀπὸ μὲν κάκκης ῥῖν’ ἀπέχων. | ] |
| kappa | 159 | [ | Κακοηθέστατα· ἐπὶ κλειδίων λέγεται. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἱ γὰρ ἄνδρες ἤδη κλειδία φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνικὰ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου. νῦν δ’ οὗτος αὐτοὺς ἐδίδαξε θριπηδέστατα. | ] |
| kappa | 163 | [ | Κακόνοι· ἐχθροί, καὶ κακὸν νοῦν ἔχοντες πρὸς τὸ πρᾶγμα. Ἀριστοφάνης· ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν. καὶ αὖθις· κακόνουν φωραθέντα σὺν γυναικὶ καὶ τέκνοις τούτου ἐλαθῆναι. | ] |
| kappa | 168 | [ | Κακορροθεῖ· κακῶς ἀγορεύει. Ἀριστοφάνης· ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ. | ] |
| kappa | 184 | [ | Κἄκχεζεν· Ἀριστοφάνης ἀντὶ τοῦ καὶ ἀπεπάτει. | ] |
| kappa | 196 | [ | Καλαμίνθη· εἶδος βοτάνης, ἥτις καὶ ὄφεις ἐλαύνει καιομένη. Ἀριστοφάνης· σὺ δέ τ’ ὄζοις καλαμίνθης. ὄφεως ἐλατική. | ] |
| kappa | 259 | [ | Κάλως· σχοινίον. καὶ παροιμία· πάντα κάλων κινεῖν. τροπικῶς ἀπὸ τοῦ ἱστοῦ λέγει. ἁπλοῦν σε δεῖ τὰ ἄρμενα· τουτέστι πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ. καὶ Κάλως, κάλω, Ἀττικῶς. Ἀριστοφάνης Βατράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. ἀπὸ εὐθείας τῆς κάλως. | ] |
| kappa | 265 | [ | Καλοί· Ἀριστοφάνης· ἐν τοῖσι τοίχοις ἔγραφον· Ἀθηναίοις καλός. ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις δένδρων, οὕτως· ὁ δεῖνα καλός. | ] |
| kappa | 282 | [ | Κάμηλος· τὸ ζῷον. Ἀριστοφάνης· πῶς ἄνευ καμήλου Μῆδος ὢν ἐσέπτατο; ἐπεὶ διὰ καμήλων ἦλθον οἱ Μῆδοι ἐς τὴν Ἑλλάδα. καὶ Καμηλίτης βοῦς οὕτω καλούμενος. Κάμιλος δὲ τὸ παχὺ σχοινίον. | ] |
| kappa | 321 | [ | Κἄν τι σφαλῆτ’ ἐξ ἀξίου γοῦν· Ἀριστοφάνης· ζήτει ἐν τῷ ἀπὸ καλοῦ ξύλου. | ] |
| kappa | 343 | [ | Κάπνη· ἡ καπνοδόκη. Ἀριστοφάνης· τί ποτ’ ἄρ’ ἡ κάπνη ψοφεῖ; | ] |
| kappa | 352 | [ | Κάρ· Ἀριστοφάνης· εἰ δὲ δοῦλός ἐστι Κάρ, ὥσπερ Ἐξηκεστίδης, φυσάτω πάππους παρ’ ἡμῖν, καὶ φανοῦνται φράτορες. | ] |
| kappa | 372 | [ | Κάρδοπος· ἡ μάκτρα τοῦ ἀλεύρου. μαγίς, ἐν ᾗ τοὺς ἄρτους ἔματτον. ἢ σκαφίδιον, ἐν ᾧ ἀναμάττειν καὶ ἀναφυρᾶν ἔθος τὰ ἄλφιτα. θηλυκῶς ἡ κάρδοπος. Ἀριστοφάνης. τὴν κάρδοπον ἀρσενικῶς καλεῖς, ὥσπερ Κλεώνυμον. ἀρσενικῶς καλοῦσί τινες· γυναικώδης γὰρ ἦν. | ] |
| kappa | 443 | [ | Κἀρχέδημος ὁ γλάμων· Ἀριστοφάνης λέγει περὶ αὐτοῦ. | ] |
| kappa | 448 | [ | Κασαλβάσω· λοιδορήσω. Ἀριστοφάνης· κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. | ] |
| kappa | 450 | [ | Κασαυρίοις ἢ Κασαλβίοις· τουτέστι τοῖς πορνείοις. Ἀριστοφάνης· ἐν κασαυρίοις λείχων τὴν ἀπόπτυστον δρόσον. | ] |
| kappa | 474 | [ | Κατάβα· ἀντὶ τοῦ κατάβηθι. Ἀριστοφάνης Βατράχοις· κατάβα πανοῦργε. μόνως γὰρ λέγεσθαι ἀξιοῦσί τινες τὸ κατάβηθι. καὶ Καταβαίνειν, τὸ εἰς ἀγῶνα χωρεῖν. ἐνταῦθα καταβαίνει παραβαλλόμενος. | ] |
| kappa | 498 | [ | Καταγιγαρτίσαι· συνουσιάσαι. ἢ ἀντὶ τοῦ κατὰ τῶν γεωργικῶν γιγάρτων βαλεῖν καὶ καταμηρίσαι. τὸ δὲ ῥῆμα πρόσκαιρον, ἵνα ἀπὸ τῶν γιγάρτων τὸ μόριον ᾖ πεπλασμένον· οὐ γὰρ διαπαντὸς συνουσιάσαι δηλοῖ τὸ καταγιγαρτίσαι. ἢ καταθλίψαι. γίγαρτα δὲ τὰ τῆς σταφυλῆς ὀσπριώδη. Ἀριστοφάνης· εὑρόνθ’ ὡρικὴν ὑληφόρον μέσην λαβόντ’ ἄραντα καταβαλόντα καταγιγαρτίσαι. | ] |
| kappa | 518 | [ | Καταδαρθάνειν· κατακοιμίζεσθαι. κυρίως δὲ καταδαρθεῖν ἐστι τὸ ἐν δέρμασι κατακοιμηθῆναι. Ἀριστοφάνης Πλούτῳ· ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ καταδάρθειν. καὶ Αἰλιανός· καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον. | ] |
| kappa | 573 | [ | Κατακέλευσον· ἀντὶ τοῦ σιωπὴν κήρυξον. οἱ γὰρ κελευσταὶ πολλάκις σιωπᾶν παραγγέλλειν εἰώθασι, σιώπα λέγοντες, καὶ ἄκουε, καὶ τὰ ὅμοια. Ἀριστοφάνης Ὄρνισιν· ὦ τρισμάκαρ· ὦ κλεινότατε· ὦ σοφώτατε· ὦ γλαφυρώτατε. ἐπεὶ οὐκ ἤκουε, φησίν, ὦ κατακέλευσον, ὥσπερ τοῖς ἐρέσσουσι. καὶ ὦ, λέγει, παύσασθαι παρακέλευσαί μοι. | ] |
| kappa | 582 | [ | Κατάκλυζε· κατακλύζεσθαι ποίησον· ὅ ἐστι γέμισον ὕδατος. Ἀριστοφάνης· καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν’ ὕδωρ. | ] |
| kappa | 622 | [ | Κατάληψις· γνῶσις. Ἀριστοφάνης Νεφέλαις· καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. μουσικῶς δὲ ταῦτα εἶπε. λέγουσι γὰρ κατάληψιν, ἐπειδὰν καταλάβωσι τῷ πλήκτρῳ ἢ τοῖς δακτύλοις τὰς χορδὰς πλήξαντες, ὡς καὶ ἀποτείνεσθαι τὸν φθόγγον. | ] |
| kappa | 630 | [ | Κατάλογος· ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι, καὶ ἡ ἐξαρίθμησις. ὁ πίναξ ἐφ’ οὗ ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. Ἀριστοφάνης· ἔπειθ’ ὁ πολίτης ἐντεθεὶς ἐν καταλόγῳ οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται. ἀντὶ τοῦ κατὰ ἄλλου σπουδήν. ὁ δὲ Τραιανὸς δύο στρατεύματα καὶ τοῦ μεγάλου καταλόγου, καὶ ξενικά. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ τοῦ καταλόγου ἐῶ νῦν. οὕτω φησὶν Αἰλιανός. | ] |
| kappa | 632 | [ | Καταλούῃ· καταναλίσκεις. Ἀριστοφάνης· σὺ δὲ ὥσπερ τεθνεῶτος καταλούῃ μου τὸν βίον. ἔθος γὰρ ἦν μετὰ τὸ ἐκκομισθῆναι τὸ σῶμα καθαρμοῦ χάριν ἀπολούεσθαι τοὺς οἰκείους τοῦ τεθνεῶτος. ἢ εἰς τρυφὴν καταναλίσκεις. βίον δὲ τὴν περιουσίαν λέγει νῦν. ἢ εἰς τὰ λουτρὰ καταναλίσκεις. ἀπὸ μεταφορᾶς τῶν ὑδάτων. τὴν δὲ κατὰ πρόθεσιν ἐπιτατικῶς λαμβάνουσιν, ὡς ἐπὶ τοῦ καταφαγεῖν. | ] |
| kappa | 682 | [ | Καταξαίνειν εἰς φοινικίδα· Ἀριστοφάνης· τί φειδόμεσθα τῶν λίθων οἱ δημόται, μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; οἷος αὖ μέλας τὶς ὑμῖν θυμάλωψ ἐπέζεσεν. ἀντὶ τοῦ μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν, ὡς φοινικοῦν αὐτοῦ ποιῆσαι τὸ σῶμα. τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἐχρήσατο. διὸ καὶ φοινικίδα εἶπεν ὡς ἐπὶ ἱματίου. ἐχρῶντο δὲ οἱ Λακεδαιμόνιοι φοινικίδι πρὸς τοὺς πολέμους, τοῦτο μέν, ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δέ, ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι, ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀποφορήματα δηλώσειεν ἂν εἰκότως, ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. θυμάλωψ δὲ ὁ διακεκαυμένος ἄνθραξ. | ] |
| kappa | 691 | [ | Καταπάσω· καταποικιλῶ, πληρώσω. Ἀριστοφάνης· ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω. | ] |
| kappa | 704 | [ | Καταπεφρόντικα· εἰς τοὺς φροντιστὰς ἀνάλωσα, εἰς τὴν παίδευσιν καταδεδαπάνηκα. Ἀριστοφάνης Νεφέλαις· τὸ θοιμάτιον ἀπώλεσας; ἀλλ’ οὐκ ἀπολώλεκ’ , ἀλλὰ καταπεφρόντικα. πρὸς τὸν υἱὸν λέγει ὁ πρεσβύτης. | ] |
| kappa | 730 | [ | Καταπροΐξεται· καταφρονήσει, καταπροδώσει. οἷον προῖκα ἐκφύγοι. οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλωνα, ταυτὸ δρᾶν. Ἀριστοφάνης· οὔτοι, μὰ τὼ θεώ, σὺ καταπροίξῃ λέγουσα ταυτί. ἀντὶ τοῦ καταγελάσῃ μου χωρὶς ζημίας. προῖκα γὰρ ἔλεγον τὴν ζημίαν. Ἡρόδοτος· οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησόμενος καταπροΐξεται. | ] |
| kappa | 750 | [ | Κατάρδων· χέων ὑποσχέσεις καὶ καταβρέχων ὑμᾶς τοῖς ἐπαίνοις ὡς φυτά. Ἀριστοφάνης οὐκ ἀπατῶν, οὐδέ τισι μισθοὺς διδούς, ἵνα αὐτὸν ἐπαινέσωσιν, οὔτε κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων. | ] |
| kappa | 823 | [ | Κατὰ τὸ καρτερόν· ἀντὶ τοῦ ἰσχυρῶς. Ἀριστοφάνης· καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν. | ] |
| kappa | 867 | [ | Κατάχει τοὔλαιον ἐν τῷ χαλκείῳ· Ἀριστοφάνης. ἀντὶ τοῦ εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος, ἵνα λαμπρότερος γένηται. εἰσὶ γάρ τινες, οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. σμήχει οὖν τὴν ἀσπίδα καταχέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός· εἶτα φαιδρυνθείσης αὐτῆς, ἐνοπτριζόμενος εἰς αὐτὴν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, καὶ οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα, διὰ τὴν ἔκλαμψιν. καὶ Ὅμηρος· ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κόρυθος ἀπολαμπομένης. εἶπες ἂν τὸν Βάκχον οὕτως ἰδεῖν διακείμενον, τοῦ μάστιξι μᾶλλον ἢ ἄνθεσιν ἐαρινοῖς καταχέεσθαι. | ] |
| kappa | 868 | [ | Καταχήνη· κατάγελως. Ἀριστοφάνης· δημοτική γ’ ἡ γνώμη, καὶ καταχήνη τῶν σεμνοτέρων ἔσται καὶ τῶν σφραγῖδας ἐχόντων. | ] |
| kappa | 878 | [ | Καταχύσματα· ἔθος ἦν παρ’ Ἀθηναίοις τῶν νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφ’ ὧν οἰωνίσασθαί τι ἀγαθὸν ἐβούλοντο, καὶ τοῦ νυμφίου παρὰ τὴν ἑστίαν τραγήματα κατέχεον εἰς σημεῖον εὐετηρίας· ὡς καὶ Θεόπομπός φησιν ἐν Ἡδυχάρει· φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου, καὶ τῆς κόρης. εὖ πάνυ λέγεις. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων καὶ ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. Ἀριστοφάνης Πλούτῳ· ἰοῦσ’ εἴσω κομίσω τὰ καταχύσματα ὥσπερ νεωνήτοισιν ἄνδρασιν. | ] |
| kappa | 885 | [ | Καταψῶν· καταπραΰνων. Ἀριστοφάνης· κ αὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον. ὥσπερ πῶλον καταψῶντες, ταῖς χερσὶν ὁμαλίζοντες. | ] |
| kappa | 912 | [ | Κατεγλωττισμένον· Ἀριστοφάνης· θηλυδριῶδες καὶ κατεγλωττισμένον. ἀντὶ τοῦ πολλαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις. κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα. καὶ Φιλόστρατος· ὁ δὲ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκησεν, οὐ τὴν διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν· ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο· οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ εἰρωνευομένου τις ἤκουσεν οὔτε περιπατοῦντος ἐς τοὺς ἀκροωμένους· ἀλλ’ ὥσπερ ἐκ τρίποδος, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ μοι, καί, ποῖ φέρεσθε; καί, χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. | ] |
| kappa | 936 | [ | Κατεκλίνομεν· ἀντὶ τοῦ ἀνεκλίνομεν. οὕτως Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· ἐπεὶ δὲ βωμῷ πόπανα καθωσιώθη, κατεκλίνομεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν. ἡ κατὰ ἀντὶ τῆς ἀνά. | ] |
| kappa | 943 | [ | Κατεμελίτωσεν· ἡδύτητος ἐπλήρωσεν. Ἀριστοφάνης Ὄρνισιν· οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην. | ] |
| kappa | 981 | [ | Κατερρινημένοις· εὐτελέσιν ἢ κατεξεσμένοις. ῥίνη γὰρ ἐργαλεῖον τεκτονικόν, ᾧ ῥινοῦσιν. ἢ εὐτελέσιν, ὅτι ἐξευτελίζομεν τῇ ῥίνῃ. Ἀριστοφάνης περὶ Εὐριπίδου· ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον. | ] |
| kappa | 1047 | [ | Κατήλιφα· μεσόδμην. Ἀριστοφάνης· ἐπὶ τὴν κατήλιφ’ εὐθὺς ἀνεπηδήσαμεν. | ] |
| kappa | 1059 | [ | Κατηρέψασθε· Ἀριστοφάνης· ὡς εὖ κατηρέψασθε, καὶ νουβυστικῶς. τουτέστι νουνεχῶς ἐσκεπάσθητε. | ] |
| kappa | 1109 | [ | Κατωκάρα· οἱ Ἀττικοὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Ἀριστοφάνης· εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ κεφαλῆς. τὸ ἐπὶ κεφαλὴν πεσεῖν κατωκάρα λέγεται παρὰ Ἀττικοῖς, οὐ διῃρημένως, ἀλλ’ ὑφ’ ἕν. Πίνδαρος· οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. Ἀγαθίας· οἱ δὲ ἐκ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐμπίπτοντες ἀπώλλυντο. καὶ Ἀριστοφάνης· κατωκάρα ῥίψας με βουκολήσεται. περὶ κανθάρου λέγων. | ] |
| kappa | 1114 | [ | Κατωνάκη· ἱμάτιόν ἐστιν ἐκ τῶν κάτω μερῶν νάκος, τουτέστι διφθέραν περιερραμμένον. δοκοῦσι δὲ ἀμφιέσασθαι τοῦτο, τῶν τυράννων ἐπαναγκασάντων τοὺς Ἀθηναίους, ἵνα ὑπὸ εὐτελείας μὴ κατίωσιν εἰς ἄστυ οἱ πολῖται. μέχρι γὰρ τῶν γονάτων ἦν διῆκον. Ἀριστοφάνης· οὐκ ἴσθ’ ὅθ’ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας, ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ’ ἑταίρους Ἱππία καὶ ξυμμάχους. καὶ γὰρ καὶ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππίᾳ. | ] |
| kappa | 1127 | [ | Καττύεται· ἀντὶ τοῦ συντίθεται, συρράπτεται. Ἀριστοφάνης· οἶδ’ ἐγὼ τὸ πρᾶγμα ταῦθ’ ὅθεν πάλαι καττύεται. ἡ μεταφορὰ ἀπὸ τῶν ὑποδημάτων. | ] |
| kappa | 1129 | [ | Κάττυμα· ἀπάτη, δόλος. Ἀριστοφάνης· ὃν ἐγὼ κατατεμῶ τοῖς ἱππεῦσιν εἰς καττύματα. καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑποβάλλεται. | ] |
| kappa | 1150 | [ | Κἄχεζεν· Ἀριστοφάνης, ἀντὶ τοῦ καὶ ἀπεπάτει. | ] |
| kappa | 1156 | [ | Κάχρυς· τὰς κριθάς. Ἀριστοφάνης· πίνονθ’ , ὡσπερεὶ κάχρυς γυναῖκ’ ἀλοῦσαν. τουτέστι καθάπερ τινὰ γυναῖκα κριθὰς ἀλοῦσαν. | ] |
| kappa | 1158 | [ | Καχυποτοπεῖσθαι· τὸ τέλειον, κακὰ ὑπονοεῖσθαι. παρὰ Ἀριστοφάνει. | ] |
| kappa | 1177 | [ | Καινοτομεῖ· αἰτιατικῇ. καινουργεῖ. ὅτι τὸ καινοτομεῖν ἐπὶ τοῦ ἄρχειν. Ἀριστοφάνης· τοῦτο γὰρ ἡμῖν ἀντ’ ἄλλης ἀρχῆς ἐστι. | ] |
| kappa | 1189 | [ | Καιρός· Ἀριστοφάνης· καιρὸς γάρ, ὅσπερ ἀνδράσι μέγιστος ἔργου παντὸς ἔστ’ ἐπιστάτης. ἀντὶ τοῦ ἐφ’ ἑκάστου πράγματος τὸ καίριον καὶ χρησιμώτατον ὁ καιρός ἐστιν· ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται· ὡς ἰατρὸν τῷ κάμνοντι περὶ φύσεως τοῦ νοσήματος διαλεγόμενον· ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο. τὸ γὰρ καλὸν μὴ καλῶς γινόμενον, οὐ καλόν. καὶ αὖθις· ὁ δὲ Ἰουστινιανός, εἴτε ὑπὸ γήρως τὰ καίρια οὐ φρονῶν, εἴτε ἄλλως ἔμελλε τὴν ὀρθογνώμονα περὶ Χριστοῦ δόξαν διακυκήσειν, εἰ μὴ ᾤχετο ἐξ ἀνθρώπων. | ] |
| kappa | 1213 | [ | Κέαρ· τὴν καρδίαν φησὶν Ἀριστοφάνης· ἐφ’ ᾧγε τὸ κέαρ εὐφράνθην. | ] |
| kappa | 1257 | [ | Κεκωδωνισμένος· ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι, τὸ ἐξετάσαι. Ἀριστοφάνης Λυσιστράτῃ· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν. | ] |
| kappa | 1261 | [ | Κεκράκτης· μεγαλόφωνος. Ἀριστοφάνης· κυκλοβόρου φωνὴν ἔχων. ποταμὸς δὲ Ἀττικὸς ὁ Κυκλοβόριος, χειμάρρους. τὴν κακοφωνίαν οὖν εἴκασε τοῦ ποταμοῦ τῷ ἤχῳ. καὶ ἀλλαχοῦ· ἅρπαξ, κεκράκτης, κυκλοβόρου φωνὴν ἔχων. | ] |
| kappa | 1262 | [ | Κεκραμένον τρία καὶ δύο· τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη κρᾶσις. Ἀριστοφάνης· ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο· ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον ἐποίησεν, ὡς δύνασθαι τρία μέτρα φέρειν ὕδατος. | ] |
| kappa | 1267 | [ | Κεκριγότες Ἰλλυριοί· Ἀριστοφάνης. ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. κεκριγότες οὖν διὰ τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμός, τοῖς ὀδοῦσι γινόμενος. | ] |
| kappa | 1274 | [ | Κεκτημένης· τῆς δεσποίνης. Ἀριστοφάνης· τὸν ἄνδρ’ ὅπου’ στὶ τῆς ἐμῆς κεκτημένης. | ] |
| kappa | 1276 | [ | Κεκυφότες· καὶ Κύψας· Ἀριστοφάνης περὶ κανθάρου φησίν· οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει. διὰ τοῦ σχήματος τὴν ἀδδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσιν ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν. | ] |
| kappa | 1287 | [ | Κελαινοφαής· ἀντὶ τοῦ μέλαινα. Ἀριστοφάνης Βατράχοις· ὦ νυκτὸς κελαινοφαὴς ὄρφνη. | ] |
| kappa | 1301 | [ | Κέλης· εἶδος πλοιαρίου μικροῦ. Ἀριστοφάνης· ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκασιν ὀρθαί. καὶ ἵππος δὲ κέλης, ὁ γυμνός. λέγει οὖν, ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. καὶ οὐχ ἁπλοῦν. ἐν Ἐπιγράμμασι· οὐκέτι Τιμάριον τὸ πρὶν γλαφυροῖο κέλητος πῆγμα φέρει πλωτόν, Κύπριδος εἰρεσίην. ἔστι δὲ εἶδος πλοίου. ὅτι τὸ κελητίζειν πρὸ τοῦ Ὁμήρου. | ] |
| kappa | 1330 | [ | Κενταυρικῶς· ἀγροίκως. ἀκόσμως, ὑβριστικῶς· ὅτι καὶ οἱ Κένταυροι ὑβρισταί· οἱ δὲ ἀντὶ τοῦ μαλακῶς. εἰρωνεύεται γὰρ ὁ Ἡρακλῆς. ὁ γὰρ Διόνυσος μαλακὸς καὶ τρυφηλός. Ἀριστοφάνης Βατράχοις· τίς τὴν θύραν ἐπάταξεν; ὡς Κενταυρικῶς ἐνήλατο. καὶ αὖθις· οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον ἔχοντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντῖνον πεδίον οἰκήσαντας. | ] |
| kappa | 1346 | [ | Κενοὶ κενὰ λογίζονται· παροιμία. Ἀρχίας γὰρ Κύπρον βουλόμενος προδοῦναι Δημητρίῳ καὶ φωραθείς, καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασε. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται. καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα προσαπώλεσε. καὶ αὖθις Ἀριστοφάνης· ἐσδραμὼν ἐς τὸ πρυτανεῖον κενῇ τῇ κοιλίᾳ ἔξεισι πλέᾳ. τουτέστιν ἐκ τῆς πόλεως. | ] |
| kappa | 1379 | [ | Κεραυνός· ἡ ἀστραπή. παροιμία. Ἀριστοφάνης· εἰ βάλλει τοὺς ἐπιόρκους ὁ κεραυνός, πῶς οὐχὶ Σίμωνα καὶ Κλεώνυμον καὶ Θέωρον ἐνέπρησε; καίτοι σφόδρ’ εἰσὶν ἐπίορκοι. τῶν δὲ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες οἱ τῇ ψαύσει ὀλλύντες, οἱ δὲ ἀργῆτες καλοῦνται. | ] |
| kappa | 1402 | [ | Κέρκος· ἡ τῶν ἑρπετῶν οὐρά, καὶ παντὸς ζῴου. παρὰ τὸ σκαίρειν καὶ ἕρπειν. Ἀριστοφάνης· ἰδού, δέχου κέρκον λαγώ. τὴν οὐρὰν τοῦ λαγῳοῦ. ἔστι δὲ ἁπαλὸν καὶ τρυφερὸν τὸ ἔριον τοῦ λαγῳοῦ, ὥστε ἀντὶ σπόγγου χρήσασθαι, ὥστε τὰς λήμας περιψεῖν· τουτέστι καταμάσσειν, ἀποσπογγίζειν. | ] |
| kappa | 1429 | [ | Κεστρᾶν τεμάχη· Ἀριστοφάνης Νεφέλαις. οὐχ οἱ αὐτοὶ τοῖς κεστρεῦσιν ἰχθύσιν αἱ κεστρέαι· ἀλλ’ οἱ μὲν τὰς μυραίνας κέστρας ἀξιοῦσι καλεῖν· οἱ δὲ οὐ ταύτας, ἀλλά τι διάφορον ἄλλο γένος ἰχθύων. νῦν μέντοι κεστρεῖς καλοῦμεν τοὺς κεφάλους. τὸ λεγόμενον τεμάχιον μεγάλων κεστρῶν, τουτέστι τιμίων καὶ λαμπρῶν ἰχθύων. τὸ δὲ τέμαχος καὶ ἐπὶ πλακοῦντος, ἐπὶ πυρῶν οὐκέτι. καὶ παροιμία· Κεστρεὺς νηστεύει· ἐπὶ τῶν δικαιοπραγούντων, ἧττον δὲ φερομένων διὰ τοῦτο αὐτό. καὶ μηδὲν πλέον ἀπὸ τῆς δικαιοσύνης ἀποφερομένων· ἐπεὶ καὶ ὁ ἰχθὺς καθαρός ἐστι. | ] |
| kappa | 1444 | [ | Κεφαλαίῳ· ἁδρῷ. Ἀριστοφάνης· ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι θενὼν ὑπ’ ὀργῆς, ἐκχέῃ τὸν Τήλεφον. ἀντὶ τοῦ ἁδρῷ. καὶ ἐν Νεφέλαις· οὐδ’ ἐδέσθαι δειπνοῦντα ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων ἁρπάζειν. κεφάλαιόν ἐστι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. ῥαφανίς, ἄνηθον. | ] |
| kappa | 1464 | [ | Κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας· Ἀριστοφάνης. ἐμποδίζων, ἀντὶ τοῦ μασώμενος. ἢ ἀπὸ τοῦ τὸν σῦκα λαμβάνοντα χάσκειν. | ] |
| kappa | 1467 | [ | Κεχηνότες· μωροί. μὴ περιπέτεσθε, ὦ μωροὶ κεχηνότες· τὸ γὰρ κεχηνέναι ἐπὶ τῶν ἀνοήτων παραλαμβάνεται. Ἀριστοφάνης· μὴ περιπέτεσθε πανταχῆ κεχηνότες. | ] |
| kappa | 1474 | [ | Κειμένους· κολαζομένους. Ἀριστοφάνης Βατράχοις· ἐν δὲ τούτῳ κειμένους. | ] |
| kappa | 1479 | [ | Κειρία· εἶδος ζώνης ἐκ σχοινίων, παρεοικὸς ἱμάντι, ᾗ δεσμοῦσι τὰς κλίνας. Ἀριστοφάνης Ὄρνισιν· οὐδ’ ἂν χαμευνῇ πάνυ γε κειρίαν γ’ ἔχων. Κειρίον δὲ τὸ σχοινίον. | ] |
| kappa | 1500 | [ | Κηκίδιος, διθυράμβων ποιητής, πάνυ ἀρχαῖος. μέμνηται αὐτοῦ Κρατῖνος ἐν Πανόπταις. καὶ Ἀριστοφάνης· ἀρχαῖα καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα καὶ Κηκιδίου. | ] |
| kappa | 1518 | [ | Κημὸν καταμηλῶν· Ἀριστοφάνης· ἔπειτ’ ἀναγκάζω πάλιν ἐξεμεῖν, ἅττ’ ἂν κεκλόφωσί μου. καταμηλοῦν λέγουσι τὸ τὴν μήλην καθίεσθαι ὑπὸ τοῦ ἰατροῦ εἰς τὸν λαιμόν, ὡς ποιοῦσιν οἱ ἐμοῦντες. τὸ δὲ ὅλον βούλεται, ὅτι καταψηφιζόμενος αὐτῶν καὶ καταδικάζων ἀναγκάζω ἐμεῖν τὰς κλοπάς. | ] |
| kappa | 1520 | [ | Κημός· πλέγμα κωνοειδές, δι’ οὗ καθιᾶσιν οἱ δικασταὶ τὴν ψῆφον εἰς τὸν κάδον. Ἀριστοφάνης· κἀπισταίην ἐπὶ τοῖς κημοῖς. καὶ τὸ τοῖς ἵπποις ἐπιτιθέμενον, καὶ γυναικεῖον προκόσμημα, καὶ αἱ αὐλητικαὶ φορβειαί, καὶ κρίκου τι γένος, καὶ πόα τις, καὶ ὄσπριόν τι παρὰ Θρᾳξίν. ἐν Ἐπιγράμμασι· καὶ ἀμφίτρητον ὑπεικτὰν κημόν. καὶ μηχανικόν τι πυρφόρον μηχάνημα. | ] |
| kappa | 1528 | [ | Κῆπος· εἶδος κουρᾶς. δύο γάρ εἰσι κουραί, σκάφιον καὶ κῆπος. τὸ μὲν οὖν σκάφιον τὸ ἐν χρῷ, ὁ δὲ κῆπος τῷ προμετώπῳ κεκοσμῆσθαι. Ἀριστοφάνης· οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. σὺ δὲ κομψίων γε σκάφιον ἀποτετιλμένος. | ] |
| kappa | 1568 | [ | Κηφισοφῶν· ὄνομα κύριον. Ἀριστοφάνης· εὖ γ’ , ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις, ταυτὶ δέ ποτ’ αὐτὸς εὗρες, ἢ Κηφισοφῶν; ἐγὼ μόνος· τὰς δ’ ὀξίδας Κηφισοφῶν. | ] |
| kappa | 1573 | [ | Κιβδηλία· ὁ ἐκ τοῦ ἀργύρου ῥύπος. τουτέστι μοχθηρία καὶ ζηλοτυπία. ἅμα δὲ ὅτι τὰ νομίσματα κιβδηλεύεται, παρὰ τὸ ὑπὸ Κίοις δεδομένον. Ἀριστοφάνης Ὄρνισι· πολλὴν ἀφεῖλες τοῦ βίου κιβδηλίαν. | ] |
| kappa | 1591 | [ | Κιθαραοιδότατος· παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους. πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον, τὸν κιθαραοιδότατον, ᾧ χάρις ἐφέσπετο. Ἀριστοφάνης φησί. | ] |
| kappa | 1597 | [ | Κίκινος· ναὶ μὰ τὸν εὐέρωτα Τιμοῦς φιλέρωτα κίκινον. καὶ Ἀριστοφάνης· ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον, ἢ πολλῶν κικίννους νεανιῶν καὶ σχῆμα καὶ εὐρυπρωκτίαν. | ] |
| kappa | 1604 | [ | Κιλλίβαντες· τρισκελῆ ἐστί τινα ξύλα, ἐφ’ ὧν τιθέασι τὰς ἀσπίδας διαναπαυόμενοι, ἐπειδὰν κάμωσι πολεμοῦντες. Ἀριστοφάνης· τοὺς κιλλίβαντας οἶσε, παῖ, τῆς ἀσπίδος. | ] |
| kappa | 1614 | [ | Κιμβέρινον ἐνδύσομαι· εἶδος ἱματίου, ἀπὸ τόπου. Ἀριστοφάνης· κιμβέρινον ἐνδύσομαι. | ] |
| kappa | 1625 | [ | Κίνναβος· τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζῳγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. Ἀριστοφάνης, καὶ ἄλλοι πολλοί. | ] |
| kappa | 1680 | [ | Κίστις, τῇ κίστει. Κιστὶς δὲ ὀξυτόνως, κιστίδος, παρὰ Ἀριστοφάνει. | ] |
| kappa | 1699 | [ | Κλάδεσι· κλάδοις. ἀπ’ εὐθείας τῆς κλάδος, ὡς τέκος. Ἀριστοφάνης Ὄρνισιν· ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει. καὶ Κλαδὶ δοτική. | ] |
| kappa | 1705 | [ | Κλαστάσεις· πατήσεις, παλαίσεις, καταπονήσεις, ὑποτάξεις, κλονήσεις, διασείσεις· οἱ δὲ κραυγάσεις· βέλτιον δὲ κλάσεις. ἀπὸ μεταφορᾶς τῶν περιτεμνομένων κλημάτων ἐν ταῖς ἀμπέλοις. Ἀριστοφάνης· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις. | ] |
| kappa | 1709 | [ | Κλαυσιᾷ· κυρίως τὸ ἠχεῖν αὐτοματὶ τὸ θύριον. Ἀριστοφάνης Πλούτῳ· ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ. | ] |
| kappa | 1736 | [ | Κλεώνυμος· οὗτος ῥίψασπις ἐγένετο. Ἀριστοφάνης· εἴ τις ἐπιθυμεῖ ταξιαρχεῖν, ἐν ταῖς μάχαις πάσχει γε τοιαῦθ’ , οἷά περ Κλεώνυμος. καὶ παροιμία· Κλεωνύμου δειλότερος. Ἀριστοφάνης· Κλεώνυμον τὸν ῥίψασπιν ἰδοῦσαι ἔλαφοι ἐγένοντο. δειλὸς γὰρ ἦν. ὑπόγυον δὲ εἶπε, τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος· μείζονα γὰρ τὰ ὑπόγυα πταίσματα τὴν συμφορὰν ἔχει. | ] |
| kappa | 1738 | [ | Κλέπτης· ὁ τὰ ἀλλότρια ἀφαιρούμενος, παρὰ τὸ κλέπτω, τὸ ἐπιθυμῶ. καὶ κλέπτω, τὸ παραλογίζομαι. Ὅμηρος· μὴ κλέπτε νόῳ. κλέπτης δὲ ἀπὸ τοῦ καλύπτειν. λέγεται δὲ κλέπτης καὶ ὁ ἐπὶ βλάβῃ τινὶ βλάψας. καὶ αὖθις· κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶς ὁ κλέπτων ὑπῆρχεν. Ἀριστοφάνης Πλούτῳ· εἴγε λαθεῖν αὐτὸν δεῖ, πῶς οὐ κόσμιόν ἐστι τὸ κλέπτειν. κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται παρὰ Ἀλκήστιδος Εὐριπίδου· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. | ] |
| kappa | 1740 | [ | Κλέπτον οὐδετέρως. Ἀριστοφάνης· ὡς δὲ καὶ κλέπτον βλέπει· οἷον σεσηρὼς ἐξαπατήσειν μ’ οἴεται. | ] |
| kappa | 1756 | [ | Κλεισθένην ὁρῶ· Ἀριστοφάνης. οὗτος ἀεὶ ἐξυρᾶτο. λέγεται οὖν ἐπὶ τῶν ἀεὶ ξυρωμένων. ἦν δὲ Σιβυρτίου· καὶ τοῦτο ἔπραττε διὰ τὸ νέος φαίνεσθαι ἀεί. τοῦτο ἔπραττε καὶ Στράτων. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε δή, πίθηκε, τὸν πώγων’ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτ’ ἐστίν; οὐ δήπου Στράτων; | ] |
| kappa | 1763 | [ | Κλειταγόρα, ποιήτρια Λακωνική. μέμνηται δὲ Ἀριστοφάνης ἐν Δαναΐσι. | ] |
| kappa | 1786 | [ | Κληρωτήρια· αἱ κληρωτικαὶ ἀρχαί, αἱ κληρώτριδες. Ἀριστοφάνης· τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; εἰς τὴν ἀγορὰν καταθήσω[ κληρώτριδα] · κ ᾆτα στήσασα παρ’ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν εἰδὼς ὁ λαχὼν ἀπῄει χαίρων ἐν ποίῳ γράμματι δειπνεῖ. καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτα ἐπὶ τὴν στοὰν ἀκολουθεῖν τὴν βασίλειον δειπνήσοντας. τὸ δὲ θῆτα εἰς τὴν παρὰ ταύτην. ( θῆτας, θήτειον. ) τοὺς δὲ τὸ κάππα εἰς τὴν στοὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. ἵνα κάπτωσι; μὰ Δί’ · ἀλλ’ ἵν’ ἐκεῖ δειπνῶσιν, οὕτω δὲ τὸ γράμμα μὴ ἐξελκυσθῇ, καθὸ δειπνήσει, τούτους ἐξελῶσιν ἅπαντες; ἀλλ’ οὐκ ἔστι τοῦτο παρ’ ἡμῖν· πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ πᾶς τις ἄπεισι τὴν δᾷδα λαβών. | ] |
| kappa | 1792 | [ | Κλητεύει· εἰς δικαστήριον καλεῖ ἅμα μάρτυσι τοῖς τῆς παραγγελίας, οὓς κλήτορας ὠνόμαζον. καὶ Ἀριστοφάνης Νεφέλαις· ὅτε τῶν ἐμαυτοῦ γ’ ἕνεκα χρημάτων ἕλκω σε κλητεύσοντα. τουτέστι μαρτυρήσοντα, ὅτι καλῶ αὐτὸν εἰς δικαστήριον. | ] |
| kappa | 1795 | [ | Κλητῆρες· μάρτυρες. Κλητὴρ λέγεται ὁ καλῶν εἰς τὸ δικαστήριον πάντας. σημαίνει δὲ ἡ λέξις καὶ τὸν μάρτυρα. Ἀριστοφάνης Ὄρνισι· κλητήρ εἰμι νησιωτικός. τουτέστιν ὁ τοὺς τὰς νήσους οἰκοῦντας συκοφαντῶν καὶ εἰς δικαστήριον ἄγων. καὶ αὖθις· κλητῆρί τ’ εἰς ἄχυρον ἀποδεδρακότι. | ] |
| kappa | 1804 | [ | Κλιμακίζειν· μέμνηται Δείναρχος ἐν τῇ ὑπὲρ Αἰσχίνου [+] εἰσηγορίᾳ, λέγων· οὗτος κλιμακίζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. καὶ Ἀριστοφάνης· βασάνιζε πάντα τρόπον· ἐν κλίμακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν, ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τ’ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. | ] |
| kappa | 1835 | [ | Κλωπεύω· κλέπτω. καὶ Κλωπεία ἐξ αὐτοῦ, καὶ Κλωπιτεύω. ἡ μὲν χεὶρ ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κλωπιδῶν. Ἀττικὴ γενικὴ ἀντὶ δοτικῆς. διαβάλλει δέ τινας ὁ Ἀριστοφάνης, ὡς λῃστὰς καὶ κλέπτας· λῃσταὶ γὰρ οἱ Αἰτωλοί. | ] |
| kappa | 1855 | [ | Κναφεύς· παρὰ τὸ κνῶ, τὸ ξύω. Ὅμηρος· ἐπὶ δ’ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ. γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν· ἥτις ἐστὶ παρὰ τὸ γανὸν καὶ λαμπρόν. καὶ ἔστι τὸ μὲν διὰ τοῦ γ κοινόν, τὸ δὲ διὰ τοῦ κ Ἀττικόν. καὶ Ἀριστοφάνης· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα βλάψοι ποτέ. | ] |
| kappa | 1860 | [ | Κνεφαῖος· σκοτεινός. ἀόρατος, ὀρθρία, ἑωθινή. Ἀριστοφάνης· κνεφαῖος εἰς ἀγορὰν φέρουσ’ ἀποδοίμην. καὶ Κνεφαῖος ἦλθεν, ἀντὶ τοῦ ὑπὸ σκότον. ὁ δὲ διαναστὰς κνεφαῖος καὶ παραφυλάξας τοῦ ζεύγους τῶν βοῶν ἐπελάβετο. | ] |
| kappa | 1894 | [ | Κοάλεμος· ἔγκειται τῇ λέξει τὸ ἠλέματον, ἤγουν τὸ μάταιον· καὶ τὸ κοεῖν, ὅ ἐστι νοεῖν. ὁ οὖν ἀνόητος καὶ μάτην κοῶν κοάλεμος λέγεται. Κοάλεμοι παρὰ Ἀριστοφάνει οἱ ἠλέματα κοοῦντες καὶ νοοῦντες. | ] |
| kappa | 1897 | [ | Κόβαλος· ἀνελεύθερος, πανοῦργος. ὁ λῃστής, ἀπὸ τῆς κοπίδος. ἢ ὁ κακότεχνος· κόβαλα γάρ ἐστι τὰ κακά. καὶ Κοβαλεία, ἡ παρὰ πονηροῦ ἀνθρώπου κολακεία. τοὺς αὐτοὺς καὶ κορυνηφορεῖς Ἀριστοφάνης· ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει. οἱ δὲ κόβαλον τὴν μετὰ ἀπάτης παιδιάν. | ] |
| kappa | 1909 | [ | Κόθορνος· ὑπόδημα ἀμφοτεροδέξιον. Ἀριστοφάνης· τίς ὁ κόθορνος τῆς ὁδοῦ; οἷον τί ὑποδησάμενος πάρει; οὕτως ἐκαλεῖτο καὶ Θηραμένης, Ἀθηναῖος ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου. εἴρηται δὲ ἐπὶ τοῦ στρεφομένου συνεχῶς. οὗτος γὰρ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. ὅτι ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. | ] |
| kappa | 1929 | [ | Κολάκρετον· Ἀριστοφάνης· καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοί, πλὴν τοῦ κολακρέτου γάλα πίνειν. | ] |
| kappa | 1937 | [ | Κολετρῶσι· κατὰ τοῦ κόλου τύπτουσιν. Ἀριστοφάνης Νεφέλαις· τὸν δείλαιον κολετρῶσιν ἀεί. ἢ καταπατοῦσιν. ἀπὸ τῶν τὰς ἐλαίας καταπατούντων. οἱ δὲ τὸ ἐνάλλεσθαι τῇ κοιλίᾳ. | ] |
| kappa | 1940 | [ | Κόλιξ· ὁ ἄρτος. ὅθεν καὶ κολλούριον ἀπὸ τοῦ κολοβόν. πληθυντικῶς κόλικες, ἀρσενικῶς παρὰ Ἀριστοφάνει ἄρτοι. | ] |
| kappa | 1944 | [ | Κολόκυμα· τὸ κωφὸν κῦμα καὶ μὴ ἐπικαχλάζον. ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν. Ἀριστοφάνης. | ] |
| kappa | 1952 | [ | Κόλουρα· τὰ μὴ ἔχοντα κέρκον, ἢ τὰ κολοβὴν ἔχοντα οὐράν· ἅπερ ἐν ταῖς ἱερουργίαις οὐ θύεται. καθόλου γάρ, εἰ μὴ ἦν τέλειον καὶ ὑγιές, οὐκ ἐθύετο τοῖς θεοῖς. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ θύσιμός ἐστιν αὐτήν· κέρκον οὐκ ἔχει. | ] |
| kappa | 1981 | [ | Κόμμα· Ἀριστοφάνης· ἔοικε δ’ εἶναι τοῦ πονηροῦ κόμματος. ἀπὸ μεταφορᾶς τῶν νομισμάτων, ἐξ ὅλου χρυσίου ἀποκεκομμένου. ἀντὶ τοῦ εἰπεῖν, φαύλου συστήματος. πονηρὸν κόμμα, ὁ παρακεκομμένος ἄργυρος. | ] |
| kappa | 1995 | [ | Κομήσῃς· Ἀριστοφάνης Πλούτῳ· μηδὲν ταύτῃ γε κομήσῃς. ἀντὶ τοῦ ὑπερηφανήσῃς. παρὰ τὸ τοὺς κομῶντας καυχητιᾶν. εἰ καὶ ἀληθεύεις, φησί, μὴ μέγα φρονήσῃς· οὐδὲν γὰρ ἧττον τὰ αὐτὰ πείσῃ. ἐκόμων δὲ οἱ φιλόσοφοι ἢ διὰ καρτερίαν ἢ διὰ σμικρολογίαν. ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτε. φησὶν Ἀριστοφάνης ἐν Νεφέλαις. | ] |
| kappa | 2023 | [ | Κομψευριπικῶς· πανούργως, κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί. καὶ Ἀριστοφάνης· ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ; | ] |
| kappa | 2025 | [ | Κομψόν· περίτρανον, περίλαλον, πανοῦργον, ἀπατητικόν, πιθανόν, τεχνικόν. ἔστι δ’ ὅτε καὶ ἀγαθὸν καὶ σπουδαῖον. ὁ δὲ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησε γυναικείᾳ ἐσθῆτι. Ἀριστοφάνης Νεφέλαις· πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ. τουτέστι πιθανὸν καὶ εὔχαριν ἐν συνόδῳ καὶ τῇ πρὸς τοὺς ἑτέρους κοινωνίᾳ. Ἀριστοφάνης· οὑ μὸς δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. ἀντὶ τοῦ ἀστεῖος. Κλειτοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο. νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλεται αὐτὸν ἀποδεῖξαι. διελθὼν λόγον περὶ ψυχῆς, ἐκ χρόνου κομψῶς μεμεριμνημένον. καὶ εἴ τις αὐτοὺς ἀποθανεῖν δὶς λέγοι, οὐκ ἂν φανείη κομψός, ἀλλὰ τῶν συνετωτέρων. καὶ αὖθις· τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου. | ] |
| kappa | 2030 | [ | Κόνδυλον· τὸ ἐκολάφισαν αὐτόν, ὡς ἔοικεν, ἐντεῦθεν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ κόλαφός ἐστι παρ’ Ἐπιχάρμῳ. Ἀριστοφάνης· ἢν ὁ παῖς οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου. ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν. | ] |
| kappa | 2031 | [ | Κονία· ὁ κονιορτός. νίτρον, ῥύπος. ἔλουσαν ἡμᾶς ἄνευ κονίας. Ἀριστοφάνης. καὶ οὐδετέρως Κόνιον. καὶ Κονίῃσι. | ] |
| kappa | 2059 | [ | Κοπρία· ὁ πηλός. καὶ Ἀριστοφάνης· κοπροφορήσω σ’, εἴ τι γρύξεις. ἀντὶ τοῦ εἰ λαλήσεις, κόπρον σου καταφορήσω. τουτέστι κόπρου πληρώσω. | ] |
| kappa | 2062 | [ | Κόπτω· Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ οὐχὶ κόπτω τὴν θύραν. ἐπὶ μὲν τῶν ἔξωθεν κρουόντων τὸ κόπτειν λέγεται, ἐπὶ δὲ τῶν ἔσωθεν ψοφεῖν. ἱκανῶς δὲ τοῦτο διέστειλε Μένανδρος ἐπὶ μὲν τῶν ἔξωθεν λέγων, κόψω τὴν θύραν. ἐπὶ δὲ τῶν ἔσωθεν· ἀλλ’ ἐψόφει καί τις τὴν θύραν ἐξιών. εἰ νὴ Δία τὰς γνάθους αὐτῶν δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ βουπάλου, φωνὴν ἂν οὐκ εἶχον. καὶ αὖθις· λάβετέ μου θοιμάτιον· κόψω βουπάλῳ τὸν ὀφθαλμόν. | ] |
| kappa | 2081 | [ | Κόρης, κόρεως. ἀρσενικῶς διὰ τοῦ η. Ἀριστοφάνης. κόρις δὲ θηλυκῶς, κόριδος. | ] |
| kappa | 2095 | [ | Κορκορυγάς· βοάς, ταραχάς, θορύβους. λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν. Ἀριστοφάνης· οἱ ταῖς ἀρχαῖς ἐπέχοντες, τινὰ κορκορυγὴν ἐκύκων. ἀντὶ τοῦ ταραχὰς ἐκίνουν. | ] |
| kappa | 2113 | [ | Κόροιβος· ὄνομα κύριον. καὶ μωρός τις, μετρῶν τὰ κύματα. Καλλίμαχος· τὸν ὄγδοον ὥς τι Κόροιβον. ὅτι Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης. | ] |
| kappa | 2209 | [ | Κωβάλῳ· ἡ λέξις παρὰ Ἀριστοφάνει. | ] |
| kappa | 2213 | [ | Κωδεία· εἶδος φυτοῦ. ἡ τῆς μήκωνος κεφαλή. Ὑπερίδης καὶ Ἀριστοφάνης. | ] |
| kappa | 2216 | [ | Κῴδιον· προβάτειον δέρμα. Ἀριστοφάνης· εἰ μή σε μισῶ, γενοίμην ἓν προβάτου κῴδιον καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. κῴδιόν ἐστι τὸ ἅμα τοῖς ἐρίοις σκευαζόμενον δέρμα. γενοίμην, φησίν, ἐς τὴν οἰκίαν Κρατίνου κῴδιον, ὥστε μου κατουρεῖν ἐκεῖνον, εἰ μή σε μισῶ. ὡς ἐνουρητὴν οὖν καὶ μέθυσον διαβάλλει τὸν Κρατῖνον. ὅθεν καὶ παροξυνθεὶς ἐκεῖνος, καίτοι τοῦ ἀγωνίζεσθαι ἀποστὰς καὶ συγγράφειν, πάλιν ἀγωνίζεται καὶ γράφει δρᾶμα τὴν Πυτίνην, ἐς αὑτόν τε καὶ τὴν μέθην. οἰκονομίᾳ δὲ κέχρηται τοιαύτῃ· τὴν κωμῳδίαν ἐπλάσατο ὁ Κρατῖνος εἶναι αὑτοῦ γυναῖκα καὶ ἀφίστασθαι τοῦ συνοικεσίου τοῦ σὺν αὐτῷ θέλειν καὶ κακώσεως αὐτοῦ δίκην λαβεῖν, φίλους δὲ παρατυχόντας τοῦ Κρατίνου δεῖσθαι μηδὲν προπετὲς ποιεῖσθαι, καὶ τῆς ἔχθρας ἀνερωτᾶν τὴν αἰτίαν, τὴν δὲ μέμφεσθαι αὐτῷ, ὅτι μὴ κωμῳδεῖ μηκέτι μηδὲ συγγράφει, σχολάζει δὲ τῇ μέθῃ. ἦν δὲ ὁ Κρατῖνος τῆς ἀρχαίας κωμῳδίας, πρεσβύτερος Ἀριστοφάνους, τῶν δοκίμων ἄγαν. ὅτι Ἀναξαγόρας Ὀλυμπιάσιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. | ] |
| kappa | 2221 | [ | Κωδωνοφορῶν· οἱ περίπολοι, οἱ τὰς φυλακὰς περισκοποῦντες, ἐρχόμενοι ἐπὶ τοὺς φύλακας κώδωνας εἶχον καὶ τούτους ἐψόφουν, πειράζοντες τὸν καθεύδοντα καὶ ἵνα οἱ φυλάσσοντες ἀντιφθέγγωνται. Ἀριστοφάνης· κωδωνοφορῶν περίτρεχε. | ] |
| kappa | 2234 | [ | Κωλακρέται· οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. Ἀριστοφάνης· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν. | ] |
| kappa | 2236 | [ | Κωλή· τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων, τοῦ λεγομένου κωλῆνος. ἔστι δὲ ἱερὸς Ἑρμοῦ ὁ βραχίων τῶν ἀλόγων ζῴων. Ἀριστοφάνης Πλούτῳ· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον. τὰς ἀγκύλας φησίν, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς θύοντας. | ] |
| kappa | 2259 | [ | Κώμην· οἱ πλεῖστοι τὸν στενωπὸν καὶ τὴν οἷον γειτνίασιν, οἱ δὲ τοὺς ἐν τῇ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι. καὶ κωμήτας, τοὺς δημότας ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆς πόλεως οἰκοῦντας. οὕτως Ἀριστοφάνης. εἴρηκε δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν αʹ· κατὰ κώμας δὲ τῷ παλαιῷ τρόπῳ οἰκηθεῖσα. | ] |
| kappa | 2261 | [ | Κωμῆται· κωμήτας οἱ παλαιοὶ τοὺς ἐκ τοῦ αὐτοῦ ἀμφόδου καὶ τόπου ἔλεγον. Ἀριστοφάνης Νεφέλαις· τοὺς κωμήτας γυμνοὺς ἁθρόους, εἰ καὶ κρημνώδη κατανίφοι. | ] |
| kappa | 2263 | [ | Κωμῆτις· θηλυκῶς ἡ γείτων. κῶμα γὰρ τὰ ἄμφοδα. ἔνθεν καὶ ἐπικωμάσαι. Ἀριστοφάνης· πλὴν ἥ γ’ ἐμὴ κωμῆτις ἥδ’ ἐξέρχεται. ὡς Λυσίστρατος φησί. | ] |
| kappa | 2270 | [ | Κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ ἀεί· Ἀριστοφάνης. | ] |
| kappa | 2278 | [ | Κᾦνον· καὶ οἶνον. Ἀριστοφάνης Βατράχοις· κᾦνον ἀνεκεράννυ γλυκύτατον. | ] |
| kappa | 2281 | [ | Κώνωψ· θηλυκῶς παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. εἶδος μυίας. | ] |
| kappa | 2319 | [ | Κραμβοτάτου· ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ Ἀριστοφάνης ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας· αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα Κράτης. ἢ τὸ καπυρόν· ἢ τὸ χρηστότατον. | ] |
| kappa | 2320 | [ | Κραναῶν· τῶν Ἀθηναίων, διὰ τὸ τραχὺ καὶ λεπτόγειον, ἢ ἀπὸ Κραναοῦ βασιλέως. καὶ Κραναῶν πετρῶν, τῶν τραχέων. Ἀριστοφάνης· ἔπειτα μείζω τῶν κραναῶν ζητεῖς πόλιν; καὶ τὰς κραναὰς ἀκαλήφας. | ] |
| kappa | 2363 | [ | Κρέας· καταχρηστικῶς καὶ ἐπὶ ὀρνίθων ἐχρήσατο Ἀριστοφάνης ἐν Νεφέλαις· κρέα τ’ ὀρνίθεια. | ] |
| kappa | 2367 | [ | Κρέκουσα· αὐλοῦσα. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ὦ καλλιβόαν κρέκουσ’ αὐλὸν φθέγμασιν ἠρινοῖς. κυρίως δὲ κρέκειν τὸ τὴν κιθάραν κρούειν. καὶ ἐν Ἐπιγράμμασι· Ζηνοφίλα, λιγὺ κρέκεις τι μέλος. | ] |
| kappa | 2368 | [ | Κρέκω· τὸ ἠχῶ. ἀλλ’ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς. καὶ Ἀριστοφάνης· τοιάδε κύκνοι συμμιγῆ βοὴν ὁμοῦ κρέκοντες ἴαχον. | ] |
| kappa | 2370 | [ | Κρεμάθρα· μετέωρόν τι κατασκεύασμα, ἐν ᾧ ἐτίθεσαν τὰ περιττεύοντα ὄψα. κρεμάθρα δὲ εἴρηται διὰ τὸ ἀεὶ κρεμαμένην μετέωρον εἶναι. εἰσάγει δὲ Ἀριστοφάνης τὸν Σωκράτην ἐπὶ κρεμάθρας καθήμενον γελοίου χάριν, ὡς μετεωρολέσχην. | ] |
| kappa | 2388 | [ | Κρημνός· φάραγξ. Ἀριστοφάνης· κρημνοὺς ἐρείδων. τουτέστι κρημνοὺς ἐπιπέμπων καὶ ἀκοντίζων. ἀπὸ τοῦ ἐλασίμβροτα εἴληφε, καὶ ταῦτα ὑπέρογκα. Ὅμηρος καὶ τὴν ὄχθην κρημνὸν λέγει· ἐπειδὴ πάντα τὰ ὑψηλὰ κρημνοί. λύσις ὀνείρου· κρημνοῦ πεσόντα δυστυχῆ δηλοῖ τύχην. | ] |
| kappa | 2390 | [ | Κρημνοί· ἐξέχοντες τόποι. καὶ Κρημνοποιόν φησιν Ἀριστοφάνης τὸν Αἰσχύλον, ὡς μεγάλας λέξεις ποιοῦντα. | ] |
| kappa | 2398 | [ | Κρησέρα· τὸ περιβόλαιον τῶν κοφίνων. ἔστι δὲ διερρωγός. Ἀριστοφάνης· ἀλλ’ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα. τοῦτο δὲ λέγει ὡς πρὸς γραῦν. | ] |
| kappa | 2408 | [ | Κρητικόν· εἶδος χιτῶνος. Ἀριστοφάνης· σὺ δὲ τὸ Κρητικὸν ἀπόδυθι ταχέως. | ] |
| kappa | 2410 | [ | Κρητικός· ῥυθμός ἐστιν οὕτω καλούμενος. Ἀριστοφάνης· ὑπανακινεῖν Κρητικῶς τὼ πόδε. | ] |
| kappa | 2413 | [ | Κρίβανον· οἱ Ἀττικοὶ λέγουσι κριθῶν βαῦνον, τουτέστι κάμινον. καὶ Ἄρτος κριβανίτης, ὁ ἐν κριβάνῳ ὠπτημένος. κρίβανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος· ὅ ἐστι κάμινος. καὶ Ἀριστοφάνης· εἶτα ἐξένιζε· παρετίθει δ’ ἡμῖν βοῦς κριβανίτας. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θύννους ἐν κριβάνοισιν ὀπτούς. | ] |
| kappa | 2415 | [ | Κρίγη· ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. καὶ Ἀριστοφάνης· ὥσπερ Ἰλλυριοὶ κεκριγότες. | ] |
| kappa | 2460 | [ | Κροκωτός· ἱμάτιον Διονυσιακόν. Ἀριστοφάνης· ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβεῖν τὸν γέλων, ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. ἐφόρει γὰρ καὶ κροκωτὸν καὶ λεοντῆν, ὡς Ἡρακλῆς. τοῦτο γὰρ ἦν φόρεμα τῷ Ἡρακλεῖ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνομοίων. ἐφόρει δὲ τὴν λεοντῆν, ἵνα φοβερὸς ᾖ. καὶ παροιμία· Τὸν κροκωτὸν ἡ γαλῆ. | ] |
| kappa | 2464 | [ | Κρόμμυα ἐσθίειν· ἴσον τῷ κλαίειν· Ἀλυάττῃ γὰρ πέμψαντι πρὸς Βίαντα τὸν σοφόν, ἵνα θᾶττον παρ’ αὐτὸν ἥκοι, ἐγώ, φησίν, Ἀλυάττῃ κελεύω κρόμμυα ἐσθίειν. καὶ Ἀριστοφάνης· κρόμμυόν τ’ ἄρ’ οὐκ ἔδῃ. ἀντὶ τοῦ κλαύσῃ καὶ χωρὶς κρομμύων· ἀντὶ τοῦ δακρύσεις καὶ χωρὶς κρομμύωνος. καὶ ἑτέρα παροιμία· κρομμύων ὀσφραίνεσθαι, ἐπὶ τῶν κλαιόντων. | ] |
| kappa | 2468 | [ | Κρονικώτερα· ἀρχαιότερα, μωρότερα. καὶ Ἀριστοφάνης· καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους τὸν νοῦν, διορχησόμενος ὀλίγον ὕστερον. | ] |
| kappa | 2470 | [ | Κρονίων ὄζων· Ἀριστοφάνης Νεφέλαις· καὶ πῶς, ὢ μῶρε σύ, Κρονίων ὄζων; τουτέστιν ἀρχαϊσμοῦ γέμων καὶ μωρίας. ἤτοι ὅτι ἑορτή τις παλαιὰ ἤγετο τῷ Κρόνῳ, ἢ ὅτι τὰ παλαιὰ πάντα καὶ εὐήθη Κρόνια ἐκάλουν. καὶ Κρόνους, τοὺς λήρους. | ] |
| kappa | 2492 | [ | Κρώζει· ὡς κόραξ ἢ κορώνη κράζει. ἥδε δ’ αὖ κρώζει πάλιν. εἰς τοὐπίσω ἄπελθε. Ἀριστοφάνης Ὄρνισι. πάλιν γὰρ τὸ εἰς τοὐπίσω· παλίντονα τόξα τιταίνων. καὶ αὖθις· οὐκ οἶδ’ ὃ κρώζεις. ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι. Ἀριστοφάνης Πλούτῳ· οὗ μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος, ζητεῖς μεταλαβεῖν. καὶ αὖθις· τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων. | ] |
| kappa | 2574 | [ | Κύαθος· ἀντλητήριον, μέτρον ὑγροῦ οὐγγιῶν βʹ. ἢ κοχλιάριον. Ἀριστοφάνης· κύαθον αἰτήσεις τάχα. ἵνα προσθῇς ταῖς γνάθοις· οὕτως ὑπωπιεσθήσῃ καὶ τυφθήσῃ ὑφ’ ἡμῶν. γεμίζουσι γὰρ κύαθον θερμοῦ καὶ προσκολλῶσι τοῖς οἰδήμασι καὶ θεραπεύουσι. Κύαθος οὖν παρὰ τὸ χύω, χύαθος, καὶ κύαθος. | ] |
| kappa | 2620 | [ | Κυδοιδοπᾶν· συνταράττειν. τινὲς δὲ ἐξ ἑκατέρου τὸ πράττειν· τὸ μὲν ἀπὸ τοῦ κυκᾶν, τὸ δὲ ἀπὸ τοῦ κυδοιμοῦ. Ἀριστοφάνης· οὐδὲν ὀρθῶς· ἀλλ’ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν. | ] |
| kappa | 2640 | [ | Κυκησιτέφρου· ταραττούσης τὴν τέφραν. Ἀριστοφάνης· Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεύς, ὁπόσοι κρατοῦσι κυκησιτέφρου ψευδολίτρου τε κονίας καὶ Κιμωλίας γῆς. τῆς κυκώσης τέφραν, μεμιγμένην τῷ νίτρῳ. κιμωλία δὲ λευκὴ γῆ. λέγει δέ, ὅτι πονηρός ἐστι πάσης γῆς ὅσης οἱ βαλανεῖς κρατοῦσι, κιμωλίας, τέφρας καὶ τῆς λοιπῆς τῆς τοιαύτης. | ] |
| kappa | 2645 | [ | Κύκλια· τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα, ταῦτα κύκλια ἔλεγον. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλά. τουτέστι μέλη, ὕμνους, παιᾶνας, προσῴδια, παρθένια. | ] |
| kappa | 2647 | [ | Κυκλίων τε χορῶν ᾀσματοκάμπας· Ἀριστοφάνης Νεφέλαις. οἱ παλαιοὶ διαφορὰν τῆς μουσικῆς ἡγοῦντο εἶναι τοὺς διθυράμβους. καὶ καθάπτεται αὐτῶν λέγων, εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτο ἢ κάμψειέ τινα καμπήν, οἵας οἱ νῦν ταύτας τὰς δυσκολοκάμπους, ἐπετρίβετο τυπτόμενος πολλάς, ὡς τὰς μούσας ἀφανίζων. καὶ Καλλίμαχος δὲ πρὸς αὐτοὺς ἀποτεινόμενος οὕτω πως αὐτῶν καθάπτεται· νόθαι δ’ ἤνθησαν ἀοιδαί. ἢ τοὺς περὶ Κινησίαν καὶ Κλεομένην καὶ Φιλόξενον αἰνίττεται, ὄντας διθυραμβοποιούς. σοφιστὰς δὲ εἶναι βούλεται καὶ τοὺς διθυραμβοποιούς· τῶν γὰρ κυκλίων χορῶν ἦσαν οὗτοι διδάσκαλοι. διὰ δὲ τὸ ἁρμονίᾳ μὴ ὑποπίπτειν αὐτῶν τὰ συγγράμματα, καμπὰς ἔχουσι πλείονας, ἃς οἱ μουσικοὶ καλοῦσι στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδούς. διὸ καὶ ἐν ταῖς τραγῳδίαις συνειστήκει τὰ χορικά. | ] |
| kappa | 2648 | [ | Κυκλοβόρος· ποταμὸς τῆς Ἀττικῆς, χειμάρρους. ἐπὶ τῶν κακοφώνων ὁ λόγος, διὰ δὲ τὸν ἦχον τοῦ ποταμοῦ. Ἀριστοφάνης· ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων. | ] |
| kappa | 2671 | [ | Κυλλός· ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα ὁμοίως. καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. οἱ δὲ Κύλλου ἀναγινώσκουσιν ὡς Κύκνου. τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητής· ὄρσεο Κυλλοπόδιον. τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρός, ὡς Εὔπολις· ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρα, οὐ λέγεις. ἢ ἐπειδὴ πολὺ παρ’ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, ποδὶ κούφῳ, πόδα τιθείς, τὸ κυλλὸν προσέθηκεν. Ἀριστοφάνης Ὄρνισι. | ] |
| kappa | 2675 | [ | Κῦμα· Ἀριστοφάνης· καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις. ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις καὶ ἀνάγκαις. ὅτι τὰ μεγάλα κύματα ἐν τῇ συνηθείᾳ αἶγες λέγεται. ἐξ οὗ καὶ ἐπαιγίζω ἐπὶ τοῦ σφοδρῶς πνέω. | ] |
| kappa | 2688 | [ | Κυμινοπριστοκαρδαμόγλυφον· Ἀριστοφάνης· τὸ γὰρ ὑίδιον τηρεῖ με, καί τι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμόγλυφον. | ] |
| kappa | 2692 | [ | Κύννα καὶ Σαλαβακχώ· ὀνόματα θαυμαζομένων παρ’ Ἀθήνησιν ἑταιρῶν. Ἀριστοφάνης· καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ’ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον· ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν. περὶ Κλέωνός φησι. | ] |
| kappa | 2701 | [ | Κυνῆ· Ἀριστοφάνης· πλοῖον ἢ κυνῆ. ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. πλοῖον μέν, καθὸ ἐπτέρωνται αἱ τριήρεις καὶ τὰ πτερὰ διατέταται ὥσπερ κῶπαι· κυνῆ δέ, ὅτι ἔχει περικεφαλαίαν τὸν πέτασον, ὡς ὁ Ἑρμῆς, ἄγγελος ὤν. καὶ οἱ Πελοποννήσιοι δὲ κυνῆν τὸν πέτασόν φασι. | ] |
| kappa | 2713 | [ | Κυνθιάδες· ἐν Ἐπιγράμμασι· Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι. καὶ Κυνθίαν· Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις. | ] |
| kappa | 2740 | [ | Κυπτάζειν· διατρίβειν, στραγεύειν, ἀναβάλλειν. ὁ δὲ ἐς ἅμαξαν χόρτου πλήρη ἐκρύφη καὶ οὕτως ἐς τὸ ἄστυ ἐσεκομίσθη, ἅτε μηδενὸς ἐλπίσαντος ἐνταῦθα τινὰ κυπτάζειν. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν; περιττὸν τὸ ἔχων Ἀττικῶς. Ἀριστοφάνης Νεφέλαις. καὶ τὸ περί τι πονεῖσθαι. | ] |
| kappa | 2745 | [ | Κύρβεις· αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι· κρύβιές τινες οὖσαι, ἐν αἷς τὰ τῶν θεῶν ἀποκρυπτόμενα ἔδει εἶναι. Ἀσκληπιάδης, ὅτι ἀπὸ Κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι Φανίας ὁ Ἐφέσιος. ἀπὸ τούτου ταῦτα κυρωθῆναι τοῖς γράμμασιν. Ἐρατοσθένης δὲ τριγώνους αὐτάς φησιν εἶναι· Ἀριστοφάνης δὲ ὁμοίας εἶναί φησι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις οὐσίας εἶχον. ἀμφοτέρων δὲ τὸ κατασκεύασμα τοιοῦτον· πλινθίον τι μέγα, ἀνδρόμηκες, ἡρμοσμένα ἔχον τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμμάτων πλήρεις· ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ μεταστρέφεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων. καὶ παροιμία· Κύρβεις κακῶν. σανίδες εἰσὶ παρ’ Ἀθηναίοις τετράγωνοι, ἐν αἷς τοὺς νόμους ἔγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας ἐποίουν. ἐπὶ τοίνυν τῶν σφόδρα πονηρῶν ἡ παροιμία. Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένα. ἢ ἀπὸ τῶν Κορυβάντων. ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος. | ] |
| kappa | 2751 | [ | Κυρηβάσει· κυρηβασία λέγεται ἡ διὰ κεράτων μάχη, ἥπερ ἐν τοῖς ἀλόγοις ζῴοις γίνεται. ἢ αἱ πλήξεις τῶν τράγων. Ἀριστοφάνης· εἰ δ’ ἐκκλίνει γε δευρί, πρὸς σκέλος κυρηβάσει. ἂν πρὸς τὸ σκέλος μαχεῖται. ἢ διαπεσεῖται, ἐὰν ὑποσταλῇ, ἢ φύγῃ. | ] |
| kappa | 2784 | [ | Κύσον με· φίλησόν με. Ἀριστοφάνης Νεφέλαις· κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. ἐπὶ πίστει καὶ συνθήκαις διδόναι τὰς δεξιὰς ἀλλήλοις εἰώθασιν. ὑπὲρ οὖν τοῦ πεισθῆναι τὸν νεανίαν, ὁ πρεσβύτης ταύτην ἀξιοῖ παρ’ αὐτοῦ πίστιν λαβεῖν. | ] |
| kappa | 2787 | [ | Κύτταρος· αἱ τῶν κηρίων καὶ σφηκῶν κατατρήσεις. Θεόφραστος δὲ κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος, ἥτις ἐστὶν ὡς στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπίπτει. οἷον οὖν ἀγγειῶδές φησι κύτταρον οὐρανοῦ. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. | ] |
| kappa | 2800 | [ | Κύφωνες· ξύλα ἦσαν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαν. Ἀριστοφάνης Πλούτῳ· ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε; κύφων δέ ἐστι δεσμὸς ξύλινος, ὃν οἱ μὲν κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουσιν. ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται καὶ ἐπὶ πάντων δυσχερῶν καὶ ὀλεθρίων. καὶ κυφανισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος. εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν. ἐὰν δέ τις θρασυνόμενος τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν κʹ, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον. τοῦ δὲ χρόνου διελθόντος, κατὰ κρημνῶν ὠθεῖσθαι, στολὴν γυναικείαν περιβαλόντας. | ] |
| kappa | 2803 | [ | Κυψέλη ἑξμέδιμνος· ἓξ μεδίμνους χωροῦσα. κυψέλη δὲ σκεῦος δεκτικὸν κριθῶν ἢ πυρῶν. οὕτω δὲ εἴρηται διὰ τὸ κεκρύφθαι αὐτοῦ τὴν ἕλην· ἔστι γὰρ σκοτεινόν. διαφέρει δὲ πρὸς τὴν κυψελίδα, ἥτις ἐστὶν ὁ ἐν τοῖς ὠσὶ ῥύπος. Ἀριστοφάνης· ἐπεὶ κἀμοῦ λίθον βαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν. | ] |
| lambda | 14 | [ | Λαγαριζόμενον· Ἀριστοφάνης· ὡς ᾔσθηνται τὸν σύρφακα ἐκ κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν. | ] |
| lambda | 31 | [ | Λαγῴοις· τοῖς τοῦ λαγωοῦ κρέασιν. Ἀριστοφάνης· ἐξ ὧν δύο μυριάδες τῶν δημοτικῶν ἐν λαγῴοις καὶ στεφάνοισι παντοδαποῖσι. | ] |
| lambda | 53 | [ | Λακίδας πεπλωμάτων· τὰ διερρωγότα ἱμάτια, παρὰ Ἀριστοφάνει. | ] |
| lambda | 59 | [ | Λακκόπρωκτος· Ἀριστοφάνης· ὦ λακκόπρωκτε. πάττε, πάττε πολλοῖς τοῖς ῥόδοις, ἆρ’ οἶδ’ , ὅτι χαίρω πόλλ’ ἀκούων καὶ κακά; | ] |
| lambda | 62 | [ | Λακωνίζω· τὰ τῶν Λακώνων φρονῶ. οἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασι. Λακωνίζειν δὲ παιδικοῖς χρῆσθαι. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. | ] |
| lambda | 63 | [ | Λακωνικαί· ἀνδρεῖα ὑποδήματα. ποῦ τὸ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. καὶ ἐν Ἐπιγράμμασι· τοί τε Λάκωνες ἐΰπεπλοι. | ] |
| lambda | 64 | [ | Λακωνικαὶ κλεῖδες· ὁ αὐτὸς Ἀριστοφάνης· περιβόητοι δέ εἰσιν αὗται. οἱ γὰρ ἄνδρες ἤδη κλειδία φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνίκα ἄττα, ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου· νῦν δ’ οὗτος αὐτοὺς ἐδίδαξε θριπηδέστατ’ ἔχειν σφραγῖδα ἐξαψαμένους. τὰ γὰρ ἀρχαῖα μονοβάλανά φησιν εἶναι. Μένανδρος Μισουμέναις· Λακωνικὴ κλείς ἐστιν, ὡς ἔοικέ μοι, περιοιστέα, φησίν, ὅτι ἔξωθεν περικλείεται, μοχλοῦ περιτιθεμένου ἤ τινος τοιούτου· ὥστε τοῖς ἔνδον μὴ εἶναι ἀνοῖξαι. | ] |
| lambda | 70 | [ | Λακρατίδης· οὗτος ἀρχαῖος ἄρχων Ἀθήνησιν. ἦρχε δὲ ἐπὶ τῶν χρόνων Δαρείου, ἐφ’ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατίδας ἐκάλουν. Ἀριστοφάνης· παλαιῷ Λακρατίδῃ τὸ σκέλος βαρύνεται. ὅ ἐστι διὰ τὸ γῆρας οὐχ οἷός τέ εἰμι θᾶττον βαδίζειν. | ] |
| lambda | 81 | [ | Λαμάχων· Λάμαχος, Ἀθηναίων στρατηγὸς ῥιψοκίνδυνος· ὅν, ὅτε εἰς Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι, ἐχειροτόνησαν μετὰ Ἀλκιβιάδου καὶ Νικίου. ἦν δὲ καὶ φιλοπόλεμος. Ἀριστοφάνης· σπονδὰς ποιησάμενος ἐμαυτῷ πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γὰρ ἔσθ’ ἥδιον. | ] |
| lambda | 85 | [ | Λάμια· θηρίον. ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν, λαίμια καὶ λάμια. Ἀριστοφάνης· φώκης δ’ εἶχεν ὀσμήν, λαμίας ὄρχεις ἀπολύτους. δραστικοὶ γὰρ οἱ ὄρχεις. εἰδωλοποιεῖ δέ τινας ὄρχεις λαμίας· θῆλυ γάρ. καὶ Λάμος, πόλις Λαιστρυγόνων. | ] |
| lambda | 87 | [ | Λαμπάδιον περὶ τὸ σφυρόν· οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ ἐπιδέσμου εἶδος, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα τὸ σφυρόν, οἱ δὲ τὰ ἔμμοτα. Ἀριστοφάνης· λαμπάδα περὶ τὸ σφυρόν· ἁ νὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον. ὅτι Τραιανὸς ὁ βασιλεὺς τοὺς τετρωμένους ἐν πολέμῳ ἐθεράπευεν. ἐπιλειπόντων δὲ σφᾶς τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος ἐφείσατο, ἀλλ’ εἰς τὰ λαμπάδια αὐτὴν κατέτεμε πᾶσαν. ὅτι ἡ διὰ τῶν δᾴδων γινομένη ἐν πολέμοις λαμπὰς φρυκτὸς καλεῖται. | ] |
| lambda | 98 | [ | Λαμπροφόροι· Ἀριστοφάνης· οἱ γὰρ ἄνδρες ὥσπερ λαμπροφόροι ὄντες ἀποκεκύφαμεν. οἱ γὰρ λυχνοφοροῦντες κεκύφασι διὰ τὸν ἄνεμον. | ] |
| lambda | 121 | [ | Λαρινοὶ βόες· οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε. Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδωναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς. λαρινεύειν γὰρ τὸ σιτεύειν. Ἀριστοφάνης Ὄρνισι· ζητῶ τι λαρινὸν ἔπος, ὃ τὴν τούτων θραύσει ψυχήν. ἀντὶ τοῦ μέγα· ἀπὸ μεταφορᾶς τῶν βοῶν. ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην τὴν προσηγορίαν ἐσχηκέναι. εἰσὶ δέ τινες, οἳ παρὰ τὸ λαρὸν ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαρινούς, τοὺς μεγαλορρίνους. ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. ἢ οἱ μεγάλοι καὶ εὐτραφεῖς, ἀπὸ Λαρίνου βουκόλου. Ἡρωδιανὸς ὀξυτόνως, ὡς ἀληθινός. | ] |
| lambda | 171 | [ | Λαχών· κληρωσάμενος. Ἀριστοφάνης· πρὶν λαχεῖν τὰ κοινὰ κατεσθίεις. τουτέστι πρὶν κληρωθῆναι, πρὶν χειροτονηθῆναι, πρὸ διανομῆς ἁρπάζεις. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόντων πρὸ διανομῆς. | ] |
| lambda | 181 | [ | Λαικαστής· ὁ πόρνος. Ἀριστοφάνης· λαικαστάς τε καὶ καταπύγονας. τουτέστι τοὺς πόρνους. ὁ αὐτός· κάμπτει δὲ νέας ἀψῖδας ἐπῶν, τὸ δὲ τορείη καὶ γογγυλίζει καὶ λαικάζει. καὶ Λαικάστρια, ἡ πόρνη. | ] |
| lambda | 185 | [ | Λαῖμα· τὸ αἷμα. παραπεποίηται δὲ παρὰ τὸ λαιμόν. οἱ δὲ λαῖμα, τουτέστιν ὅρμημα. ἔτι μέντοι τῶν περὶ τὴν Ἀσίαν τινὲς ἐπὶ τῶν ἀναιδῶν καὶ ἐκτόλμων οὕτω λέγουσιν. Ἀριστοφάνης Ὄρνισι· κᾆτ’ ἀνῆλθεν αὐτῷ κάτωθεν πρὸς τὸ λαῖμα τοῦ καμήλου, Χαιρεφῶν ἡ νυκτερίς. | ] |
| lambda | 224 | [ | Λέγεις μοι χαράν, λέγεις μοι βοᾶν· Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ ἀναγγέλλεις μοι χαρᾶς ἄξιον, ὥστε βοᾶν τῇ χαρᾷ νικώμενον. | ] |
| lambda | 226 | [ | Λέαινα· ζῷον, θηρίον. καὶ Ἀριστοφάνης· οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδι. ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυροκνῆστις δὲ ἡ μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλέφαντες λέοντες ἐγλύφοντο. λέγει οὖν, ὅτι οὐκ ἐπ’ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυροκνήστιδος. ὀκλάζοντες δὲ ἦσαν οἱ λέοντες, ἵνα μὴ ἀποθραύοιντο. | ] |
| lambda | 232 | [ | Λεκάνια καὶ Λεκανίδες· τὰ μείζονα τῶν ὀξεοβάφων καὶ ἐκπέταλα. καί μοι λεκάνιον δὸς τῶν λαγῴων κρεῶν. καὶ Ἀριστοφάνης· δότε μοι λεκάνην. ἰδοῦ, χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην, ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας ἐμήσω· χολὴ γάρ μοι ἐπιπλέει διὰ τὰ ῥήματα αὐτοῦ. | ] |
| lambda | 284 | [ | Λέπας· ἀκρωτήριον. Λεπὰς δὲ κογχυλίου εἶδος, ὃ ταῖς πέτραις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδάν τις αὐτοῦ βουληθείη λαβεῖν. εὐεπίφορος δὲ ἐστὶ τῷ λεπὰς ὁ Ἀριστοφάνης. παρ’ ὑπόνοιαν, ὥσπερ λεπὰς πέτρᾳ, οὕτως ἡ γραῦς τῷ μειρακίῳ. λεπὰς δὲ εἶδος ἰχθύος. καὶ ἐν Ἐπιγράμμασι· ὃς τόδε ναίεις εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας. τουτέστιν ἀκρωτήριον. | ] |
| lambda | 285 | [ | Λεπαστής· εἶδος ποτηρίου μεῖζον ἢ κύλιξ· ἢ ὁ πίθος. Ἀριστοφάνης· φήσεις, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν. | ] |
| lambda | 288 | [ | Λέπρεον· τῆς Τριφυλίας πόλις. ἀπὸ τοῦ παρακειμένου τραχέος ὄρους. οἱ δ’ ἀπὸ τοῦ τοὺς κτίζοντας αὐτὴν νόσῳ χρήσασθαι λέπρᾳ. οὐδετέρως τὸ Λέπρεον. Ἀριστοφάνης δὲ ἀρσενικῶς ἐξήνεγκε· τὸν Ἠλεῖον Λέπρεον, ἀντὶ τοῦ τὸν τῆς Ἤλιδος. οὕτω δὲ ἐκλήθη διὰ τὸ τὴν χώραν αὐτῶν λέπειν· διαφαίνονται γὰρ ἐκ τῆς ὀρεινῆς. πέτρας γὰρ εἶναι αὐτόθι ποικίλας τῷ χρώματι καὶ διαλεύκους ὁμοίας τὰς ὄψεις λεπριῶσιν. | ] |
| lambda | 289 | [ | Λέπρεος· Ἀριστοφάνης· βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. οὗτος εἶχε λέπραν, ἐκωμῳδεῖτο δὲ καὶ εἰς μαλακίαν. ἦν δὲ καὶ κακοπράγμων καὶ ὀψοφάγος καὶ λάλος. νὴ τὸν θεόν, ὃς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. | ] |
| lambda | 294 | [ | Λεπτὴν πλέκει· λεγόμενόν τι ἐπὶ τῶν πενήτων. οἷον ἀκριβῆ, στενήν, ἀσθενῆ. ἔνθεν καὶ λεπτολόγος. Ἀριστοφάνης Νεφέλαις· καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα. τουτέστιν ἐρεύνα. | ] |
| lambda | 306 | [ | Λεσβίσαι· μολῦναι τὸ στόμα. Λέσβιοι γὰρ διεβάλλοντο. ἐπὶ αἰσχρότητι. Ἀριστοφάνης· μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας. | ] |
| lambda | 357 | [ | Λείβεται τοῖς δακρύοις· διάβροχος γίνεται. Ἀριστοφάνης· ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος. οὗτος ὁ Ἱππόδαμος ἐν Πειραιεῖ κατῴκει καὶ τὴν οἰκίαν δημοσίαν ἀνῆκε. πικρῶς οὖν λέγει πρὸς Κλέωνα, ὅτι σὺ μὲν σφετερίζῃ καὶ κερδαίνεις, ὁ δὲ εὐνούστατος τῇ πόλει καταλείβεται τοῖς δακρύοις ὁρῶν σε καρπούμενον τὰ τῆς πόλεως ἀναξίως. | ] |
| lambda | 372 | [ | Λεῖον· πρᾶον. Ἀριστοφάνης· μὴ πρὸς ὀργὴν ἀντιλέξῃς, ἀλλὰ συστείλας ἄκροισι χρώμενος τοῖς ἱστίοις· εἶτα μᾶλλον ἄξεις καὶ φυλάξεις, ἥνικ’ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς. | ] |
| lambda | 405 | [ | Λῃδάριον· θέριστρον. ἄλλως· εὐτελὲς ἱμάτιον θερινόν. Ἀριστοφάνης· καὶ λῃδάριόν τι πρίασθαι. | ] |
| lambda | 434 | [ | Ληκώμεθα· κινώμεθα. Ἀριστοφάνης· μάλισθ’ ὅταν ὑπό του ληκώμεθα τὴν νύχθ’ ὅλην. | ] |
| lambda | 436 | [ | Ληκύθιον· ἀγγεῖον. εἶχε δὲ ἐν τῇ ζώνῃ ληκύθιον παρηρτημένον, ἐν ᾧ τὸ φάρμακον ἦν τὸ θανάσιμον. καὶ Ἀριστοφάνης· οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμἄκαστον, ἀλλ’ ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. μικροπρεπῶς γὰρ ἔλεγον κωδάριον, ληκύθιον, θυλάκιον. | ] |
| lambda | 438 | [ | Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. Ζήνων ὁ Κιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. | ] |
| lambda | 439 | [ | Λήκυθος· θηλυκῶς παρὰ Ἀριστοφάνει. ὃς τοῖς νεκροῖς ζωγραφεῖ τὰς ληκύθους. ὁ τῶν γραφέων ἄριστος. τοιαῦτα γάρ τινα ἐν τοῖς μνήμασιν ἔγραφον. καὶ αὖθις· καὶ παράθου τὰς ληκύθους. | ] |
| lambda | 441 | [ | Λῆμα· ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’ , ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρατεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως. | ] |
| lambda | 447 | [ | Λήμη· λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον καὶ ἀμβλυώττειν παρασκευάζον. παρὰ τὸ λεύω, τὸ βλέπω, καὶ τὸ μή. Ἀριστοφάνης· ἀλλ’ ὦ Κρονικαῖς γνώμαις ὄντως λημῶντες τὰς φρένας, ἤγουν ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὰς φρένας· παροιμία ἐπὶ τῶν ἀμβλυωπούντων. λήμη δ’ ἐστὶ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. σημαίνει οὖν τὸ τετυφλωμένε τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλμιώντων ἐμποδίζονται τὰς ὄψεις. καὶ Λημῶ, τὸ ἀμβλυώττω. καὶ Λημῶντες τοὺς ὀφθαλμούς. | ] |
| lambda | 467 | [ | Ληρεῖς· φλυαρεῖς. Ἀριστοφάνης· τί δῆτα ληρεῖς, ὥσπερ ἀπ’ ὄνου καταπεσών; λέγεται καὶ ἀπὸ νοῦ. καὶ αὖθις· λῆρον ληρεῖς. ἀντὶ τοῦ κατὰ λῆρον. Ἀττικὴ δὲ ἡ φράσις καὶ τὸ σχῆμα, ὡς τό, μανίαν μαίνῃ. ἔστι δὲ Ἀττικὸν τὸ σχῆμα, τὸ εἰπόντα τὸ πρᾶγμα ἐπαγαγεῖν τὸ ἀπὸ τοῦ πράγματος ῥῆμα, ὡς τό, ὕβριν ὑβρίζεις, καί, φυγὴν φεύγεις. | ] |
| lambda | 502 | [ | Λιγνύς· ἡ ἀνάδοσις τοῦ καπνοῦ. Ἀριστοφάνης· λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσει Λικυμνίαισι βολαῖς. οὗτος ὁ Λικύμνιος ἐνεπύρισέ τινων οἰκίας. καὶ δρᾶμά ἐστιν Εὐριπίδου Λικύμνιος. | ] |
| lambda | 527 | [ | Λίθῳ· τῷ βήματι. Ἀριστοφάνης· τονθορύζοντες δὲ τῷ γήρᾳ, τῷ λίθῳ προσέσταμεν. | ] |
| lambda | 575 | [ | Λιπαρά· ἡ ἀφύη. Ἀριστοφάνης· εἰ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειε τὰς Ἀθήνας, εὗρε τὸ πᾶν ἄν, ἀφύων τιμὴν περιάψας. καὶ αὖθις· λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τουτέστι πλουσία. | ] |
| lambda | 578 | [ | Λιπαρές· τὸ προσεχές. ἐκ τοῦ λίαν παρεῖναι. Ἀριστοφάνης· εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαρᾶς χειρουργίας. τουτέστι τόλμης. ἢ οὐκ ἀφέξονται προσεχοῦς ἔργου αἱ γυναῖκες. | ] |
| lambda | 586 | [ | Λιπαρός· ἀνθηρός, παρὰ τὸ λίπος· στίλβει γὰρ τὸ ἔλαιον. ἢ ἀντὶ τοῦ ἀληλιμμένος. Ἀριστοφάνης Πλούτῳ· λιπαρὸς χωρῶν ἐκ βαλανείου. | ] |
| lambda | 615 | [ | Λιταργοῦμεν· συντόμως δραμούμεθα. πρὸς τὸ λίαν ἀργόν· τουτέστι ταχύ. Ἀριστοφάνης· εἶθ’ ὅπως λιταργοῦμεν οἴκαδ’ ἐς τὰ χωρία. | ] |
| lambda | 638 | [ | Λογάρια· οἱ λόγοι. Ἀριστοφάνης. οὐ φανοῦμαι δὲ στρογγύλων λογάρια προοίμιά τινα καὶ προνόμια. | ] |
| lambda | 658 | [ | Λόγος· λόγος ἐστὶ φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη. λόγος δὲ σημαίνει ϛʹ. διαφέρει δὲ λέξις καὶ λόγος· λέξις μὲν γὰρ ἄσημος γίνεται ὡς βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει. ἀρεταὶ δὲ τοῦ λόγου εʹ· Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, ἀποσκευή. Λόγος καὶ ἡ ὑπόθεσις. Ἀριστοφάνης· Εὐριπίδῃ λόγον παράσχῃς, καὶ τραγῳδία γένῃ. ζήτει λόγους ἀπορρήτους Χρυσίππου ἐν τῷ Χρυσίππος. | ] |
| lambda | 674 | [ | Λοπάς· παρὰ Συρακουσίοις τὸ τήγανον· παρὰ δὲ Θεοπόμπῳ ἡ σορός, καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται δὲ οὕτω καὶ ὁ ἐν τῇ Ἑλλάδι γινόμενος λίθος. Ἀριστοφάνης· ἐγὼ μὲν οὖν ἂν ὀρνίθων γάλα ἀντὶ βίου λάβοιμ’ ἄν, οὗ με νῦν ἀποστερεῖς. οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλυσιν, ἀλλ’ ἥδιον ἂν δικίδιον μικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον. | ] |
| lambda | 681 | [ | Λορδουμένων· κινουμένων. ἐπειδὴ οἱ συνουσιάζοντες κινοῦνται. Ἀριστοφάνης· λορδουμένων τε σωμάτων ἐπιστάτην. | ] |
| lambda | 697 | [ | Λοφεῖον· ἡ τοῦ κατόπτρου θήκη, ἢ ἡ θήκη τοῦ λόφου τῆς περικεφαλαίας. περιφερὴς δὲ αὕτη. Ἀριστοφάνης Νεφέλαις· καθέλοιμι νύκτωρ τὴν σελήνην· εἶτα δὴ αὐτὴν καθείρξαιμ’ εἰς λοφεῖον στρογγύλον. ἐὰν μὲν ᾖ ὑποκοριστικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφων, ἐὰν δὲ διὰ τῆς ει διφθόγγου, προπερισπᾶται καὶ δηλοῖ τὴν θήκην τοῦ λόφου. | ] |
| lambda | 713 | [ | Λόχμας· συμφύτους τόπους. Ἀριστοφάνης· ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, ὥσπερ ἦν ξυγκείμενον. ἔθρεψαν αἱ γυναῖκες τρίχας, ἵν’ , ὅταν χειροτονῶσι, δοκῶσιν ἄνδρες εἶναι. καί, ἀλειψαμένη τὸ σῶμ’ ὅλον δι’ ἡμέρας ἐχλιαίνετο πρὸς τὸν ἥλιον ὥστε μελανθῆναι ὡς ἀνήρ. | ] |
| lambda | 718 | [ | Λόχος· ἐνέδρα, τάξις. Ἀριστοφάνης· γνώσεσθ’ , ὅτι καὶ παρ’ ἡμῖν εἰσὶ λόχοι δʹ μαχίμων ἀνδρῶν ἔνδον ἐξωπλισμένων. διότι καὶ παρὰ Λακεδαιμονίοις ὑπῆρχον δʹ λόχοι, οἷς ἐκέχρητο ὁ βασιλεύς. | ] |
| lambda | 775 | [ | Λυγκέως ὀξυωπέστερον βλέπειν· οὗτος ἐγένετο ἀδελφὸς Ἴδα· ὁ δὲ Ἀριστοφάνης ἐν Δαναΐσιν υἱὸς Αἰγύπτου. τοσοῦτον δὲ ὀξυωπέστατος ἦν, ὡς δι’ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφόν, ὥς φησι Πίνδαρος. καὶ Ἀπολλώνιος ἐν Ἀργοναύταις· εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. | ] |
| lambda | 794 | [ | Λυκαβηττὸς καὶ Παρνασσὸς ὄρη μέγιστα, τὸ μὲν τῆς Ἀττικῆς, τὸ δὲ τῆς Φωκίδος. ἦν σὺ λέγῃς ἡμῖν Λυκαβηττοὺς καὶ Παρνασσῶν μεγέθη, τουτέστι τὸ χρηστὰ διδάσκειν. ἐπὶ τῶν εἴς τι μεγαλαυχούντων. Ἀριστοφάνης. | ] |
| lambda | 808 | [ | Λύκις· λέγεται καὶ Λύκος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ποιητής. Ἀριστοφάνης· τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος πεποίηκε καὶ Λύκις κἀμειψίας. οὗτοι οὖν οἱ τρεῖς κωμικοὶ ὑπόψυχροι. ὁ δὲ Φρύνιχος ἐν ταῖς κωμῳδίαις παρ’ ἕκαστα ἐφορτικεύετο. κωμῳδεῖται δὲ καὶ ὡς ξένος ἐπὶ φαυλότητι ποιημάτων καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. σκευηφοροῦσ’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ. | ] |
| lambda | 812 | [ | Λυκόποδες· οὕτως ἐκάλουν τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἐν Λυσιστράτῃ τοὺς Ἀλκμαιονίδας φησίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστράτους ἐτείχισαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος· εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| lambda | 816 | [ | Λύκος ἔχανεν· ἐπὶ τῶν ἐλπιζόντων μέν τι ἕξειν, διαμαρτόντων δὲ τῆς ἐλπίδος. λέγουσι δὲ τὸν λύκον, ἐπειδὰν ἁρπάσαι τι βούληται, κεχηνότα παραγίνεσθαι ἐπ’ αὐτό. ὅταν οὖν μὴ λάβῃ ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φασιν. ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. | ] |
| lambda | 860 | [ | Λυσικράτης· οὗτος φαρμάκῳ τινὶ ἐμέλαινε τὰς ἑαυτοῦ τρίχας. Ἀριστοφάνης· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἕψουσ’ ἔτυχες, ᾧ Λυσικράτης μελαίνεται. καὶ αὖθις· ἡ Λυσικράτους ῥὶς ἴσα τοῖς καλοῖσι φρονήσει. ἐπειδὴ σιμὸς ἦν καὶ αἰσχρὸς καὶ κλέπτης καὶ ἄσημος. καὶ παροιμία· Λυσικράτης δωροδοκῶν. στρατηγὸς Ἀθηναίων. | ] |
| lambda | 868 | [ | Λυσίστρατος καὶ Θούμαντις· πένητες. Ἀριστοφάνης· μηδὲν ἐς Λυσίστρατον, μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ. | ] |
| mu | 12 | [ | Μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα· οὕτω καὶ τὰ τυχόντα ὤμνυον, μὰ κρήνας, μὰ ποταμούς. Ἀριστοφάνης Ὄρνισι. | ] |
| mu | 31 | [ | Μὰ Δία· οὐκ ἐπὶ τοῦ μὰ τὸν Δία λέγων, ὡς οἴονταί τινες· ἐχρῶντο δὲ αὐτῷ ἀντὶ τοῦ μὰ Δία, ὥσπερ καὶ τῷ νὴ Δία ἐπὶ τῷ ναί· ὅθεν καὶ ναὶ Δία λέγουσιν καὶ ναὶ μὰ Δία. Ἀριστοφάνης Πλούτῳ· ναὶ μὰ Δία τούτων τε πολλῷ πλείονα. ἐπὶ κατωμοτικοῦ τὸ μὰ Δία, ὅταν αὐτοῦ προτάττηται τὸ ναί. | ] |
| mu | 35 | [ | Μᾶζα· κυρίως ἡ τροφή, ἡ ἀπὸ γάλακτος καὶ σίτου, παρὰ τὸ μάζεσθαι. προπερισπᾶται. ἐπὶ δὲ τοῦ κανθάρου Ἀριστοφάνης καταχρηστικῶς κέχρηται. οὐ γὰρ τὴν ἐξ ἀλφίτων φυραθεῖσαν δηλοῦν θέλει, οὐ γὰρ αὕτη κανθάρων τροφή, ἀλλὰ τὸ ἀποπάτημα, τουτέστι τὴν κόπρον. πίτυρα δέ τινα ἔματτον οἱ οἰκέται· κόπρον γὰρ φυρᾶν ἄπιστον. αἶρ’ , αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. καὶ παροιμία ἐπὶ τῶν ἀλλοτρίοις πόνοις ἐγκαυχωμένων· μᾶζαν μεμαχὼς τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. καὶ πρῴην γ’ ἐμοῦ μᾶζαν μεμαχότος Λακωνικήν, πανουργοτάτως παραδραμών, ὑφαρπάσας αὐτὴν παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην καὶ ἐν ἑτοίμῳ γενομένην. τοῦτο δὲ ἀπὸ ἱστορίας εἴληφεν, ἧς μέμνηται Θουκυδίδης. | ] |
| mu | 42 | [ | Μάθημα· ἐπιτήδευμα, ἀσχόλημα, δίαιτα, διαγωγή, πρόφασις, ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. μεταμαθεῖν δέ ἐστιν τὸ παύσασθαι. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; | ] |
| mu | 44 | [ | Μαθητιῶ· μαθεῖν ἐπιθυμῶ. Ἀριστοφάνης Νεφέλαις· μαθητιῶ γάρ. ἀλλ’ ἄνοιγε τὴν θύραν. καὶ Μαθηταῖσι, τοῖς μαθηταῖς. | ] |
| mu | 45 | [ | Μαθών· ἰδών. ὁ δὲ Κελτὸς μαθὼν ἐγέλασε καὶ κατέσκωπτεν, ὡς ἀνὴρ παιδὶ μέλλων διαγωνιεῖσθαι. καὶ αὖθις· ὡς ἔμαθε κἀκεῖνον ἀνιστάμενον. ἀντὶ τοῦ εἶδε. καὶ Ἀριστοφάνης· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν. | ] |
| mu | 53 | [ | Μάκαρι σὺν τύχᾳ· ἀντὶ τοῦ μακαρίᾳ. Ἀριστοφάνης· περιπέτεσθε τὸν μάκαρα, μάκαρι σὺν τύχᾳ. καὶ αὖθις Ἀριστοφάνης· ὦ μακάρι’ Αὐτόμενες, ὥς σε μακαρίζομεν, παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους. | ] |
| mu | 57 | [ | Μακαρίτας· τοὺς τεθνεῶτας εὐφήμως, ὡς μακαρίων ὄντων τῶν τελευτησάντων, ὅτι οὐκέτι αἰσθάνονταί τινος δεινοῦ. Δωριέων τινὲς αὐτοὺς ζαμερίτας καλοῦσιν, οἷον τῆς μείζονος μερίδος ἤδη κεκοινωνηκότας. τὸ γὰρ ζὰ ἐπὶ τοῦ μεγάλου τίθεται. Ἀριστοφάνης Πλούτῳ· ὡς μακαρίτην, ὦ Δάματερ, τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. | ] |
| mu | 67 | [ | Μάκελλα· δίκελλα. Ἀριστοφάνης· ὦ μῶρε, μῶρε, μὴ θεῶν κίνει φρένας δειλάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ δίκη. ἐπὶ τῶν βλασφήμων εἴρηται. | ] |
| mu | 68 | [ | Μακκοᾷ· ἀνοηταίνει, ἐνεόν ἐστιν. ἔφαμεν δέ, ὅτι ἡ Μακκὼ ἐνεὰ ἦν. Ἀριστοφάνης· τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον. καὶ Μεμακκοακότα, ἀντὶ τοῦ ἀνοηταίνοντα. | ] |
| mu | 86 | [ | Μάκτρα· θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ ἄλευρα. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ μάκτρας πιθάκνης πλευρὰν ἐρρωγυῖαν. | ] |
| mu | 108 | [ | Μαλθακώτερον· πρὸς τὸ ἡδύτερον τοῦ βίου, καὶ εὖ ἔχον. Ἀριστοφάνης Βατράχοις· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι καὶ φύσει Θηραμένους. | ] |
| mu | 109 | [ | Μαλθάξαι· ἀγαθῦναι, καταπραῧναι. τοὺς μὲν δώροις μαλθασσομένους καὶ ἐς τὰς κλήσεις συνιέναι. καὶ αὖθις· τὸ γὰρ δυνάμενον ἐκεῖνον τὸν ἄνδρα μαλθάξαι ἓν μόνον ἦν, ἡ τῶν τρόπων ἐπιείκεια καὶ ὁ τοῦ δικαίου κατὰ φύσιν ἔρως. καὶ Ἀριστοφάνης· νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ’ ἤδη μαλθακός εἰμι. | ] |
| mu | 121 | [ | Μαμμάκυθος· ὄνομα κύριον. Ἀριστοφάνης· τέως δ’ ἀβελτερώτατοι κεχηνότες Μαμμάκυθοι, Μελιτίδαι κάθηνται. | ] |
| mu | 134 | [ | Μανδαλωτόν· εἶδος φιλήματος ποικίλον καὶ ἡδύ. θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν. Ἀριστοφάνης φησί. | ] |
| mu | 146 | [ | Μάνης· ὄνομα κύριον οἰκέτου. Ἀριστοφάνης Ὄρνισι· νῦν δ’ ἀνδράποδα, ἠλιθίους, Μάνας. | ] |
| mu | 153 | [ | Μανιῶν· πληθυντικῶς. ἀντὶ τοῦ μανίας. σὺ δ’ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας. λέγουσι δὲ καὶ ἑνικῶς, τὸ δὲ πλεῖστον πληθυντικῶς. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε. Ἀριστοφάνης. καὶ Ὅμηρος εἰς τὴν αὐτὴν πλάστιγγα τῇ μανίᾳ τὴν μέθην τίθησιν. | ] |
| mu | 196 | [ | Μαρίλη· ἀμαυρὸν πῦρ. ὁ χνοῦς, καὶ τὸ λεπτότατον τῶν ἀνθράκων. χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης. καὶ Κρατῖνος ἐν Ὥραις· ἐφθάρη μαρίλης τὴν φάρυγγα πλέαν ἔχων. ἡ ἀπὸ τῶν ἀνθράκων σποδιά. Ἀριστοφάνης· ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐπετίλησεν, ὥσπερ σηπία. | ] |
| mu | 241 | [ | Μαρψίας· ὄνομα κύριον. ἦν δὲ ῥήτωρ φλύαρος καὶ θορυβώδης. Ἀριστοφάνης· πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας; | ] |
| mu | 252 | [ | Μασώμενος· βʹ συζυγίας τῶν περισπωμένων. ἀπὸ τοῦ μασῶ, μασᾷς· ὡς γελῶ, γελᾷς. παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ. | ] |
| mu | 256 | [ | Μασταρύζει· συνέλκει καὶ συνάγει τὰ χείλη. ἀπὸ μεταφορᾶς τῶν ὑποτιτθίων παιδίων, ἃ τὸν μαστὸν ἕλκοντα τῷ στόματι, συνάγει τὰ χείλη. Ἀριστοφάνης· ὁ δ’ ὑπὸ γήρως μασταρύζει. | ] |
| mu | 291 | [ | Μάττοντας· ἐσθίοντας πολλά. ἀπὸ τῆς ματτομένης μάζης. Ἀριστοφάνης· τούς θ’ Ἡρακλέας μάττοντας. αἰνίττεται δὲ ταῦτα εἰς Εὐριπίδην, ὃς ἐποίησεν Ἡρακλέα πεινῶντα καὶ Διόνυσον δειλὸν καὶ Δία μοιχὸν καὶ δοῦλον κλαίοντα. | ] |
| mu | 328 | [ | Μαινάδας· μαινομένας, ζητούσας βακχεύειν, παραφόρους. καὶ Ἀριστοφάνης· μισῶ τἄνδρ’ ἐκεῖνον, εἰ μὴ μαίνομαι. | ] |
| mu | 348 | [ | Μέγα· ἀντὶ τοῦ μεγάλως. Ἀριστοφάνης Νεφέλαις· τοῦτο μέγα φροντίζετε. | ] |
| mu | 421 | [ | Μεθ’ ἡμέραν· ἀντὶ τοῦ ἐν ἡμέρᾳ· Ἀττικῶς. Ἀριστοφάνης Πλούτῳ· οἴμοι τάλας, ἀποδύομαι μεθ’ ἡμέραν. οὕτως Ἀττικῶς φασιν, οὐκ ἐν ἡμέρᾳ. | ] |
| mu | 445 | [ | Μέλαθρα· οἶκον. Ἀριστοφάνης· μέλαθρα μὲν ἂν καταιθαλώσω. παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. | ] |
| mu | 453 | [ | Μελανίωνος σωφρονέστερος· Ἀριστοφάνης Λυσιστράτῃ· οὗτος φεύγων γάμον ἀφίκετ’ ἐς ἐρημίαν κ ἀν τοῖς ὄρεσιν ᾤκει, καὶ κύνα τιν’ εἶχε, κᾆτ’ ἐλαγοθήρει, κοὐκ ἔτ’ ἦλθεν οἴκαδ’ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη ἐκεῖνος· ἡμεῖς δ’ οὐδὲν ἧττον τοῦ Μελανίωνος σωφρονέστεροι. | ] |
| mu | 457 | [ | Μελάνθιος καὶ Μόρσιμος· λέγει Ἀριστοφάνης περὶ αὐτῶν οὕτως· ἄμφω Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι, ἅρπυιαι, γραοσόβαι, μιαροί, τραγομάσχαλοι, ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ μοῦσα καὶ θεὰ μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. Γοργόνες, φοβεροὶ ἐς γαστριμαργίαν· βατὶς δὲ εἶδος ἰχθύος· ἅρπυιαι δὲ ἅρπαγες τῶν ἰχθύων· Ἅρπυιαι γὰρ ἁρπακτικοὶ δαίμονες· ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν· ἢ γραΐσι συγκοιμώμενοι· σοβάδες γὰρ αἱ πόρναι· καταχρεμψαμένη δὲ καταπτύσασα. | ] |
| mu | 495 | [ | Μέλητος· τραγῳδίας ποιητὴς ὑπόψυχρος. καὶ Ἀριστοφάνης· σκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτός ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦσαν. | ] |
| mu | 500 | [ | Μελία· εἶδος δένδρου. Ἀριστοφάνης Ὄρνισιν· ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου. | ] |
| mu | 523 | [ | Μελιτιανός. ὅτι Βουταλίων καὶ Κόροιβος καὶ Μελιτίδης ἐπὶ μωρίᾳ διεβέβληντο. Ἀριστοφάνης. ζήτει ἐν τῷ γελοῖος. | ] |
| mu | 533 | [ | Μέλον· διὰ φροντίδος ὄν. Ἀριστοφάνης· οὐδὲν ἄρ’ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον, εἴποτέ τι θλιβόμενος ἐκβάλω. ὅτι δὴ βασιλεὺς ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἁμηγέπη ἀπογεύεσθαι λόγων καὶ τῆς περὶ ταῦτα γάνυσθαι δόξης. | ] |
| mu | 534 | [ | Μελλονικιᾶν· τὸ βραδύνειν καὶ ἀναβάλλεσθαι. Ἀριστοφάνης· οὐδὲ νυστάζειν ὥρ’ ἐστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Νικίας γὰρ υἱὸς Ἀλκιβιάδου, ὃς ἀνεβάλετο ἀπελθεῖν εἰς Σικελίαν. βραδὺς γὰρ ἦν περὶ τὰς ἐξόδους, καὶ ὡς οἱ διαβάλλοντες οὐ προνοητικός, ἀλλὰ μελλητής. ἀλλ’ ὡς τάχιστα δεῖ τι δρᾶν. | ] |
| mu | 536 | [ | Μέλος τι μελλοδειπνικόν ὑπανακίνει Κρητικὼ τὼ πόδε. Ἀριστοφάνης· τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεοκρά. | ] |
| mu | 538 | [ | Μέλλω· ἐπὶ τοῦ βραδύνω. καὶ ἐπὶ τοῦ ἐσομένου χρόνου παρὰ Θουκυδίδῃ. καὶ Σοφοκλῆς· μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθειρα. καὶ Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω, πλὴν ὅταν μέλλω’ ξεμεῖν. τουτέστιν εἰ ὅλως λέγεις, τότε εἰπέ, ὅτε μέλλω ἐξεμεῖν· ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγεις· ἢ οὕτως· τότε, φησί, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι, ἐὰν εἴπῃς. | ] |
| mu | 543 | [ | Μελύδριον Ἰωνικόν· ἀντὶ τοῦ τρυφηλόν· τοιοῦτοι γὰρ Ἴωνες. Ἀριστοφάνης· δεῦρ’ ἴτ’ ἐπὶ τοὐμὸν στέμμα μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν. | ] |
| mu | 550 | [ | Μεμακκοακότα· τὰ Μακκοῦς φρονοῦντα, ἀνοηταίνοντα· Μακκὼ γὰρ καὶ Λαμὼ ἐγένοντο ἐνεαί. τουτέστι βαρέως νοοῦσαι. Ἀριστοφάνης· ὁ δὲ ὡς ὁρᾷ μεμακκοακότα τὸν δεσπότην, τέχνην πεποίηται. | ] |
| mu | 564 | [ | Μεμιλτωμένον· Ἀριστοφάνης· τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθασιν ὑπηρέται βʹ μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός. ὅσοι δὲ ἐχρίοντο, ἐξέτινον ζημίαν. | ] |
| mu | 569 | [ | Μεμνῇτο· μιμνήσκοιτο. οὕτω προπερισπωμένως, ὡς Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ [+] προσῳδίᾳ. Ἀριστοφάνης Πλούτῳ· ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. | ] |
| mu | 581 | [ | Μεμύρωμαι· Ἀριστοφάνης· μακαριωτάτη ἐγώ, ἥτις μεμύρωμαι τὴν κεφαλὴν μυρώμασιν ἀγαθοῖς· πολὺ δ’ ὑπερπέπαικεν αὐτῶν τὰ Θάσια ἀμφορείδια. ἀμφορείδια τὰ κεράμια· ἀπανθήσαντα δὲ ξηρανθέντα. | ] |
| mu | 707 | [ | Μεταμαθεῖν· μεταγνῶναι. παύσασθαι. Ἀγαθίας· ὑμεῖς δὲ ὀμωμοκότες ἀνέδην παρεσπονδήσατε. ἀλλ’ εἴγε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, οὐδέν τι ἔλαττον ἕξετε. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; οὐδ’ ἄν μοι δοίης γε τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. καὶ μετέμαθεν Ἑβραῖος ὢν τὴν τῶν Ἀσσυρίων δυσσέβειαν. ἀντὶ τοῦ ἠλλάξατο. | ] |
| mu | 712 | [ | Μεταμώνιος· μάταιος, πρὸς οὐδὲν χρήσιμος. Ἀριστοφάνης· ἐς κόρακας βαδιῇ μεταμώνιος. | ] |
| mu | 724 | [ | Μεταπήδα· διάβαινε, μετέρχου. Ἀριστοφάνης· ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν. φησὶν ὅτι ἐὰν ἡ διάνοια εἰς ζήτημα ἄπορον ἐμπέσῃ, μετάβηθι ἐπ’ ἄλλο. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει αὐτόν, ὅτι ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ, δηλονότι αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται. | ] |
| mu | 775 | [ | Μετεωροφένακας· οὕτω καλεῖ τοὺς διὰ τῶν μετεώρων ἀπατῶντας Ἀριστοφάνης· φενακίζειν γὰρ τὸ ἐξαπατᾶν. | ] |
| mu | 794 | [ | Μετόν· ἐξόν. Ἀριστοφάνης· οὐδ’ ἂν κλέπτης οὐδεὶς ἔσται. πῶς γὰρ κλέψαι; μετὸν αὐτῷ. ἀντὶ τοῦ μέτεστι. | ] |
| mu | 807 | [ | Μετρείτω· παρεχέτω. Ἀριστοφάνης· πυροὺς πεινῶσι μετρείτω. | ] |
| mu | 820 | [ | Μέτοικοι· μέρος ἐστὶ τῶν πολιτῶν οἱ μέτοικοι εὐτελές, ὡς τὰ ἄχυρα τῶν κριθῶν. Ἀριστοφάνης· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Μέτοικοι δὲ οἱ ἀφ’ ἑτέρας πόλεως μεταστάντες καὶ εἰς ἑτέραν οἰκοῦντες. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, ᾤου δυνατὸς εἶναι λέγειν. παρὰ Σοφοκλεῖ δὲ μέτοικος ἀντὶ τοῦ ἔνοικος· εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι. ἀντὶ τοῦ ἔνοικος. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικος, ὡς ἡμεῖς φαμεν, εἴρηται. μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν. τοῦτο δὲ σημαίνει ἔνοικον. Αἰσχύλος τοὺς οἰωνοὺς τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκους. καὶ αὖθις· Ζωβίαν ὑποδεξαμένην Ἀριστογείτονα φυγόντα καὶ ἀξιοῦσαν εὖ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακε. καὶ αὖθις· τοῦτον δὲ ἐπίπρασκον, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. | ] |
| mu | 863 | [ | Μή· τὸ ἀπαγορευτικόν. ἀντὶ τοῦ οὐ κεῖται παρὰ Καλλιμάχῳ. ἠρνεόμην θανάτοιο πάλαι καλέοντος ἀκοῦσαι, μὴ μετὰ δήν. τουτέστιν οὐκ ἀπέθανον πρὸ τούτου, ἵνα οὐ μετὰ δὴν καὶ ἐπὶ σοὶ θρηνήσω ἀποθανόντος. καὶ παρὰ Ἀριστοφάνει τὸ μὴ ἀντὶ τοῦ οὐ τάττεται. | ] |
| mu | 874 | [ | Μηδὲν μακρὰν ἀπέλθῃς· παρὰ Ἀριστοφάνει. τὸ δεν παρέλκει κατ’ Ἀττικούς. | ] |
| mu | 933 | [ | Μηλολόνθη· ζωΰφιον, ᾧ χρῶνται εἰς παιδιὰν οἱ παῖδες· ὃ τοῖς ἄνθεσιν ἐπικαθέζεται. οἱ δὲ παῖδες λίνον τοῦ ποδὸς ἐξαρτῶντες, καὶ ξυλίφιον ὃ οὐκ ἐξισχύουσιν ἀνακουφίσαι, εἰς τὸν ἀέρα ἀφιᾶσιν, ἔχοντες ἐξουσίαν πάλιν αὐτὰς κυνηγετῆσαι. Ἀριστοφάνης· ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ εἰς τὸν ἀέρα, λινόδετον ὥσπερ μηλολόνθαν. σημαίνει δὲ καὶ εἶδος ἄνθους. | ] |
| mu | 940 | [ | Μηλῶσαι· τὸ καθεῖναί τι εἰς βάθος. καὶ τὴν φάρυγγα μηλῶσαι, τὸ διαχρῖσαι τῷ δακτύλῳ. Ἀριστοφάνης· τὴν φάρυγγα μηλῶσαι, δύο δραχμὰς ἕξει μόνας. καὶ Μήλη, ἐργαλεῖον, δι’ οὗ χρίεταί τι καὶ ὑπαλείφεται. | ] |
| mu | 945 | [ | Μή μοί ποτ’ ἔλθῃς, ὅτ’ ἐγὼ πράττω κακῶς· παροιμία ἐπὶ τῶν μὴ συνερχομένων τοῖς φίλοις ἐν κινδύνοις. παίζει δὲ Ἀριστοφάνης· εἰς τὸ ἐναντίον γὰρ ἡ παροιμία, μή μοί ποτ’ ἔλθῃς, ὅτ’ ἐγὼ πράττω καλῶς. | ] |
| mu | 1011 | [ | Μητροφάνης [+], ἔκγονος Λαχάρου. ὢν δὲ ἐν παισὶν ἔτι νήπιος ἀνεφθέγξατο βοῶν· ἐγώ εἰμι, ἔφη, Ἀριστοφάνης ὁ φαλακρός, οὔπω τι τῶν τοιούτων ἀκηκοώς. ἐπεὶ δὲ οἱ ἀκούσαντες ἀνέκρινον ὅ τι εἴποι, μηδὲν εἰδέναι τῶν εἰρημένων διϊσχυρίζετο. κατὰ [+] τούτου [+] τοῦ [+] Μητροφάνους [+] [+] [+] ἔγραψε λόγον Σουπηριανὸς [+] ὁ σοφιστής. | ] |
| mu | 1027 | [ | Μιαροί· ἀηδεῖς, βδελυκτοί. ὁ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε αἷμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, ἵνα μήποτ’ ἄρα ἐκ τοῦ λύθρου μιαροὶ βλέπωνται. καὶ Ἀριστοφάνης· ὦ μιαρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε; τί σοί ποτ’ ἔστ’ ὄνομ’ , οὐκ ἐρεῖς· μιαρώτατος. ποδαπὸς γένος εἶ; φράζε μοι μιαρώτατος. οὔ τοι, μὰ τὴν γῆν, ἔσθ’ ὅπως οὐκ ἀποθανῇ, εἰ μὴ κατερεῖς μοι τοὔνομ’ , ὅ τι πότ’ ἐστί σοι. μιαρώτατε. Τρυγαῖος, Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων. ἥκεις δὲ κατὰ τί; τὰ κρέα ταυτί σοι φέρων. ὦ δειλὰ κρονίων· ὦ γλίσχρων, ὡς οὐκ ἔτ’ εἶναί σοι δοκῶ μιαρώτατος. | ] |
| mu | 1052 | [ | Μικρός γε μῆκος οὗτος, ἀλλὰ πᾶν κακόν. τὸν Νίκαρχόν φησιν Ἀριστοφάνης· καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. ἀντὶ τοῦ κατηγορήσων· συκοφάντης γὰρ ἦν. | ] |
| mu | 1058 | [ | Μίλαξ· εἶδος βοτάνης. καὶ κλίνεται μίλακος. Ἀριστοφάνης· μίλακος καὶ ἀπραγμοσύνης. ἀντὶ τοῦ πάσης εὐωδίας ὄζων καὶ ἀσφαλείας. | ] |
| mu | 1068 | [ | Μιλτιάδῃ καὶ Ἀριστείδῃ ἐῴκει· ἀμφότεροι οὗτοι ἄριστοι ἐγένοντο. ὁ γὰρ Ἀριστείδης δίκαιος ἐκλήθη, ὁ δὲ Μιλτιάδης στρατηγός· ὃς ἐν Μαραθῶνι ἐστρατήγησε. τοῦ δὲ ἐν Μαραθῶνι τροπαίου μέμνηται ὁ ποιητής, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς πεποίηκε κατὰ τῶν βαρβάρων, τὸ δὲ ἐν Μαραθῶνι μόνοι Ἀθηναῖοι κατώρθωσαν. | ] |
| mu | 1103 | [ | Μινυρίζω· θρηνῶ· ἢ τὸ ἠρέμα ᾄδω. παρὰ τὸ μεῖον. Πλάτων ἐν τρίτῳ Πολιτείας· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς. ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος καὶ θρηνῶν. ἢ ὀλίγῃ φωνῇ χρώμενος. Ἀριστοφάνης· μινυρίζοντες μέλη ἀρχαιομελισιδωνοφρυνιχήρατα. | ] |
| mu | 1113 | [ | Μισητία· ἡ πορνεία παρὰ Ἀριστοφάνει· οὐχ ἕνεκα μισητίας. καὶ μισητίαν, τὸν εἰς τὰς συνουσίας ἐπίφορον. οὐχ ἕνεκα, φησί, τοῦ ὑπηρετεῖν μου τῇ ἀσελγείᾳ. | ] |
| mu | 1121 | [ | Μισθοφορά· ἰδίως τὸν μισθὸν τῶν στρατευομένων οἱ παλαιοὶ μισθοφορὰν ἐκάλουν. Ἀριστοφάνης· οἵων ἀγαθῶν αὐτῶν τῇ μισθοφορᾷ παρεκόπτου. ἀντὶ τοῦ παρῄρου, ἐλυμαίνου. ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων. | ] |
| mu | 1126 | [ | Μισολάμαχος ἡμέρα· μισοπόλεμος· ὁ γὰρ Λάμαχος πολεμικώτατος ἦν καὶ φιλοπόλεμος στρατηγὸς ὤν. Ἀριστοφάνης· ἡμέρα γὰρ ἐξέλαμψεν ἡ μισολάμαχος. | ] |
| mu | 1188 | [ | Μόθωνες· παρὰ Ἀριστοφάνει οἱ εὐτελεῖς· μόθωνας γὰρ ἐκάλουν τοὺς παρεπομένους τοῖς ἐλευθέροις παῖδας οἱ Λάκωνες. ἔστι δὲ καὶ γένος ὀρχήσεως. | ] |
| mu | 1191 | [ | Μολγός· ὁ βραδύς· ἢ ὁ τυφλός. οὕτω δὲ ἔλεγον τοὺς ἐξαμέλγοντας καὶ κλέπτοντας τὰ κοινά. ἢ ὁ πένης, παρὰ τὸ ἀμέλγεσθαι καὶ ζημιοῦσθαι. Ἀριστοφάνης· μολγόν σε ποιήσω. παρὰ δὲ τοῖς κωμικοῖς μολγός, ὁ μοχθηρός. λέγεται δὲ καὶ ἀμολγὸς ὁ αὐτός. ἀμολγὸς γοῦν ὁ ἀμέλγων τὰ κοινά. | ] |
| mu | 1203 | [ | Μόλων· ὄνομα κύριον. Ἀριστοφάνης· μικρός, ἡλίκος Μόλων. ἐπὶ τῶν βραχυσωμάτων ἀνθρώπων. πόσος πόθος; μικρός, ἡλίκος Μόλων. Μόλωνες δὲ δύο, ὑποκριταὶ καὶ λωποδύται. | ] |
| mu | 1242 | [ | Μονῳδεῖν· τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ᾠδαὶ ἐν τῇ τραγῳδίᾳ θρῆνοί εἰσιν. Ἀριστοφάνης· εἶτ’ ἀνέτρεφον μονῳδίαις Κιφησοφῶντα μιγνύς. οὗτος ὁ Κιφησοφῶν δοῦλος ἦν συμπονῶν αὐτῷ μάλιστα τὰ μέλη. ἐκωμῴδει συνεῖναι τῇ γυναικί. | ] |
| mu | 1248 | [ | Μορίαι· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς, ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια. ἦσαν δὲ πρῶται ιβʹ τὸν ἀριθμόν, αἱ μεταφυτευθεῖσαι ἐκ τῆς ἀκροπόλεως εἰς Ἀκαδημίαν. ἤτοι ἀπὸ τοῦ μόρου καὶ τοῦ φόνου τοῦ Ἁλιρροθίου ὀνομασθεῖσαι, οὕτως ἢ ὅτι ἐνέμοντο καὶ ἐμερίζοντο τὸ ἔλαιον τὸ ἐξ αὐτῶν Ἀθηναῖοι ἅπαντες. τῆς δὲ μορίας τοῦ στελέχου σηκὸς καλεῖται. Λυσίας· ἄρχοντος σηκὸν ὑπ’ ἐμοῦ ἐκκεκόφθαι. ἐπεφύτευτο δὲ ἐν τῷ γυμνασίῳ δένδρη. ἔθος δὲ τοῖς ἀσκουμένοις ἀλειψαμένοις ἐν τῷ ἡλίῳ τρέχειν. Ἀριστοφάνης· ἀλλ’ εἰς Ἀκαδήμιαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξεις. | ] |
| mu | 1252 | [ | Μορμώ· λέγεται καὶ Μορμώ, Μορμοῦς, ὡς Σαπφώ. καὶ Μορμών, Μορμόνος. Ἀριστοφάνης· ἀντιβολῶ σ’, ἀπένεγκέ μου τὴν Μορμόνα. ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθις Ἀριστοφάνης· Μορμὼ τοῦ θράσους. μορμολύκειον, ἣν λέγουσι Λαμίαν· ἔλεγον δὲ οὕτω καὶ τὰ φοβερά. λείπει δὲ τὸ ὡς, ὡς Μορμώ, ἢ ἐπιρρηματικῶς ἐξενήνεκται, ὡς εἰ ἔλεγε, φεῦ τοῦ θράσους. | ] |
| mu | 1260 | [ | Μόρσιμον καὶ Μελάνθιον· ἄμφω διαβάλλει Ἀριστοφάνης λέγων οὕτως· Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι, γραιοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατύ, Μοῦσα θεά, μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. | ] |
| mu | 1261 | [ | Μόρσιμος καὶ Μελάνθιος, ποιηταὶ τραγικοί. Μόρσιμος δὲ Φιλοκλέους τοῦ τραγικοῦ υἱός, ποιητὴς ψυχρός· ἦν δὲ καὶ ἰατρός. Ἀριστοφάνης· διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. τουτέστιν ἐκλαβοίμην καὶ συριττοίμην, ὡς ἐκεῖνος· πονηρῶν γὰρ ὄντων αὐτοῦ τῶν ποιημάτων, ἐν ἀρᾶς ἔθηκε μέρει. Μελάνθιος δὲ ἐκωμῳδεῖτο εἰς ὀψοφαγίαν· καὶ πολὺ μᾶλλον ἐν τοῖς Κόλαξιν. ἦν δὲ καὶ κίναιδος. | ] |
| mu | 1264 | [ | Μόρυχος· ὄνομα κύριον. ὃς ἐπὶ ὀψοφαγίᾳ ἐκωμῳδεῖτο· ἦν δὲ καὶ τῶν ἡδέως βιούντων· τραγῳδίας ποιητής. καὶ Ἀριστοφάνης· ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, φίλη Μορύχῳ. | ] |
| mu | 1308 | [ | Μοχθηρία· ἡ τοῦ ἀργυρίου ἐπιθυμία· ἢ ἡ αἴτησις τοῦ ἀργυρίου. Ἀριστοφάνης· ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. καί, μοχθηροῦ βοὸς δέρμα. ἀντὶ τοῦ ἰσχνοῦ καὶ λεπτοῦ καὶ κακοῦ καὶ λεπτοβύρσου, ἢ θανασίμου, ἢ ἀσθενοῦς. Ἀριστοφάνης· ὅστις ὑποτεμὼν ἐπώλεις δέρμα μοχθηροῦ βοός. | ] |
| mu | 1333 | [ | Μῶν· Ἀριστοφάνης· μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; μὰ τοὺς θεούς. καὶ αὖθις· Μῶν ἐστιν· ἆρά ἐστι; μῶν ὑστερόπους βοηθῶ; μὴ ὕστερον τοῦ καιροῦ ἦλθον εἰς τὸ βοηθῆσαι; | ] |
| mu | 1360 | [ | Μοιχός· εἶδος κουρᾶς κιναιδώδους. Ἀριστοφάνης· Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ. ἀπρεπὴς κουρὰ καὶ κιναιδώδης. καὶ κῆπος ἄλλο εἶδος, καὶ σκάφη ἕτερον. καὶ παροιμία· Ἕλκει μοιχὸς ἐς μυχόν. ῥηθεῖσα ἡ παροιμία τῷ Καλλίᾳ. ἐπὶ τοῖς μοιχοῖς οἱ νόμοι τοὺς δημίους ὁπλίζουσιν· οἱ δὲ κηπουροὶ τὰς ῥαφανίδας φυτεύουσιν, αἷς εὐθύς, ἐὰν ἁλῷ τις, τιμωρεῖται. καὶ τὸ ῥῆμα Μοιχῶ. καὶ Μοιχώμενος, ἡ μετοχή. | ] |
| mu | 1367 | [ | Μυᾶτε· μυᾶν ἐστι τὸ τὰ χείλη πρὸς ἄλληλα συνάγειν. τὸ δὲ αὐτὸ καὶ μύλλειν λέγεται. τινὲς δέ, τοὺς ὀφθαλμοὺς συνάγετε δυσαρεστοῦσαι. ἢ ὥσπερ μύες καταδύεσθε καὶ σκαρδαμύσσεσθε. ἢ μύλλετε ἢ μυκτηρίζετε. Ἀριστοφάνης· τί μοι μυᾶτε κἀνανεύετε; τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται; | ] |
| mu | 1383 | [ | Μῦ, μῦ· ἀπὸ τοῦ μῦ παρῆκται τὸ μύζειν, πολλοῖς ἄλλοις ὁμοίως. μύζειν δέ ἐστι τὸ τοῖς μυκτῆρσι ποιὸν ἦχον ἀποτελεῖν. Ἀριστοφάνης· τί μύζεις; πάντα πεποίηται καλῶς. | ] |
| mu | 1385 | [ | Μυηθῆναι· ἐδόκουν οἱ μυούμενοι εἰς τοὺς εὐσεβεῖς τάττεσθαι. καὶ Ἀριστοφάνης· δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. | ] |
| mu | 1435 | [ | Μυριάμφορον· μυρίων ἀμφορέων ἄξιον. Ἀριστοφάνης· πόθεν ἀναλάβοιμι ῥῆμα μυριάμφορον, ὅτῳ προσείπω σ’; οὐ γὰρ εἶχον οἴκοθεν. | ] |
| mu | 1461 | [ | Μύρτον· τὸ γυναικεῖον αἰδοῖον. Ἀριστοφάνης· οὐδὲ τῶ μύρτω θιγεῖν ἐῶντι πρὶν ἐξ ἑνὸς λόγου σπονδὰς ποιησόμεθα ποττὰν Ἑλλάδα. | ] |
| nu | 16 | [ | Ναΐς, ἑταίρα τις, ἧς μέμνηται Λυσίας καὶ Ἀριστοφάνης. ἐν τῷ Πλούτῳ, δηλαδὴ ὅπου τό, ἐρᾷ δὲ Ναῒς οὐ διὰ σὲ Φιλωνίδου; ὅ τινες ἠγνοηκότες ἔγραψαν Λαΐς· ὡς καὶ Ἀθήναιος ἐπισημαίνεται. | ] |
| nu | 38 | [ | Νάρκη· μυρμηκίασις. Ἀριστοφάνης· οἴμοι, τί πέπονθα; ὥσπερ νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν. συντελεῖ ἐνταῦθα καὶ ἡ ἐνθύμησις τοῦ ἰχθυδίου τῆς νάρκης, καὶ τὸ κατ’ αὐτὴν πάθος. | ] |
| nu | 44 | [ | Ναστόν· πυκνόν, μεστόν, πλῆρες, μὴ ἔχον ὑπόκουφόν τι. διαφέρει τοῦ μανοῦ. τὸ γὰρ μανόν, ἀραιόν, χαῦνον, ἢ ἀνωφερές, ὡς φλόξ. ὅτι γίνεται παρὰ τὸ μὴ ἓν εἶναι. Ναστὸς δὲ ἀρσενικῶς πλακοῦς, ἢ θερμὸς ἄρτος μετ’ ἐλαίου. Ἀριστοφάνης Πλούτῳ· ἧκε γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. καὶ τοιοῦτον μὲν ὁ ἐν ὀξείᾳ τάσει ναστός· οὗ θέμα τὸ ἐν Ὀδυσσείᾳ νάσασθαι. Νάστος μέντοι βαρυτόνως πόλις Θρᾴκης, ἣ ἐλέγετο καὶ Νέστος. | ] |
| nu | 59 | [ | Ναῦλος· τὸ ναῦλον. ἀρσενικῶς ὁ ναῦλος. καὶ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται. καὶ Ἀριστοφάνης· ἀπόδος τὸν ναῦλον. | ] |
| nu | 88 | [ | Ναύφρακτον βλέπεις· Ἀριστοφάνης· πρὸς τῶν θεῶν, ἄνθρωπε, ναύλην. ἐπειδὴ μεγάλοι ταῖς τριήρεσιν οἱ ὀφθαλμοὶ γίνονται, δι’ ὧν τὰς κώπας ἐμβάλλοντες ἐκωπηλάτουν. ὥστε τὸ ναύφρακτον βλέπεις, αἴνιγμά ἐστι τοῦ τρανὲς καὶ πλατὺ καὶ μέγα βλέπεις. | ] |
| nu | 110 | [ | Νεανικόν· ἀντὶ τοῦ μέγα, καὶ δυνάμενον χορτάσαι νεανίαν. Ἀριστοφάνης Πλούτῳ· εἴ μοι πορίσας ἄρτον τιν’ εὖ πεπεμμένον δοίης καταφαγεῖν, καὶ κρέας νεανικόν. | ] |
| nu | 111 | [ | Νεανικῶς· ἰσχυρῶς, γενναίως. Ἀριστοφάνης· κἄτυπτε με νεανικῶς, παῖ παῖ καλῶν. | ] |
| nu | 120 | [ | Νέα χελιδών· ἐπὶ τῶν ἐξαπατώντων τινας. Ἀριστοφάνης Ὄρνισιν· ἐξηπάτων γὰρ τοὺς μαγείρους, λέγων τοιαυτί· σκέψασθε παῖδες, οὐχ ὁρᾶτ’ ; ἆρα νέα χελιδών. οἱ δ’ ἔβλεπον κἀ γὼ’ ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. | ] |
| nu | 162 | [ | Νέμεσις· ἡ δίκη. Ἀριστοφάνης· ἰὼ Νέμεσι, βαρύβρομοί τε βρονταί. | ] |
| nu | 179 | [ | Νενημένην καὶ Νενησμένην· σεσωρευμένην. Ξενοφῶν· εὕρῃς γὰρ θησαυροὺς ἐν ταῖς οἰκίαις ἄρτων νενημένων περυσινῶν. καὶ Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι, ὄντες λίθοι, ἀριθμός, πρόβατ’ , ἄλλως ἀμφορεῖς νενησμένοι; τουτέστιν ἀνόητοι. πρὸς τοὺς θεατάς φησι· διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος. ἀμφορεῖς δὲ ἀντὶ τοῦ ματαίως κέραμοι σεσωρευμένοι. νηῆσαι γὰρ τὸ σωρεῦσαι. καὶ νῆσαι δισυλλαβῶς. | ] |
| nu | 193 | [ | Νεοκλείδου κλεπτίστερος· οὗτος κεκωμῴδηται, ὡς ῥήτωρ ἦν καὶ τυφλὸς καὶ συκοφάντης καὶ κλέπτης. Ἀριστοφάνης· Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντισε. | ] |
| nu | 213 | [ | Νεόττιον· γέννημα. Ἀριστοφάνης· πέρδιξ γενέσθω τοῦ πατρὸς νεόττιον. τοῦ Πισίου ὁ υἱὸς ὅμοιος βούλεται γενέσθαι τῷ πατρί. ἦν δὲ ὁ Πισίας προδότης. καὶ αὖθις· τρία κνώδαλα ἀναιδῆ, Πισίας Ὀσφύων, Διϊτρέφης. | ] |
| nu | 222 | [ | Νεοχμός· νέος, νέαν καὶ ἀκαταπόνητον δύναμιν ἔχων. μὴ παρόντων ἐς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταύτας δυναμένων, πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς. Ἀριστοφάνης· τέρας νεοχμόν. ἀντὶ τοῦ παράδοξον. ἀτοπίας πλέων. ἀντὶ τοῦ θαύματος. | ] |
| nu | 275 | [ | Νεφελοκοκκυγία· πόλις παρὰ Ἀριστοφάνει πεπλασμένη εἰς τὸν ἀέρα οὖσα. ἣν παίζει ἐκεῖνος ὑπὸ ὀρνίθων πεπολίσθαι. | ] |
| nu | 327 | [ | Νηπύτιος· νήπιος· ποιητικῶς. ἐστερημένος τοῦ πεπνῦσθαι. Ἀριστοφάνης Νεφέλαις· νηπύτιος γάρ ἐστι καὶ τῶν κρεμάθρων οὐ τρίβων τῶνδε. | ] |
| nu | 406 | [ | Νικόφρων, Θήρωνος, Ἀθηναῖος, κωμικός, σύγχρονος Ἀριστοφάνους τοῦ κωμικοῦ. τῶν δραμάτων αὐτοῦ καὶ ταῦτα· Ἐξ ᾅδου ἀνιών, Ἀφροδίτης γοναί, Πανδώρα, Ἐγχειρογάστορες, Σειρῆνες. | ] |
| nu | 407 | [ | Νικοχάρης, Φιλωνίδου τοῦ κωμικοῦ, Ἀθηναῖος, κωμικός, σύγχρονος Ἀριστοφάνους. τῶν δραμάτων αὐτοῦ Ἀμυμώνη, Πέλοψ, Γαλάτεια, Ἡρακλῆς γαμῶν, Ἡρακλῆς χορηγός, Κρῆτες, Λάκωνες, Λήμνιαι, Κένταυροι, Χειρογάστορες. | ] |
| nu | 430 | [ | Νιτάριον καὶ Βιτάριον· ὑποκοριστικὰ πρὸς γυναῖκας· νιτάριον, οἷον νεόττιον, τουτέστι κοράσιον. Σύμμαχος δέ φησι, Νίταρος πολὺς ἐπὶ μαλακίᾳ ὀνειδιζόμενος καὶ Βάτος. καὶ τὰς μικρὰς καὶ θηλείας βατύλας ἔλεγον· καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. οἱ δέ φασιν εἴδη φυτῶν. θέλει οὖν εἰπεῖν, ὅτι ὡς ἄνθη εἶχεν. Ἀριστοφάνης· νὴ Δί’ , εἰ λυπουμένην γ’ αἰσθάνοιτό με, νιτάριον καὶ βιτάριον ὑπεκορίζετο. | ] |
| nu | 448 | [ | Νοθεία· ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| nu | 450 | [ | Νομάδες· βοσκόμεναι ἀγέλαι. καὶ ἔθνη Σκυθικά. νομάδεσι γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων. Ἀριστοφάνης. ἐπὶ τῶν παρενοχλούντων καὶ ἐπιμενόντων. ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐφ’ ἁμαξῶν τὰ πράγματα βάλλοντες ἀπαιροῦσιν εἰς ἄλλην χώραν. ὁ δὲ μὴ ἔχων ἐκεῖσε ἅμαξαν, ἄτιμος παρ’ αὐτοῖς κρίνεται. φησὶν οὖν καὶ οὗτος ἐνοχλούμενος. τοῦτό φησι, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ. Ἀριστοφάνης. ὁ δὲ Σάκας οὗτος τραγῳδίας ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ ξένος εἶναι. ἴσως δὲ καὶ βάρβαρος· οἱ γὰρ Σάκαι βάρβαρον ἔθνος, ἐξ ὧν τὰ σάκη κατά τινας. ὁ αὐτὸς Ἀριστοφάνης· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται· ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ’ ἀστῶν, οὐ σοβοῦντος οὐδενός, ἀνεπτόμεσθ’ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν. τουτέστι παντὶ σθένει. | ] |
| nu | 461 | [ | Νομιζόμενα· νόμιμα, ἢ ὑπολαμβανόμενα. Ἀριστοφάνης· οὐκοῦν τὰ νομιζόμενα τούτων λαμβάνεις. ἐπειδὴ νόμος ἦν τὰ ὑπολειπόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν δέρματα καὶ κωλαῖ. | ] |
| nu | 466 | [ | Νόμισμα· δύο σημαίνει· τὸ νόμιμον ἔθος· ὡς Ἀριστοφάνης ἐν Νεφέλαις, ἡμῖν νόμισμ’ οὐκ ἔστι· καὶ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ. λεπτῷ δὲ νομίσματι ἐχρῶντο οἱ Βυζάντιοι. | ] |
| nu | 516 | [ | Νουμηνία· ἡ τοῦ μηνὸς ἀρχή. ἐν ταῖς νουμηνίαις δὲ οἱ δοῦλοι ἐπωλοῦντο καὶ οἱ στρατηγοὶ ἐχειροτονοῦντο παρὰ Ἀθηναίοις. καὶ Ἀριστοφάνης· τῇ προτέρᾳ νουμηνίᾳ. ἀλείφεσθαί σ’ ἀπ’ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις. διὰ τὸ ταύτας εἶναι τιμίας τῶν ἡμερῶν. | ] |
| nu | 526 | [ | Νώ· ἀντὶ τοῦ αὐτός. Ἀριστοφάνης Πλούτῳ· βλέψαι ποιῆσαι νώ. ἀντὶ τοῦ αὐτός. ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι. περὶ τούτου καὶ τοῦ σφῶε ζήτει ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ. | ] |
| nu | 539 | [ | Νῶιν· ἡμῖν. Ἀριστοφάνης· μείζω μὲν οὐδέν, προσφορωτέραν δέ. ἔφασκε νῶιν φράσειν τὸν Τηρέα. κράτιστον οὖν νῶιν ἀποθανεῖν ἀνδρικώτατα. βέλτιον ἡμῖν αἷμα ταύρειον πιεῖν· ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. περὶ Θεμιστοκλέους οὖν Σοφοκλῆς φησιν· ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν. | ] |
| nu | 574 | [ | Νοιδίων· διανοημάτων. παρήγαγε δὲ ἀπὸ τοῦ πληθυντικοῦ τοῦ οἱ νοῖ τὸ νοίδιον ὑποκοριστικόν. τινὲς δὲ οὕτως, ὀνειδισμῶν καὶ λοιδοριῶν ἀπὸ τοῦ οἴνου καὶ τῆς μέθης. Ἀριστοφάνης· ἐγὼ δὲ πάντα καταπάσω βουλευματίων, γνωμιδίων, νοιδίων. κάλλιον καθ’ ὑποκορισμὸν νοϊδίων εἰπεῖν, εἶτα συνῃρημένως νοιδίων· οὕτω καὶ ἐκ τοῦ πρόχοος γίνεται προχοίδιον καὶ ἐκ τοῦ βοῦς, βοὸς βοίδιον. | ] |
| nu | 584 | [ | Νυκτιλόχοι· λῃσταί. καὶ Νυκτοπεριπλάνητος παρὰ Ἀριστοφάνει. | ] |
| nu | 607 | [ | Νυνμενί· ἀντὶ τοῦ νυνὶ μέν. πολλαχοῦ δὲ οὕτω χρῆται Ἀριστοφάνης. νυνὶ δὲ ὡς τύπῳ πρός σε γράφω, ἀντὶ τοῦ ὁλοσχερῶς. | ] |
| omega | 14 | [ | Ὧδε· οὐ μόνον τὸ οὕτως, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡς ἡμεῖς. Κρατῖνος Δραπέτισι· τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. Ἀριστοφάνης Κωκάλῳ· ἐκδότω δέ τις καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ. Εὔπολις Ταξιάρχοις· οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. | ] |
| omega | 41 | [ | Ὠθήσω· ἀντὶ τοῦ ὤσω. οὕτως Ἀριστοφάνης. Ὤθω γὰρ τὸ πρώθω. Ὠθῶ δὲ περισπωμένως. | ] |
| omega | 84 | [ | Ὦ μέλε· παρὰ τοῖς νεωτέροις ὑπὸ τῶν γυναικῶν λέγεται μόνον· ὡς τὸ ὦ τάλαν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. Μένανδρος Συνερώσῃ· ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; σημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δὲ ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε. πρόσφθεγμα, τουτέστι κάκιστε, κακοδαιμονέστατε, οἰκτρότατε. | ] |
| omega | 125 | [ | Ὦ νῦν θερμοὶ βωμοί· ἐπὶ τῶν διὰ σπουδῆς τυγχανόντων. Ἀριστοφάνης δὲ ἐν Λημνίαις· τὴν κρατίστην δαίμονα, ἧς νῦν θερμὸς ἔσθ’ ὁ βωμός. μηνύσει, ὅτι ἀεί τινες παρὰ τοῖς Ἀθηναίοις ξένοι θεοὶ ἐτιμῶντο. | ] |
| omega | 132 | [ | Ὠόπ· ἐλατικὸν ἐπίφθεγμα. ἐπὶ πλοίου. ὠόπ παραβαλοῦ. Ἀριστοφάνης Βατράχοις. τουτέστιν ὁρμισὸν τῇ γῇ τὴν ναῦν· ἐν τῇ νηῒ γὰρ ὁ Χάρων λέγει. | ] |
| omega | 141 | [ | Ὦ περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ ἂν τότε μόνον, πῖνε, πῖν’ ἐπὶ συμφοραῖς· τὸν Ἰουλίου τ’ ἂν οἶμαι γέροντα πυροπίπην, ἡσθέντ’ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι· ὁ Ἀριστοφάνης· πρὸς Κλέωνα ὁ λόγος. ὦ ἐπὶ πάσῃ προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ. μεταφορικῶς δὲ εἶπεν ἅπαν τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὥσπερ αἱ μέλισσαι, φησί, πάντων. οὗπερ ἐκ τοῦ ῥᾴστου καὶ εὐχερῶς ἔτυχες· ἐπεὶ μηδὲ ἤλπισας εἰς τοῦτο δόξης προελθεῖν· ἔδοξε γὰρ εὐδοκιμεῖν ἐκ τοῦ περὶ Πύλον κατορθώματος· οὕτω καὶ ἀποβαλεῖς. καὶ τότε ᾄσαιμι τὸ Σιμωνίδου· πῖνε, πῖν’ ἐπὶ συμφοραῖς. γέροντα δὲ πυρροπίπην, ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο· ἢ τοῦ ἐν πρυτανείῳ φυλάσσοντος τὸν σῖτον. βακχέβακχον ᾆσαι, ἀντὶ τοῦ εὐφημῆσαι τὸν Διόνυσον· Βάκχος γὰρ ὁ Διόνυσος. | ] |
| omega | 157 | [ | Ὡρακιάσας· ἐκλυθείς, ἐκκαυθείς· ἢ ὠχριάσας· ὡς Ἀριστοφάνης ἐν τῇ Εἰρήνῃ. | ] |
| omega | 158 | [ | Ὡρακιάσας Κρατῖνος· ἀντὶ τοῦ λειποψυχήσας· εἰς οἰνοφλυγίαν δὲ ὁ Κρατῖνος διαβάλλεται. ἢ ὠχριάσας· ἢ ὑπὸ ἐκλύσεως σκοτωθείς, ᾧ ἕπεται τὸ ὠχριᾶν· τοιοῦτοι δὲ οἱ λειποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν πρῶτον ἡ χροιά. Ἀριστοφάνης· οὐ γὰρ ἐξηνέσχετ’ ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Ὡρακιάσαι λέγουσι τὸ ὑπὸ φόβου ὠχριάσαι, θλιβομένης τῆς καρδίας· τοῦτο δὲ πολλοῖς γίνεται· παρὰ τὸ τὴν ὥραν αἰκίζεσθαι, ὅ ἐστι τὴν μορφήν. ἢ ὠρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ φροντίς· Ἡσίοδος· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. Ὠρακίζω γὰρ τὸ ῥῆμα. | ] |
| omega | 185 | [ | Ὡρικῶς· νεωτερικῶς ἢ εὐπρεπῶς ἢ κατὰ καιρόν. Ἀριστοφάνης Πλούτῳ· ὦ μειρακίσκη, πυνθάνῃ γὰρ ὡρικῶς. προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊσμοῦ. καὶ Ὡρικήν, ἀντὶ τοῦ ἀκμαίαν. ὥρα γὰρ καὶ ἡ ἀκμή, καὶ ὡραῖος, ὁ ἀκμαῖος. κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. Ἀριστοφάνης· εὑρόνθ’ ὡρικὴν ὑληφόρον, μέσην λαβόντ’ , ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν τοῖς γιγάρτοις σποδεῖν. | ] |
| omega | 242 | [ | Ὡς Πυθώδε ἰέναι βουλόμενοι Βοιωτοὺς δίοδον αἰτούμεθα· φασὶ μεταξὺ τῆς Πυθοῦς καὶ τῆς Ἀττικῆς εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν τε εἶναι Ἀθηναίους εἰς Πυθὼ ἀπελθεῖν, εἰ μὴ παρέλθωσι Βοιωτίαν. ὅταν δὲ στράτευμα διάγῃ, δίοδον ᾔτουν. τοῦτο οὖν φησιν Ἀριστοφάνης· ὥσπερ ἡμεῖς δίοδον αἰτοῦμεν Βοιωτούς, οὕτως ὅταν θύσωσιν ἄνθρωποι τοῖς θεοῖς, ἢν μὴ φόρον φέρωσιν ἡμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνίσσαν οὐ διαφρήσετε. ἀντὶ τοῦ οὐ διαφορήσετε, οὐ διαπέμψεσθε. | ] |
| omega | 247 | [ | Ὠστίας· οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασίν. παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον. ἔνθεν καὶ ὠστιάριος, ὁ κρατῶν τὰς θύρας καὶ ὠθίζων τοὺς εἰσιέναι βουλομένους. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζόμεθ’ ἑκάστοτ’ ἐν τῇ ἐκκλησίᾳ. καὶ ἐν Ἀχαρνεῦσιν· οἵδ’ ὠστιοῦνται, πῶς δοκεῖς, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήσονται περὶ τῆς προεδρείας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων, παντί που δῆλον. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος. καὶ Ὅμηρος· φαίης κἀκμῆτας καὶ ἀτειρέας. καί, ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. | ] |
| omega | 260 | [ | Ὦ τάν, ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλεε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὦ τάν, ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσι, τὴν δὲ δευτέραν βραχύνουσι· καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἐτάν, ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητικὴ ἔστιν ἔτα καὶ Δωρικῶς ἔταν. Ἀριστοφάνης· τοῦτο μὲν ἔασον, ὦ τάν. οὔ σοι γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. τὰ περὶ δημοκρατίας καὶ ἰσότητος, φησίν, ἔασον· ἐμὸν δέ ἐστι μᾶλλον ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν. | ] |
| omega | 261 | [ | Ὦ τάν· οὐ πρὸς ἕνα μόνον τὸ ὦ τάν, ἀλλὰ καὶ πρὸς δύο. ὡς Ἀριστοφάνης Πλούτῳ· ὦ τάν, ἀπαλλάχθητον ἀπ’ ἐμοῦ. καὶ Κρατῖνος ἆρά γε, ὦ τάν, ἐθελήσετον; | ] |
| omega | 275 | [ | Ὦ’ φήμερε· ὦ ἄνθρωπε. οὕτω παρεισάγει Ἀριστοφάνης ἐν Νεφέλαις τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν. τοῦτο δὲ λέγει, ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι ἐλέγετο ὁ Σωκράτης Σειληνῷ παρεμφερὴς εἶναι· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους· ὦ τάλας, ἐφήμερε, νήπιε, βάζεις χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡς ὑπερηφανοῦντος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτω τὸ ἐφήμερον ἐποίησεν αὐτὸν λέγοντα. | ] |
| omicron | 8 | [ | Ὀβολοῦ κοριάννοις τὴν βουλὴν ἀναλαβὼν ἐλήλυθα· Ἀριστοφάνης. ἀντὶ τοῦ συναρπάσας ἱκανοὺς καὶ κουφίσας καὶ μετεωρίσας εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ ἔπεισα ῥέπειν. Ὀβολοὶ δέ εἰσιν οὓς καλοῦμεν φόλλεις. ὁ Ἰουστινιανός, τῶν ἀργυραμοιβῶν ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων ιʹ καὶ σʹ ὀβολούς, αὐτὸς ἐπιτεχνώμενος κέρδη οἰκεῖα πʹ καὶ ρʹ μόνους ὑπὲρ τοῦ στατῆρος διετάξατο δίδοσθαι ὀβολούς. καὶ αὖθις Ἀριστοφάνης· φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ δύ’ ὀβολώ. διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος δύο ὀβολούς. λέγεται καὶ τριώβολον, τῶν στρατηγῶν βλακείας χάριν προστιθέντων. ζήτει περὶ ὀβολοῦ ἐν τῷ ἀσσάρια. | ] |
| omicron | 24 | [ | Ὀγκύλλεσθαι· ὑψαυχενεῖν καὶ ὄγκους περιβάλλεσθαι, σεμνύνεσθαι. ἐν τῷ περὶ Εἰρήνης δράματι φησὶν Ἀριστοφάνης· ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖς κάλοις· εἶτα μὴ ἑλκόντων φησιν· καὶ ὀγκύλλεσθε. καὶ αὖθις Ἀριστοφάνης· οἷον ὀγκύλλεσθε. ἀντὶ τοῦ οἷα ἐπερείδεσθε μὲν τῷ σχοινίῳ προσποιούμενοι ἕλκειν, οὐχ ἕλκετε δέ· ἢ τὸν ὄγκον περιβάλλεσθε καὶ ἀλαζονεύεσθε καὶ ὑπερηφανεύεσθε. ὡς φιλοπόλεμοι δὲ οὐχ εἷλκον, ἢ ὡς ἔκσπονδοι. | ] |
| omicron | 44 | [ | Ὀδόμαντες· ἔθνος Θρᾳκικόν. Ἀριστοφάνης· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; ἀντὶ τοῦ ἔτιλεν. | ] |
| omicron | 48 | [ | Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς· τὸ λεγόμενον. Ἀριστοφάνης Ἀναγύρῳ· ὅρμου παρόντος, τὴν ἀτραπὸν κατερρύην. καὶ ὁδῷ· βίῳ, ἔργῳ, πίστει. Δαυίδ· καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. | ] |
| omicron | 62 | [ | Ὀδυρτική· κατ’ ἐναλλαγὴν τοῦ ρ Ὀδύρση, τουτέστι Θρᾳκική. ἢ ἀπὸ τοῦ ὀδύρεσθαι· τουτέστι θρῆνον ἐμποιοῦσα καὶ ὀδυρμόν. Ἀριστοφάνης· λόγχη τις ἐμπέπηγέ μοι δι’ ὀστέων ὀδυρτή. | ] |
| omicron | 67 | [ | Ὄζειν· Ἀριστοφάνης· ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μεγίστων πραγμάτων μοι δοκεῖ· καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος. οὗτος τύραννος ἦν, ὃς ἐποίησε τοὺς Ἀθηναίους κατωνάκας φορεῖν, ὅπως μὴ δυνηθῶσι προενεγκεῖν τὰς χεῖρας. τοῦτον δὲ κατέλευσαν Λακεδαιμόνιοι. δʹ ὄντων τῶν Πεισιστρατιδῶν, ὁ δὲ Ἱππίας πρεσβύτερος ἦν τῶν ἄλλων καὶ τυραννίαν ὑπέθετο. | ] |
| omicron | 73 | [ | Ὄζω. Ἀριστοφάνης Πλούτῳ· ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ σώματός μου. | ] |
| omicron | 74 | [ | Ὄζων κἀκ τῶν μασχαλῶν πατρὸς τραγασαίου· Ἀριστοφάνης· οὐδ’ ὥσπερ ὁ πονηρὸς Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικὴν ὄζων κἀκ τῶν μασχαλῶν πατρὸς Τραγασαίου. οὗτος ἐπὶ δυσοσμίᾳ διεβάλλετο, διὰ τὴν τράγων δυσωδίαν. ἦν δὲ μελοποιός. | ] |
| omicron | 76 | [ | Ὀζωτά· Ἀριστοφάνης περὶ Εὐριπίδου φησίν· ὀζωτὰ καὶ στιλφωτά· ἅπερ, ὡς αὐτός φησι, καταπυγοσύνη ταῦτά ἐστι πρὸς κρέας μέγα. | ] |
| omicron | 127 | [ | Ὀκτάμετρον· ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής, ὡσαύτως καὶ τοῦ ὀκταμέτρου. | ] |
| omicron | 141 | [ | Ὀλέκρανον· τινὲς τὸν ἀγκῶνα· οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆς χειρὸς ὀξύ. ἐπώδυνος δὲ ὁ τόπος τοῖς τρωθεῖσιν εἰς αὐτόν. Ἀριστοτέλης δὲ οὐ τὸν ἀγκῶνα, ἀλλὰ τὸ ἐν καμπῇ τῆς χειρὸς ὀξύ, ἀγκὼν δὲ τὸ ὑπὲρ ἐκεῖνο. Ἀριστοφάνης δὲ ὀλέκρανα λέγει τὰ τῶν ὠλενῶν κρανία, τουτέστι τῶν χειρῶν. δῆλον οὖν, ὅτι τὸ ὀξὺ καὶ ἐπικαμπὲς τῶν χειρῶν λέγει· ὃν ἀγκῶνα φαμὲν ἡμεῖς. μηδέποτε παύσοιτ’ ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενος. | ] |
| omicron | 142 | [ | Ὀλέκρανον· ἀγκών· οἷον τῆς ὠλένης κάρανον. Ἀριστοφάνης. κατάρα εἰρηνικῶν· ὅστις πόλεμον μᾶλλον εἶναι βούλεται, μηδέποτε παύσασθ’ αὐτόν, ὦ Διόνυσ’ ἄναξ, ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον. | ] |
| omicron | 169 | [ | Ὄλισβος· αἰδοῖον δερμάτινον, ᾧ ἐχρῶντο αἱ Μιλήσιαι γυναῖκες, ὡς τριβάδες καὶ αἰσχρουργοί· ἐχρῶντο δὲ αὐτοῖς καὶ αἱ χῆραι γυναῖκες. Ἀριστοφάνης· οὐκ εἶδον οὐδ’ ὄλισβον ὀκταδάκτυλον, ὃς ἂν ἡμῖν σκυτίνη’ πικουρία. παρὰ τὴν παροιμίαν, συκίνη ἐπικουρία. ἐπὶ τῶν ἀσθενῶν. | ] |
| omicron | 258 | [ | Ὁμίχλη· ἀορασία, ἢ παχὺς ἀήρ. Ὁμίχλη, ὁ τεθολωμένος ἀὴρ καὶ μὴ διαυγής, μηδὲ λαμπρός. Ὅμηρος· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην. ἐτυμολογεῖται δὲ παρὰ τὸ τοῖς ὄμμασιν ἀχλὺν παρέχειν. Ἀριστοφάνης· ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης, ἃ πανουργεῖς, μὴ καθορᾶται. ἀντὶ τοῦ ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τοῦ πολέμου συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. | ] |
| omicron | 260 | [ | Ὄμνυμι· δοτικῆ. καὶ Ὀμνύναι· Ἀριστοφάνης Ὄρνισιν. οὐκ ὄμνυσι γάρ, ἀλλ’ εὔχεται. ὄμνυμι μένειν ἐν τούτοις, ὡς πᾶσι τοῖς κριταῖς νικᾶν. χαριέντως δὲ εὐχόμενος ὑπὲρ τῆς νίκης· ἔκριναν γὰρ κριταὶ τοὺς κωμικούς. οἱ δὲ λαμβάνοντες τὰς εʹ ψήφους εὐδαιμόνουν. | ] |
| omicron | 274 | [ | Ὁμολογῶ· ἀντὶ τοῦ συναινῶ. Ἀριστοφάνης Πλούτῳ. περὶ τοῦ Διὸς γὰρ εἰπόντος Καρίωνος, ὅτι διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους, ἔφη· ὁμολογῶ σοι. καὶ Αἰλιανός· ὁ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν. | ] |
| omicron | 279 | [ | Ὁμορροθεῖ· συμφωνεῖ. καὶ Ὁμορροθῶ, τὸ αὐτὸ φρονῶ. ὁμορροθεῖν δὲ κυρίως τὸ ἅμα καὶ συμφώνως ἐρέσσειν. νῦν δὲ ἀντὶ τοῦ συνεργῶ. Ἀριστοφάνης Ὄρνισιν· ὁμορροθῶ, συνθέλω. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| omicron | 315 | [ | Ὀμφακίαν· ὠμὸν καὶ σκληρόν. Ἀριστοφάνης· δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν. μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι· ἐκ γὰρ τοῦ ἐναντίου, πέπανον τὸ ὥριμον καὶ ἡδύ. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον, καὶ ἐξ ἴσου. ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. | ] |
| omicron | 382 | [ | Ὄνος ἄγων μυστήρια· ἐπὶ τῶν παρ’ ἀξίαν τι πραττόντων. τοῖς γὰρ μυστηρίοις ἐξ ἄστεος εἰς Ἐλευσῖνα διὰ τῶν ὄνων ἔφερον τὰ εἰς τὴν χρείαν. ὅθεν ἡ παροιμία, διὰ τὸ κακοπαθεῖν μάλιστα τοὺς ὄνους ἀχθοφοροῦντας. ὡς ἂν οὖν ὅμοια πάσχων τῷ πιεζεῖσθαι τῷ ἐπικειμένῳ ἄχθει, τὴν παροιμίαν μίγνυσιν Ἀριστοφάνης. | ] |
| omicron | 400 | [ | Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς [+] παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. | ] |
| omicron | 411 | [ | Ὀνυχίζεται· ἀκριβολογεῖται. οὕτως Ἀριστοφάνης. ἐν δὲ τῇ συνηθείᾳ τὸ ἐπὶ βλάβῃ τινι ἐξαπατηθῆναι. καί, ἀπονυχιῶ σου τὰ’ ν πρυτάνῃ σιτία· ἀντὶ τοῦ ἀφαιρήσομαι. ἀπὸ μεταφορᾶς τῶν ὀνυχιζομένων· ἀφαιρήσομαι γάρ, φησί, τὴν σίτησιν. ἀπονυχίσαι μᾶλλον λέγουσιν ἢ ὀνυχίσαι. | ] |
| omicron | 415 | [ | Ὀξίνην· Ἀριστοφάνης· ἐμαχόμεσθ’ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες. | ] |
| omicron | 416 | [ | Ὀξίς· Ἀριστοφάνης Πλούτῳ· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονεν. ἔστι δὲ ἀγγεῖον ὄξους δεκτικόν. ἢ λοπάδος εἶδος, εἰς ὀξὺ λῆγον. | ] |
| omicron | 421 | [ | Ὀξύβαφον· τὸ δεχόμενον τὸ ὄξος. μεῖζον δὲ τὸ τρυβλίον τοῦ ὀξυβάφου. Ἀριστοφάνης Ὄρνισιν· ὀξύβαφον ἐντευθενὶ πρόσθου λαβὼν ἢ τρυβλίον. ὅτι φασὶ Διοκλέα τὸν Ἀθηναῖον εὑρεῖν τὴν ἐν τοῖς ὀξυβάφοις ἁρμονίαν, ἐν ὀστρακίνοις ἀγγείοις, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. | ] |
| omicron | 464 | [ | Ὁπλή· ὁ κυκλοειδὴς ποῦς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. κυρίως δὲ ἐπὶ ἵππων. Ἀριστοφάνης δὲ ἐπὶ τῶν χοίρων ὁπλὴν εἴρηκε. καὶ Σιμωνίδης· ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν. καὶ Ἡσίοδος ἐπὶ βοῶν ὁπλάς. καὶ τὸ ἐναντίον ἐπὶ ἵππου· νύσσοντες χηλῇσιν. | ] |
| omicron | 466 | [ | Ὁπλῖται, πελτασταί, ψιλοί, τῆς πεζικῆς εἰσι καὶ μαχίμου δυνάμεως, ἔχουσι δὲ διαφοράς· ὁπλῖται μὲν γὰρ λέγονται οἱ βαρυτάτῃ κεχρημένοι ὁπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον ἀσπίσι περιφερέσι καὶ δόρασι περιμηκεστέροις, Ψιλοὶ δὲ οἳ κουφοτάτῃ κέχρηνται, τόξῳ καὶ ἀκοντίῳ καὶ λίθοις ἐκ σφενδόνης ἢ ἐκ χειρός· οἱ δὲ πελτασταὶ μέσῃ πως κέχρηνται σκευῇ· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη· καὶ τὰ δόρατα πολὺ τῶν ὁπλιτῶν λειπόμενα. εἰσὶ δὲ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς διαφοραί. καὶ Ἀριστοφάνης· τὸν θυμὸν κατάθου κύψας παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης. οἷον ὅπλα μὴ ἔχων, θυμῷ πολέμει μόνον. | ] |
| omicron | 474 | [ | Ὁπότερος· ὁποῖος. Ἀριστοφάνης Νεφέλαις· ὁπότερα τὴν γνώμην ἔχοι περὶ τῆς ἐμπίδος. τουτέστι πῶς διαλογίζεται καὶ διανοεῖται περὶ τῶν ἐμπίδων. ἐμπίδες δὲ οὓς ἡμεῖς κώνωπας καλοῦμεν. | ] |
| omicron | 478 | [ | Ὀπούντιος· οὗτος ἐσυκοφαντεῖτο ὡς πονηρὸς καὶ μονόφθαλμος. Ἀριστοφάνης· ἀλλ’ ἔγωγ’ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου. λέγει δέ, ὅτι οὐκ ἂν γενοίμην τυφλός. τοὺς οὖν τυφλοὺς οὕτω φασίν. | ] |
| omicron | 507 | [ | Ὄργασον· κυρίως τὸ πίσσωσον. ὀργὴ γὰρ παρ’ Ἴωσιν ἡ πίσσα. σημαίνει δὲ καὶ τὸ σπαργᾶν καὶ ὀργιάζεσθαι. καὶ τὸ μάλαξον. Ἀριστοφάνης· πηλὸν ἀποδὺς ὄργασον. ἀντὶ τοῦ φύρασον, μάλαξον. | ] |
| omicron | 519 | [ | Ὀργῶ· ἀντὶ τοῦ ἐπιθυμητικῶς ἔχω. Ἀριστοφάνης· ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει. ἀπὸ τῶν ἀλφίτων. ὁμοῦ γὰρ ἐφύρων, εἶτα εἰς μοίρας διένεμον. προπεφύραται οὖν ἀντὶ τοῦ προγεγύμνασται, προκατεσκεύασται, ηὐτρέπισται. ἡ μεταφορὰ ἀπὸ τῶν τὰ ἄλευρα φυρώντων, εἶτα μάζας ποιούντων. | ] |
| omicron | 537 | [ | Ὀρέστης· ὁ ἐν ὄρεσι διαιτώμενος. Ἀριστοφάνης· εἶτα κατεάξειέ τις αὐτὸν τῆς κεφαλῆς Ὀρέστης μαινόμενος. | ] |
| omicron | 539 | [ | Ὀρεχθεῖν· κινεῖν, συνταράττεσθαι. Ἀριστοφάνης· κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην. | ] |
| omicron | 545 | [ | Ὀρείαις· ταῖς ὀρειναῖς. Ἀριστοφάνης· μεθ’ ἧς ἐγὼ νάπαισί τ’ ὀρείαις ἱζόμενος. | ] |
| omicron | 559 | [ | Ὀρίγανος· ἡ βοτάνη. θηλυκῶς παρὰ Ἀριστοφάνει. Ὀρειγενὴς δὲ ὁ ἐν τῷ ὄρει γεννηθείς. | ] |
| omicron | 577 | [ | Ὀρθοπλὴξ ἵππος· ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων. Ἀριστοφάνης Ἀναγύρῳ· ὡς δὲ ὀρθοπλήξ· πέφυκε γὰρ δυσγάργαλις. | ] |
| omicron | 581 | [ | Ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων· Ἀριστοφάνης· ὁτιὴ βούλομαι τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον, ὥσπερ Μόρυχος, αἰτίαν ἔχων ταῦτα δρᾶν. | ] |
| omicron | 585 | [ | Ὄρθριος νόμος· οὕτω καλούμενος νόμος κιθαρῳδικός. Ἀριστοφάνης· πολλάκις ἀναστήσασά μ’ εἰς ἐκκλησίαν ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον. οἶμαι, ὄρθιον θέλει, ἢ ὄρθριον, διὰ τὸν ὄρθρον. | ] |
| omicron | 612 | [ | Ὀρνιθίας· ὀρνιθίας χειμὼν παρὰ Ἀριστοφάνει ὁ σφοδρὸς χειμών, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται. καὶ ἄνεμος ὀρνιθίας ὁ αὐτός, ἤτοι ψυχρός, ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στρωννὺς ὑπὸ τῆς ψυχρᾶς πνοῆς. ἢ διὰ τὸ χειμῶνος τὰ ὄρνεα ταῦτα φαίνεσθαι. | ] |
| omicron | 615 | [ | Ὄρνις· ἡ κλῃδών, τὸ μάντευμα. Ἀριστοφάνης Πλούτῳ· δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. τουτέστι τὸ σύμβολον· κοινῶς γὰρ πᾶν σύμβολον ἐφεκτικὸν ἢ προτρεπτικὸν ὄρνιν ἐκάλουν. ὄρνις, ἐπιφώνησις, πταρμός, καὶ τὰ ὅμοια. καὶ αὖθις· οὐδεὶς ἄρ’ οἶδε τὸν θησαυρὸν τὸν ἐμόν, πλὴν εἴ τις ὄρνις. παροιμιακὸν τοῦτο, οὐδεὶς οἶδε τί ὡμίλησα, πλὴν εἴ τις ὄρνις. ἐπὶ τῶν ἀγνώστων. καὶ αὖθις· οὐδείς με θεωρεῖ, πλὴν ὁ παριστάμενος ὄρνις. καὶ αὖθις· ὄρνιν νομίζετε πάνθ’ ὅσα μαντείας διακρίνει· φήμη γὰρ ὑμῖν ὄρνις ἐστι, πταρμόν τ’ ὄρνιθα καλεῖτε, ξύμβολον φωνήν, θεράποντα, καὶ ὅσα περὶ μαντείας, ὄνον ὄρνιν. καὶ τὸ πληθυντικὸν τοὺς ὄρνις. | ] |
| omicron | 628 | [ | Ὀροφὴ καὶ Ὄροφος· ἡ στέγη. καὶ θηλυκῶς καὶ ἀρσενικῶς. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὰ Περσικά. Ἀριστοφάνης. καὶ ἐν Σφηξίν· ὀροφὴν θέασαι. | ] |
| omicron | 688 | [ | Ὅσιον χωρίον· τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰς ὃ ἔξεστιν εἰσιέναι. Ἀριστοφάνης Λυσιστράτῃ· ὦ πότνι’ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον. καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ Διονύσιον. καὶ Δαμάσκιος· ( Ὄσιρις, Διόνυσος. ) οὐχ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον. ἐπεὶ δ’ ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίας ἐτράπετο. | ] |
| omicron | 713 | [ | Ὀστίνοις· τοῖς αὐλοῖς· ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀστῶν κατεσκεύαζον τοὺς αὐλούς. Ἀριστοφάνης· τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός. | ] |
| omicron | 733 | [ | Ὁτίη τί· ἀντὶ τοῦ διατί. τὸ δὲ τί περιττόν. Ἀριστοφάνης Νεφέλαις. ζήτει τὴν διότι πρὸς τὸ ὅτι ἐν τῷ διότι. | ] |
| omicron | 738 | [ | Ὅ τι πέρ ἐστιν ὄφελος ἐν τῇ πόλει· Ἀριστοφάνης. τουτέστιν εὐγενεῖς. | ] |
| omicron | 768 | [ | Οὐ γὰρ· Ἀριστοφάνης Νεφέλαις. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶς· ὡς Καλλίμαχος· ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοις, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶς. ἀντὶ τοῦ ἔχω γὰρ κακῶς. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶς. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοις· οὐ γὰρ ἀλλὰ πειστέον. ἀντὶ τοῦ καὶ γὰρ πειστέον. οὐδαμῶς, φησίν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι. καὶ ἐν Θεσμοφοριαζούσαις· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. | ] |
| omicron | 770 | [ | Οὐ γάρ μ’ οὔ’ στιν ἀλλ’ ἀκουστέον· τὸ τέλειον, οὐ γὰρ ἀλλά μοι ἐστὶν ἀκουστέα. ἀντὶ τοῦ πάνυ γάρ. Ἀριστοφάνης Βατράχοις. καὶ ἐν Ἱππεῦσιν· ἄπιθ’ · οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. ἀντὶ τοῦ καὶ γὰρ τοῦ παραθέντος ἡ χάρις. | ] |
| omicron | 807 | [ | Οὐδὲν προτιμῶ σου· ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ· φορῶ γὰρ τὸν δακτύλιον ταυτὶ παρ’ Εὐδάμου δραχμῆς. ἀντὶ τοῦ οὐ φροντίζω σου. Εὔδαμος δὲ φιλόσοφος ἦν. | ] |
| omicron | 822 | [ | Οὐδεὶς οἶδε τὸν θησαυρὸν τὸν ἐμὸν, πλὴν εἴ τις ἄρ’ ὄρνις· παροιμιακόν. οὐδεὶς οἶδε τί ὡμίλησα, πλήν γε εἴ τις ὄρνις. ἐπὶ τῶν ἀγνώστων. πάλιν· οὐδείς με θεωρεῖ, πλὴν ὁ παριπτάμενος ὄρνις. Ἀριστοφάνης. | ] |
| omicron | 824 | [ | Οὐ διαφρήσετε· ἀντὶ τοῦ οὐ διαφορήσετε, οὐδὲ διαπέμψεσθε. Ἀριστοφάνης. | ] |
| omicron | 856 | [ | Οὐκ ἀπολιβάξεις· ἀντὶ τοῦ οὐκ ἐς κόρακας καὶ Λιβύην ἀποφθερῇ. ἀπὸ τοῦ λιβάς, ὅ ἐστιν ἡ σταγών· ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. Ἀριστοφάνης· οὐκ ἀπολιβάξεις, ὦ κάκιστ’ ἀπολούμενος; | ] |
| omicron | 866 | [ | Οὐκ ἐκομπολάκουν· ἀντὶ τοῦ κενοὺς οὐκ ἐποίουν ψόφους. οὐκ ἔλεγον κομπώδη, ὡς Αἰσχύλος. οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ’ οὐκ ἐκομπολάκουν. Ἀριστοφάνης. | ] |
| omicron | 868 | [ | Οὐκ ἔνδον, ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον; ὀρθῶς, ὦ γέρον. ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια, οὐκ ἔνδον· αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν· σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικόν, καὶ οὗ ἐὰν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον ἡ γλῶσσ’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. καὶ πάλιν, αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών, πολλὰς δ’ ἰφθίμους ψυχάς, εἶτα, αὐτοὺς δ’ ἑλώρια τεῦχεν. οὕτω καὶ Ἀριστοφάνης· εἰπὼν γάρ, ὁ νοῦς μὲν ἔξω, ἐπήνεγκεν, αὐτὸς δ’ ἔνδον ποιεῖ τραγῳδίαν ἀναβάδην. τουτέστιν ἄνω τοὺς πόδας ἔχων. ἢ ἐπὶ ὑψηλοῦ τόπου κείμενος, ἢ καθήμενος. | ] |
| omicron | 882 | [ | Οὐκ ἔστιν ἄλλος πλὴν ἐγώ· Ἀττικῶς ἀντὶ τοῦ πλὴν ἐμοῦ. Ἀριστοφάνης Πλούτῳ· μὰ τὸν Δί’ · οὐ γάρ ἐστιν ἄλλος πλὴν ἐγώ. | ] |
| omicron | 884 | [ | Οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλο· ἀντὶ τοῦ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ καθὼς εἴρηκε. τοῦτο, φησί, πάντως δέδοκται, καὶ οὐκ ἂν ἐάσαιμί σε ἕτερόν τι ποιῆσαι. Ἀριστοφάνης. οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ἀνελθεῖν εἰς τὸν οὐρανόν. ὁ δὲ οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλ’ ἵν’ ἐκ τῶν παρόντων ἀναπνεύσῃ. | ] |
| omicron | 886 | [ | Οὐκ ἔσχον· οὐκ ἔσχισα, οὐ διεῖλον. οὕτως ἔκλινεν Ἀττικῶς. ὤπτων γαστέρα, κᾆτ’ οὐκ ἔσχον ἀμελήσας, ἡ δ’ ἄρ’ ἐφυσᾶτο. Ἀριστοφάνης Νεφέλαις. | ] |
| omicron | 888 | [ | Οὐκ ἐτῶς· οὐκ εἰκότως, ἢ οὐ μάτην· παρὰ τὸ ἐτώσιον, ὅ ἐστι μάταιον· οὐκ ἀλόγως. Ἀριστοφάνης· οὐκ ἐτῶς ἅπαντες οἱ δικάζοντες θαμὰ σπεύδουσιν ἐπὶ πολλοῖς γεγράφθαι γράμμασιν. | ] |
| omicron | 889 | [ | Οὐκ ἐτός· οὐκ ἀλόγως, οὐκ ἀληθῶς. ἀντὶ τοῦ δικαίως· ἐπιρρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ ἐτεῶς· ἀπὸ τοῦ ἐτεῶς συνῃρημένου. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἐτὸς ἀρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε. | ] |
| omicron | 897 | [ | Οὐ κομῶ· οὐ μέγα φρονῶ. Ἀριστοφάνης Νεφέλαις· κἀ γὼ μὲν τοιοῦτος ὢν ποιητὴς οὐ κομῶ. τουτέστιν οὐ μέγα φρονῶ. | ] |
| omicron | 899 | [ | Οὐκ οἶδ’ ὃ κρώζεις· ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι. Ἀριστοφάνης· ὅτι μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος, ζητεῖς μεταλαβεῖν. | ] |
| omicron | 918 | [ | Οὐ μετὸν αὐτῷ· ἀντὶ τοῦ οὐκ ἐξόν. Ἀριστοφάνης Νεφέλαις. καὶ Μένανδρος· ὕδατος αὐτοῖς οὐ μετόν. | ] |
| omicron | 946 | [ | Οὐρητρίδα· οὐρηρὸν ἀγγεῖον. Ἀριστοφάνης· ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηῒ παρά σοι ἠρεμήσεται ἐγγὺς ἐπὶ τοῦ παττάλου. | ] |
| omicron | 969 | [ | Οὔτε σὺν πανωλέθροισιν, οὐδ’ ἄνευ πανωλέθρων· παροιμία. κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημόται, οὐκ ἔστιν εὑρεῖν οἰκίαν ἄνευ κακοῦ. καὶ Ἀριστοφάνης· κἄστ’ ἐκεῖνο τοὖπος ὀρθῶς κ οὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισι, καὶ τὰ ἑξῆς. | ] |
| omicron | 976 | [ | Οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι· ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. Ἀριστοφάνης. | ] |
| omicron | 983 | [ | Οὐχὶ μᾶλλον· Ἀριστοφάνης· κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται ἐξ Ἀλκήστιδος Εὐριπίδου. ἔχει δ’ οὕτως· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. | ] |
| omicron | 986 | [ | Οὐ χρή· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Ἀριστοφάνης. Αἰσχύλος δὲ λέγει περὶ Ἀλκιβιάδου· μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασεῦσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξασθαι, ἢ καταδεξάμενον τροποφορεῖν. ὁ δὲ Διόνυσος πρὸς τάδε φησί· δυσκρίτως μέν γ’ ἔχω, σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς. σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης. | ] |
| omicron | 995 | [ | Ὄφελος· Ἀριστοφάνης· ἄλλας τε γυναῖκας, ὅ τι πέρ ἐστιν ὄφελος ἐν τῇ πόλει. τουτέστιν εὐγενεῖς. καὶ αὖθις· τοῦ δὲ Λιβίου ἀκούειν ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ παιδείας. | ] |
| omicron | 1001 | [ | Ὀφείλω· χρεωστῶ. πρὸς δοτικήν. Ἀριστοφάνης Νεφέλαις· ὁπόσοις ὀφείλω. | ] |
| omicron | 1008 | [ | Ὀφθαλμία· ἡ πήρωσις. Ἀριστοφάνης Πλούτῳ· ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας· ἰδίως ὀφθαλμίαν τὴν πήρωσίν φησιν. | ] |
| omicron | 1016 | [ | Ὀφλήσειν· καταδικασθῆναι. Ἀριστοφάνης Νεφέλαις. μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων. τοῖς γραψαμένοις καὶ μὴ ἀποδεικνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡρισμένον ἐξέτισεν ὑπερήμερος γενόμενος, ἐξετίννυε τετραπλοῦν. οἱ δὲ μὴ ἔχοντες ἐκτίσαι καθείργνυντο ἐν τῷ δεσμωτηρίῳ. πολλοὶ δὲ τοῦτο πεπόνθασι, καὶ ὁ τοῦ ῥήτορος Ἀριστογείτονος πατήρ. | ] |
| omicron | 1043 | [ | Ὄχημα· οὐκ ἐπὶ ἅρματος μόνου. Ἀριστοφάνης· οὐκοῦν δικαίως, ὅστις εἰς ὄχημα κανθάρου ἐπιβὰς ἔσωσα τοὺς Ἕλληνας. καὶ αὖθις Ἀριστοφάνης· εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστι καὶ πολλὴ τρυφή, ὅτ’ ἐγὼ μὲν υἱὸς ὢν Σταμνίου Διόνυσος βαδίζω καὶ πονῶ· τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο, μηδ’ ἄχθος φέροι; | ] |
| omicroniota | 1 | [ | Οἷ· τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. ὦ δύστηνος, οἷ πεπλώκαμεν; Ἀριστοφάνης. ἔφευγον δὲ οἷ ἐδύνατο ἕκαστος. καὶ αὖθις· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία καὶ δαίμων με ἄγει. ἀλλ’ οὖν ἐπίστω γ’ , οἷ μ’ ἀτιμίας ἄγεις. | ] |
| omicroniota | 5 | [ | Οἵα· μακρὸν τὸ α. οἵα κατέσχε τὸν τρισάθλιον δόμον. καὶ Οἵαν θηλυκῶς, ἀντὶ τοῦ δυνατήν. Ἀριστοφάνης· τὴν μὲν ἑτέραν γνάθον στομώσεις, οἵαν δικιδίοις· τὴν δὲ ἑτέραν οἵαν ἐς τὰ μείζω πράγματα. τουτέστι τὰ ἄδικα. | ] |
| omicroniota | 52 | [ | Οἰκέται· οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκίαν. Ἀριστοφάνης Νεφέλαις· οἱ δ’ οἰκέται ῥέγχουσιν. | ] |
| omicroniota | 94 | [ | Οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί· ἐπὶ τῶν διὰ σπάνιν ἐπιζητουμένων. Ἀριστοφάνης Βατράχοις εἰσάγει τὸν Διόνυσον Εὐριπίδην εἰς ᾅδου ἐπιζητοῦντα κατιέναι βούλεσθαι, λέγοντα, δέομαι ποιητοῦ δεξιοῦ· τὸν δὲ φάναι, οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί. | ] |
| omicroniota | 101 | [ | Οἴμοι· σχετλιαστικόν. Σοφοκλῆς· οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον, ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ’ ἀγένητον ποιεῖν; καὶ Ἀριστοφάνης· οἴμοι κακόδαιμον· τί γὰρ ἔγωγ’ οὐκ ἐναυμάχουν τῷ προτέρῳ ἔτει. ἐπὶ τῶν ἐλευθερίας τυχεῖν ἐφιεμένων· περὶ γὰρ Ἀργινούσας ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι, συμμαχίᾳ τῶν δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις· οὕς τινας ἠλευθέρωσαν. πρὸς τοῦτο οὖν φησι χαριεντιζόμενος· εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. καὶ Εὐριπίδης ἐκ τοῦ Βελλεροφόντου· οἴμοι. τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. οἴμοι, τῷ μὲν νοσοῦντι θυμοῦσθαι κακόν. τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα, τίς ποτ’ ἂν φέροι; | ] |
| omicroniota | 117 | [ | Οἰνήρυσις· ἡ τοῦ οἴνου κοτύλη, ᾗ ἀρύονται. Ἀριστοφάνης· φέρε τὴν οἰνήρυσιν, ἵν’ οἶνον ἐγχέω. | ] |
| omicroniota | 128 | [ | Οἰνοπίπας· τὰς οἴνους περισκοπούσας, ὡς Ὅμηρος παρθενοπῖπα, φησὶν Ἀριστοφάνης· ποῦ δ’ οὐχὶ διαβέβληχ’ , ὅπουπερ ἔμβραχυ οἷς θέα καὶ τραγῳδία καὶ χοροί; τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπίπας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσι κακόν. ὁ μὲν οὖν Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον· ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. οἰνοπίπας οὖν ἀντὶ τοῦ μεθύσους· παρὰ τὸ πιπίζειν, ὅ ἐστι μύζειν, ἢ μυζᾶν. | ] |
| omicroniota | 146 | [ | Οἷον· τὸ θαυμαστικόν. οὐκ ἔτ’ ἄνδρα μὴ τόνδ’ ἴδητ’ · ἔπος ἐξερέω μεγ’ , οἷον. Ἀριστοφάνης περὶ Κλέωνος· οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει. διὰ τοῦ σχήματος τὴν ἀδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσιν ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν. | ] |
| omicroniota | 154 | [ | Οἷος· δυνατός. Ἀριστοφάνης· οὐ γὰρ ἔθ’ οἷός τ’ εἶμ’ ὑπερέχειν τῆς ἀντλίας. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεσθαι τοῦ πράγματος. ἀπὸ μεταφορᾶς τῶν πλοίων, ἅπερ κινδυνεύει τῆς ἀντλίας πληρωθέντα. βούλεται δὲ εἰπεῖν, ὅτι νικῶμαι ὑπὸ τοῦ πράγματος. καὶ αὖθις· σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους. | ] |
| omicroniota | 167 | [ | Οἰωνοί· σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. πάντα δὲ οἰωνοὺς ἐκάλουν, καὶ τὰ μὴ ὄρνεα. θεράποντ’ ὄρνιν. Ἀριστοφάνης. ἐπεὶ πολλάκις εἰώθαμεν λέγειν τινὰς τῶν θεραπόντων καλόποδας καὶ καλλοιωνίστους. ὄρνιν νομίζοντες πάνθ’ ὅσαπερ περὶ μαντείας διακρίνει. | ] |
| omicroniota | 181 | [ | Οἶστρος· ἐρεθισμός, ἔκκαυσις, πύρωσις ἐμμανής. Οἶστρον δὲ καλοῦσι πᾶσαν κίνησιν. ἔνθεν καὶ οἰστροδόνητος μυχός, ὁ ὑπὸ ἀνέμου ἐλαυνόμενος. Ἀριστοφάνης· σύ τε Πόντιε Πόσειδον, προλιπὼν μυχὸν ἰχθυόεντ’ οἰστροδόνητον. καὶ Πισίδης· οἶστρος γάρ ἐστι, καὶ μάλιστα βαρβάροις, πρὸς τὰς μεταβολὰς εὐμεταπτώτως ἔχειν. | ] |
| phi | 22 | [ | Φαθί· ὀξυτόνως. ἐξόπισθεν αὐτὸ φαθὶ τοῦ μόλωμεν. αὐτόθι. Ἀριστοφάνης Ἱππεῦσι. | ] |
| phi | 34 | [ | Φάλαγξ· ἀράχνιόν τι. λέγουσι δὲ φάλαγγας καὶ τὰ ἄκρα τῶν δακτύλων, ἅπερ λέγει Ἀριστοφάνης ἐν Βατράχοις· εἱλίσσετε δακτύλοις φάλαγγες ἱστότονα πηνίσματα. καὶ στρατιωτικὴ τάξις ἐκ μʹ ἀνδρῶν. Λεύκιος δὲ ὁ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τοπαράπαν, ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως, πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μηδὲν ἑωρακέναι φοβερώτερον Μακεδόνων φάλαγγος· καίτοι γε πολλοὺς οὐ μόνον τεθεαμένος, ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. | ] |
| phi | 50 | [ | Φαλῆς· ὡς Ἑρμῆς. Φαλῆς, Φαλῆτος. ὥσπερ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι, θεσπεσίη ἔχε φύζα[ εἰπών] , φόβου κρυόεντος ἑταίρη· οὕτω καὶ ὁ Κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν· ἀκόλουθα γὰρ Διονυσιακῷ πότῳ τὰ ἀφροδίσια. Φαλλίονες δὲ εἰς τιμὴν τοῦ Διονύσου ἐπὶ γέλωτι στρατευόμενοι, οὕτω καλούμενοι ἀπὸ τῶν φαλλῶν τοῦ Διονύσου. πολλίωνας δὲ ὕστερον αὐτοὺς παραφθείροντες τὸ ὄνομα ὀνομάζουσιν. | ] |
| phi | 70 | [ | Φανερῶς· ἐναργῶς, ἑτοίμως. Ἀριστοφάνης Νεφέλαις· φανερῶς ἠκούσατέ μου καλέσαντος. | ] |
| phi | 71 | [ | Φανή· λαμπρά, καθαρά. Ἀριστοφάνης· ἵνα μη’γχέσαιμ’ εἰς τὴν σισύραν· φανὴ γὰρ ἦν. | ] |
| phi | 81 | [ | Φανῶν· κατηγορήσων. Ἀριστοφάνης· μικρός γε μῆκος οὗτος, ἀλλ’ ἅπαν κακόν. τὸν Νίκαρχόν φησι. | ] |
| phi | 82 | [ | Φαντάζομαι· συκοφαντοῦμαι. οὕτως Ἀριστοφάνης. πλέω τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν. οἱ παλαιοὶ τὸ φαντάζεσθαι ἐπὶ τοῦ φαίνειν ἔλεγον. | ] |
| phi | 103 | [ | Φάρμακον· παραμυθία, ὁμιλία, εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν· εἴρηται δὲ ἀπὸ τῶν ἀνθέων. Φάρμακον λέγεται, ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον. ἀγγεῖον δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου, ὅπερ Μῆδοι νάφθαν καλοῦσι. καὶ αὖθις· πίττα τε ἦν καὶ θεῖον καὶ ὅσα φάρμακα δυνατὰ ἦν κινῆσαι φλόγα πολλήν. Ἀριστοφάνης· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἔτυχες, ᾧ Λυσικράτης μελαίνεται. ὡς τοῦ Λυσικράτους φαρμάκῳ τινὶ μελαίνοντος αὐτοῦ τὰς πολιάς. | ] |
| phi | 104 | [ | Φαρμακός· ὁ ἐπὶ καθαρμῷ πόλεως ἀναιρούμενος· ὃν λέγουσι κάθαρμα. καὶ Φαρμακοῖσιν. Ἀριστοφάνης· πονηροῖς κἀκ πονηρῶν εἰς πάντα χρώμενος, οἷσιν ἡ πόλις προτοῦ οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως χρήσαιτ’ ἄν. τουτέστι τοῖς λεγομένοις καθάρμασι. | ] |
| phi | 106 | [ | Φαρμακούς· τοὺς δημοσίᾳ τρεφομένους, οἳ ἐκάθαιρον τὰς πόλεις τῷ ἑαυτῶν φόνῳ. Ἀριστοφάνης· ὥσπερ δημοσίους τρέφεις· κᾆθ’ , ὅταν μή σοι τύχοι ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς, θύσας ἐπιδειπνεῖς. | ] |
| phi | 124 | [ | Φασιανικός· Ἀριστοφάνης Ὄρνισιν· ἐπικεχοδὼς ἔγωγε φασιανικός. συκοφάντης· παρὰ τὸ φαίνειν, μετὰ φασιανῶν εὑρισκόμενος. ἔστι δὲ καὶ τοῦτο ὄνομα. ἔπαιξε δέ, παρὰ τὸ φαίνεσθαι αὐτοῦ τὸ σκῶρ. φασιανὸς οὖν ὁ συκοφάντης, παρὰ τὴν φάσιν, ἢ παρὰ τὸ φαίνειν. ἔστι δὲ καὶ πόλις Σκυθίας Φᾶσις, ὁμώνυμος τῷ ποταμῷ. | ] |
| phi | 125 | [ | Φασιανοί· ἀλεκτρυόνες, καὶ ὄρνεις τινές. Ἀριστοφάνης· εἰ δοίης μοι τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. ἐπὶ τῶν εἴς τι πρᾶγμα ἀπαγορευόντων. οὐκ εἰσὶ δὲ ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινες εἰσίν, ἀλεκτρυόνας κεχαραγμένοι. τούτους οὖν λέγει. Λεωγόρας δὲ ὄνομα κύριον, ἑνὸς τῶν Ἀθήνησι πολιτευομένων τότε· πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα ἔτρεφεν ὁ Λεωγόρας. ἔνιοι δὲ ἀξιοῦσιν ἵππους εἶναι τοὺς φασιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων τι γένος. ὁ δὲ Λεωγόρας τρυφερός τις, Πλάτων λέγει· ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς, καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς, οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ, ὡς καὶ διὰ Μυρρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα. φασιανοὶ δὲ οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἵπποι. Φᾶσις δέ ἐστι ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται. Φάσις δὲ καὶ μήνυσις, ἀγγελία. καὶ κλίνεται φάσιος. Φάσις ἐστίν, ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦντα ὑπορύττειν δημόσιον μέταλλον ἢ χωρίον ἢ οἰκίαν ἢ ἄλλο τι τῶν δημοσίων. ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφανὸν οἶκον, προφαίνειν λέγονται. | ] |
| phi | 135 | [ | Φάτορες· Ἀριστοφάνης· φυσάτω πάππους πᾶρ’ ἡμῖν καὶ φανοῦνται φάτορες. | ] |
| phi | 144 | [ | Φάϋλλος· ὄνομα δρομέως ἀρίστου ὀλυμπιονίκου. Ἀριστοφάνης· ὅτε τὸν δρομέα Φάϋλλον ὢν βούπαις ἔτι εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν. ἦν δὲ καὶ ὁπλιτοδρόμος περιώνυμος, ὃν ἐκάλουν Ὀδόμετρον. ἦν δὲ καὶ πένταθλος, ἐφ’ οὗ καὶ ἐπίγραμμα· πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος· δίσκευσε δ’ ἑκατὸν πέντ’ ἀπολειπομένων. ἐγένετο δὲ καὶ ἕτερος, ἀθλητής· καὶ τρίτος, ὁ λωποδύτης. Ἀριστοφάνης Ἀχαρνεῦσιν· οἴμοι τάλας, τῶν ἐτῶν τῶν ἐμῶν· οὐκ ἂν ἐμῆς γε νεότητος, ὅτ’ ἐγὼ φέρων ἀνθράκων φορτίον, ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ σπονδοφόρος οὗτος ὑπ’ ἐμοῦ τότε διωκόμενος ἐξέφυγεν, οὔδ’ ἂν ἐλαφρῶς ὧδ’ ἀπεπλίξατο. ζήτει καὶ ἐν τῷ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν. | ] |
| phi | 145 | [ | Φαύλως· εὐκόλως, εὐμαρῶς. Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἔνθεσις ὁ ψωμός. καὶ Φαύλως, τὸ εὐχερῶς καὶ ἄνευ καμάτου. Ἀριστοφάνης· οὐκ ἂν φαύλως ἔτυχε τούτου. ὦ δαιμόνιε, τὰ θεῖα μὴ φαύλως φέρε. τουτέστι μὴ ἀηδίζου ἐπὶ τοῖς χρησμοῖς. εἰπόντος γὰρ ὅτι χρησμολόγος εἰμί, ἔφη· οἴμωζε νῦν. | ] |
| phi | 147 | [ | Φαύλως πάνυ· ἀντὶ τοῦ εὐχερῶς. Ἀριστοφάνης· καὶ πρῶτα μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ’ ὑπὸ χειρός. | ] |
| phi | 152 | [ | Φαίαξ, ῥήτωρ. Ἀριστοφάνης φησί· σοφὸς ὁ Φαίαξ, δεξιῶς τ’ οὐκ ἀπέθανε. δεινὸς ῥήτωρ οὕτως, ὡς καὶ ἀποφυγεῖν ἐκ θανάτου ἐπ’ αὐτοφώρῳ κρινόμενος· ἐκωμῳδεῖτο δὲ ὡς παρακρούων τὰ μειράκια. συνεριστικὸς γάρ ἐστι καὶ περαντικὸς καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικὸς καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ. οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ. | ] |
| phi | 172 | [ | Φαινόμενα· Πλάτων Πολιτείας δεκάτῳ ἔφη· φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ. ἀντὶ τοῦ φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι γε ὄντα. καὶ Ἀριστοφάνης· εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν. | ] |
| phi | 189 | [ | Φελλέα· τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς Ἰσαῖος. καὶ Φελλεύς, σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. Ἀριστοφάνης· ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φελλέως, ὥσπερ ὁ πατήρ σου διφθέραν ἐνημμένος. Φελλεὺς τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος τραχύς. αἱ δὲ αἶγες πρὸς τὰ τραχύτερα καὶ ὀρεινότερα διάγουσιν. ἀπὸ τούτου δὲ φελλέτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. καὶ ἑορτή τις περὶ τὸν Διόνυσον, Φελλὸς καλούμενος. καὶ αὖθις· τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως κλέπτουσαν. | ] |
| phi | 206 | [ | Φέρε· οἷον ὑπόθου. ἄγε οὖν. ἀρχαία ἡ σύνταξις. Ἀριστοφάνης· φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; | ] |
| phi | 222 | [ | Φέρειν· λαμβάνειν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἐπέμψεθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, μισθὸν φέροντας οὐ δραχμὰς τῆς ἡμέρας. Μένανδρος Ὀλυνθίᾳ· μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων. καὶ ὁ μισθοφόρος ἀπὸ τούτου. καὶ Ἔφερον, οὐδετέρως. τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή. τουτέστι τὸ ἐκ θεοῦ πεμφθὲν γενναίως φέρειν χρή. καὶ αὖθις· ἔφερον ἀλλήλους οὐχ ἧττον. ἀντὶ τοῦ λίαν ἐλῄστευον, ἔβλαπτον. | ] |
| phi | 237 | [ | Φεύγοιεν· κατηγοροῖντο. καὶ Φεύγων, κατηγορούμενος. Ἀριστοφάνης Νεφέλαις· ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην. | ] |
| phi | 239 | [ | Φέψαλος καὶ Φεψάλυξ· σπινθήρ, ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. οἷον ζωπύρημα, σπινθήρ. διαβάλλονται δὲ ὡς μοιχοὶ οἱ Μιλήσιοι. | ] |
| phi | 240 | [ | Φεψάλῳ· καπηλείῳ. φέψαλοι γὰρ οἱ σπινθῆρες. Ἀριστοφάνης· ἡ δ’ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται. διὰ τὸ εἰρήνην εἶναι. λέγεται δὲ καὶ φεψάλυξ παρὰ Ἀρχιλόχῳ. καὶ παρὰ Ἀριστοφάνει· ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. καὶ αὖθις· ἀλλ’ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι. | ] |
| phi | 282 | [ | Φιαλεῖς· Ἀριστοφάνης· ἀλλ’ οὐκ ἀποδώσεις οὐδὲ φιαλεῖς, οἶδ’ ὅτι· ἀλλ’ ἐξαπατήσεις κἀγχανῇ τούτῳ μέγα. φιαλοῦμεν δέ, τουτέστιν τῷ ἔργῳ ἐπιβαλοῦμεν. ἐπὶ τοῦτο ὁρμήσομεν. φιαλεῖν δὲ κυρίως ἐστὶ τὸ ἄρχεσθαι πράγματος. Ἀριστοφάνης· ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ φιαλοῦμεν, εὐξάμενοι τοῖσι θεοῖς. | ] |
| phi | 287 | [ | Φίβαλις· γένος συκῆς ἡ φίβαλις, ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων. ἐπεὶ δὲ ἀπὸ τοῦ ἰσχναίνεσθαι ἰσχὰς καλεῖται, καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων ἐκάλουν φιβαλεῖς. ὁ δὲ τόνος φιβάλεως, προπαροξυτόνως, ὡς κορώνεως, πελέκεως. Ἀριστοφάνης Ἀχαρνεῦσι· τί δέ; φιβάλεως ἰσχάδας; κοΐ, κοΐ. ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. | ] |
| phi | 308 | [ | Φιλέταιρος· ὄνομα κύριον. Ἀθηναῖος, κωμικός, υἱὸς Ἀριστοφάνους τοῦ κωμικοῦ. δράματα αὐτοῦ καʹ· ὧν ἐστι καὶ ταῦτα· Ἀχιλλεύς, Κορινθιαστής, Κυνηγίας, Φίλαυλος, Κέφαλος, Τηρεύς, Οἰνοπίων, Ἄντυλλος [+]( καὶ αὐτὸ Φιλεταίρου, ὡς δέ τινες Νικοστράτου) , Ἀταλάντη, Λαμπαδηφόροι. | ] |
| phi | 321 | [ | Φιληδίας· φιληδονίας, ἀνοίας. ὑμεῖς δὲ γρυλλίζοντες ὑπὸ φιληδίας ἕπεσθε μητρὶ χοῖροι. Ἀριστοφάνης Πλούτῳ. | ] |
| phi | 326 | [ | Φιληλιαστής· ὁ φιλόδικος παρὰ Ἀριστοφάνει· φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ. ἀντὶ τοῦ φιλόδικος· Ἡλιαία γὰρ Ἀθήνησι δικαστήριον μέγιστον. | ] |
| phi | 431 | [ | Φιλοτιμία· καλλιλεξία. Ἀριστοφάνης· φιλοτιμίᾳ μὲν οὐδεμιᾷ, μὰ τὼ θεώ, λέξουσ’ ἀνέστην, ὦ γυναῖκες. | ] |
| phi | 473 | [ | Φίτυ· Ἀριστοφάνης· τὸ γὰρ φίτυ πρῷον φύσει. | ] |
| phi | 507 | [ | Φθοΐς, φθοΐδος. ὄνομα πλακοῦντος. πέμματα ἃ τοῖς θεοῖς μετὰ τῶν σπλάγχνων ἔθυον. ἐν Ἐπιγράμμασι· καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα σοι ταύτας ἐφ’ ἅλωος, ὦ Δάματερ, φέρω. τοὺς φθοῖς μονοσυλλάβως ἔθος λέγειν τοῖς Ἀττικοῖς. τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας. Ἀριστοφάνης Πλούτῳ [+]. | ] |
| phi | 518 | [ | Φλᾶν· θλᾶν, τύπτειν. φλᾶν τὴν ἑαυτοῦ δυσμενεστάτην κάραν. Ἀριστοφάνης· ὡς χαλεπόν εἰσιν οἱ φίλοι, οἱ φαινόμενοι παραχρῆμ’ ὅτ’ ἂν πράττῃ τις εὖ· νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια, ἐνδεικνύμενος ἕκαστος εὔνοιάν τινα. καί, οὐκ ἐς κόρακας ἐρρήσετε; | ] |
| phi | 519 | [ | Φλαῦρον· φαῦλον ἢ κοῦφον κακόν. διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν, φαῦλον δὲ τὸ μέγα. Φλαῦρον, φλύαρον, ἀηδές, δύσφημον, λυπηρόν. παρὰ Ἀριστοφάνει. γέροντα δ’ ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ. τουτέστι τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον. εὐστόμει, καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτ’ , οὐδ’ ἠλείψατο, οὐδ’ εἰς βαλανεῖον ἦλθε λουσόμενος. | ] |
| phi | 528 | [ | Φλεγραίας πεδίον· Θρᾳκικόν. Ἀριστοφάνης· ἵνα περ τοὺς γηγενεῖς ἀλαζονευομένους καθυπερηκόντισαν. | ] |
| phi | 530 | [ | Φλεγυρά· λαμπρά, φλέγουσα, λάμπουσα· ἢ θερμή, διὰ τοὺς ἄνθρακας. Ἀριστοφάνης· δεῦρο Μοῦσ’ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος. | ] |
| phi | 533 | [ | Φλέω· φλέως λοχμῶδες φυτόν· οὗ μνημονεύει καὶ Θεόφραστος, παραδηλῶν, ὅτι ποτάμιός ἐστι βοτάνη ὡς τὸ βούτομον. καὶ ἐν Ἀμφιαράῳ· πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; Ἀριστοφάνης Βατράχοις· ἡλάμεθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς πολυκολύμβοισι μέλεσι. | ] |
| phi | 548 | [ | Φλύαρος· φλήναφος καὶ λῆρος καὶ μάταιος λόγος. Ἀριστοφάνης Νεφέλαις· τὰ δ’ ἄλλα πάντ’ ἐστὶ φλύαρος. καὶ αὖθις· μὴ γὰρ οὔσης ἀνάγκης, τί δεῖν φλυαρεῖν ὁτιοῦν πρὸς ὁντιναοῦν. | ] |
| phi | 552 | [ | Φλύκταινα· τὰ τῶν χειρῶν ἐπαναστήματα, τὰ γινόμενα ἀπὸ τοῦ κωπηλατεῖν. Ἀριστοφάνης Βατράχοις· ἐγὼ δὲ φλυκταίνας γ’ ἔχω. | ] |
| phi | 587 | [ | Φόρβιον· τὸ περικείμενον τῷ στόματι τοῦ αὐλητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ. Ἀριστοφάνης· πολλὰ δὴ καὶ δεῖν’ ἰδὼν οὔπω κόρακ’ εἶδον ἐμπεφορβιωμένον. | ] |
| phi | 606 | [ | Φορμίσιος καὶ Μεγαίνετος· ὁ Φορμίσιος αὐθάδης καὶ θρασὺς στρατηγιῶν. Ἀριστοφάνης· Φορμίσιος καὶ Μεγαίνετος ὁ Μάνης. ὀνόματα δούλων. | ] |
| phi | 620 | [ | Φόρτος· ἡ χλεύη. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν. τουτέστι τὴν χλεύην. | ] |
| phi | 623 | [ | Φορυτός· Ἀριστοφάνης· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω. τουτέστι φρύγανον, σχοινίον, δέσμην χόρτου συρφετώδους. καὶ Φορυτῷ, φρυγανώδει ἀκαθαρσίᾳ, συρφετώδει, χορτώδει. σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἀείρας. διὰ τοῦ ο μικροῦ. ἢ ψιαθῶδες πλέγμα, ἐν ᾧ τοὺς στάχυας ἐμβάλλουσιν· ἢ ἡ ἐκ φρυγάνων στρωμνή. Ἀριστοφάνης· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον, ἵνα μὴ καταγῇ φορούμενος. οἱ γὰρ καλῶς δεσμούμενοι κέραμοι δυσχερῶς κλῶνται. | ] |
| phi | 641 | [ | Φώκη· δύσοσμον ζῷον θαλάττιον. Ἀριστοφάνης· φώκης δ’ ὀσμὴν εἶχε. | ] |
| phi | 663 | [ | Φωραθείς· εὑρεθείς, γνωσθείς. Πάμφιλος δανειστὴς παρὰ Ἀριστοφάνει· ὃς φωραθεὶς ἐπ’ αὐτοφώρῳ κατελύθη. | ] |
| phi | 692 | [ | Φραστῆρες· οἱ γνώμονες τῶν ἡλικιῶν ὀδόντες. Ἀριστοφάνης· ἑπτέτης ὢν Ἀρχέδημος οὐκ ἔφυσε φράτορας. ἀντὶ τοῦ εἰπεῖν ὀδόντας· φραστῆρας, φράτορας εἶπε, τούτεστι συγγενεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν παίδων, οἵτινες ὄντες περὶ τὰ ἑπτὰ ἔτη ἔχουσι πάντας τοὺς ὀδόντας. λέγει οὖν, ὅτι χρονίσας ἐν ταῖς Ἀθήναις οὐκ ἠδυνήθη ἀναγραφῆναι εἰς τοὺς πολίτας. καὶ νῦν δημαγωγεῖ ἐν τοῖς ἄνω νεκροῖς κἄστι τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. ἀντὶ τοῦ εἰπεῖν πολιτείας ἢ δημαγωγίας, μοχθηρίας εἶπε· χαριέντως πρὸς τὰ κακὰ αὐτῶν. οὐ λέγει δὲ διὰ τὴν κακοπραγίαν νεκροὺς τοὺς Ἀθηναίους· ἀλλὰ πιθανῶς οἱ κάτω τοὺς ζῶντας ἄνω νεκρούς φασι. | ] |
| phi | 747 | [ | Φρυαγμοσεμνάκους· Ἀριστοφάνης· ἔχων τρόπους φρυαγμοσεμνάκους τινάς. | ] |
| phi | 751 | [ | Φρυγίλος ὄρνις, τοῦ Φιλήμονος γένους. φρυγίλος, ὄνομα ὀρνέου. ὁ δὲ Φιλήμων κωμῳδεῖται ὡς Φρὺξ καὶ ξένος καὶ Κάρ. Ἀριστοφάνης φησί. | ] |
| phi | 754 | [ | Φρυγίων ἐρίων· ἐκεῖσε γὰρ ἁπαλὰ καὶ καλὰ ἔρια γίνεται. Ἀριστοφάνης· χλαῖναν γὰρ ἀπώλεσ’ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. | ] |
| phi | 766 | [ | Φρυνίχου πάλαισμα· αὕτη τέτακται κατὰ τῶν πανούργως καὶ συνετῶς σοφιζομένων. Ἱστορεῖ δὲ Θουκυδίδης, ὅτι Φρύνιχος, στρατηγὸς Ἀθηναίων ἐν Σάμῳ, μελλόντων τῶν στρατιωτῶν κατάγειν Ἀλκιβιάδην, ἐδήλωσε τῷ ναυάρχῳ Λακεδαιμονίων ὁ Φρύνιχος, ὅτι βούλοιτο αὐτῷ προδοῦναι τὸ στράτευμα. λαβόντος δὲ τὴν ἐπιστολὴν Ἀλκιβιάδου καὶ πέμψαντος τοῖς Ἀθηναίοις, παρὰ μικρὸν ἐλθὼν ἀπολέσθαι ὁ Φρύνιχος γράφει πάλιν τῷ ναυάρχῳ τὸ γεγονός, αἰτιώμενος καὶ φάσκων πάλιν αὐτῷ προδώσειν τὸ στράτευμα, εἰ ἐπέλθοι. σημήνας δὲ οὕτω προηγόρευσε τοῖς στρατιώταις, δευτέραν ἥξειν ἐπιστολὴν κατ’ αὐτοῦ παρ’ Ἀλκιβιάδου· καὶ πολεμίων ἔφοδον ἐσομένων φυλάξασθαι. συμβάντων δὲ οὕτως τούτων καὶ κομισθέντων μὲν τῶν γραμμάτων, γενομένης δὲ τῆς ἐφόδου, ἐπίστευσαν οἱ στρατιῶται πάντα, καὶ τὰ νῦν καὶ τὰ πρότερον, κατὰ τοῦ Φρυνίχου δι’ ἔχθραν ὑπὸ Ἀλκιβιάδου γεγενῆσθαι. καὶ αὖθις Ἀριστοφάνης· Φρυνίχου παλαίσμασιν, ἀντὶ τοῦ στρατηγήμασι· στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν οἱ Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντος τὸν πόλεμον. κωμικὸς ποιητής, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἦν δὲ στρατηγὸς Ἀθηναίων, ἐφ’ οὗ πολλοὶ τῶν τραγικῶν ἄτιμοι ἐγένοντο. γεγόνασι δὲ Φρύνιχοι τέσσαρες. | ] |
| phi | 767 | [ | Φρύνιχος καὶ Λύκις καὶ Ἀμειψίας, κωμικοὶ ὑπόψυχροι. καὶ Ἀριστοφάνης· ἔνθεν ὥσπερ ἡ μέλιττα, Φρύνιχος ἀμβροσίων μελέων ἀπεγεύετο καρπὸν ἀεὶ φέρων γλυκεῖαν ᾠδάν. | ] |
| phi | 770 | [ | Φρυνώνδας· τῶν ἐπὶ πονηρίᾳ διαβεβοημένων. ὃς ξένος ὢν κατὰ τὰ Πελοποννησιακὰ διέτριβεν Ἀθήνησιν. Ἀριστοφάνης Ἀμφιάρεῳ· ὦ μιαρὲ καὶ Φρυνώνδα καὶ πονηρὲ σύ. ἐκ τούτου τοὺς πονηροὺς Φρυνώνδας καλοῦσι. κακοήθης ὁ Φρυνώνδας οὗτος καὶ πανοῦργος, μισθοῦ τινας μηχανὰς πραγμάτων ἐπὶ κακοῖς ῥᾳδίως συντιθείς, ὥς φησιν Εὔδημος. καὶ αὖθις· ἀλλ’ οἶμαι οὔτε Φρυνώνδας οὔτ’ Εὐρύβατος οὐδ’ ἄλλος πώποτε τῶν πάλαι πονηρῶν, τοιοῦτος μάγος καὶ γόης. | ] |
| phi | 827 | [ | Φυλάρχης· δυνάστης. ξυμβάλλει τῷ Τραϊανῷ περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης· οὕσπερ φυλάρχους ὀνομάζουσιν οἱ ἐκείνῃ, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται. καὶ Ἀριστοφάνης· μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. Φυλή, ὄνομα τόπου. καὶ Φυλάσιοι, οἱ ἐνοικοῦντες. | ] |
| phi | 833 | [ | Φυλλεῖα· τὰ ἀπολεπίσματα τῶν λαχάνων. Ἀριστοφάνης· εἰς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός. οἷον μεμαραμμένα καὶ εὐτελῆ· τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσι. φυλλεῖα δὲ τὰ τῆς θριδακίνης φύλλα. | ] |
| phi | 857 | [ | Φύσει· βλαστήσει. Ἀριστοφάνης· οὐδὲν ἔστ’ ἄμεινον οὐδ’ ἥδιον ἢ φῦσαι πτερά. | ] |
| phi | 869 | [ | Φυσῶ· τὸ πνέω, τὸ ἐκ προχείρου πράττω. Ἀριστοφάνης· φυσάτω πάππους παρ’ ἡμῖν, καὶ φανοῦνται φάτορες. | ] |
| pi | 31 | [ | Πακτοῦν· κλείειν, ἀσφαλίζεσθαι. μοχλοῖσι τὰ προπύλαια πακτοῦν. Ἀριστοφάνης Λυσιστράτῃ. | ] |
| pi | 54 | [ | Παλαιγενές· πρεσβύτατον. Ἀριστοφάνης· χαῖρ’ , ὦ πρεσβῦτα παλαιγενές. οὐχ ὡς σεμνόν τινα προσηγόρευσε διὰ τὸν χρόνον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. ἀντὶ τοῦ ἀνόητε. καὶ Εὐριπίδης· ἀρχαῖον εἴρηκας. ἀντὶ τοῦ εὔηθες. εὐεργετῆσαι γὰρ τὸ σῶμ’ οὐ βούλομαι. ὅτι ἡ παλαιὰ ἐν πίθῳ εὑρέθη. καὶ ζήτει ἐν τῷ Ὠριγένης. | ] |
| pi | 62 | [ | Παλαίσμασιν· ἀντὶ τοῦ στρατηγήμασι. καὶ Ἀριστοφάνης· Φρυνίχου παλαίσμασι. στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἐγένετο δὲ στρατηγός, ἐφ’ οὗ πολλοὶ ἥμαρτον τῶν τραγικῶν καὶ ἄτιμοι ἐγένοντο. | ] |
| pi | 75 | [ | Παλεῦσαι· ἐξαπατῆσαι, ὑπαγαγέσθαι. καὶ παροιμία· Παλεύει καλῶς τὴν ἀλώπεκα. καὶ Παλεύτρια, περιστερὰ πλάνος. Ἀριστοφάνης Ὄρνισι· κἀπαναγκάζει παλεύειν ἐν δικτύῳ. εἰώθασι γὰρ ἐκτυφλοῦν τινα τῶν ὀρνέων καὶ ἱστᾶν ἐν δικτύῳ. | ] |
| pi | 81 | [ | Παλίγκοτος· ὀργίλος, στυγνός, φοβερός, ἐναντίος. Ἀριστοφάνης· μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ἤγουν μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς καὶ πάλιν μετανοήσῃς, ἐφ’ οἷς ἡμᾶς εὐεργετεῖν διέγνως. καὶ ἐν Ἐπιγράμμασι· Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας. | ] |
| pi | 103 | [ | Παλίνωρον· παλινόρμητον. διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρμώμενον ποιεῖν. Ἀριστοφάνης· τὸ σφυρὸν παλίνωρον ἐξεκόκκισε. | ] |
| pi | 144 | [ | Πάμφιλος, δημαγωγὸς Ἀθήνησι. καὶ ἔκλεπτε τὰ τοῦ δήμου καὶ φωραθεὶς ἐπ’ αὐτοφώρῳ κατελύθη, ὥς φησιν Ἀριστοφάνης. | ] |
| pi | 185 | [ | Παναίτιος, μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης. | ] |
| pi | 212 | [ | Πανοῦργος· ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. τὸ δὲ Πανοῦργε ἡμεῖς μὲν μετριώτερόν φαμεν, Ἀττικοὶ δὲ ἐπὶ σφοδραῖς βλασφημίαις. Ἀριστοφάνης· πανοῦργον, καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ· καὶ γὰρ οὗτος ἦν πολλάκις τῆς ἡμέρας πανοῦργος. καὶ Πανουργιππαρχίδας. τούτους κωμῳδεῖ ὡς πανούργους, τὸν Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ τὸν Ἱππαρχίδην καὶ τὸν γέροντα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον, Διομειαλαζόνας δὲ ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. ὅτι τὸν πανοῦργον εἰς τὸν φρόνιμον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια. | ] |
| pi | 214 | [ | Πανσελήνῳ· Ἀριστοφάνης φησὶ περὶ Κλεωνύμου· πόσου τὸν πρωκτὸν συνήγαγε; καί φησι, τῇ πανσελήνῳ. διότι οἱ Ἕλληνες πάντα πρὸς τὴν σελήνην ἔπραττον ἀποβλέποντες. Δάτιδος γοῦν καὶ Ἀντιφέρνους στρατηγῶν τοῦ Περσῶν βασιλέως ἐς Μαραθῶνα ἐμβεβληκότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. καὶ πρὶν τοὺς Λακεδαιμονίους παραγενέσθαι, κατώρθωσαν Ἀθηναῖοι τὸν πόλεμον. παίζει οὖν Ἀριστοφάνης διὰ τὸ ἔθος. | ] |
| pi | 250 | [ | Πάνυ γὰρ ἔστ’ ἤδη χολή· πολύ. τὸ δὲ πολύ, κἂν ᾖ γλυκύ, μοχθηρόν. Ἀριστοφάνης Βατράχοις. | ] |
| pi | 257 | [ | Παππάξ παπαππάξ· ἦχος πορδῆς. Ἀριστοφάνης Νεφέλαις. | ] |
| pi | 260 | [ | Παππίδιον· Ἀριστοφάνης· ἀκρόασαι νῦν, ὦ παππίδιον, χαλάσας ὀλίγον τὸ μέτωπον. ὑποκοριστικῶς πάππε. | ] |
| pi | 261 | [ | Παππίζω. Ἀριστοφάνης· παππίζουσ’ ἡ θυγάτηρ με τριώβολον ἐκκαλαμᾶται. | ] |
| pi | 280 | [ | Παραβαλών· χαλάσας. Ἀριστοφάνης· ὥσπερ παλαιστὴς παραβαλὼν τοὺς γομφίους. ὥσπερ καὶ τὸ χαλάσαι κώπην λέγουσι παραβαλεῖν. | ] |
| pi | 296 | [ | Παράβολος· Ἀριστοφάνης Σφηξί· πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἀντὶ τοῦ οὐ γνήσιος. Ἰώσηπος περὶ τῆς ἐγγαστριμύθου· ταύτην αἰτοῦμαι χάριν ἀντὶ τῆς παραβόλου μαντείας. | ] |
| pi | 317 | [ | Παραγραμματισμός· ὅταν γράμμα ἀντὶ γράμματος τεθῇ· οἷον ἀντὶ τοῦ μυρσίνη βυρσίνη, β ἀντὶ τοῦ μ· ὡς Ἀριστοφάνης ἀντὶ τοῦ μ τῷ β ἐχρήσατο. δέον γὰρ εἰπεῖν μυρσίνη, βυρσίνη εἴρηκε· ταῖς γὰρ μυρσίναις ἀποσοβοῦσι τὰς μυίας. ὁ δὲ ἔπαιξε διὰ τὸν βυρσοδέψην. καὶ μυρσίνῃ ἐστεφανοῦντο οἱ στρατηγοί. ἢ ὡς ὅταν λέγῃ, ἐγ Κλωπιδῶν, ἀντὶ τοῦ Κεκροπιδῶν, λ ἀντὶ τοῦ ρ. | ] |
| pi | 356 | [ | Παρακεκινδυνευμένον· ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάσφημον. Ἀριστοφάνης· γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροις ἔτι. τουτέστι φυσικόν τινα καὶ οὐ βεβιασμένον, ἢ γεννητικόν. ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα, Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἄνευ τῆς φρενός. Εὐριπίδης· ὄμνυμι δ’ ἱερὸν αἰθέρ’ οἴκησιν Διός. Ἀλεξάνδρου [+] δέ· καὶ χρόνου πρόβαινε πούς. καὶ ἐξ Ἱππολύτου Εὐριπίδου· ἡ γλῶσσ’ ὀμώμοχ’ , ἡ δὲ φρὴν ἀνώμοτος. | ] |
| pi | 366 | [ | Παρακλίνασαι· παρανοίξασαι. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. Ἀριστοφάνης· καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐλείας παρακύπτουσι. κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς, ἀναχωροῦσι· κᾆτ’ , ἢν ἀπίῃ, παρακύπτουσι. | ] |
| pi | 391 | [ | Παράλων· διῄρητο εἰς δʹ μοίρας πάλαι ἡ Ἀττική· Πανδίων γὰρ διαδεξάμενος Κέκροπα, προσκτησάμενος δὲ καὶ τὴν Μεγαρίδα ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα. | ] |
| pi | 392 | [ | Παραλοῦμαι· παροιμιακῶς. εἰώθεισαν γὰρ πρότερον ἐν τοῖς βαλανείοις οἱ πλούσιοι παραλούειν τοὺς πένητας. Ἀριστοφάνης Ἀναγύρῳ· ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν. οἷον συνεισιέναι τοῖς πλουσίοις, ὥστε μηδὲ σπόγγους φέρειν, ἀλλὰ τοῖς ἐκείνων χρῆσθαι. | ] |
| pi | 415 | [ | Παραπλήξ· μαινόμενος, παράφρων. Ἀριστοφάνης Πλούτῳ· ἢν δ’ εἰς παραπλῆγ’ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος. ὁ ἄφρων. ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἢ ὁ μωρός. ἀληθῶς γὰρ ἡ ἀσωτία πεπληγμένη ἐστὶ διάνοια. καὶ αὖθις· παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι. | ] |
| pi | 420 | [ | Παραπολύ· ἐπίρρημα. ἀντὶ τοῦ πάνυ, παντελῶς. Δέξιππος· παραπολὺ ἀπελείποντο πείθεσθαι τοῖς εἰσηγουμένοις ἡσυχίαν αἱρεῖσθαι. Ἀριστοφάνης Πλούτῳ· δεινότατον ἔργον παραπολύ. ἀντὶ τοῦ πάνυ πολύ. | ] |
| pi | 444 | [ | Παραστάται· οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπιστάται· διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. καὶ Παραστατεῖν, τὸ συμμαχεῖν. Ἀριστοφάνης Πλούτῳ· ὥσθ’ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. καὶ Παραστάτης. Ἀρριανός· πρόσταγμα σφίσιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη, ἐν τῷ ὕδατι προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον. καὶ Εὐνάπιος· πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα. καί, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν. καὶ λαβόντες παράστασιν εἰς τὸ μαχομένους γενναίως ἀποθανεῖν. ἀντὶ τοῦ ὁρμήν, τόλμαν. καὶ αὖθις· διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος. καὶ ἐπίρρημα Παραστατικῶς. ὁ δὲ ἔγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς. | ] |
| pi | 461 | [ | Παρατέταμαι· ἐξώγκωμαι. Ἀριστοφάνης· ἅλις ἀφύης. παρατέταμαι γὰρ ἐσθίων. λέγεται καὶ ἑνικῶς ἡ ἀφύη. | ] |
| pi | 463 | [ | Παρατεῖναι· τὸ ἐπιτρέψαι, καὶ ἀπολέσαι. Κωμικὸς ἐπὶ Εὐβοίας· οἶδ’ · ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. | ] |
| pi | 467 | [ | Παρατίλλεται· διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ διατίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς, ἀποραφανίδωσις καὶ παρατιλμοὶ τοῖς πένησιν· οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο· οἱ δὲ ἀποροῦντες μὴ δυνάμενοι χρήμασι λυτροῦσθαι τὴν φυγὴν δημοσίᾳ ταῦτα ἔπασχον, Ἀριστοφάνης Πλούτῳ· ὁ δ’ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. καὶ αὖθις Ἀριστοφάνης· παρατίλλω τρίχας. παρατίλλομαι δὲ ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προκειμένου λογισμοῦ· ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπιγράφουσι. | ] |
| pi | 496 | [ | Παρδαλῆ· παρδάλεως δορά. Ἀριστοφάνης· πέμψω ἐπ’ αὐτὸν ὄρνεις πορφυρίωνας παρδαλᾶς ἐνημμένους. Πόρδαλις, τὸ ζῷον. Ὅμηρος· θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται. καὶ Ἀριστοφάνης· οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις. | ] |
| pi | 500 | [ | Παραιξοροῦσιν· Ἀριστοφάνης Ταγηνισταῖς. ἀπέδωκαν δὲ οἱ μὲν παιδιᾶς εἶδός τι· Εὐφρόνιος δὲ παροιμιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν ἢ ἀπαλλάττεσθαι. | ] |
| pi | 524 | [ | Παρεκαττύετο· ἐκ συλλογῆς ηὐτρέπιζεν. ἀπὸ τῶν καττυμάτων. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες, οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν. Ἀριστοφάνης Πλούτῳ· ἡμῶν δ’ ἕκαστος στιβάδα παρεκαττύετο. | ] |
| pi | 560 | [ | Παρεξηυλημένον νοῦν· οἷον διεφθαρμένον καὶ ἀμυδρὸν ὑπὸ γήρους. μετήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται. Ἀριστοφάνης· οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους. κωφοὺς δὲ οἷον ἀφώνους. Ὅμηρος· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος. | ] |
| pi | 661 | [ | Παρθενεῖα· προπερισπωμένως, τὰ εἰς παρθένους ᾀδόμενα μέλη. Ἀριστοφάνης· κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθενεῖα καὶ κατὰ Σιμωνίδου. τουτέστι κακότεχνα καὶ ποικίλα. | ] |
| pi | 679 | [ | Παρνάσσιοι· ἀντὶ τοῦ μεγάλοι· Πάρνης γὰρ ὄρος τῆς Ἀττικῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ὡς ἀπὸ Παρνασσοῦ τὴν λέξιν παρήγαγε, δηλῶν τοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου. τιθέασι δὲ καὶ ἐπὶ τοῦ μεγάλου τὸ Παρνασσός· Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὀλίγου τ’ ἀπέθανον ἄνθρακες Παρνάσσιοι. | ] |
| pi | 683 | [ | Πάρνοψ· ἀκρίδος εἶδος. οἱ δὲ μελίσσας ἀγρίας. καὶ κλίνεται πάρνοπος. οἱ δὲ κώνωπας. Ἀριστοφάνης· ὁ δ’ ἀνακραγὼν ἀντείκασεν αὐτὸν πάρνοπι τὰ θρία τοῦ τρίβωνος ἀποβεβληκότι. καὶ αὖθις· ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. τὸ πλῆθος σημαίνει τῆς στρατιᾶς. | ] |
| pi | 710 | [ | Πάροχος· ὁ ἀναβαίνων εἰς τὸ ἅρμα, τὸ ζεῦγος. Πάροχοι λέγονται καὶ οἱ παράνυμφοι παρὰ τὸ παροχεῖσθαι τοῖς νυμφίοις· ἐπ’ ὀχήματος γὰρ τὰς νύμφας ἦγον. Ἀριστοφάνης Ὄρνισιν· ὁ δ’ ἀμφιθαλὴς Ἔρως χρυσόπτερος, ἡνίας εὔθυνε παλιντόνους, Ζηνὸς πάροχος γάμων. | ] |
| pi | 715 | [ | Παρῳδούμενος· λεγόμενος. καὶ Παρῳδία· οὕτω λέγεται ὅταν ἐκ τραγῳδίας μετενεχθῇ λόγος εἰς κωμῳδίαν· οἷόν ἐστι τό, ἄξιον γὰρ Ἑλλάδι, παρ’ Εὐριπίδῃ καὶ παρ’ Ἀριστοφάνει εἰρημένον. καὶ αὖθις· κατὰ δή τινα προφορὰν ᾀσθέντα καὶ παρῳδηθέντα ἡ περὶ ταῦτα μουσομανία τοῖς ἄστροις ἐπέψαυε. Προκόπιός φησι. καὶ Παρῳδήκει, ἄλλην ᾖσεν ᾠδήν. ἢ Παρῳδήκει, ἀντὶ τοῦ ὠγκώθη. | ] |
| pi | 717 | [ | Παρὼν ἀποδημεῖ· ἐπὶ τῶν αἴσθησιν ἑαυτοῖς μηδεμίαν παρεχόντων. Ἀριστοφάνης· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. | ] |
| pi | 737 | [ | Πάροινος· μέθυσος. Ἀριστοφάνης· οὐδέποτ’ ἐγὼ τοῦτον εἰσδέξομαι, οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται, ὅτι πάροινος ἁ νὴρ ἔφυ. ἐν ταῖς τῶν πότων συνόδοις ᾖδον μέλος τι, Ἁρμόδιον καλούμενον, οὗ ἡ ἀρχή, φίλτατε Ἁρμόδιε, οὔ τί που τέθνηκας. ᾖδον δὲ αὐτὸ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνος. ὁ δὲ νοῦς· οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθήσεται, ὅτι παροίνιος· οἷον μέθυσος καὶ ὑβριστής. | ] |
| pi | 753 | [ | Πάσῃ τέχνῃ· ἐκ παντὸς τρόπου. Ἀριστοφάνης Λυσιστράτῃ· οὐδ’ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθών, ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον. | ] |
| pi | 754 | [ | Πασίας· Ἀριστοφάνης Νεφέλαις· ἀτὰρ τὶ χρέος ἔβα με μετὰ τὸν Πασίαν. | ] |
| pi | 783 | [ | Πατῆσαι· ἐνδιατρίψαι, ἀφικέσθαι. Ἀριστοφάνης· ἀμαθὴς ἔφυς κ οὐ πολυπράγμων, οὐδ’ Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν. | ] |
| pi | 816 | [ | Παῦρα· ὀλίγα, βραχέα. Ὅμηρος· παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. καὶ αὖθις Ἀριστοφάνης· παῦρ’ ἀνιάσας, πόλλ’ εὐφράνας. ἀντὶ τοῦ ὀλίγα κωμῳδήσας. ὁμοίως τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα. | ] |
| pi | 830 | [ | Παχεῖς· Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Ἀριστοφάνης· ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀντὶ τοῦ ἀναίσθητος καὶ παχὺς εἰς τὸ νοεῖν. καὶ Ἡρόδοτος· ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχης καὶ παχύς. πάχης μὲν λέγεται ὁ λιπαρός, παχὺς δὲ ὁ ἀναίσθητος ἢ ὁ πλούσιος. καὶ παχὺς καὶ ἀρχαῖος ἐπὶ τοῦ ἠλιθίου τάσσεται παρὰ τοῖς παλαιοῖς. ὅτι τὰ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φησὶν ὁ Στρεψιάδης, ἀποκαθαρθεὶς τὴν παχύτητα. ἁλσὶ διαβρεχόμενος· διαβάλλει τοῦτον Ἀριστοφάνης ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιούμενος. καὶ ζήτει ἐν τῷ ἁλσὶ διασμηχθείς. λύσις ὀνείρου· βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. | ] |
| pi | 835 | [ | Παῖ· Ἀριστοφάνης· τί δ’ ἐστίν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον, ὅστις ἂν πληγὰς λάβῃ. | ] |
| pi | 857 | [ | Παιδία· οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγούμενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμβάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου. | ] |
| pi | 873 | [ | Παίει· αἰτιατικῇ. τύπτει. Ἀριστοφάνης· παῖε, παῖε τὸν ἀλιτήριον καὶ πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάρυγγα καὶ Χάρυβδιν. | ] |
| pi | 874 | [ | Παίειν· οὕτω λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὁ δὲ νεανίας ἐς τάχος παίει στρογγύλοις τοῖς ῥήμασι. | ] |
| pi | 878 | [ | Παιόλημα· κίνημα, ἀποπλάνημα, καὶ ἀπάτην τινά, πανούργημα. Ἀριστοφάνης Νεφέλαις· ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός, καὶ παιόλημα. | ] |
| pi | 886 | [ | Παιπάλη· ἄλευρον ἀπὸ κριθῶν ἢ ἀπὸ κέγχρου. Ἀριστοφάνης Νεφέλαις· γενήσῃ κρόταλον, παιπάλη. ἀντὶ τοῦ τραχύς, δυσκατάληπτος· ἐπεὶ παίπαλα καλοῦμεν τὰ τῶν χωρίων δύσβατα. | ] |
| pi | 900 | [ | Πεδαρσίου· μετεώρου, πετομένου ἐκ τοῦ πέδου. Ἀριστοφάνης Ὄρνισιν· ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται. | ] |
| pi | 920 | [ | Πέκτειν· ποκάζειν, κείρειν τὰ θρέμματα. Ἀριστοφάνης· ἡνίκα πέκτειν ὥρα προβάτων πόκον ἠρινόν. | ] |
| pi | 922 | [ | Πεκτούμενον· τιλλόμενον, ξεόμενον. Ἀριστοφάνης· καὶ ποιήσω τοὺς δημότας βωστρεῖν σ’ ἐγὼ πεκτούμενον. | ] |
| pi | 931 | [ | Πελαργικοὶ νόμοι· διὰ τὸ ἀντεκτρέφειν τοὺς γονεῖς. οὕτως Ἀριστοφάνης. | ] |
| pi | 943 | [ | Πελλήνη· πόλις. καὶ Πελληναῖος χιτών, ἐπὶ τῶν παλαιὰ φορούντων ἱμάτια. ἐν δὲ Πελλήνῃ διάφοροι χλαῖναι ἐγίνοντο. Ἀριστοφάνης· εὐθὺ Πελλήνης πέτεσθαι διανοῇ. ἐπεὶ ἐν Πελλήνῃ τοῖς Ἡραίοις ἆθλον ἐτίθετο χλαῖνα. | ] |
| pi | 962 | [ | Πενέσται· οἱ παρὰ Θεσσαλῶν μὴ γόνῳ δοῦλοι, ὑπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν, οὐ φυγόντων τὴν παρ’ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων ἐπὶ τῇ χώρᾳ. παρέδοσαν δὲ αὑτοὺς ἐφ’ ὅρκῳ, ἐπὶ τῷ μήτε παθεῖν τι ἐργαζόμενοι, μήτε ἐκβῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. οὓς ἐν Λακεδαίμονι καλοῦσιν Εἵλωτας, τούτους Θετταλοὶ Πενέστας λέγουσι. χρῶνται δὲ τῷ ὀνόματι καὶ Θετταλοὶ καὶ Λακεδαιμόνιοι ἐπὶ τῶν κρατηθέντων ἐν τῷ πολέμῳ καὶ δουλευόντων τοῖς κεκρατηκόσι. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται οἱ παρὰ Λακεδαιμονίοις Εἵλωτες. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλικάς. Ἀριστοφάνης· τοῖς Πενέσταισι ξυνών. | ] |
| pi | 966 | [ | Πενία· διὰ τὰς ἀδίκους πάθας τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν. Ἀριστοφάνης Πλούτῳ. εἴπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ὁ μὲν γὰρ Διονύσιος ἐξώλης τύραννος, ὁ δὲ Θρασύβουλος φιλόπολις καὶ παντὸς λόγου κρείττων. ἐπὶ τῶν μὴ τὰ ὅμοια ὁμοιούντων. | ] |
| pi | 977 | [ | Πέντε τάλανθ’ ἡ Χίων πόλις διὰ τὸν πρωκτὸν ὀφλήσει· τούτους ὡς ἀκρασίαν μαλακίας ἔχοντας σκώπτει Ἀριστοφάνης· καὶ διὰ μαλακίαν τῶν πρωκτῶν εὐρυτέρων ὄντων καὶ ἑτοίμων πρὸς τὸ ἀποπατεῖν. | ] |
| pi | 987 | [ | Πέος· τὸ σπήλαιον. καὶ Πέος δὲ τὸ αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· πλὴν ἢ τὸ πέος ἔχοντα ἐν τῇ δεξιᾷ. καὶ αὖθις· ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. καὶ αὖθις· πότερον, ὡς ἀνὴρ τρέφῃ; ποῦ δὲ τὸ πέος; καὶ αὖθις· τίς Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν. | ] |
| pi | 997 | [ | Πέπειρον· ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. γραῦς φησι παρὰ Ἀριστοφάνει· οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν, ἀλλ’ ἐν ταῖς πεπείροις. οὐδέ τοι στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ἐγὼ τὸν φίλον. | ] |
| pi | 1014 | [ | Πέπορδα· Ἀριστοφάνης· ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδύς. ἀντὶ τοῦ ἐάσας. ἡ μεταφορὰ ἀπὸ τῶν ὄφεων τῶν ἐκδυομένων τὸ γῆρας· ἥδομαι γὰρ ἐκφυγὼν τὴν ἀσπίδα, τουτέστι τὸν πόλεμον, μᾶλλον ἢ ἐκδὺς τὸ γῆρας. | ] |
| pi | 1017 | [ | Πεπότηται· ἀνέπτη, ἀνεκουφίσθη, καὶ μετέωρα ἤδη φρονεῖ. Ἀριστοφάνης Νεφέλαις· ἡ ψυχή μου πεπότηται. | ] |
| pi | 1029 | [ | Πέρα· ἐπίρρημα. ἀντὶ τοῦ περισσότερον. τὸ πέρα δὲ ἀντιτείνοντας ξυνδεῖν. καὶ αὖθις· δασμολογοῦντες αὐτοὺς τῆς δυνάμεως πέρα. καὶ αὖθις· οὐ δυναμένων δὲ τὸ πέρα φέρειν δι’ ὕβριν τε καὶ ὠμότητα. καὶ αὖθις· ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα. καὶ αὖθις· εἰπόντες δὲ τοῦ Ἰωτόμου τὸ τόλμημα ἔπαυσαν αὐτὸν τὸ πέρα ἀμφιγνοοῦντα. καὶ Ἀριστοφάνης· ἀρ’ οἶσθ’ , ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω; καὶ αὖθις· ὁ δὲ τοῦ ἐπὶ Σελεύκειαν τὸ πέρα ἄγειν ἀπέσχετο. ἀντὶ τοῦ πλεονάκις. | ] |
| pi | 1064 | [ | Περιαλουργός· Ἀριστοφάνης περὶ Λυσιστράτου. περιαλουργὸς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ λθʹ ἡμέρας τοῦ μηνὸς ἑκάστου. τουτέστιν ὁ κακοῖς βεβαμμένος· ἢ ὁ βαθὺς τοῖς κακοῖς. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφύρας τῆς θαλασσοβαφοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἡ πορφύρα. | ] |
| pi | 1101 | [ | Περίδου· περίθες. Ἀριστοφάνης· ἴθι σὺ περίδου καὶ ταχέως ἀνὴρ γενοῦ. καὶ αὖθις· ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. ἀντὶ τοῦ ἐπὶ τῆς κεφαλῆς συνθήκην θεῖναι. καὶ αὖθις· εἰ βούλει, περίδου μοι περὶ θυμητίδων ἁλῶν. εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμητίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι· ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμυα. τὸ δὲ περίδου μοι καὶ Ὅμηρός φησι. | ] |
| pi | 1102 | [ | Περίδου· τουτέστι συνθήκην ποιοῦ. Ἀριστοφάνης Νεφέλαις· περίδου νῦν ἐμοί, εἰ μὴ τὸ τετράμετρόν ἐστιν ἡμιεκτόν. | ] |
| pi | 1106 | [ | Περίδρομοι κύνες· οἱ πανταχοῦ δυνάμενοι περιστρέφεσθαι. Ἀριστοφάνης Βατράχοις. | ] |
| pi | 1115 | [ | Περιεκόκκυσα· κόρδακα ὠρχησάμην. Ἀριστοφάνης. | ] |
| pi | 1121 | [ | Περιεπτισμένοι· οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί. κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή. Ἀριστοφάνης· ἀλλ’ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι. | ] |
| pi | 1128 | [ | Περιέρχομαι· ἐνεδρεύω, ἐξαπατῶ, σοφίζομαι, ὑπέρχομαι. Ἀριστοφάνης· σκέψασθε δέ μ’ εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ’ ἐξαπατύλλειν. | ] |
| pi | 1165 | [ | Περίθετος· πρόσωπον. Ἀριστοφάνης· ἥδιον μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. διαβάλλεται δὲ Ἀγάθων ἐπὶ μαλακίᾳ, ἵνα λανθάνῃ νυκτὸς ὡς γυνὴ καὶ πάσχῃ. | ] |
| pi | 1166 | [ | Περίθου· ὅπερ ἡμῖν σύνηθες ἐπίθου λέγειν. Ἀριστοφάνης· περίθου νῦν τόνδε πρότερον, πρὶν λέγειν. ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον. | ] |
| pi | 1185 | [ | Περικόμψους· Ἀριστοφάνης· παῦσον ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους. καὶ συγγνώμῃ τινὶ πραοτέρᾳ κέρασον τὸν νοῦν. στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν. | ] |
| pi | 1209 | [ | Περινοστοῦντας· περιερχομένους. νόστος κυρίως μὲν ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφιξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον. Ἀριστοφάνης Πλούτῳ· ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ. | ] |
| pi | 1245 | [ | Περιπέττουσι· περικαλύπτουσιν. Ἀριστοφάνης Πλούτῳ· ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. τουτέστιν εἰώθασι τῷ τοῦ ἵππου ὀνόματι καταχρῆσθαι εἰς τὴν μοχθηρίαν. καὶ Μένανδρος· δεδιότες καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. τουτέστι περικαλύπτειν. | ] |
| pi | 1260 | [ | Περιπόλους· τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ περιπολεῖν. Ἀριστοφάνης Ὄρνισιν· οὐκοῦν δῆτα περιπόλους ἐχρῆν πέμψαι; τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι; Θουκυδίδης· οἱ δὲ καὶ οἱ περίπολοι ἐνήδρευσαν. | ] |
| pi | 1328 | [ | Περιτράγῃ· περικόψει, περιφάγῃ. ἀντὶ τοῦ κλέψει. Ἀριστοφάνης· κ ἀν τὤχλῳ φυλάττεσθαι σφόδρα, μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. | ] |
| pi | 1344 | [ | Περιφρονεῖν· ὑπερφρονεῖν. Ἀριστοφάνης δέ· περιφρόνει τὰ πράγματα· ἀντὶ τοῦ ἐρεύνα, ἀναζήτει. καὶ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκη τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. | ] |
| pi | 1354 | [ | Περιψεῖν· ἐκμάσσειν, σπογγίζειν. Ἀριστοφάνης· ἰδού, δέχου κέρκον λαγώ, ὥστε τὰς λήμας περιψεῖν. | ] |
| pi | 1376 | [ | Περσικαί· ὅτι Περσικαί εἰσι μὲν δένδρα, ἔστι δὲ καὶ ὑποδήματος εἶδος γυναικείου. Ἀριστοφάνης Νεφέλαις· κ ᾆτα ψυγείσῃ περιέφυσαν Περσικαί. | ] |
| pi | 1377 | [ | Περσικὸς ὄρνις· ὁ ἀλέκτωρ, διὰ τὴν λοφίαν. ἢ ὅτι τὰ πολυτελῆ πάντα, οἷς βασιλεὺς ἐχρῆτο, ἐκαλεῖτο Περσικά. καὶ νῦν παρὰ Ἀριστοφάνει οὐκ ἰδίως ὄρνις Περσικός. ζήτει περὶ Περσῶν ἀρχῆς ἐν τῷ Ἀσσύριοι. ζήτει ἀρίθμησιν Περσικοῦ στρατοῦ ἐν τῷ Δαρεικούς. | ] |
| pi | 1397 | [ | Πέττουσα· ἀρτοποιοῦσα. καὶ πέττουσιν, ἀρτοποιοῦσι. καὶ Ἀριστοφάνης· τοῦ’ ν τετράδι πεπεμμένου. ἔξω τῶν ἑορτῶν ἱεραί τινες ἡμέραι τοῦ μηνὸς ἐνομίζοντο Ἀθήνησι θεοῖς τισιν, οἷον νουμηνία καὶ ζʹ Ἀπόλλωνι, δʹ Ἑρμῇ, ηʹ Θησεῖ. Πεττοὶ δὲ τὰ βόλια, ἐν οἷς ταβλίζουσι. λύσις ὀνείρου· καλὸν πέτεσθαι πράξεως καλῆς τόδε. | ] |
| pi | 1434 | [ | Πεφυσιγγωμένοι· πεφυσημένοι. φύσιγξ δὲ τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων· ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας, ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. Ἀριστοφάνης· κᾆθ’ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι, ἀντεξέκλεψαν Ἀσπασίας. | ] |
| pi | 1462 | [ | Πειρῶν· προσβάλλων, συνουσιάζων. τὰς Κορινθίας φασίν· τοῦτο γάρ ἐστι τὸ πειρᾶν. Ἀριστοφάνης Πλούτῳ· ὅταν τις μὲν αὐτὰς πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν. καὶ Πειρασάντων ἀνδρῶν, διαπειρασάντων καὶ μετελθόντων, ἢ ἐπιτηδευσάντων. ἐσχημάτισται δὲ ἀπὸ τοῦ πειρᾶν· πειρᾶν γὰρ τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης. τροπῇ οὖν κέχρηται ὡς ἐπὶ γυναικός. σημαίνει οὖν σπανίως ἐπιτυχεῖν τινας καὶ ὀλίγους κατορθῶσαι παντάπασι. | ] |
| pi | 1467 | [ | Πεισάνδρου δειλότερος· ἔνθα καὶ Πείσανδρος ἦλθε, δεόμενος ψυχὴν ἰδεῖν, ἣ ζῶντ’ ἐκεῖνον προὔλιπε. δειλὸς γὰρ ἦν καθ’ ὑπερβολήν. Ἀριστοφάνης· εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς. οὗτος γὰρ δειλὸς ἦν, φιλοπόλεμος δὲ καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. μέγας δέ, καὶ ἐκαλεῖτο ὄνος Κνίδιος. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν. | ] |
| pi | 1493 | [ | Πηδάλια· οἴακες, αὐχένες. Ἀριστοφάνης· ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι. τὸ δὲ πλοῖον ἔσται ναξιουργὲς κάνθαρος. | ] |
| pi | 1494 | [ | Πηδαλιουχεῖν· κυβερνᾶν. Ἀριστοφάνης· ἐρέτην χρὴ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν· κἀντεῦθεν πρωρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι κ ᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τοῦτό φησι καὶ ὁ Θεολόγος ὅλον τὸ χωρίον. | ] |
| pi | 1501 | [ | Πηκτή. ἐν Ἐπιγράμμασι· πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων ἀνέθηκεν ὁ βουκόλος. καὶ εἶδος ἀκολάστου σχήματος. καὶ Πηκταί, θηρευτικὸν ὄργανον παρὰ Ἀριστοφάνει. | ] |
| pi | 1502 | [ | Πηκτίς, πηκτίδος· πάνδουρα, μάχαιρα κρεωκόπος. παρὰ δὲ Ἀριστοφάνει ἐν Θεσμοφοριαζούσαις εἶδος ὀργάνου κιθαρῳδικοῦ. τὴν γραῦν ἐρωτᾷς, ἣ’ φέρεν τὰς πηκτίδας; ἢ εἶδος ἀκολάστου σχήματος. καὶ ἐν Ἐπιγράμμασι· ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις. | ] |
| pi | 1519 | [ | Πημανεῖ· Ἀριστοφάνης· οὐδὲ Κτησίας ὁ συκοφάντης πημανεῖ. οὗτος ἐπὶ συκοφαντίᾳ ἐκωμῳδεῖτο. | ] |
| pi | 1531 | [ | Πηνίον· ζῷον ὅμοιον κώνωπι. Ἀριστοφάνης Νεφέλαις· κείσεσθον ὥσπερ πηνίω βινουμένω. ἀντὶ τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν. ὅτι δὲ κώνωπος εἶδός ἐστι, Σπεύσιππος ἐν τῷ ιβʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον, ἐμπίς, κώνωψ. | ] |
| pi | 1535 | [ | Πήρα· μάρσιππος, θήκη. καὶ πήραν, μέτρον σιτοδόκον σπορίμου. καὶ Πηρίδιον. καὶ Ἀριστοφάνης· Τήλεφος ἐκ πηριδίου. οὗτος πένης ἦν. | ] |
| pi | 1563 | [ | Πιεζόμενος· βαρούμενος, δαμαζόμενος. καὶ ἀντὶ τοῦ λυπεῖ. Ἀριστοφάνης· τὸν Στιλβίδην πιέζει. ὁ δὲ Στιλβίδης μάντις ἄριστος καὶ εὐδόκιμος. | ] |
| pi | 1571 | [ | Πιθάκνη· ὑποκοριστικῶς. μικρὸς πίθος. ὡς πολίχνη. παρὰ δὲ Ἀριστοφάνει πιθάκναι, οἱ ἔρημοι τόποι· διὰ γὰρ τὸν πόλεμον σπηλαίοις ᾤκουν οἱ ἐκ τῶν ἀγρῶν. οἱ δὲ παλαιοὶ φιδάκνην λέγουσι. | ] |
| pi | 1587 | [ | Πιθών· ὀξυτόνως, διὰ τοῦ ι· βʹ γάρ ἐστιν ἀόριστος· λάθρα γὰρ ἦλθεν ὁ πιθὼν τοὺς κυρίους. Ἀριστοφάνης. | ] |
| pi | 1613 | [ | Πινακίοις· ἔθος ἦν τοὺς ταξιάρχους διὰ κήρυκος ἀπαγγέλλειν τοῖς ἑαυτῶν στρατιώταις τὰ δεδογμένα, οἷον ποῦ δεῖ πορεύεσθαι, καὶ πόσων ἡμερῶν δεῖ σιτία προνοεῖσθαι. Ἀριστοφάνης Ὄρνισι· σκοπεῖν δ’, ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις. ἀπὸ μεταφορᾶς τῶν φυλετῶν, οἵτινες προγράφουσι τοὺς στρατιώτας ἐν πίνακι. | ] |
| pi | 1641 | [ | Πισίαν· τρία κνώδαλά φησιν Ἀριστοφάνης, Πισίαν, Ὀσφύωνα, Διϊτρεφῆ. | ] |
| pi | 1669 | [ | Πίτυλος· κτυπητής, φαντασιοσκόπος. καὶ Πιτυλεύσας παρ’ Ἀριστοφάνει. καὶ Πιτυλίζω, ῥῆμα. οἷον ἔστιν ἰχθύων γένεσιν ἰδεῖν ἐν κολύμβοις πιτυλίζουσαν. | ] |
| pi | 1691 | [ | Πλανύττομεν· πλανώμεθα. κωμικῶς παρῆκται. Ἀριστοφάνης Ὄρνισι. | ] |
| pi | 1705 | [ | Πλάτις· ἡ γυνή. παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην. Ἀριστοφάνης Ἀχαρνεῦσι· καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι. | ] |
| pi | 1708 | [ | Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφ’ ἱέρων, , Δαίδαλος, Ἑορταί, Ἑλλὰς ἢ Νῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, Λάκωνες ἢ Ποιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, Ξάνται ἢ Κέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. | ] |
| pi | 1721 | [ | Πλέκος· τὸ πλέγμα. τὸ πεπλεγμένον σπυρίδιον. ὡς ἀπὸ τοῦ βλέπω βλέπος, οὐδετέρως, καὶ ἀπὸ τοῦ ῥέω ῥέος. Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. οὕτως καὶ πλέκος. Ἀριστοφάνης· ἀπέπτυστ’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. καὶ αὖθις· τί δ’, ὦ τάλας γε, τοῦδ’ ἔχῃ πλέκους χρέος; | ] |
| pi | 1723 | [ | Πλέκω· αἰτιατικῇ. ὅτι τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τούτου σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς σωματοποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρρημονεῖν ἐνίσταται. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. | ] |
| pi | 1732 | [ | Πλεῖν· πλέον. Ἀριστοφάνης· καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων. καὶ αὖθις· ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. καὶ αὖθις· πολὺ γὰρ ἐμμελέστερον, χέσαι πλεῖν ἢ λʹ ἡμέρας. καὶ αὖθις· πλεῖν ἢ σταδίῳ λαλίστερα Εὐριπίδης. ἀντὶ τοῦ πλέον φλυαρώτερα· ὡς ἐπὶ δρόμου. Ἀριστοφάνης· ἔτ’ ἔστ’ ἐνθάδε μειρακύλλια τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια. καὶ αὖθις· πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. | ] |
| pi | 1733 | [ | Πλεῖν ἢ’ νιαυτῷ πρεσβύτερος ἀπέρχομαι· παρὰ τὸ Ὁμηρικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. καί, ἐν ὠμῷ γήραϊ θῆκε. διὰ τὴν ἀηδίαν οὖν γηράσκω φησὶν Ἀριστοφάνης· ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, πλεῖν ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρχομαι. | ] |
| pi | 1761 | [ | Πληρώματα· ὁ τῶν νηῶν φόρτος. ὁ δὲ ἀναλαβὼν τὰ πληρώματα καὶ τοὺς αἰχμαλώτους ἧκεν εἰς τὴν Ῥώμην. Πλήρωμα καὶ οἱ ἐπιβάται. τὴν δὲ ναῦν καταρτίσαντες πληρώματι ἐπιλέκτῳ. καὶ αὖθις· παρεκόμιζον χρείας τοῖς πληρώμασι. καὶ Ἀριστοφάνης· τούτων πλήρωμα τάλαντ’ ἐγγὺς ͵βʹ. | ] |
| pi | 1771 | [ | Πλίγματα· τὰ πατήματα. καὶ πλίξ, τὸ βῆμα. παρὰ Ἀριστοφάνει. | ] |
| pi | 1779 | [ | Πλίξ· τὸ βῆμα. παρὰ Ἀριστοφάνει. καὶ πλίγματα, τὰ πατήματα. | ] |
| pi | 1790 | [ | Πλουθυγίειαν· ἔμιξε τὰ δύο Ἀριστοφάνης, δι’ ὧν μάλιστα οἱ ἄνθρωποι χαίρουσι καὶ δοκοῦσι τὸν βίον ἐπανορθοῦσθαι, ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνων. εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα. τουτέστι καὶ τὰς ἄλλας ἡδονάς, δι’ ὧν γέλως ἔσται, καὶ χορεῖαι καὶ εὐωχίαι. | ] |
| pi | 1791 | [ | Πλουθυγίειαν· Ἀριστοφάνης. δώσομεν ὑμῖν αὐτοῖς τε παισὶ παίδων τε παισὶ πλουθυγίειαν, εὐδαιμονίαν, βίον, εἰρήνην, νεότητα, γέλωτα, χορείαν, θαλίας, γάλα ὀρνίθων· ὥστε παρέσται κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν. οὕτω πλουτήσετε πάντες. | ] |
| pi | 1799 | [ | Πλούτων· ὁ ᾅδης. Ἀριστοφάνης· ὁ Πλούτων δίδωσι σχοινίον Αἰσχύλῳ ἐπανιόντι· δὸς τοῦτο Κλεοφῶντι φέρων καὶ τοῦτο τοῖσι πορισταῖς. σύμβολον θανάτου. ἴσως σχοινίον πρὸς ἀγχόνην ἤ τι τοιοῦτον. | ] |
| pi | 1815 | [ | Πλοῖον ἢ κυνῆ· ἐπὶ τῶν ἀμφιβόλων πραγμάτων. Ἀριστοφάνης Ὄρνισι. καθὸ ἐπτέρωτο ἡ Ἶρις, καὶ τὰ πτερὰ διατέταται ὥσπερ κῶπαι. ὅτι εἶχε περικεφαλαίαν τὸν πέτασον. | ] |
| pi | 1817 | [ | Πλυνός· ὀξυτόνως τὸ ἀγγεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνόμενον. Ἀριστοφάνης Πλούτῳ· οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ἀντὶ τοῦ ἐφύβριστον πλῦμα. | ] |
| pi | 1832 | [ | Πνιγηρά· ἡ καυματώδης, καὶ θερμή· πνιγεὺς γὰρ ἡ κάμινος. ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον. Ἀριστοφάνης· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Ἀρριανός· τὰ δὲ βράχη πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς. | ] |
| pi | 1835 | [ | Πνύξ, Πνυκὸς ἔδει· ἀλλὰ μεταθέσει στοιχείου Ἀριστοφάνης Πυκνὸς λέγει τὴν γενικήν. καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς Πυκνός. | ] |
| pi | 1837 | [ | Πνυκός· Ἀριστοφάνης· ὁπότερος σφῶν εὖ με μᾶλλον ἂν ποῇ, τούτῳ παραδώσω τῆς Πυκνὸς τὰς ἡνίας. τουτέστι τὴν ἐξουσίαν. τροπικῶς ἀπὸ τῶν ἁρμάτων· ταῖς γὰρ ἡνίαις ἡνιοχοῦνται οἱ ἵπποι· καὶ οἱ δῆμοι διὰ τῶν πολιτευομένων. Πνύξ, Πνυκός, Πνυκί· καὶ καθ’ ὑπερβιβασμὸν Πυκνί. | ] |
| pi | 1922 | [ | Πόλος· οὐρανός. καὶ Πόλου, οὐρανοῦ ἢ κόσμου. Ἀριστοφάνης· ὀρνίθων πόλος. τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι τόπος αὐτῶν, ἐν ᾧ διατρίβουσι· τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμολογεῖ αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον δὲ οἱ παλαιοί, οὐχ ὡς οἱ νεώτεροι, σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθῳ· καὶ τὸν Ἀτλάντειον φρουρῶν πόλον. αὐτοῦ τε περιπολουμένου, καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ὥσπερ εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα, διὰ τοῦτο καλεῖται νῦν πόλος. | ] |
| pi | 1988 | [ | Πολύμνηστος καὶ Ἀριφράδης καὶ Οἰώνιχος ἀρρητοποιοί. καὶ Πολυμνήστεια δὲ καὶ αὕτη κωμῳδεῖται ἐπὶ αἰσχρότητι. Κρατῖνος· καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. Ἀριστοφάνης· ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα λυμαίνεται, οὔ ποτ’ ἐκ τ αὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. ζήτει Πολύμνηστον ἕτερον ἐν τῷ Βάττος. | ] |
| pi | 2015 | [ | Πολυφόρῳ· Ἀριστοφάνης· οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι. ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. τουτέστιν ἀκράτῳ καὶ ἰσχυρῷ πρὸς τὸ κακόν· πολυφόρον γὰρ ἔλεγον τὸν πολλὴν κρᾶσιν δεχόμενον, ὀλιγοφόρον δὲ τὸν ὀλίγην. ἢ μεταφορικῶς ἀπὸ τῶν ἀνθέων τῶν δένδρων. | ] |
| pi | 2020 | [ | Πόμα κεκραμένον τρία καὶ δύο· τρία μέρη ὕδατος ἐπιδεχόμενον, οἴνου δὲ δύο. ἀρίστη κρᾶσις, οἴνου δύο μέρη καὶ ὕδατος τρία. Ἀριστοφάνης· ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. ἡ Τριτογενὴς αὐτὸν ἐνετριτώνισε. βούλεται δηλοῦν, ὅτι ἡ Ἀθηνᾶ τοιοῦτον αὐτὸν ἐποίησεν, ὡς δύνασθαι τρία μέτρα φέρειν ὕδατος. | ] |
| pi | 2040 | [ | Πόνηρος· ἐπίπονος. ἡ πρώτη ὀξεῖα. ἐπὶ σώματος προπαροξύνεται· ἕλκει πονήρῳ. ἐπὶ δὲ ψυχῆς ὀξυτόνως. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ. πονηροῖς κἀκ πονηρῶν εἰς πάντα χρώμεθα, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῆ ῥᾳδίως χρήσαιτ’ ἄν. τουτέστι τοῖς λεγομένοις καθάρμασι πόλεως. οὐδὲν πονηρόν, ἀλλ’ ὅπερ καὶ Καλλικῶν. ὁ Καλλικῶν οὗτος προὔδωκε Σάμον, οἱ δὲ Μίλητον. ὡσεὶ εἶπεν, οὐδὲν κακὸν ποιῶ, ἀλλ’ ἱεροσυλῶ. ἐπὶ πονηρίᾳ γὰρ τεθρύλληται ὁ Καλλικῶν οὗτος, ὃς προὔδωκε Μίλητον Πριηνεῦσι. πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινων, τί μέλλει ποιεῖν, ἔλεγε, πάντα ἀγαθά. πάντα οὖν ἀγαθά, φησί, ποιῶ, ὡς ἔλεγε Καλλικῶν. ὕστερον μέντοι παρὰ Θεαγένους τινὸς εἰσῆλθεν ὠνησόμενος κρέα. κἀκεῖνος ὑποδεῖξαι ἐκέλευσε, πόθεν κόψαι θέλει. προτείναντος δὲ τὴν χεῖρα, ἀπέκοψε καὶ εἶπε· ταύτῃ τῇ χειρὶ οὐ προδώσεις πόλιν ἑτέραν. μέμνηται δὲ καὶ Καλλίμαχος· μὴ σύ γε, Θειόγενες, κόψας χέρα Καλλικόωντος. προδοὺς δὲ Μίλητον τοῖς πολεμίοις, πυνθανομένου τινός, ὅ τι τοῦτο ἐποίησεν, ἀποκρίνασθαι, ἀγαθὰ Καλλικῶν. καὶ Ἀριστοφάνης φησὶ τοῦ πονηροῦ κόμματος. ἀπὸ τοῦ παρακεκομμένου ἀργυρίου. | ] |
| pi | 2041 | [ | Πόνηρος· ἔστι παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· πονήρους γ’ εἶπας ἡμῖν συμμάχους. ἀντὶ τοῦ μοχθηροὺς καὶ ἐπιπόνους, ἀσθενεῖς, ἀπράκτους. ὥς φαμεν, πονήρως ἔχει ἡμῖν τὰ πράγματα. ἢ ἀτυχής, ἄθλιος. ἐπὶ ὄνου πονήρας ὀχούμενος. πόνηρον δὲ λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γινόμενον. λέγεται δὲ καὶ Πονηρὸν ὕδωρ, τὸ νοσοποιόν. Πονηροὶ λέγονται καὶ ἐπίπονοι. καὶ παροιμία· Πόνῳ πονηρός, μοχθηρός, σφόδρα πονηρός. διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος. | ] |
| pi | 2046 | [ | Πόνος πόνῳ πόνον φέρει· λείπει ἡ πρός, ἵν’ ᾖ, ὁ πόνος πρὸς τῷ πόνῳ πόνον φέρει. καί ἐστι τὸ μὲν πόνος πόνῳ ἀρχαϊκόν, ὡς ἔργον ἐπ’ ἔργῳ, τὸ δὲ δεύτερον πόνον κοινῶς, οἷον κάματον. καὶ Ὅμηρος· πάντη δὲ κακὸν κακῷ ἐστήρικται. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Τραχινίαις· νὺξ γὰρ εἰσάγει, καὶ νὺξ ἀπωθεῖται δεδεγμένον πόνον. | ] |
| pi | 2049 | [ | Πόντος· κυρίως μὲν ὁ ἔνδον τῆς Χερρονήσου καὶ Εὐξείνου καλούμενος, καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. καὶ παροιμία. Πόντος ἀγαθῶν, ἐπὶ τῶν πολλῶν ἀγαθῶν καὶ μεγάλων· ὥσπερ ἀγαθῶν θάλασσα. Ἀριστοφάνης· Ποντοπόσειδον. ἀντὶ τοῦ μέγιστε Πόσειδον. ἀπὸ τοῦ πόντου μεταφορικῶς. | ] |
| pi | 2071 | [ | Πορθμεῖς· οἱ περάται. Ἀριστοφάνης· χαλεπαί γ’ ἂν ἦτε γενόμεναι πορθμεῖς. ἕλκοντες τοὺς πλωτῆρας ἀπεκναίετε. ἐπειδὴ οἱ πορθμεῖς τοὺς παριόντας ἀναγκάζουσιν εἰς τὰ ἴδια πλοῖα ἐμβαίνειν. | ] |
| pi | 2078 | [ | Πορνεῖα· τόπος, ἔνθα αἱ πόρναι διάγουσιν. ἐς τὰ πορνεῖα ἐσιόνθ’ ἑκάστοτε. Ἀριστοφάνης. | ] |
| pi | 2083 | [ | Πόρος· πέρας, ἢ ποταμός, ἢ ὁδός, ἢ φυσήματα ὑδάτων, ἢ μηχανή, ἢ τεχνάσματα. ἢ διάβασις. Ἀριστοφάνης· τίς πόρος σοὶ τῆς ὁδοῦ γενήσεται. ἀντὶ τοῦ διάβασις. καὶ Πόροι ἁλιρρόθιοι, ποταμοὶ εἰς θάλασσαν ῥέοντες. ὅτι πόρος κυρίως ἐπὶ ὑγρῶν λέγεται. καὶ εὔπορος, ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου. | ] |
| pi | 2089 | [ | Πόρπαξ· Σοφοκλῆς· ἀλλ’ αὐτός μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπτάβοιον ἄρρητον σάκος. καὶ Ἀριστοφάνης· ἀλλ’ ἐμός γα, κἂν ἐκ τῆς ταγᾶς ἔλθῃ πόκα, πορπακησάμενος. ὁ ἐμός, φησίν, ἀνήρ, οἷον περονησάμενος. ἀντὶ τοῦ ἀποβαλὼν τὴν ἀσπίδα, ἅμα τῷ παρὼν εἶναι ἄπεισιν εἰς τὸν πόλεμον. | ] |
| pi | 2100 | [ | Πορφυρίων, πορφυρίωνος· εἶδος ὀρνέου, παρὰ Ἀριστοφάνει. | ] |
| pi | 2114 | [ | Πόσθιον· τὸ αἰδοῖον. λέων, λέων σοι γέγονεν ἔκμαγμα σόν. τά τ’ ἄλλ’ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, ὥσπερ κύτταρον στρεβλόν. κύτταρος δὲ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος. Ἀριστοφάνης· νὴ τὴν Ἀφροδίτην, ἡδύ γ’ ὄζει ποσθίου. | ] |
| pi | 2133 | [ | Πότης λύχνος· Ἀριστοφάνης Νεφέλαις· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; παρὰ Ἀττικοῖς ὁ πολὺ ἔλαιον ἀναλίσκων. | ] |
| pi | 2150 | [ | Πώγων, πώγωνος· Τροιζήνιος λιμὴν οὕτω καλούμενος· ὅθεν καὶ παροιμία ἐπὶ τῶν κακογενείων· ἐς Τροιζῆνα δὲ βαδίζειν. καὶ Ἀριστοφάνης· κἀ γώ γ’ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχω. οὗτος γὰρ μέγαν πώγωνα ἔχων ἐκαλεῖτο Σακεσφόρος καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ καὶ δημαγωγός. καὶ Ἀριστοφάνης φησίν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. | ] |
| pi | 2158 | [ | Πώλης· ὁ Ἀριστοφάνης τὸ τέλος τοῦ ὀνόματος παίζων λέγει, παρὰ τὸ ἀποδίδοσθαι καὶ πωλεῖν τοὺς πολιτευομένους τὰ τῆς πόλεως πράγματα, οἷον προβατοπώλης, στυππειοπώλης, ἀλλαντοπώλης. | ] |
| pi | 2177 | [ | Πώμαλα· κεῖται καὶ παρὰ Δημοσθένει ἡ λέξις· οὐχ ἵνα ἐξέλθητε. πώμαλα. καὶ παρ’ Ἀριστοφάνει ἐν Κωκάλῳ. δεῖ δὲ ἀναγινώσκειν ὑφ’ ἓν πώμαλα. | ] |
| pi | 2185 | [ | Πῶς δοκεῖς· θαυμαστικῶς τοῦτο λέλεκται παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; καί, πῶς ἔγωγε χ’ οὑτοσὶ ξυνεσόμεθ’ ὑμῖν πετομένοις οὐ πετομένω; καλῶς; ὅρα νῦν, ὡς ἐν Αἰσώπου λόγοις ἔστιν λεγόμενον δή τι, τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον, ὃ διατραγόντες ἐστὸν ἐπτερωμένω. | ] |
| pi | 2188 | [ | Πράγματα· ἐπὶ κακῷ χρῶνται τῇ λέξει οἱ παλαιοί. καὶ Μένανδρος· ἐν πράγμασιν, ἐν μάχαις. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ ἐρῶ. καὶ αὖθις· καὶ δή ποτε εἷς πορφυρίων αὐτῷ παρέσχε πράγματα. καὶ αὖθις· ἀλλά σοι παρέξω πράγματα. ἀντὶ τοῦ ἐνοχλήσω. καὶ παροιμία· Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. | ] |
| pi | 2219 | [ | Πραόνως· Ἀριστοφάνης· σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλε, ἀλλὰ πραόνως ἔλεγχ’ , ἐλέγχου. λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. | ] |
| pi | 2225 | [ | Πρασιαί· πόλις Λακωνική. Ἀριστοφάνης· ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλῷ δεκάκις· ἀπολεῖσθε σήμερον. | ] |
| pi | 2243 | [ | Πρέμνον· στέλεχος δένδρου. Ἀριστοφάνης· ἥκεις ἔχων πρέμνον πράγματος πελωρίου. ὅ ἐστι χρήσιμόν τι εἰσηγούμενος. ὅτι οἱ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα ἄριστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγάλας πέριξ τοῦ πρέμνου. καὶ ζήτει ἐν τῷ χάραξ. | ] |
| pi | 2262 | [ | Πρημαινούσας τε θυέλλας· Ἀριστοφάνης Νεφέλαις. θύελλα, συστροφὴ τοῦ ἀνέμου. πρημαινούσας δὲ μαινομένας, καὶ λάβρως φυσώσας· πρῆσαι γὰρ τὸ φυσῆσαι. Ὅμηρος· ἐν δ’ ἄνεμος πρῆσε μέσον ἱστίον. | ] |
| pi | 2290 | [ | Πρίνινοι ἄνθρακες· στερεοί, καὶ σκληροί; ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. Ἡσίοδος· πρίνου δὲ γύην. καὶ πάλιν· πρίνινος γὰρ βουσὶν ὀχυρώτατός ἐστι. Πρῖνος, ξύλον πικρότατον. Ἀριστοφάνης· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. καιομένη γὰρ ἡ πρῖνος ψόφον ποιεῖ. | ] |
| pi | 2298 | [ | Πρίων· τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασιν· ἰθύδρομόν τε πρίονα, μιλτίῳ βάμματι πειθόμενον. καὶ αὖθις· καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα. καὶ Βάβριος· κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων. ἀντὶ τοῦ βρύκων. ὁ πρίων ἀπῆν, οὐδ’ ᾔδειν πρίω. Ἀριστοφάνης. ἀντὶ τοῦ οὐδὲ ἐγίνωσκον τὸ πρίω ῥῆμα. οὐδὲ γὰρ ἐδεῖτο ἀγοράσαι, οἴκοι ἔχων. πάντα οὖν φησι· τοῦ ἀγροῦ φέροντος, οὐδὲν ἔδει μοι τοῦ πρίασθαι. | ] |
| pi | 2348 | [ | Πρόβολον· πρόμολον, πρόμαχον. καὶ Πρόβολος ἐμός, προβαλλόμενος, προστάτης, τεῖχος, ἀσφάλεια. Ἀριστοφάνης Νεφέλαις· πρόβολος ἐμός, σωτὴρ δόμοις. | ] |
| pi | 2366 | [ | Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. | ] |
| pi | 2381 | [ | Προεδρία· τιμῆς οὗτος ὁ τρόπος. ἐξῆν δὲ τῆς τιμῆς ταύτης τυχοῦσι καὶ ἐν βουλευτηρίῳ καὶ ἐν ἐκκλησίᾳ καὶ ἐν ἄλλῳ παντὶ συλλόγῳ τοὺς προλαμβάνοντας οἵτινες ἢ ἐξεγείραντας αὐτοὺς εἰς τὸν ἐκείνων καθίσαι τόπον. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ τὴν πρώτην αὐτοὺς ἕδραν ἔχειν. Ἀριστοφάνης· νῦν δ’ ἂν μὴ προεδρίαν φέρωσι, καὶ τὰ σιτία. ἀντὶ τοῦ λάβωσιν, ἀποφέρωσι. σιτία δὲ ἀντὶ τοῦ τὴν ἐν Πρυτανείῳ σίτησιν. | ] |
| pi | 2532 | [ | Ἀριστοφάνης Πλούτῳ· Προντούλων· οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡς ἂν λέγων, μηκέτι πατῆσαι ἐκεῖ με. | ] |
| pi | 2541 | [ | Προξενῶ θ’ ὑμᾶς ἀεί· ἀντὶ τοῦ προΐσταμαι. Ἀριστοφάνης. | ] |
| pi | 2563 | [ | Προπίνει· διὰ τοῦ οἴνου τιμᾷ καὶ προδίδωσι. καὶ Δημοσθένης δὲ τοὺς προδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. καὶ Ἀριστοφάνης· φέρ’ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. τί δὲ μετὰ τοῦτο δεύτερον; προὐπίνομεν. ἀντὶ τοῦ ἀλλήλους δεξιούμεθα. καὶ αὖθις· ταῖς θυγατράσι φάρμακον ὤρεξε καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας. | ] |
| pi | 2571 | [ | Πρόπολος· δούλη, προπολεύουσα. ἢ θεράπων. καὶ θεράπαινα, πρόσφυξ. Ἀριστοφάνης Νεφέλαις· ἀλλὰ σαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισι. παρὰ δὲ Ἡροδότῳ Πρόπολος, ὁ νεωκόρος. | ] |
| pi | 2612 | [ | Προσβολή· ζημία, δαίμονος ὀργή, παρὰ Ἀριστοφάνει. ἀντὶ γὰρ τοῦ εἰπεῖν ζῷον ζημίαν εἶπε, καταρώμενος αὐτῷ. χὤτου ποτ’ ἐστὶ δαιμόνων ἡ προσβολή, οὐκ οἶδα. περὶ τοῦ κανθάρου. | ] |
| pi | 2636 | [ | Προσέμαξε· προσπαρέθηκε, προσεκόλλησε· μάττειν γὰρ λέγεται τὸ ἀναμιγνύναι καὶ φυρᾶν καὶ εἰς ἓν συνάγειν τὰ ἄλευρα. Ἀριστοφάνης· τὸν Πειραιᾶ προσέμαξε. | ] |
| pi | 2648 | [ | Προσέσθαι· Ἀριστοφάνης· ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι. ἐφελκύσασθαι. καὶ αὖθις Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβάλλειν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. καὶ αὖθις· ὥστε μηκέτι αὐτὸν προσέσθαι εἰς ὁμιλίαν. | ] |
| pi | 2654 | [ | Προσεύξῃ τὸν θεόν· οὕτως Ἀριστοφάνης ἐν Πλούτῳ. | ] |
| pi | 2670 | [ | Προσηγάγου· ἀντὶ τοῦ περιεπλέξω, παρὰ σεαυτὸν ἔλαβες. Ἀριστοφάνης Ὄρνισιν· οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου. ἀντὶ τοῦ πρὸς σεαυτὸν ἔλαβες εἰς συνουσίαν. | ] |
| pi | 2696 | [ | Προσίεται· αἰτιατικῇ. ἀρέσκεται, προσδέχεται. Ἀριστοφάνης· τὰ μὲν ἄλλα μ’ ἤρεσε τῶν πραγμάτων, ἓν δ’ οὐ προσίεταί με( ἀντὶ τοῦ οὐ πείθει με) , ὅτι ὡς μόνος τὸν ζωμὸν ἐκροφήσεις. | ] |
| pi | 2702 | [ | Πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. | ] |
| pi | 2719 | [ | Προσκαταθείην· ἀντὶ τοῦ ζημιωθείην. Ἀριστοφάνης· καὶ προσκαταθείην γ’ ὥστ’ ὀμόσαι τριώβολον. τουτέστι ζημιωθείην ἂν τρεῖς ὀβολούς, ἵνα ἐπιτρέψῃς μοι ὀμόσαι τοὺς θεούς· οὕτω καταφρονῶ τῶν ὅρκων. | ] |
| pi | 2722 | [ | Προσκεκλήσεσθαι· τουτέστιν εἰς δικαστήριον κληθήσεσθαι. σὺ δέ, νὴ τὸν Ἑρμῆν, προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ἀποδώσεις τἀργύριον. Ἀριστοφάνης Νεφέλαις. | ] |
| pi | 2726 | [ | Προσκεφάλαιον. οὕτω φησὶν Ἀριστοφάνης. | ] |
| pi | 2730 | [ | Προσκινήσομαι· Ἀριστοφάνης· κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. συνουσιάσαι αὐτῷ δηλονότι. | ] |
| pi | 2781 | [ | Προσπατταλεύσω· προσπήξω. Ἀριστοφάνης Πλούτῳ· ὥσπερ κοτίνῳ προσπατταλεύσω. εἰώθασι γὰρ κοτίνῳ καὶ ἄλλοις δένδροις προσπατταλεύειν τὰ ἀναθήματα καὶ κωλὰς καὶ κρανία πρὸς ἀποτροπὴν βασκανίας οἱ γεωργοί, πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά. | ] |
| pi | 2827 | [ | Προστρίβεται· Ἀριστοφάνης· πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. τουτέστιν ὕβρεις καὶ κακὰ πράγματα κατασκευάζει καὶ μηχανᾶται καὶ περιποιεῖται. | ] |
| pi | 2885 | [ | Προτιμᾶν· τὸ φροντίζειν. καὶ Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. οὐδὲν προτιμῶ σου· φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ’ Εὐδάμου δραχμῆς. | ] |
| pi | 2925 | [ | Προφορουμένω· δεῦρο κἀκεῖσε πορευόμενοι εἰς τἀναντία. προφορεῖσθαι γὰρ λέγεται τὸ παραφέρειν τὸν στήμονα τοῖς διαζομένοις. Ἀριστοφάνης Ὄρνισι. | ] |
| pi | 2940 | [ | Πρῷ· μονοσύλλαβον. σημαίνει δὲ τὸ πρὸ καιροῦ, καὶ τὸ ἕωθεν. Ἀριστοφάνης· λουσάμενος πρῴ. μέλλω γὰρ ἑστιᾶν γάμους. ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος. μονοσυλλάβως. | ] |
| pi | 2941 | [ | Πρῴ. καὶ Πρῴων· Ἀριστοφάνης· σικύων πρῴων. οἱ γὰρ πρώϊμοι σίκυοι καλοὶ καὶ ἀβλαβεῖς. ὅτι δὲ καλοὶ οἱ πρώϊμοι σίκυοι, δηλοῖ καὶ ἡ παροιμία· ἀρχομένων σικύων καὶ ληγουσῶν κολοκυνθῶν. | ] |
| pi | 2950 | [ | Πρωκτός· ὁ κόλος. παρὰ τὸ προωθεῖν τὰ τῆς γαστρός. καὶ παροιμία· εἰς πρωκτὸν κυνὸς βλέπε. τοῦτο ἐπέλεγον τοῖς ὀφθαλμιῶσιν. Ἀριστοφάνης Ἀχαρνεῦσι· τοῖς ὀστίνοις φυσᾶτε τὸν πρωκτὸν κυνός. καὶ αὖθις Ἀριστοφάνης· Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἀνὴρ ἕνεκά γε στεναγμάτων οἶδε τί πρωκτὸς βούλεται χεζητιῶν. ὦ πότνι’ Εἰλείθυια, μή με περιΐδῃς διαρραγέντα, μηδὲ βεβαλανωμένον. ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆς κόπρου. ὁ δὲ Ἀντισθένης ἰατρὸς θηλυδρίας. περὶ Κλέωνός φησιν Ἀριστοφάνης· πρωκτὸν δ’ εἶχε καμίνου. ὁ κόλος. παρὰ τὸ προϊέναι. | ] |
| pi | 2951 | [ | Πρωκτὸς λουτροῦ περιγίνῃ· παροιμία, ὅταν τις μὴ δύνηται κἂν ἀπονίψασθαι, ἀλλὰ ἡ κοιλία ἐπιφέρηται. ἐπὶ τῶν ἀνωφελῶν οὖν καὶ εἰκῆ πραττομένων ἐλέγετο. καὶ Ἀριστοφάνης· δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενὸν ὑπὸ δεξιότητος τῆς ἐμῆς. χὠ πρωκτὸς οὑ μὸς τουτίγε σοφίζεται. | ] |
| pi | 2999 | [ | Πρυτανεῖον· θεσμοθέτιον, θόλος. παρὰ δὲ τοῖς Ἀθηναίοις οἰκίσκος δημόσιος, ἔνθα ἐσιτοῦντο δημοσίᾳ τῆς τοιαύτης τιμῆς παρ’ αὐτοῖς τυχόντες. περισπούδαστον δὲ ἦν τῆς τοιαύτης δωρεᾶς τυχεῖν· ἐπὶ γὰρ μεγάλοις κατορθώμασι τὴν τοιαύτην ἀπεδίδοντο χάριν. ἢ πυρὸς ταμεῖον, ἔνθα ἦν ἄσβεστον πῦρ, καὶ ηὔχοντο. Ἀριστοφάνης Νεφέλαις· πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυτανεῖ’ , ἀπολεῖν μέ φησι, κἀξολεῖν. τὰ παρὰ Ῥωμαίοις καλούμενα σπόρτουλα. τὰς γὰρ δεκάτας τοῦ χρέους καταβάλλοντες τοῖς πρυτάνεσιν εἰσῆγον τοὺς χρεώστας. | ] |
| pi | 3004 | [ | Πταρμός· Ἀριστοφάνης· κ ᾆτα πῶς οὐκ ἔπταρον; ἀντὶ τοῦ οὐκ ᾐσθόμην· ὁ πταρμὸς γὰρ κεφαλῆς αἴσθησις· ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται ἢ ὀσφραίνονται προσενεγκόντες. οὕτω, φησίν, ἥψατό μου πληγή, ὃν τρόπον ἅπτεται κάρφος μυκτῆρος. | ] |
| pi | 3013 | [ | Πτερόεντι· ταχεῖ. ταῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς ἐοικότι. ἡ δὲ ὅλη σύστασις, ὅτι ἐκ τοῦ πτεροῦ τοῦ Ἔρωτος τὰ ὄρνεά ἐστιν. ἄτοπος δὲ καὶ ἀπίθανος ἡ γενεαλογία. Ἀριστοφάνης Ὄρνισι. καὶ Πτερόεις, ὁ ἐπτερωμένος. | ] |
| pi | 3017 | [ | Πτερυγίζειν· ἀντὶ τοῦ μηδὲν ἀνύειν. ἀπὸ τῶν ἐπιβαλλομένων πέτεσθαι νεοσσῶν. Ἀριστοφάνης Πλούτῳ. ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ἀντὶ τοῦ θορυβῇ. τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητικόν. ἢ κοῦφα λαλεῖς. ἢ ματαιοπονεῖς. ἀπὸ μεταφορᾶς τῶν νεοσσῶν τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. ἢ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοττῶν, οἳ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται. οὕτω καὶ σὺ θέλεις μὲν ἀντειπεῖν καὶ πειράζεις, ἀνύεις δὲ οὐδέν. | ] |
| pi | 3018 | [ | Πτερυγίζων· πετόμενος. Ἀριστοφάνης περὶ Μάγνητος, ὅτι Ὄρνιθας ἐποίησε δρᾶμα καὶ Ψῆνας καὶ Λυδούς. | ] |
| pi | 3024 | [ | Πτήσσει· πτοεῖται. καὶ Πτήξωμεν, κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι. ἀλλ’ ἐκποδὼν πτήξωμεν. Ἀριστοφάνης. Πτίσσω δὲ τὸ τύπτω. | ] |
| pi | 3027 | [ | Πτίλον· πτερὸν ἁπαλώτερον. καὶ Ἄπτιλα, τὰ ἀπτέρωτα. εἰώθασι δὲ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι πρὸς τὸ ἐξεμέσαι. τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερά, τὰ δὲ ὠκύπτερα. Ἀριστοφάνης Ὄρνισιν· ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδὲ πώποτε. ἐπὶ τῷ γελᾷς; ἐπὶ τοῖς σοῖς ὠκυπτέροις. οἶσθ’ ᾧ μάλιστ’ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. ἀντὶ τοῦ εὐτελῶς γεγραμμένῳ χηνί. | ] |
| pi | 3029 | [ | Πτισάνη· ἡ κεκομμένη καθαρά. Ἀριστοφάνης· ἴσχνανα ἐπυλλίοις. οὐκ ἀπὸ πτισάνης, ἀλλ’ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων. | ] |
| pi | 3063 | [ | Πτύξωμαι· Ἀριστοφάνης Νεφέλαις· πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. ἀντὶ τοῦ καλύψομαι, σκεπάσομαι. καὶ Σοφοκλῆς· ὁ δ’, ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν, ὦ τέκνα. | ] |
| pi | 3068 | [ | Ποῖ ποτε. Ἀριστοφάνης· ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; καὶ παρὰ Σοφοκλεῖ, ἀντὶ τοῦ εἰς τίνα χρόνον. ποῖ γὰρ μενεῖς ῥᾴθυμος, ἐς τίν’ ἐλπίδων βλέψασ’ ἔτ’ ὀρθήν; | ] |
| pi | 3110 | [ | Πυγή· τὸ περὶ τὸν πρωκτὸν μέρος. Ἀριστοφάνης· γυμνάζομαί γε καὶ ποτὶ πυγὴν ἅλλομαι. ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι καὶ οἱ πόδες τοῦ πηδῶντος ἅπτεσθαι τῆς πυγῆς. καὶ παροιμία· ἐς κυνὸς πυγὴν ὁρᾷν. ἐπὶ τῶν λημώντων τοὺς ὀφθαλμούς, ἤτοι ὀφθαλμιώντων ἐπέλεγον, ἐς κυνὸς πυγὴν ὁρᾶν καὶ τριῶν ἀλωπέκων. | ] |
| pi | 3111 | [ | Πυγιδίων· ὀνύχων. Ἀριστοφάνης· εἰ γάρ τις εἴποι ἰοστεφάνους, εὐθὺς ἐπ’ ἄκρων πυγιδίων κάθησθε. ἀντὶ τοῦ ἐπ’ ἄκρων τῶν ὀνύχων. οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι. | ] |
| pi | 3117 | [ | Πυελίδα· τὸ ὑφ’ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον. οὕτως Λυσίας καὶ Ἀριστοφάνης. | ] |
| pi | 3124 | [ | Πυθαγόρας· ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τ ἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρέχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μεταβάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεωμετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας. | ] |
| pi | 3128 | [ | Πύθια καὶ Δήλια· φασὶ Πολυκράτη, τὸν Σάμου τύραννον, Πύθια καὶ Δήλια ποιήσαντα ἅμα ἐν Δήλῳ πέμψαι εἰς θεοῦ, χρησόμενον εἰ τὰ τῆς θυσίας ἄγει κατὰ τὸ ὡρισμένον· τὴν δὲ Πυθίαν ἀνελεῖν· ταῦτά σοι καὶ Πύθια καὶ Δήλια· βουλομένην δηλοῦν ὅτι ἔσχατα· μετ’ ὀλίγον γὰρ χρόνον αὐτὸν ἀπολέσθαι συνέβη. Ἐπίκουρος δὲ ἔν τινι τῶν πρὸς Ἰδομενέα [+] ἐπιστολῶν ταῦτα. λέγεται δὲ καὶ Πυθοῖ, τουτέστιν ἐν τοῖς Πυθίοις. Ἀριστοφάνης· Ὀλυμπιᾶσιν, ἐν Πύλαις, Πυθοῖ. | ] |
| pi | 3152 | [ | Πυκνί· ὡς ἐν τῷ Ἀριστοφάνει· πλὴν μὴ’ ν τῇ Πυκνί. καὶ Πυκνίτης· δῆμος πυκνίτης. Πνύξ, τόπος Ἀθήνησιν, ἔνθα ἐκκλησίαζον οἱ Ἀθηναῖοι. ὥσπερ δὲ πολίτην τῆς Πυκνὸς Πυκνίτην εἶπε. Πνὺξ δὲ λέγεται παρὰ τὸ πυκνοῦσθαι. καὶ τὸ ἐν Ἀθήναις δὲ δικαστήριον Πνὺξ ἐκαλεῖτο. | ] |
| pi | 3179 | [ | Πῦος· τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν, τὸ μεταβεβληκὸς αἷμα. αὐτὸ τὸ γάλα, τὸ γαλακτῶδες ὑγρόν. γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθὲν ἔνιοι. Ἀριστοφάνης· ἔστι δὲ καὶ πῦος τις ἔνδον καὶ λαγῷα τέτταρα. | ] |
| psi | 5 | [ | Ψακάζει· ῥαίνει. Ἀριστοφάνης· ἔνδον ἀργυρίου μὴ ψακὰς ᾖ πάνυ πάμπαν. ἀντὶ τοῦ οὐδὲ τὸ σμικρότατον, ὃ καὶ νιφὰς καλεῖται. ἢ μηδὲ ὀβολοῦ ὄντος ἡμῖν. | ] |
| psi | 8 | [ | Ψαλάσσετε· ψηλαφᾶτε. Ἀριστοφάνης· ᾗπερ ἱερεῖον τοί μ’ ὑποψαλάσσετε. τὰ γὰρ ἱερεῖα μέλλοντες θύειν ἐψηλάφων, εἰ λιπαρά ἐστι. καὶ Ἀψάλακτος· Ἀριστοφάνης· πρῶτος ἀπῆλθον ἀψάλακτος, ἀλλ’ ὅμως Λακωνικὸν πνέων. | ] |
| psi | 11 | [ | Ψαλίοις· χαλινοῖς. Ἀριστοφάνης· πάταγον χρυσοχάλινον ψαλίων. | ] |
| psi | 39 | [ | Ψεκάς· δρόσος. Ἀντίμαχος οὕτως ἐκαλεῖτο Ψεκάς. ἐπὶ τῶν πτυελωδῶν. οὗτος δὲ μελῶν ἦν ποιητής. οὕτω δὲ ἐκλήθη, διότι προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπικὸς οὕτω καλούμενος. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος· καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορὸν καὶ πολλοὶ τῶν χορευόντων ἐπείνων. περὶ τούτου τοῦ Ἀντιμάχου φησὶν Ἀριστοφάνης· ὃν ἔτ’ ἐπίδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλοι· κ ᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν. | ] |
| psi | 56 | [ | Ψευδόπτωμα· Ἀριστοφάνης· εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτ’ ἀπεψήσαντ’ ἄν. διὰ τὸ μὴ φαίνεσθαι πεπτωκέναι. τὸ δὲ εἶδος τοῦ παλαίσματος ψευδόπτωμα καλοῦσιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι οἱ πρόγονοι, εἰ καὶ ἡττήθησαν, τὴν ἧτταν ἀνεκαλοῦντο· καὶ τοῖς νενικηκόσιν, ἡττηθεῖσιν ἐκ δευτέρου, πλέον τῆς προτέρας δίκης οὐδὲν ἦν. | ] |
| psi | 78 | [ | Ψῆττα· τῶν πλατέων τις ἰχθύων. ἔνιοι βούγλωσσον. δοκεῖ δέ τισιν ἐκ δύο συγκεῖσθαι δερμάτων τὴν ἰδέαν· διῄρηται δὲ κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. ἢ ὄρνεόν ἐστι τετμημένον κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. Ἀριστοφάνης· ἐγὼ δέ, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ δοῦναι ἐμαυτῆς παρταμοῦσα θ’ ἥμισυ. ἀντὶ τοῦ κἂν συμβῇ τέμνεσθαί μου τὸ ἥμισυ, βούλομαι. | ] |
| psi | 93 | [ | Ψιάθου· θηλυκόν. λέγεται δὲ παρ’ Ἀριστοφάνει καὶ ἀρσενικῶς, τοὺς ψιάθους. | ] |
| psi | 123 | [ | Ψολοκομπία· ἀλαζονεία. Ἀριστοφάνης Ἱππεῦσιν· ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις. μεγαλοδοξίαις καὶ μεγαλοπορίαις. ἀπὸ τῶν προειρημένων ὀνομάτων, τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ κρημνοὺς ἐρείδειν καὶ κεραυνοῖς χρῆσθαι· τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ κατὰ τὴν ψαῦσιν ὀλλύντες, οἱ δὲ ἀργῆτες καλοῦνται. | ] |
| psi | 130 | [ | Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου· ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν. ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διεσκυλμένων. παρὰ δὲ Διφίλῳ ἐν τοῖς Ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. | ] |
| psi | 131 | [ | Ψωλός· ὁ λειπόδερμος, ὀξυτόνως. καὶ ἀκρόψωλος, ὁ ἐπὶ βραχὺ τοιοῦτος. ἢ ὁ ἀσχήμων, κατὰ παρέκτασιν τοῦ μορίου. Ἀριστοφάνης· κόκκυξ· ψωλοὶ πεδίονδε. ἀντὶ τοῦ κόκκυγος κρῴζοντος τὰ πεδία θερίζομεν. οἱ δὲ Αἰγύπτιοι ψωλοὶ λέγονται εἶναι, τουτέστι περιτετμημένοι. φησὶν οὖν, ὅτι ὅταν ὁ κόκκυξ κοκκύσῃ, οἱ ψωλοὶ ἤρχοντο εἰς τὸ πεδίον, τουτέστιν οἱ μεγάλα αἰδοῖα ἔχοντες. Ἀριστοφάνης Ὄρνισι· τοῦτ’ ἄρ’ ἐκεῖν’ ἦν τοὖπος ἀληθῶς· κόκκυ, ψωλοὶ πεδίονδε. καὶ αὖθις· ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου. ἀντὶ τοῦ μέχρι τῆς κεφαλῆς. ἐπειδὴ οἱ ἄρχοντες μυρρίνῃ ἐστεφανοῦντο· ἢ ἀποκεκαλύφθαι τὸ αἰδοῖον. μολγὸν γενέσθαι δεῖ σε. τουτέστι κλέπτην τῶν δημοσίων, ἐξαμέλγοντα τὰ κοινά. | ] |
| psi | 132 | [ | Ψωμίζεται· ἀπατᾶται, χαίρει. τὸ δὲ ψωμίζεσθαι ἐπὶ τῶν μικρῶν παιδίων λέγεται, ἃ ὑπόκειται τῇ τῶν διδόντων ἐξουσίᾳ. Ἀριστοφάνης· ἐπίσταμαι γὰρ αὐτόν, οἷς ψωμίζεται. οἷς ἀπατᾶται, οἷς χαίρει. καί, ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. | ] |
| psi | 146 | [ | Ψυγείσῃ· Ἀριστοφάνης, ἀντὶ τοῦ ἀποθανούσῃ. | ] |
| psi | 152 | [ | Ψύλλα καὶ Ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστοφάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. | ] |
| psi | 157 | [ | Ψυχαγωγεῖ· αἰτιατικῇ. παραμυθεῖται, τέρπει· ἢ ψυχὰς ἀνάγει. Ἀριστοφάνης Ὄρνισι· πρὸς δὲ τοῖς Σκιάποσι λίμνη ἐστίν, οὗ ψυχαγωγεῖ Σωκράτης. Περὶ ψυχαγωγίας. γοητείας τινὰς ποιοῦσιν ἐς τοὺς νεκρούς· ἐπὰν γὰρ ἐς τὰ χωρία ἀφίκωνται ὅθεν ἄγειν ἔστι τὰς ψυχάς, ἃς ποθοῦσιν οἱ δεόμενοι, ἀφικνοῦνται ἔνθα τεθνᾶσιν οἱ ψυχαγωγούμενοι· καὶ οὐχ εὑρίσκουσι παραχρῆμα τὸν χῶρον, ἀλλὰ ἀνιχνεύουσι τὸν τρόπον τοῦτον. πρόβατον μέλαν παραλαβόντες, εἶτα τοῦ κέρατος τοῦ ἑτέρου λαβόμενοι ἢ τῶν ποδῶν τῶν προσθίων καὶ ἐπὶ τοῖς ποσὶ τοῖς ἄλλοις στήσαντες περιάγουσι· τὸ δὲ ἕπεται τῇ ἕλξει, καὶ μάλα εὐπειθῶς. ὅταν δὲ ἀφίκηται ἔνθα ἐκεῖνος ἢ ἐκείνη κατηνέχθη, ἐνταῦθα τὸ πρόβατον ἑαυτὸ ἔρριψε· καὶ τούτου γενομένου, εἶτα τὸ πρόβατον ἐκποδὼν ποιήσαντες καὶ κατακρύψαντες σὺν καί τισι ποικίλαις ἱερουργίαις καὶ ἐπῳδαῖς περιηγοῦνται καὶ περιέρχονται αὐτὰ καὶ ἀκούουσι λεγόντων καὶ τὰς αἰτίας, δι’ ἃς μηνίουσι, πυνθάνονται. ἐψυχαγώγησε δὲ καὶ Ἀντωνῖνος ὁ Ῥωμαίων βασιλεὺς περὶ Κομόδου τοῦ πατρὸς αὐτοῦ. φησὶ Πολύβιος, οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις. ἀντὶ τοῦ παραμυθούμενοι. | ] |
| psi | 178 | [ | Ψυχροῦ βίου ἀπαλλαγέντας· ἀντὶ τοῦ ταλαιπώρου. Ἀριστοφάνης Πλούτῳ. ἢ ἐπιμεμφόμενος διὰ τὸ γῆρας. καὶ αὖθις· ἡνίκα Θέογνις ἠγωνίζετο, κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποταμοὺς ἔπηξεν ὑπ’ αὐτὸν τὸν χρόνον. οὗτος τραγῳδίας ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησι τὴν πολλὴν χιόνα τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. | ] |
| rho | 3 | [ | Ῥαβδοῦχοι· ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι τινές, πρὸς εὐταξίαν τῶν θεατῶν. ἢ ῥαβδοῦχοι, οἱ κριταὶ τοῦ ἀγῶνος, οὓς αἰσυμνήτας λέγουσιν. Ἀριστοφάνης· χρῆν μέντοι τύπτειν τε ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὐτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβάς. Πολύβιος· παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα. | ] |
| rho | 8 | [ | Ῥαγδαίους· κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων, τοὺς κεκινημένους, καὶ σφοδρούς, καὶ βιαίους. Ἀντιφάνης Ἀγροίκοις· ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς. Δίφιλος Πολυπράγμονι· τί ποτ’ ἐστιν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. ἔστι καὶ ἐν Πρυτάνεσι Τηλεκλείδου τὸ ὄνομα καὶ ἐν Δαιταλεῦσιν Ἀριστοφάνους. | ] |
| rho | 29 | [ | Ῥάκος· τὸ τριβώνιον. καὶ τὸ προσωπεῖον· ὅτι ῥάκεσι κατεκολλᾶτο. Ἀριστοφάνης· σὺ γὰρ τὸ ῥάκος ἐξεῦρες. καὶ ἡ δοτικὴ τῷ ῥάκει. καὶ τὸ πληθυντικὸν τὰ ῥάκη. | ] |
| rho | 55 | [ | Ῥαφανίς· ῥαφανῖδα φασὶν Ἀττικοί, ἣν ἡμεῖς ῥέφανόν φαμεν· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος γάρ, ὡς σπειρόμεναι θᾶττον ἀνίασι. καὶ Ῥαφανιδωθῆναι καὶ τέφρᾳ τιλθῆναι, παρὰ Ἀριστοφάνει. ἐπὶ τῶν ἀσελγῶν. οὕτω γὰρ τοὺς ἁλόντας μοιχοὺς ᾐκίζοντο· ῥαφανῖδας λαμβάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων καὶ παρατίλλοντες αὐτοὺς θερμὴν τέφραν ἐπέπαττον, βασάνους ἱκανὰς ἐργαζόμενοι. καὶ αὖθις· οὐδ’ ἂν ἑλέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων οὐδὲ σέλινον ἁρπάζειν, οὐδ’ ὀψοφαγεῖν, οὐδὲ κιχλίζειν, οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ. κεφάλαιον δὲ ῥαφανῖδος τὴν κεφαλήν φησι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. κιχλίζειν δὲ τὸ κίχλας ἐσθίειν, οἱ δὲ τὸ ἀτάκτως γελᾶν. | ] |
| rho | 68 | [ | Ῥαψῳδεῖν· ᾄδειν. Ἀριστοφάνης· ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοις τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ· κεἴ τις δειλὸς γεγένηται, ἵνα μὴ δειπνῶσ’ αἰσχυνόμενοι. | ] |
| rho | 140 | [ | Ῥῆξον φωνήν· διάτορον εἰπέ. Ἀριστοφάνης· ἀλλ’ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, ῥῆξον φωνήν τινα, ᾗ χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ. | ] |
| rho | 162 | [ | Ῥιγοῖ· ψύχει, συνέχεται ἀπὸ κρύους. γʹ συζυγίας τῶν περισπωμένων. πάντως δέ μοι ῥιγῶν δοκεῖς. ἀντὶ τοῦ ῥιγοῦν, Δωρικῶς. Ἀριστοφάνης Ὄρνισι. | ] |
| rho | 181 | [ | Ῥιπίζεται· ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖς ῥιπίσιν ἐρρίπιζον. Ἀριστοφάνης· τὰ τεμάχη ῥιπίζεται. καὶ Ἑκριπισθέντες, ἀντὶ τοῦ ἐξαφθέντες. οἱ δὲ συνενθουσιῶντες αὐτοῖς, τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ ἐκριπισθέντες, ἀπολώλασιν. οὕτω φησὶν Αἰλιανός. καὶ ἐν Ἐπιγράμμασι· πυριτρόφους τε ῥιπίδας, πυρηνέμους. | ] |
| rho | 203 | [ | Ῥόδον ἀνεμώνῃ συγκρίνεις· ἐπὶ τῶν ἀνόμοια συμβαλλόντων. καὶ ἑτέρα παροιμία· Ῥόδα μ’ εἴρηκας, ἀντὶ τοῦ ἐμοὶ τὰ παρὰ σοῦ εἰρημένα ῥόδα ἐστίν. Ἀριστοφάνης. καὶ ἑτέρα παροιμία· Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν, ἐπὶ τῶν κυδαινόντων τινάς. | ] |
| rho | 216 | [ | Ῥοθιάζουσιν· ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσιν. Ἀριστοφάνης· οἷον ῥοθιάζουσιν, ὦ πολυτίμηθ’ Ἡράκλεις, ὡς τραγασαῖα τὰ χοίρια. ἀπὸ τοῦ τρώγειν. ἢ ἀπὸ πόλεως. Ῥοθιάζειν δὲ τὸ ἐρέσσειν εὐτόνως. Ἀριστοφάνης Βαβυλωνίοις, κατάγου ῥοθιάζων, φησί. καὶ πάλιν· ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ. | ] |
| rho | 274 | [ | Ῥοιβδεῖν· ἀναρροφεῖν. λέγεται καὶ ῥοῖβδος παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις. | ] |
| rho | 281 | [ | Ῥύγχος· Ἀριστοφάνης· ἐλελεῦ, χώρει, καθὲς τὸ ῥύγχος· οὐ μένειν ἐχρῆν. | ] |
| rho | 294 | [ | Ῥύμη· ὁρμὴ βιαία. Ἀριστοφάνης· κεραμικῆς ῥύμης ἄπο. καὶ αὖθις Εὐνάπιος· τοσαύτη τις ἦν ἡ πρὸς τὸ ἀσελγέστερον ῥύμη τε καὶ φορά, ὥστε οἱ ἄρχοντες τῶν πολεμίων ἦσαν πολεμιώτεροι. | ] |
| rho | 300 | [ | Ῥυππαπαί· ἐπίφθεγμα ναυτικόν, παρακελευστικὸν κωπηλασίας. Ἀριστοφάνης· οὐκ ἠπίσταντ’ εἰ μὴ μάζαν καλέσαι καὶ ῥυππαπαί. ὅτι ὁ ῥυπαρὸς διὰ τὴν ἄσκησιν σύνεγγύς πως ἐστι τῷ γλοιῷ. καὶ ζήτει ἐν τῷ γλοιός. | ] |
| rho | 303 | [ | Ῥύπτει· αἰτιατικῇ. ἀποκλύζει, σμήχει. καὶ Ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι. Ἀριστοφάνης· ἀλλ’ οὐδεπώποτ’ , ἐξότου’ γὼ ῥύπτομαι, οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς, ὡς νῦν. ῥύπτομαι, ἀντὶ τοῦ σμήχομαι· τουτέστι ζῶ, μεταφορικῶς· τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι σμήχεσθαι· ῥύματα γὰρ τὰ σμήγματα. ἢ οὕτως· ῥύπτεσθαι, τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ τὸν ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατ’ ἀφαίρεσιν τοῦ χ ῥύπος, ὁ τῷ χρωτὶ ὑπὼν σπίλος. ὑπὸ κονίας δὲ τὰς ὀφρῦς, παρ’ ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὑπὸ κονίας δὲ εἶπε· διότι οἱ κόνιν ὀσμώμενοι δάκνονται τὰς ὀφρῦς. | ] |
| rho | 323 | [ | Ῥυχάχετον· θόρυβον, συρφετόν. Ἀριστοφάνης· τὸν τῶν Ἀθηναίων γε μὴν ῥυχάχετον, τίς ἂν πείσειε μὴ πλαδδιεῖν; | ] |
| sigma | 23 | [ | Σάγμα· ἡ θήκη τοῦ ὅπλου. σάγη δὲ τὸ ὅπλον. καὶ πανσαγία, ἡ πανοπλία. Ἀριστοφάνης Ἀχαρνεῦσι· τίς Γοργόν’ ἐξήγειρεν ἐκ τοῦ σάγματος; ἐν γὰρ τῇ ἀσπίδι ἐντετύπωτο ἡ Γοργώ. λέγει οὖν, τίς ἐξήγαγεν ἐκ τῆς θήκης τὸ ὅπλον; καὶ Σοφοκλῆς· κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασι. | ] |
| sigma | 33 | [ | Σάκας· ὄνομα κύριον. τραγῳδίας ποιητής. καὶ Σάκαι, ἔθνος Θρᾳκικόν. Ἀριστοφάνης· νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ. οὕτως ἐκαλεῖτο ὁ Ἀκέστωρ διὰ τὸ ξένος εἶναι. ὁ αὐτὸς Ἀριστοφάνης· ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς εἰσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ’ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς ἀνεπτόμεθ’ ἐκ τῆς πατρίδος. ὅτι Ἀμμώνιος, φιλόσοφος Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Σακκᾶς ἀπὸ Χριστιανῶν γέγονεν Ἕλλην, ὥς φησι Πορφύριος. | ] |
| sigma | 49 | [ | Σαλαμῖνος· μετὰ Μαραθῶνα Σαλαμῖνος μέμνηται, ὅπου ναυμαχία Περσῶν ἐγένετο, ἐν Μαραθῶνι δὲ πεζομαχία. κεῖται δὲ ἡ Σαλαμὶς ὀλίγον πρὸ τῆς Ἐλευσῖνος πόλεως, ἱερᾶς Δήμητρος καὶ Κόρης, πλήρης κατορθωμάτων Ἑλληνικῶν. καὶ γὰρ ἐν ταύτῃ πολλὰς τῶν Περσῶν Ἀθηναῖοι κατεναυμάχησαν τριήρεις ὀλίγῳ ἀριθμῷ, Θεμιστοκλέους στρατηγοῦντος. ἔνθα καὶ πέτρα ἐστὶν Εἰρεσία οὕτω καλουμένη, ὥσπερ διὰ τοῦ ὀνόματος τρόπαιον οὖσα. ἔστι δὲ καὶ Ἀγέλαστος πέτρα καλουμένη παρὰ τοῖς Ἀθηναίοις, ὅπου καθίσαι φασὶ Θησέα μέλλοντα καταβαίνειν εἰς ᾅδου· ὅθεν καὶ τοὔ νομα. ἢ ὅτι ἐκεῖ ἐκαθέσθη ἡ Δημήτρα κλαίουσα, ὅτε ἐζήτει τὴν κόρην. Ἀριστοφάνης· ἐπὶ ταῖς πέτραις οὐ φροντίζει σκληρῶς καθήμενον· οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ’ ἐπαναίρου, κ ᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τριβῇς τὴν ἐν Σαλαμῖνι. | ] |
| sigma | 67 | [ | Σαλπιγγολογχυπηνάδαι· σάλπιγγας καὶ λόγχας καὶ ὑπήνας ἔχοντες. τοῦτο δὲ εἰς τὸν Φορμίωνα ἀνατείνει, ὡς μέγαν ἔχοντα πώγωνα. εἶπε δὲ συνθέτως, τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνος. Ἀριστοφάνης. | ] |
| sigma | 77 | [ | Σαμίων ὁ δῆμος· Ἀριστοφάνης Βαβυλωνίοις, ἐπισκώπτων τοὺς ἐστιγμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ. ἢ ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι. τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχίνου δ’ Ἀθηναίου ἐπὶ ἄρχοντος Εὐκλείδου. τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κεʹ, ἐπὶ Εὐκλέους. περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκί, Σάμιοι τῆς σαμαίνης( ἐστὶ πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν βʹ Νόστων) . τὸ δὲ πλάσμα Δούριδος. οἱ δὲ τὴν σάμαιναν νόμισμα εἶναι. τάττεται δὲ ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν συμφοράς, παρόσον Ἀθηναῖοι τοὺς Σαμίους ἔστιξαν. | ] |
| sigma | 103 | [ | Σαπρᾶς· παλαιᾶς. Ἀριστοφάνης· εἰρήνης σαπρᾶς. ἢ ἀρχαίας. | ] |
| sigma | 135 | [ | Σαρκασμοπιτυοκάμπται· Ἀριστοφάνης φησί, ἀντὶ τοῦ μεγάλοι. ὡς ἁρπάζοντας καὶ προσποιουμένους τὰ πολεμικά, οὐκ ἀληθῶς δὲ τοιούτους, ἰσχύος δὲ ἐπιμελομένους. διὸ καὶ τὸν Μεγαίνετον Μάνην εἶπεν, οὐ πάντως βάρβαρον, ἀλλ’ ἀναίσθητον. ἐπιτηδὲς δὲ ἐχρήσατο τοῖς συνθέτοις, διὰ τὸ Αἰσχύλου ἦθος. | ] |
| sigma | 178 | [ | Σεβαστός· προσκυνητός. καὶ Σεβίζει, σέβεται. καὶ Σεβίσαι, ἀντὶ τοῦ εὐλογῆσαι. Ἀριστοφάνης· εὐπίστως τοὐμὸν δαίμονας ἔχει σεβίσαι. τουτέστιν εὐπίστως ἔχω πρὸς τὸ τὸν θεὸν ὑμνῆσαι καὶ εὐλογῆσαι. | ] |
| sigma | 183 | [ | Σεβίσαι· ἀντὶ τοῦ εὐλογῆσαι. Ἀριστοφάνης· εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. τουτέστιν εὐπίστως ἔχω πρὸς τὸν θεὸν ὑμνῆσαι καὶ εὐλογῆσαι. | ] |
| sigma | 224 | [ | Σεμνήν, τρυφῶσαν· οὐ τὴν σώφρονα( οὐ γὰρ ἐπαινεῖ αὐτήν) , ἀλλὰ τὴν ἀλαζόνα καὶ ὑπέρογκον καὶ ἐπ’ αὑτῇ μέγα φρονοῦσαν. Ἀριστοφάνης Νεφέλαις. | ] |
| sigma | 227 | [ | Σεμνόν· ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν. Εὐριπίδης Μηδείᾳ· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγονότας. καὶ ἐν Ἱππολύτῳ· μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον. καὶ ἔνδοξον. Εὐριπίδης Ἱππολύτῳ· πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις. καὶ τὸ μέγα. καὶ τοὺς τιμίους. τοῖς δ’ αὖ σεμνοῖσι τῶν ὀρνίθων. Ἀριστοφάνης· ἀντὶ τοῦ τιμίοις. ὁ αὐτὸς σεμνότατος ὢν καὶ σπουδαστικώτατος, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι θαυμαζομένων. Δέξιππος· σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα, καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατηγήσειεν. | ] |
| sigma | 290 | [ | Σεῖσαι· τὸ συκοφαντῆσαι, ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων. Τηλεκλείδης Ἀμφικτύοσιν· ἄλλως πάντων δὲ τῶν λῷστοι σεῖσαι καὶ προσκαλέσαντες παύσασθαι δικῶν ἀλληλοφάγων. Ἀριστοφάνης Δαιταλεῦσιν· ἔσειον, ᾔτουν χρήματ’ , ἠπείλουν, ἐσυκοφάντουν πάλιν. | ] |
| sigma | 291 | [ | Σεισμός· πνεύματος εἰς τὰ κοιλώματα τῆς γῆς ἐγκαθειρχθέντος. εἶναι δ’ αὐτῶν τοὺς μὲν χασματίας, τοὺς δὲ βρασματίας. Αἰλιανός· σεισμοί τε ἐπεπόλασαν καὶ πολλὰ ἀνέτρεπον. Ἀριστοφάνης· γηγενεῖ φυσήματι· ἀντὶ τοῦ μεγάλῳ, ὥστε σεισμοὺς ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν. ζήτει εἴδη σεισμῶν ἐν τῷ ἐκτιναγμός ζήτει ἐν τῷ Δίκτυς. Σισμὸς δὲ ὁ ποιὸς ἦχος σιδήρου πεπυρακτωμένου εἰς ὕδωρ βληθέντος· ἐκ τοῦ σίζω, τὸ ποιὸν ἦχον ἀποτελῶ. | ] |
| sigma | 325 | [ | Σημεῖον· δι’ οὗ τὰ ἄδηλα καταλαμβάνεται παρὰ τοῖς Σκεπτικοῖς, ὃ ἀναιροῦσι διὰ συλλογισμῶν. καὶ ὅτε δὲ ἔμελλε γίνεσθαι ἐκκλησία, σημεῖον ἐτίθετο. οὕτως οὖν καὶ τῶν γυναικῶν μελλουσῶν ἐν τοῖς Θεσμοφορίοις ἐκκλησιάζειν, σημεῖον ἐτέθη. Ἀριστοφάνης· ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφόρῳ φαίνεται. | ] |
| sigma | 332 | [ | Σηπία· ὁ ἰχθύς. Ἀριστοφάνης· κάθησο τοίνυν σηπίας μασώμενος. οἱονεὶ τρυφῶν διὰ τὴν ἐξουσίαν. | ] |
| sigma | 362 | [ | Σιβυλλιᾷ· ἀντὶ τοῦ χρησμῶν ἐρᾷ καὶ ἐπιθυμεῖ· ἢ ἀπατᾶται καὶ μαντικῶς ἔχει, χρησμοὺς φαντάζεται· χρησμολόγος γὰρ ἡ Σίβυλλα. ἢ μέγα φρονεῖ καὶ ἐπαίρεται. Ἀριστοφάνης· ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ἢ οὕτως· χρησμῳδεῖ, φησίν, ἐπειδήπερ τὴν προθεσμίαν τῆς ἐπαγγελίας οὐκ ἐψεύσατο, ἀλλ’ ἐν ταὶς κʹ ἡμέραις, ἃς ἐπηγγείλατο, τοὺς Λακεδαιμονίους αἰχμαλώτους ἤγαγεν, ὥσπερ μαντευσάμενος τὴν ὑπόσχεσιν. καὶ Σιβύλλειον λόγιον, τῆς Σιβύλλης. | ] |
| sigma | 381 | [ | Σίδια· τὰ λέπυρα τῶν ῥοιῶν. τὰ δὲ παιδία ἐκ μὲν τῶν δερμάτων περιέτεμνον τροχοὺς καὶ ἁμάξας· ἐκ δὲ τῶν ῥοιῶν, ὅταν καταφάγωσι τὰ ἐντός, ἐκ τῶν λεπύρων βατράχια γλύφουσιν. ἢ σιδίων, τῶν ῥοιῶν. Ἀριστοφάνης· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; ἐπὶ τῶν βουλομένων δεῖξαι εὐφυΐαν ἔχειν. παιδάριον ὂν τοιουτονὶ ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ’ ἔγλυφεν ἁμαξίδας τε σκυτίνας εἰργάζετο κἀκ τῶν σιδίων βατράχους ποίει, πῶς δοκεῖς; | ] |
| sigma | 387 | [ | Σίζουσα· ἀντὶ τοῦ ζέουσα· ὡς ἐπὶ τῆς ταγηνιζομένης. οἷον ποιὸν ἦχον ἀποτελοῦσα. Ὅμηρος· ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαΐνῳ ἀμφὶ πελέκει. Ἀριστοφάνης· ἥδ’ ὀπτωμένη σίζουσα πάραλος. | ] |
| sigma | 400 | [ | Σίκυον· ἀπὸ σίκυος. ἐν Ἐπιγράμμασι· καὶ σίκυον χνοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην. καὶ Σίκυος, ἀρσενικόν. Ἀριστοφάνης· κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον. καὶ αὖθις· σικύους ἐνταῦθά πη φυομένους οὐδενὶ κόσμῳ περιϊόντες κατήσθιον. | ] |
| sigma | 436 | [ | Σιμός· ὁ προσάντης τόπος. καὶ σιμὸν οὐδετέρως. Ἀριστοφάνης ἐν Βαβυλωνίοις· μέσην ἔρειδε πρὸς τὸ σιμόν. καὶ πλατύ. καὶ ἐν Νίκαις· τουτὶ προσαναβῆναι τὸ σιμὸν αἰεί. | ] |
| sigma | 440 | [ | Σιμωνίδης, λυρικός. οὗτος πρῶτος δοκεῖ μικρολογίαν εἰσενεγκεῖν εἰς τὸ ᾆσμα καὶ γράψει ᾆσμα. εἶχε δὲ καὶ βʹ κιβώτια, τὴν μὲν τῶν χαρίτων κενήν, τὴν δὲ ἑτέραν πλέαν. Ἀριστοφάνης· κατὰ τὰ Σιμωνίδου μέλη. τουτέστι κακότεχνα καὶ ποικίλα. Σιμωνίδης υἱὸς Θεοπρεποῦς εἶπεν· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. | ] |
| sigma | 447 | [ | Σίμων, Σίμωνος· ὄνομα κύριον. καὶ παροιμία· Σίμωνος ἁρπακτικώτερος. Ἀριστοφάνης· ὅταν ἴδωσι Σίμωνα, λύκοι ἐξαίφνης γίνονται. σοφιστὴς δὲ ἦν, ὃς τῶν δημοσίων ἐνοσφίζετο. Σίμων καὶ Θέωρος καὶ Κλεώνυμος, οὗτοι ἐπίορκοι. Ἀριστοφάνης· εἴπερ βάλλει τοὺς ἐπιόρκους ὁ κεραυνός, πῶς δῆτ’ οὐχὶ Σίμων’ ἐνέπρησεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καί τοι σφόδρα γ’ εἰσὶν ἐπίορκοι. | ] |
| sigma | 451 | [ | Σινάμωρον· πορνικόν. καὶ Σινάμωρος, ὁ κακόσχολος. Ἡρόδοτος. καὶ Σιναμωρουμένη, συνεχῶς ἀνδρὶ συνουσιάζουσα πρὸς μίξιν. ἀντὶ τοῦ γαμουμένη. οὕτως Ἀριστοφάνης. | ] |
| sigma | 471 | [ | Σιπύη· ἡ ἀρτοθήκη. οἱονεὶ σιτοβύη τις οὖσα· παρὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Ἀριστοφάνης Πλούτῳ· ἡ μὲν σιπύη μεστή’ στι λευκῶν ἀλφίτων. προὔχει δὲ τὰ λευκὰ τῶν ἀλφίτων. θείης εὐσιπύους ἐξ ὀλιγησιπύων. | ] |
| sigma | 474 | [ | Σιραίου· Ἀριστοφάνης· ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμίξας. | ] |
| sigma | 487 | [ | Σισύρα· χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίς. οἱ δὲ ἐς Βυζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδέν, ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο. καὶ Ἀριστοφάνης· χειμῶνος ὄντος τρεῖς σισύρας ἀφείλετο. καὶ αὖθις Ἀριστοφάνης· πῶς οὖν τις αὖ σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα; ᾗ μήτε χρηστὸς μήτε ὀχληρὸς πολίτης συμφέρει. | ] |
| sigma | 490 | [ | Σίσυφος· ὄνομα κύριον. Ἀριστοφάνης· ἀλλ’ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, ὡς σκῆψιν ἁγὼν οὗτος οὐ προσδέξεται. ὥρα’ στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν. δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ Σίσυφον, διὰ μιᾶς λέξεως παρ’ Ὁμήρῳ δεδιδαγμένοι· ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν. καὶ Σισυφιδῶν γενεᾶς, τῆς τοῦ Ὀδυσσέως. εἴρηται δὲ ἐπὶ τῶν πανούργων καὶ κακοήθων· ἐκ γὰρ Σισύφου κατάγει τὸ γένος ὁ Ὀδυσσεύς. ὁ δὲ Σίσυφος Κορίνθου βασιλεύς, πανοῦργος ἀνήρ· περὶ οὗ φησιν Ὅμηρος· ὃ κέρδιστος γένετ’ ἀνδρῶν. ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματα ἔγραψεν ὀνόματα. Αὐτόλυκος δὲ κατ’ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θ’ ὅρκῳ τε, καὶ τὰ κλεπτόμενα παρ’ αὐτοῦ τὴν μορφὴν ἤλλασσε. κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων. ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενον τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ· διὸ Σισύφου ὁ Ὀδυσσεύς. | ] |
| sigma | 511 | [ | Σίφνιοι· οὗτοι πλουσιώτατοι ἐγένοντο, οὐ μόνον τῶν νησιωτῶν, ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυρείων μετάλλων. ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλασσα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε εἰς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν. ἐκ τῶν Ἴωνος Φρουρῶν. φησὶ δὲ καὶ Ἀριστοφάνης· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. τουτέστιν ἡ πόλις τῶν Ἀθηναίων ποθεῖ μὲν ὡς δραστήριον τὸν Ἀλκιβιάδην, μισεῖ δὲ ὡς τυραννικόν. ἐπιφέρει γάρ, μισῶ πολίτην, ὅς τις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς· καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον. καὶ τοῦτο περὶ Ἀλκιβιάδου, βραδέως μὲν ὠφελοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος. | ] |
| sigma | 512 | [ | Σιφωνίζειν· κυρίως ἐπὶ τῶν ὑγρῶν, τὸ ἀποσπᾶν. Ἀριστοφάνης δὲ κατεχρήσατο, εἰπών, σιφωνίζομεν τὸν σῖτον. | ] |
| sigma | 521 | [ | Σκαλαθῦραι· συνουσιάσαι. Ἀριστοφάνης· ἢν μείρακ’ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι. | ] |
| sigma | 523 | [ | Σκαλεύειν· ἀνακινεῖν, διαξαίνειν. Ἀριστοφάνης· ἐν εἰρήνῃ διάγειν ἔχωνθ’ ἑταίραν καὶ σκαλεύτους ἄνθρακας. ἀντὶ τοῦ ζωπυροῦντα τοὺς ἄνθρακας· ἢ ἐνθάδε τὸ γυναικεῖον αἰδοῖον ἄνθρακας εἶπεν· ἢ ἀντὶ τοῦ ἐν ἀγρῷ διατρίβων· ἐπεὶ οὗτοι ὀπτῶσι βαλάνους καὶ σκαλεύουσι τοὺς ἄνθρακας ἐν τῷ ὀπτεῖν. | ] |
| sigma | 525 | [ | Σκαλμίδια· ἀσπαζόμεσθ’ ἐρετμὰ καὶ σκαλμίδια, φησὶν ὁ Κωμικός. | ] |
| sigma | 534 | [ | Σκανδάληθρα· τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα. ἀπὸ τοῦ συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. τὰ πέταυρα τῶν παγίδων, ἃ Ἀρχίλοχος ῥόπτρα ἐκάλεσεν. Ἀριστοφάνης· κᾆτ’ ἀνελκύσας ἐρωτᾷ, σκανδάληθρ’ ἱστὰς ἐπῶν. ἀντὶ τοῦ ἐρείσματα λόγων καὶ βάρη. | ] |
| sigma | 545 | [ | Σκάφιον· εἶδος κουρᾶς. Ἀριστοφάνης· σὺ δὲ κοψίχῳ ἔοικας σκάφιον ἀποτετιλμένῳ | ] |
| sigma | 548 | [ | Σκαιός· ἀριστερός, ἄφωνος, κακός. οὕτως ἐκάλουν τοὺς ἀμαθεῖς καὶ δυσπαρακολουθήτους καὶ τοὺς μωρούς· ἀπὸ τῆς σκαιᾶς. Ἀριστοφάνης Νεφέλαις· οὐκ εἶδον οὕτως ἄνδρα ἀγροῖκον οὐδαμοῦ, οὐδ’ ἄπορον, οὐδὲ σκαιόν, οὐδ’ ἐπιλήσμονα. καὶ αὖθις Ἀριστοφάνης· οὐ σκαιὸς ἦν ἄνθρωπος· ἀλλ’ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. ἀντὶ τοῦ κολακεύειν καὶ ἐσθίειν τὰ ἀναλώματα. καὶ αὖθις· ὁ δὲ ἐν μὲν ταῖς ἐντεύξεσι σκαιὸς ἦν, ἐν δὲ ταῖς πράξεσι καὶ μάλα ἐς τοὐναντίον ἤπιος καὶ τὸ ἀγχίνουν ἀποχρώντως ἔχων. καὶ Σκαιόθεν, ἐπίρρημα. λέγεται καὶ Σκαιοσύνη παρὰ Ἀριστοφάνει. | ] |
| sigma | 549 | [ | Σκαιότατον· ἀπαίδευτον. Ἀριστοφάνης Νεφέλαις· σκαιότατον γερόντιον. | ] |
| sigma | 556 | [ | Σκελλίου υἱός· ὁ Ἀριστοκράτης. φησὶν οὖν Ἀριστοφάνης· καὶ τὸν Σκελλίου βδελύττομαι. ἤγουν τὸν Ἀριστοκράτην. διὰ τὸν Ἀριστοκράτην οὕτω φησί, μισῶ τὴν ἀριστοκρατίαν, ὅτι καὶ τὸν Ἀριστοκράτην μισῶ· ὅτι κέκληται τῷ ὀνόματι τούτῳ. | ] |
| sigma | 589 | [ | Σκῆψις· παρακάλυμμα. πρόφασις, ἢ φροντίς, ἀναβολή. καὶ Σκήπτομαι. Ἀριστοφάνης Πλούτῳ· σκήπτομαί γ’ , ὅταν τύχω. ἀντὶ τοῦ προφασίζομαι. καὶ Σοφοκλῆς· ἀλλ’ εἰσόρα, μὴ σκῆψιν οὐκ οὖσαν τίθῃς. | ] |
| sigma | 604 | [ | Σκιερά· Ἀριστοφάνης· πάρες, ὦ σκιερά. | ] |
| sigma | 607 | [ | Σκίμπους· κράββατος· ἢ σκάμνος. καὶ Σκίμποδος. ἱερὸν σκίμποδά φησιν Ἀριστοφάνης ἐν Νεφέλαις ἢ τὴν τῶν φιλοσόφων καθέδραν ἢ τὸν κράββατον. φασὶ δὲ σκιμπόδιον ἰδίως λέγεσθαι τὸ χωλοκράββατον· σκιμβάζειν γὰρ τὸ χωλαίνειν παρὰ τοῖς παλαιοῖς. ἢ τὸν σκαμβοὺς ἔχοντα πόδας. | ] |
| sigma | 608 | [ | Σκινδάλαμοι· τὰ τῶν καλάμων ἀποξύσματα, ἢ σκόλοπες. ἡ ἐπεξεργασία τῶν ἀκριβῶν σκινδάλαμοι· τοῦτο δὲ ἐπὶ μὲν εὐθείας ὀξύνεται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται. σκινδαλάμους οὖν λεπτολογίας. Ἀριστοφάνης Νεφέλαις· λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι. καὶ Σκινδαλμῶν παραξόνια· σκινδαλμὸς κυρίως τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέσμα· παραξόνια δὲ οἷον κινδυνώδη καὶ παράβολα, περὶ τὸν τροχὸν ἑλκόμενα. | ] |
| sigma | 630 | [ | Σκίταλοι· παρὰ Ἀριστοφάνει οἱ εὐτελεῖς καὶ πονηροί. ἦν Σκίτων κναφεύς τις καὶ εὐτελής, ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Ἀριστοφάνης· ἄγε δὴ Σκύταλοί τε καὶ Φένακες, ἦν δ’ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνες, ἀγορά τ’, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην· νῦν μοι θράσος τε καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ. ὠνοματοποίησεν ἀναπλάσας δαίμονάς τινας ἀναιδεῖς ἐπὶ χλεύῃ καὶ προφέρεται αὐτὰ ὡς θεῶν· οἷον προτρεπόμενος αὑτὸν καὶ θαρσύνων εἰς εὐτολμίαν καὶ ἀναίδειαν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις καὶ εὐτελὴς ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντες καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής· Μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις. ἔστι καὶ γένος ὀρχήσεως. τὸ δὲ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην δὲ ἐγώ, ὡς παρὰ Πλάτωνι. | ] |
| sigma | 667 | [ | Σκορδινᾶσθαι· τὸ παρὰ φύσιν ἀποτείνειν τὰ μέλη μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. Ἀριστοφάνης Ἀχαρνεῦσι· στένω, κέχηνα, σκορδινῶμαι, πέρδομαι. τινὲς δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνουσι τὰ μέλη· ὅπερ συμβαίνει καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους τὰ μέλη. | ] |
| sigma | 668 | [ | Σκοροδίοις· τοῖς τῶν σκορόδων φύλλοις. Ἀριστοφάνης Πλούτῳ· ἀποψώμεσθα δ’ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῶν. γελοίως ἀντὶ τοῦ σαβάνοις. ἐπειδὴ δὲ ἤσθιον ἑκάστοτε σκόροδα, τοῦτό φησιν, ὅτι ὡς πλουτήσαντες κατεφρόνησαν τῆς παλαιᾶς διαίτης. εἴρηται δὲ σκόροδον ἴσως σκαιὸν ῥόδον τι ὄν· παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς δὲ σκοροδίοις τοῖς τῶν σκορόδων καυλοῖς. λιμῷ δὲ περιπεσόντες οἱ Ἀθηναῖοι τούτοις ἐχρήσαντο. οὐχ ἁπλῶς δὲ τοῦτο, ἀλλ’ ἵνα δείξῃ, ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὥστε, ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις νῦν ἀφοδεύοντες ἀποματτόμεθα. μήποτε δὲ τοῦ σκορόδου λέγει τὸν καυλόν. ἔστι γὰρ ἀσφοδέλῳ ὅμοιος κἀκεῖνος, ἐπιτήδειος εἰς τοῦτο. εἰ δ’ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώς. καὶ αὖθις· ἀπόλλυμαι τὰ σκόροδα πορθούμενος. ἐκ τῶν ἀγρῶν ἔρχεται ἔχων φορτίον σκόροδα καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων λιμωττόντων καὶ διαρπαζόντων αὐτά· παρ’ ὅσον οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες οὐκ ἀπεικότως· θερμὰ γάρ ἐστιν, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται. καὶ παροιμία· Σκόροδον ἐν δικτύοις. οἱ Ἀθηναῖοι μέλλοντες πλεῖν καὶ ἐξιέναι ταῦτα ὠνοῦντο, καὶ ἐν λίνοις ἔβαλλον. ζήτει σκόροδον ἐν τῷ βασανίσας. | ] |
| sigma | 687 | [ | Σκωμμάτιον. καὶ σκώμματα· σκωμμάτιον, σκάτον. Ἀριστοφάνης· οὐδὲν ἄρ’ ἐμοῦ μέλον, οἷον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴ ποτέ τι θλιβόμενος ἐκβαλῶ. ταυτὶ κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκασα. | ] |
| sigma | 691 | [ | Σκῶρ ἀείνων· τινές φασι τῷ σκῶρ πρῶτον κεχρῆσθαι Στράττιν ἐν Ἀτάλαντος δράματι· ψεῦδος δέ· πολλῷ γὰρ ὕστερον τῶν Βατράχων. σκῶρ δὲ ἀείνων τὸ ἀεὶ ῥέον· νάον, νῶν. σκῶρ δὲ ἀποπάτημα, κόπρος. καὶ ἔστιν ἑτερόκλιτον· ἡ γὰρ γενικὴ σκατός. Ἀριστοφάνης Βατράχοις· εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων. | ] |
| sigma | 702 | [ | Σκύθαινα· ἡ ὑπηρέτις. Ἀριστοφάνης· ποῦ’ σθ’ ἡ Σκύθαινα. | ] |
| sigma | 708 | [ | Σκυλοδεψῶν· Ἀριστοφάνης· ὅσοις δὲ κλίνη μή ἐστι μηδὲ στρώματα, ἰέναι καθευδήσοντας..... ἐς τῶν σκυλοδεψῶν. ἐπὶ τῶν λαθεῖν μὴ δυναμένων. | ] |
| sigma | 721 | [ | Σκύταλον· τὸ ῥόπαλον. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην. Ἡρόδοτος· καὶ τοῖς σκυτάλοισιν ἔπαιον τοὺς Πέρσας. ὅ ἐστι βακτηρία ἀκροπαχής. Ἀριστοφάνης· τὸ σκύταλον ἐξήνεγκα τὸ τοῦ Λαμίου. ἦν δὲ πένης, ἀπὸ ξυλοφορίας ζῶν· διὸ καὶ βακτηρίαν ἐξενέγκας αὐτοῦ φησιν εἶναι· κωμῳδεῖται γὰρ ὡς δεσμοφύλαξ. τουτέστιν ἐκείνων τῶν σκυταλῶν, ὧν πέρδεται. ἀντὶ τοῦ ὧν φέρει. ἢ ἴσως ὑπὸ τοῦ βάρους ἐπέρδετο. | ] |
| sigma | 722 | [ | Σκύτινος· κοίτη ἢ δέρμα. Ἀριστοφάνης Νεφέλαις· ἁμαξίδας τε σκυτίνας εἰργάζετο. τουτέστι δερματίνας ἁμάξας ἐποίει. ἐπὶ τῇ κεφαλῇ κράνη σκύτινα, οἷά περ Παφλαγονικά, κρώβυλον ἔχοντα κατὰ μέσον ἐγγυτάτω τιαροειδῆ. | ] |
| sigma | 727 | [ | Σκυτοτόμος· σκυτεύς, λωροτόμος. Ἀριστοφάνης· καὶ δῆτα πάντας σκυτοτόμοις εἰκάζομεν. ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. περὶ τῶν γυναικῶν λέγει, ὅτι ἦσαν λευκαί. ἐπειδὴ οἱ σκυτοτόμοι ἐν σκιᾷ καθεζόμενοι ἐργάζονται καὶ εἰσὶν ἐσκιατραφημένοι, τοῦτο εἴρηκε. | ] |
| sigma | 746 | [ | Σμώχετε· ἀντὶ τοῦ μασᾶσθε. Ἀριστοφάνης· ἀνδρικῶς ἐμβάλλετον, καὶ σμώχετ’ ἀμφοῖν ταῖν γνάθοιν. οὐδὲν γάρ, ὦ πόνηροι, λευκῶν ὀδόντων ἔργον ἐστίν, ἢν μή τι καὶ μασῶνται. | ] |
| sigma | 790 | [ | Σορός· μνῆμα, θήκη. ὦ οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖς ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ. καὶ Σοροπηγός. Ἀριστοφάνης· ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω; τοῖς τὰς σοροὺς τῶν ἀποθνησκόντων ποιοῦσι. τούτεστιν ἄλλην ἴασιν οὐχ ἕξει ἢ τὸν θάνατον· καὶ δέον αὐτῷ πρὸς τὴν ταφὴν τὰ ἐπιτήδεια κατασκευάζειν. | ] |
| sigma | 792 | [ | Σοῦ· Ἀριστοφάνης Σφηξί· ποῦ, ποῦ’ στι μοῦ τὸ δίκτυον; σοῦ, σοῦ, πάλιν σοῦ. ἐπὶ ὀρνέων. καὶ αὖθις Ἀριστοφάνης· σοφοῦ πρὸς ἀνδρός, ὅς τις ἐν βραχεῖ πολλοὺς καλὼς οἷός τε συντεμεῖν λόγους. ἐγὼ δὲ κοινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ. | ] |
| sigma | 795 | [ | Σοῦ γ’ εἵνεκα· τοῦτο λέγειν εἰώθασιν οἱ ναῦται τῷ ἐπιβάτῃ. Ἀριστοφάνης Βατράχοις. | ] |
| sigma | 812 | [ | Σοφιστής· ἀπατεών. παρὰ τὸ σοφίζεσθαι, ὅ ἔστι λόγοις ἀπατᾶν. λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσκαλος, ὡς σοφίζων. τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. ὀδύναις τε καὶ νόσοις γενέσθαι σοφιστὴν ἄκρον. καὶ Ἀριστοφάνης λέγει σοφίζῃ, ἀντὶ τοῦ τεχνάζῃ. σοφίας γὰρ καὶ σοφίσματα τὰς τέχνας ἔλεγον. | ] |
| sigma | 814 | [ | Σοφιστής. κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. οὕτως ἔλεγον πάντας τοὺς πεπαιδευμένους. οἱ δὲ παλαιοὶ σοφίαν ἔλεγον, καὶ σοφιστὰς τοὺς περὶ μουσικήν. καὶ Φιλόστρατος ὁ Λήμνιος· σοφοὶ μὲν ὑμεῖς, ἀλλ’ οὐ πάντα σοφισταί. Ἀριστοφάνης Νεφέλαις· πλείστους ὁτιὴ βόσκουσι σοφιστάς. τοὺς μετεωρολέσχας νῦν λέγει, καταχρηστικῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθημάτων ὁρμωμένους. καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς προσαγορεύειν ὤκνησεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν Ὀπούντιον ποιητὴν Βακχυλίδην εἰς τοὔ νομα κατέταξε τῶν σοφιστῶν. σοφισταὶ δὲ πάντες, ὅσοι πεπαιδευμένοι. καταχρηστικῶς δὲ Ἀριστοφάνης ἐπὶ πάσης τέχνης ἔλαβε τὸ τῶν σοφιστῶν ὄνομα. ὅτι σοφιστής ἐστιν ὁ δυνάμενος ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι· καὶ ζήτει ἐν τῷ δύναμις. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
| sigma | 854 | [ | Σωρὸν χρημάτων ἀγγέλλεις· κυρίως σωρὸς τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ τὸ σῶ, ὅ ἐστι σῴζω, συνάγω. καλῶς οὖν ἀπὸ τῶν καρπῶν εἰρήκασιν· οἱ γὰρ εὐθηνοῦντες καὶ πλούσιοί εἰσιν. Ἀριστοφάνης· ὦ χρυσὸν ἀγγείλας ἐπῶν. πῶς φῆς; πάλιν φράσον μοι. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα. | ] |
| sigma | 855 | [ | Σῶς· ἀντὶ τοῦ σῷος. Ἀριστοφάνης· ὦ φίλτατ’ ἀνδρῶν καὶ νεανικώτατε, ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα. καὶ νῦν, ἐπειδὴ σῶς ἐλήλυθας πάλιν, ἄγγειλον ἡμῖν, πῶς τὸ πρᾶγμ’ ἠγωνίσω. | ] |
| sigma | 883 | [ | Σωφρονεῖς· ἀντὶ τοῦ μόλις ἐστράφης, ἢ καλῶς λέγεις. Ἀριστοφάνης Πλούτῳ. | ] |
| sigma | 898 | [ | Σπαθᾶν· εἰκῇ λέγειν, ἢ ἀναλίσκειν ἀσώτως. ἢ ἐργάζεσθαι. Ἀριστοφάνης Νεφέλαις· ἔφασκον, ὦ γύναι, λίαν σπαθᾷς. ἀντὶ τοῦ ἐργάζῃ. ἐς τοῦτο γὰρ ἦλθον ἀνάγκης τῶν ἐπιτηδείων σπάνει, ὡς τοὺς ὀρόφους βρέχοντας διδόναι εἰς τροφὴν τοῖς ὑποζυγίοις. | ] |
| sigma | 917 | [ | Σπέλεθος· Ἀριστοφάνης· κατεάξαι βουλόμενος, ἐν σκότῳ λάβοι τῇ χειρὶ σπέλεθον ἀρτίως κεχεσμένον. ζήτει ἐν τῷ βόλιτος. | ] |
| sigma | 949 | [ | Σπίτταλος· ἰατρὸς παρὰ Ἀθηναίοις δόκιμος. Ἀριστοφάνης· ἄπελθε πρὸς τοῦ Σπιττάλου. σὺ δ’ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἔνσταξον τουτονί. τουτέστι χαλκοῦν ἢ ἀργυροῦν· οἵους ἔχουσιν οἱ ἰατροί. | ] |
| sigma | 952 | [ | Σπογγιά· ὀξυτόνως Ἀττικοί. Ἀριστοφάνης Βατράχοις· ἀλλ’ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν. καὶ αὖθις Ἀριστοφάνης· σπογγίῳ βεβυσμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν σπόγγος μέλιτος πεπληρωμένος. | ] |
| sigma | 954 | [ | Σποδεῖν· τύπτειν. ὁμοθυμαδὸν σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ. Ἀριστοφάνης Ὄρνισι. | ] |
| sigma | 956 | [ | Σπολάς· διφθέρα. Σοφοκλῆς Αἴαντι Λοκρῷ· καταστίκτου κυνὸς σπολὰς Λίβυσσα, παρδαληφόρον δέρος. οἱ δὲ ἐφαπτὸν δερμάτινον. παρήχθη δὲ ἴσως ἐκ τοῦ ἐπιφέρεσθαι. Ἀριστοφάνης· οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν’ ἔχεις, ἀπόδυθι, καὶ δὸς τῷ ποιητῇ. καὶ αὖθις· ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται· ἀκλεὴς δ’ ἔβα σπολὰς ἄνευ χιτῶνος. | ] |
| sigma | 981 | [ | Στάδιον· ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον. λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ἀντὶ τοῦ τῇ στάσει καὶ ἀκινησίᾳ τῶν σκαφῶν προδιδόμενοι σφόδρα ἠνιῶντο. καὶ Στάδιος χιτών, ὁ ποδήρης, ὁ τέλειος· παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ. καὶ Ἀριστοφάνης· δέομαι ὑμῶν τουτὶ πάνυ μικρόν, εἶναί με τῶν Ἑλλήνων ἑκατὸν σταδίοισιν ἄριστον. καὶ Σταδίᾳ μάχη. οὐδενὸς δὲ αὐτὸν ἐν σταδίᾳ μάχῃ ὑφισταμένου. ὅτι τὰ ἑπτὰ ἥμισυ στάδια ποιοῦσι μίλιον ἕν, τὰ δὲ δέκα μίλια ἔχουσι στάδια πʹ. ἄλλως· ὅτι τὸ στάδιον ἔχει πόδας χʹ, τὸ δὲ μίλιον πόδας ͵δσʹ, τὸ δὲ πλέθρον πόδας ρʹ, ἡ ἄρουρα πόδας νʹ, ὁ ποῦς δακτύλους ιϛʹ, ὁ πῆχυς πόδα αʹ ἥμισυν. ἐν Ἐπιγράμμασι· ἐν σταδίοις Ἰσθμοθήκην Νεμέᾳ. ὅτι Φιλιππίδης ὁ ἡμερόδρομος ͵αʹ καὶ φʹ στάδια ἤνυσε διὰ μιᾶς νυκτός. καὶ ζήτει ἐν τῷ Ἱππίας. | ] |
| sigma | 982 | [ | Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. | ] |
| sigma | 983 | [ | Στάθευε· ὄπτα. Ἀριστοφάνης· τὰς σηπίας στάθευε. | ] |
| sigma | 999 | [ | Στακτοῖς· τοῖς ὑγροῖς, καὶ δοκίμοις· πρὸς ἀντιδιαστολὴν τῶν ξηρῶν. Ἀριστοφάνης Πλούτῳ· οὔτε μύροισι μυρίσαι στακτοῖς, ὁπόταν νύμφην ἀγάγησθον. | ] |
| sigma | 1009 | [ | Στατήρ· τετράγραμμον νόμισμα· καὶ τὸ ἑξάγιον, καὶ τὸ ζύγιον. ἢ εἶδος νομίσματος. Ἀριστοφάνης Πλούτῳ· στατῆρσι δ’ ἀρτιάζομεν. τουτέστι νομίσμασι παίζομεν ἄρτια ἢ περιττά. ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου. Ἀριστοφάνης. | ] |
| sigma | 1024 | [ | Στέγει· καρτερεῖ, ὑπομένει. τὸν καυστικὸν δὲ τοῦτον ἥλιον στέγει, ἱδρῶτι θερμῷ πανταχοῦ βεβρεγμένος. καὶ Στεγόμενα, κρυπτόμενα. καὶ Στεγόντων, ἀνεχόντων, βασταζόντων. Ἰώσηπος· οἶκος ἦν, δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον. καὶ Ἀριστοφάνης· ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν. καὶ αὖθις· πάτερ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων πρόσω. τουτέστιν ὡς ἄν τις τὰ ὄμματα πρόσω ἔχων. | ] |
| sigma | 1037 | [ | Στενοκωκύτους τρίχας· ἐφ’ αἷς στενάζει τιλλόμενος. Ἀριστοφάνης· ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. ἐκκοκκιῶ δὲ ἐκτιλῶ, ἀνασπάσω. | ] |
| sigma | 1057 | [ | Στερρὸν ἀντικνήμιον· φησὶν Ἀριστοφάνης περὶ Λακρατίδου. τὸ σκληρὸν καὶ γεγηρακὸς καὶ αὖον· ὥσπερ κατὰ ἀντίθεσιν ἐπὶ τῶν ἀκμαζόντων, τὸ χλωρόν. Θεόκριτος· γόνυ χλωρόν. ἀντὶ τοῦ ἀκμαῖον καὶ νέον. ἀπὸ μεταφορᾶς τῶν καλάμων, οἳ ὄντες μὲν χλωροὶ ἁπαλοί εἰσι, ξηραινόμενοι δὲ ἰσχυροὶ γίνονται. εὐφήμως οὖν εἶπε στερρόν, ἀντὶ τοῦ ξηρόν. | ] |
| sigma | 1069 | [ | Στέφανος· Ἀριστοφάνης· φέρε παῖ στέφανον, κατὰ χειρῶν ὕδωρ φερέτω τις. τὸ γὰρ παλαιὸν τοῖς εὐωχουμένοις περιέκειντο στέφανοι, καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς τοῦ οἴνου θέρμης. | ] |
| sigma | 1107 | [ | Στιζόμενος· τυπτόμενος. Ἀριστοφάνης· ἐγὼ δ’ ἀπόλωλα, στιζόμενος τῇ βακτηρίᾳ. | ] |
| sigma | 1109 | [ | Στιλβωνίδης· ὁ λαμπρὸς ἀπὸ βαλανείου, καὶ κεκαλλωπισμένος. ἢ ὄνομα κύριον. Ἀριστοφάνης Ὄρνισιν· ὦ Στιλβωνίδη. | ] |
| sigma | 1125 | [ | Στλεγγίς· ἡ ξύστρα. καὶ στλεγγιζόμενος, ἀποξυόμενος. Ἀριστοφάνης Γήρᾳ· εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ, σφαῖραν καὶ στλεγγίδ’ ἔχοντα. Δαιταλεῦσιν· οὐδέ ἐστιν αὕτη στλεγγὶς οὐδὲ λήκυθος. καλεῖται στλεγγὶς καὶ χρυσοῦν ἔλασμα, τὸ περὶ τῇ κεφαλῇ τῶν γυναικῶν. ἡ δὲ στλεγγὶς τῶν πρὸς τί ἐστι καὶ τῶν οὐ πρὸς τί. τὰ μὲν πρὸς ἕν τι μόνον ἐστί, καὶ οὐκ ἄν τις αὐτοῖς πρὸς ἄλλο τι χρήσαιτο, ὥσπερ τῇ ὄψει πρὸς μόνον τὸ ὁρᾶν· τὰ δὲ καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πέφυκε, χρήσαιτο ἄν τις. τῇ γοῦν στλεγγίδι οὐ πρὸς τὸ περιξύεσθαι ἄν τις χρήσαιτο μόνον, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι. | ] |
| sigma | 1126 | [ | Στοά· τὸ ταμιεῖον· διὰ τὸ παράμηκες εἶναι. στοάς τε καρποῦ βακχείου τε νάματος. ἐν αἷς ὁ σῖτος καὶ ὁ οἶνος. Ἀριστοφάνης. Στοά, ἡ ἐν Ἀθήναις διατριβή· διὰ τοῦ ο μικροῦ· Στωϊκοὶ δὲ οἱ ἀπ’ αὐτῆς, διὰ τοῦ ω μεγάλου. ἥτις ὠνομάζετο Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. ὅτι τὴν στοὰν τὴν ἐκτὸς Ἐφέσου ἀποτεινομένην ἐς τὸ ἱερὸν θολικὴν κατεσκεύασε Δαμιανός, Ἐφέσιος σοφιστής. | ] |
| sigma | 1138 | [ | Στομώσῃς· παροξύνεις. Ἀριστοφάνης· δίδασκε καὶ κόλαζε καὶ μέμνησ’ , ὅπως εὖ μοι στομώσῃς αὐτόν, ἐπὶ μὲν θἄτερα οἵαν δικιδίοις, τὴν δ’ ἑτέραν αὐτοῦ γνάθον στομώσεις οἵαν ἐς τὰ μείζω πράγματα. ἀντὶ τοῦ ὀξυνεῖς· ὡς ἐπὶ σιδήρου, μεταφορικῶς· ἀντὶ τοῦ ἀκονήσεις. ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν. οἵαν δέ, τουτέστι δυνατὴν καὶ ἔμπειρον εἰς τὸ λέγειν δίκας. μείζω δὲ πράγματα τὰ ἄδικα, τὰ ἐμφιλόσοφα. ὑποκοριστικῶς δὲ εἶπε δικιδίοις. | ] |
| sigma | 1153 | [ | Στωμυλιοσυλλεκτάδη· τουτέστι στωμύλα ῥήματα συλλέγων. Ἀριστοφάνης Βατράχοις. | ] |
| sigma | 1154 | [ | Στωμύλος· λάλος, πολύκομψος, πιθανολόγος, εὐτράπελος, ἔφεδρος τῶν λόγων, ἀπατεών, κόλαξ. φλύαρος. Ἀριστοφάνης· ἐπιφυλλίδες ταῦτ’ ἐστὶ καὶ στωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. καὶ Στωμυλλόμεθα, ἀντὶ τοῦ φλυαροῦμεν. καὶ Στωμύλλεσθαι, ἀντὶ τοῦ φλυαρεῖν. τὰ μειράκια ταῖς τίτθαις ἀποπέμψατε, καὶ θρυπτόμενα παρὰ ταύταις στωμύλλεσθαι καὶ λαλεῖν περὶ κρόκης καὶ στημόνων καὶ πλαγγόνων ἐάσωμεν. καὶ αὖθις Ἀριστοφάνης· παῦσον ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ’ εἰς ἀλλήλους. καὶ συγγνώμῃ τινὶ πραοτέρᾳ κέρασον τὸν νοῦν. καὶ Στωμυλώτατος, φλυαρώτατος. | ] |
| sigma | 1163 | [ | Στραγγουριῶ· Ἀριστοφάνης· στραγγουριῶ· χθὲς γὰρ ἔφαγον κάρδαμα. ἐπισχετικὰ γάρ ἐστιν οὔρων τὰ κάρδαμα καὶ πτύσματος· καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας χρῆσθαι· φυλάττονται γὰρ πολλὰ πτύειν καὶ οὐρεῖν καὶ ἀπομύττεσθαι. | ] |
| sigma | 1186 | [ | Στράτων ἀεὶ ἐξυρᾶτο καὶ Κλεισθένης ἐπὶ τὸ φαίνεσθαι ἀεὶ νέοι. Ἀριστοφάνης· ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε· τοιόνδε δ’, ὦ πίθηκε, τὸν πώγων’ ἔχων, εὐνοῦχος ἡμῖν ἦλθες ἐξυρημένος; ὁδὶ δὲ τίς ποτ’ ἐστιν; οὐ δήπου Στράτων; | ] |
| sigma | 1192 | [ | Στρεπταίγλαν· Ἀριστοφάνης· ταῦτ’ ἄρ’ ἐποίουν ὑγρᾶν νεφελᾶν στρεπταίγλαν δάϊον ὁρμάν. τοῦτο Φιλόξενος ὁ διθυραμβοποιὸς εἶπεν. ἐπεὶ οὖν συνθέτοις καὶ πολυπλόκοις οἱ διθυραμβοποιοὶ χρῶνται λέξεσι, κατὰ τὸν ἐκείνων ζῆλον καὶ αὐτὸς τοιαύταις χρῆται. δηλοῖ οὖν ἄντικρυς τὸ ἐξεστραμμένον διὰ τὴν ἀηδίαν τούτων ἐν τοῖς συνθέτοις. στρεπταίγλαν δὲ τὴν στρέφουσαν τὴν αἴγλην καὶ ἀφανίζουσαν. | ] |
| sigma | 1196 | [ | Στρεφοδικοπανουργία· συντέθειται ἡ λέξις παρὰ τὸ στρεβλὸν ἦθος καὶ συκοφαντικόν. Ἀριστοφάνης Ὄρνισι· πικρὰν τάχ’ ὄψει στρεφοδικοπανουργίαν. | ] |
| sigma | 1199 | [ | Στρεψοδικῆσαι· ἀντιστρέψαι τὰς δίκας. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ ὅσ’ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν. τουτέστι τοὺς δανειστὰς ἐκφυγεῖν. | ] |
| sigma | 1206 | [ | Στρόβει· τουτέστιν ἀνάκρινε, δοκίμαζε· περίφερε τῇδε κἀκεῖσε, πυκνόν τι καὶ συνετὸν ποιήσας, φρόνιμον σκεψάμενος. Ἀριστοφάνης Νεφέλαις· φρόντιζε δὴ καὶ διάθρει καὶ πάντα τρόπον σαυτὸν στρόβει πυκνώσας. καὶ αὖθις· ἀλλ’ ἔπιθι καὶ στρόβει. νῦν γὰρ ἔχεται μέσος. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν τῶν τὰ μέσα λαμβανόντων καὶ ἐκ τοῦ κρείττονος γενομένων. | ] |
| sigma | 1208 | [ | Στρόβιλοι· Καρκίνου τοῦ ποιητοῦ υἱοί, ὡς Ἀριστοφάνης· οὓς καὶ γυλιοτραχήλους εἴρηκε. καὶ παροιμία· εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων. ἀντὶ τοῦ κακοδαιμονέστερος· ἐν εἰρωνείᾳ. Στρόβιλοι καὶ οἱ κοχλίαι καὶ οἱ θαλάσσιοι κήρυκες. | ] |
| sigma | 1209 | [ | Στρογγύλοις· στρογγύλοις ῥήμασι· πιθανοῖς, ἢ πανούργοις. Ἀριστοφάνης· ἐς τάχος παίει, ξυνάπτων στρογγύλοις τοῖς ῥήμασι. | ] |
| sigma | 1215 | [ | Στρουθός· οὕτως Ἀττικοί. Σοφοκλέους μελῶν, κιχλῶν. στρουθῶν. δοκοῦσι πρὸς τρυφὴν ἐκ τῶν ἄλλων πετεινῶν περισπούδαστα εἶναι μᾶλλον. ἀεὶ δὲ τὸν Σοφοκλέα Ἀριστοφάνης σεμνολογεῖ. τὸ γὰρ κάλλιστον τῶν ἐδεσμάτων μετὰ τὴν αὐτοῦ μνήμην εὐθὺς ἐπήγαγεν, ἐνδεικνύμενος ὡς πάντων τῶν ποιημάτων ἀναγκαιότερά ἐστι τὰ αὐτοῦ ποιήματα, τῇ χρήσει τῶν κιχλῶν παραβαλλόμενα. λύσις ὀνείρου· στρουθὸν κρατῶν φεύγοντα προσδόκα βλάβην. | ] |
| sigma | 1218 | [ | Στροφαῖος· οὕτως ἐκάλουν τὸν παρὰ τῇ θύρᾳ ἱδρυμένον δαίμονα, ἅμα δὲ παρὰ τὸ στρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντες πανοῦργοι λέγονται. Ἀριστοφάνης Πλούτῳ· παρὰ τὴν θύραν Στροφαῖον ἱδρύσασθέ με. ἐπωνυμία δέ ἐστιν Ἑρμοῦ, παρὰ τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν· οὗτοι γὰρ ὀπίσω τῶν θυρῶν εἰώθασι καὶ ἀναδύεσθαι καὶ ὅλως πανουργεύεσθαι. | ] |
| sigma | 1219 | [ | Στροφή· ἐκ τῶν Ἀριστοφάνους Ὀρνίθων. ᾠδή, ἤτοι στροφή· Μοῦσα λοχμαία, ποικίλη, μεθ’ ἧς ἐγὼ νάπαισι κορυφαῖς τ’ ἐν ὀρείαις ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου· καὶ τὰ ἑξῆς. | ] |
| sigma | 1221 | [ | Στρόφιον· τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λυόμενον. ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκοσμημένην. ἢ οὐκ ἐξείρηται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν οὐκ ἔχουσι λόγον. λέγεται καὶ στρόφος τὸ περὶ τὴν κεφαλὴν στρόφιον, ὅ ἐστιν ἐρεοῦν. Ἡρόδοτος. | ] |
| sigma | 1235 | [ | Στοιβήν· σωρόν. Ἀριστοφάνης· κἄν που δὶς εἴπω ταυτὸν ἢ στοιβὴν ἴδῃς ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον. ἀντὶ τοῦ κἄν τι ἐλάχιστον ῥῆμα ἢ περισσόν τι εὕροις καὶ παρέλκον ἐν τῷ λόγῳ. ἀπὸ τῆς στοιβῆς τῶν φορτίων ἡ μεταφορά. | ] |
| sigma | 1254 | [ | Στυγὸς μελανοκάρδιος πέτρα· διὰ τὸ τῆς λέξεως σφοδρὸν εἶπε μελανοκάρδιον· οὐ γὰρ ἔχει καρδίαν ἡ πέτρα. Ἀριστοφάνης Βατράχοις. Στὺξ γὰρ κρήνη ἐν ᾅδου, ὅρκος θεῶν. ἀπὸ τῆς στυγνότητος. | ] |
| sigma | 1265 | [ | Στυφελισμούς· ὀργάς, ὕβρεις, μέμψεις, λοιδορίας. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελισμούς. Ἀριστοφάνης Ἱππεῦσι. ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖς· ὅθι στυφελῶν ἀπὸ πετρῶν ὀστρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάσθη. | ] |
| sigma | 1273 | [ | Συβήνη· ἡ δερματίνη αὐλοθήκη. ἢ ἡ φαρέτρα. Θεσμοφοριαζούσαις Ἀριστοφάνης· ἀλλ’ οὐκ ἔχω οὐδέν. ἀλλὰ συβήνην λάβε. | ] |
| sigma | 1290 | [ | Συγκεκυφός· συνελθόν. Ἀριστοφάνης· τοῦτο δ’ εἰς ἕν ἐστι συγκεκυφός. οἷον ὁμονοοῦσιν ἑαυτοῖς καὶ συμπνέουσιν. ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι, τυροπῶλαι. | ] |
| sigma | 1327 | [ | Σῦκον αἰτεῖς· ἐπὶ τῶν κολακευόντων· οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργούς, βουλόμενοι παρ’ αὐτῶν λαβεῖν πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν ἐς νέωτα. καὶ πάλιν ἑτέρα παροιμία· Σῦκον ἐφ’ Ἑρμῇ· ἐπὶ τῶν προκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις· ὁπότε γὰρ φανείη σῦκον, τῷ Ἑρμῇ τοῦτο ἀνετίθεσαν, καὶ ὁ βουλόμενος ἐλάμβανε. καὶ ἑτέρα παροιμία· Ὥσπερ τὰ σῦκ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔφυ· ἐπὶ τῶν προσφυῶς τινος πράγματος ἐχομένων. σῦκα λέγων τὰ σαρκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς. σῦκον λέγει τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς σαρκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς. Ἀριστοφάνης· ὥσπερ τὰ σῦκ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔφυ. | ] |
| sigma | 1330 | [ | Συκοφαντεῖν· τὸ ψευδῶς τινος κατηγορεῖν. κεκλῆσθαι δέ φασι τοῦτο παρ’ Ἀθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα. τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινῶν φιλαπεχθημόνως οὕτω προσαγορευθῆναι. Ἀριστοφάνης· καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια. ἴδιον γὰρ Ἀθηναίων τὸ συκοφαντεῖν. Αἰλιανός· ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον. | ] |
| sigma | 1396 | [ | Συμποδίσας· συνδήσας τοὺς πόδας. Ἀριστοφάνης· στίξας αὐτοὺς καὶ συμποδίσας, μετ’ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω. | ] |
| sigma | 1415 | [ | Συμψῆσαι· συντρίψαι. Ἀριστοφάνης Νεφέλαις· εἶτ’ αὖθις ἀνισταμένους τοὺς παῖδας συμψῆσαι καὶ προνοῆσαι εἴδωλον τοῖσιν ἐρασταῖς τῆς ἥβης μὴ καταλείπειν. κατέψων τὸν τόπον, ὅπου ἐκάθηντο, ἵνα μὴ σημεῖον τῆς ἥβης ἑαυτῶν καταλείψωσι τοῖς ἐρασταῖς. | ] |
| sigma | 1462 | [ | Σύνδουλος· οὐ μόνον δούλους ἔλεγον, ἀλλὰ καὶ συνδούλους. Ἀριστοφάνης· ἵν’ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς ἐπανέροιτο, ὦ κακόδαιμον, τί τὸ δέρμ’ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέ σοι; | ] |
| sigma | 1470 | [ | Συνέβαινεν· οὐκ ἤρεσκον ὡς φαύλων περὶ τὰς ἀποκρίσεις ὄντων. Ἀριστοφάνης Βατράχοις· οὐ γὰρ Ἀθηναίοισι συνέβαινεν Αἰσχύλος. ἀντὶ τοῦ οὐκ ἐστοίχησεν. | ] |
| sigma | 1591 | [ | Συνθηματιαίους· οὓς ἡμεῖς λέγομεν ἐκδοτικούς. Ἀριστοφάνης· δεῖ γὰρ ἀνδράσι πλέξαι στεφάνους συνθηματιαίους εἴκοσι. | ] |
| sigma | 1635 | [ | Συντεταγμένως· Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ γοργῶς καὶ μετὰ συγκροτήματός τινος. ἀσπάζομαι δ’, ὁτιὴ προθύμως ἥκετε καὶ συντεταγμένως. | ] |
| sigma | 1712 | [ | Σφάκον· ἀντὶ τοῦ ἐλελίσφακον. Ἀριστοφάνης· κᾆθ’ ὁ μὲν ἔτριβε κεδρίδας, ἄνηθον, σφάκον. ὡς ἐπιτήδεια παῦσαι στρόφον. | ] |
| sigma | 1732 | [ | Σφηκιά· εἶδος ζῴου. καὶ παροιμία· ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζει. Ἀριστοφάνης. ἀπὸ τῶν μελιττῶν μετενήνοχε· βλίττειν γὰρ τὸ ἐκπιέζειν τὸ μέλι. | ] |
| sigma | 1733 | [ | Σφηκώδεις· σκληροί. κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσιν. καὶ Ἀριστοφάνης Πλούτῳ· μέγαν λαβόντες ἡμμένον σφηκίσκον. ξύλον ὠξυμμένον· ἐπεὶ καὶ ὁ σφὴξ ὀξὺς ἐκ τῶν ὄπισθεν. ἐπιτετήδευται ἡ λέξις παρὰ τὸν σφῆκα· τὰ γὰρ μικρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφηκίσκους καλοῦσιν· ἐπεὶ καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους σφηκώδεις φασί. λύσις ὀνείρου· σφῆκες φανεῖσαι δυσμενῶν εἰσι βλάβαι. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν. | ] |
| sigma | 1757 | [ | Σφραγίς, σφραγῖδος· τὸ ἐπισημαῖνον διὰ χαρακτήρων τὰ φυλαττόμενα. ὁρῶσα ἡ Ταρπηΐα σφραγῖδας ἀπὸ χρυσοῦ καὶ ψέλια ταῖς χερσὶν ἐπεθύμησε τοῦ χρυσοῦ. καὶ Σφραγιδονυχαργοκομήτας, τοὺς κόμαις καὶ περιττοῖς δακτυλίοις τὰς χεῖρας κοσμουμένους μέχρι τῶν ὀνύχων ὑπὸ τῶν δακτυλίων σκέπεσθαι τοὺς δακτύλους. ἢ καὶ τοὺς τῶν ὀνύχων, ἐπιμελουμένους καὶ ὁσημέραι ξέοντας αὐτοὺς τοῦ ἐκλάμπειν ἄγαν· ὃ πάσχουσιν οἱ τῷ καλλωπίζειν σχολάζοντες μόνον. Ἀριστοφάνης Νεφέλαις. | ] |
| sigma | 1758 | [ | Σφριγῶν· νεάζων, αὔξων, σφύζων, βράζων, εὐσωματῶν, ἀκμάζων, ἀνθῶν. ὡς δ’ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου, κἂν ταῦρον ἄγχοις. ἀντὶ τοῦ εὐσωματεῖς. νεάζοντός τε καὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντος τὸ σῶμα. καὶ αὖθις· οὕτω μὲν ἐσφρίγα ὁ πόλεμος. Ἀριστοφάνης Νεφέλαις, περὶ τοῦ υἱοῦ αὐτοῦ. εὐσωματεῖ γὰρ καὶ σφριγᾷ. τουτέστιν ἰσχυρότερός μου ἐστί. καὶ Σφριγῶντες, ἀκμάζοντες. | ] |
| sigma | 1762 | [ | Σφυράδες· τῶν αἰγῶν καὶ προβάτων τὰ ἀποπατήματα. Ἀριστοφάνης· ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστάς, ναννοφυεῖς, σφυράδων ὑποκνίσματα, μηχανοδίφας. Καρκίνος ποιητὴς ἦν. οἰκογενεῖς δὲ ἀντὶ τοῦ ἐσκιατραφημένους· ὡς ἂν εἴποις ὄρνιθας οἰκογενεῖς. ὄρτυγας δὲ διὰ τὸ ἐριστικόν· τοιοῦτοι γὰρ οἱ ὄρτυγες. γυλιαύχενας δέ, τουτέστι μακροτραχήλους· γύλιος γὰρ στρατιωτικόν ἐστι πλέγμα, ἐπίμηκες, εἰς ὀξὺ λῆγον. κολοβὸν οὖν εἰκὸς εἶναι τὸ ὅλον σῶμα καὶ μόνον τὸν τράχηλον μακρόν. ἢ αὐχένας οὐκ ἔχοντας, καθάπερ ὁ γύλιος. ἢ σμικροὺς δὲ καὶ γογγυλώδεις σκώπτει. ἐχόρευον δὲ οὗτοι τῷ πατρί. ναννοφυεῖς δέ, ὅτι νάννοι λέγονται οἱ κολοβοὶ τῶν ἀνθρώπων· οἱ δὲ κολοβοὶ τῶν ἵππων ἰννοί. ὀρχηστὰς δέ, ἐπεὶ εἰσέφερεν αὐτοὺς ὁ πατὴρ ἐν τοῖς δράμασιν ὀρχουμένους. σφυράδων δὲ ἀποκνίσματα ἀντὶ τοῦ ταπεινούς· σφυράδες γὰρ τὰ τῶν αἰγῶν καὶ τῶν προβάτων ἀποπατήματα. ἡ δὲ σφυρὰς κυάμου ἔχει τὸ μέγεθος. ταύταις οὖν ἀπεικάζει αὐτούς· μᾶλλον δὲ οὐ ταύταις, ἀλλὰ τοῖς ἀποκνίσμασιν αὐτῶν καὶ ἀποτυχήμασιν. εὐτελίζει οὖν αὐτοὺς διὰ τὸ βραχύ· ἡ γὰρ τοῦ μικροῦ μερὶς μικρὰ ἢ οὐδὲν ἂν εἴη. μηχανοδίφας δὲ ἀπὸ μέρους. Ξενοκλῆς γὰρ ὁ Καρκῖνος δοκεῖ μηχανὰς καὶ τερατείας εἰσάγειν ἐν τοῖς δράμασι. Πλάτων Δωδεκαμήχανον αὐτόν φησιν· ἐμιμεῖτο γὰρ θεοὺς ἀνερχομένους ἢ κατερχομένους. | ] |
| sigma | 1768 | [ | Σχάσον· κατάπαυσον, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· σχασάμενος τὴν ἱππικήν. ἀντὶ τοῦ παυσάμενος τῆς ἱππικῆς. ἢ ἀποχωρήσας καὶ ἀποστὰς τοῦ παρόντος ἐπιτηδεύματος· ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων· σχάσαι γὰρ δὴ καὶ ὥσπερ διαστεῖλαι καὶ διασχίσαι τὸ ὕδωρ τὴν κώπην ἐρέσσουσαν. καὶ Πίνδαρος· κώπαν ἤδη ἔσται μοι σχάσαις. καί, σχάσας τὴν φροντίδα. τουτέστι παύσας, στήσας, ἀτρεμήσας. καὶ αὖθις· κώπην σχάσας. ἀντὶ τοῦ τὴν εἰρεσίαν καταπαύσας. ἔνιοι δὲ σχάσας, ἀντὶ τοῦ ἁπλώσας. | ] |
| sigma | 1775 | [ | Σχέδιον· ἐκ τοῦ ἑτοίμου. καὶ Ἀριστοφάνης· ταῦτα δὲ σχεδίοις ἔοικε. τουτέστιν ἐκ τοῦ παρατυχόντος εἴρηται. | ] |
| sigma | 1779 | [ | Σχελίδες· βοὸς πλευρά. ἢ ἁπλῶς τὰ πλευριμαῖα τῶν κρεῶν. Ἀριστοφάνης· ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα. | ] |
| sigma | 1813 | [ | Σχοῖνος· εἶδος φυτοῦ, κατὰ τὸ ἄκρον ὀξέος, ἐοικότος βελόνῃ. λέγεται δὲ ἀρσενικῶς. Ἀριστοφάνης Ἀχαρνεῦσι· πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ. τουτέστιν πρὶν αὐτοὺς τρώσω ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός. | ] |
| tau | 33 | [ | Τάλαντον· πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαινόμενον Δημοσθένης φησί· πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα· ὥσπερ Ἀριστοφάνης· ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον ἀριθμοῦ τι ὄνομα· ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν· κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον. ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμισυ τάλαντα, τὸ δὲ πέμπτον ἡμιτάλαντον τέσσαρα ἥμισυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἓξ ἥμισυ. καὶ ὅλως, οὗ τινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ὄγδοον, ἑπτά· ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν. | ] |
| tau | 34 | [ | Τάλαντον· ὥς φησι Διόδωρος ἐν τῷ Περὶ σταθμῶν, μνῶν ἐστιν ξʹ, ἡ δὲ μνᾶ δραχμῶν ρʹ, ἡ δὲ δραχμὴ ὀβολῶν ϛʹ, ὁ δὲ ὀβολὸς χαλκῶν ϛʹ, ὁ δὲ χαλκοῦς λεπτῶν ζʹ. τὸ τάλαντον δέ, τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδʹ, νυνὶ δὲ ιβʹ. ὁ δὲ Ὅμηρος λέγει· δύο χρυσοῖο τάλαντα. ὡς μὴ εἶναι ἶσον τὸ καθ’ ἡμᾶς τάλαντον τῷ παρὰ τοῖς ἀρχαίοις. ὡς γὰρ ἶσον τοῦ τρίποδος καὶ τοῦ λέβητος καὶ τοῦ ἵππου τίθεται. Τάλαντον δὲ παρὰ τῇ θείᾳ γραφῇ ἡ ἄνωθεν πεμπομένη ἑκάστῳ θεία χάρις. σύνταξις. Ἀριστοφάνης· καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος. τούτεστι χαύνωσιν ἀναπειστηρίαν. ὅτι τὸ τάλαντον παρά τισιν ἔχει λίτρας ρκεʹ. καὶ Ταλαντιαῖοι λίθοι. ταλαντιαῖοί γε μὴν ἦσαν οἱ βαλλόμενοι πέτροι· δύο δὲ καὶ πλέον ἀπῄεσαν σταδίους. ἡ πληγὴ δ’ οὐ τοῖς προστυχοῦσι μόνον, ἐπιπολὺ δὲ καὶ τοῖς μετ’ ἐκείνους ἦν ἀνυπόστατος. αἰτιώμενοι δὲ τὸν Περικλέα πεντήκοντα ταλάντοις ἐζημίωσαν. | ] |
| tau | 46 | [ | Ταλαοί· τληπαθεῖς. οἱ δὲ διαιροῦσιν, ὥστε εἶναι τ’ ἀλαοί. Ἀριστοφάνης Ὄρνισι. | ] |
| tau | 102 | [ | Τάπητες· ἐπιβόλαια, ἢ στρώματα. οὕτως Ἀριστοφάνης. | ] |
| tau | 124 | [ | Τάριχος· τὸ τάριχος οὐδετέρως. Ἀριστοφάνης Βατράχοις· τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. ἔστι δὲ κρέας ἁλσὶ πεπασμένον. παρὰ τὸ εἰς γάρον ἐξιχωρίζεσθαι. | ] |
| tau | 137 | [ | Ταρτησσός· Ἰβηρικὴ πόλις πρὸς τῷ ὠκεανῷ, ἐκτετοπισμένη παρὰ τὴν Ἄορνον λίμνην. τῆς δὲ Ταρτησσοῦ Ἀγαθώνιος ἐβασίλευσεν. Ἀριστοφάνης Ταρτησίαν μύραιναν λέγει. καὶ οὐδετέρως Ταρτήσιον. | ] |
| tau | 139 | [ | Ταρροί· Ἀττικῶς τὰ ἐκ σχοίνων πλέγματα. τοὺς γοῦν καλάμους τοὺς γεωργικοὺς ταλάρους καλοῦσι. τὴν δὲ κρεμάθραν Ἀριστοφάνης οὕτως ἐκάλεσεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς; ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ἢ ταρρός, μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκτορίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν ἐσκευάσθαι. | ] |
| tau | 145 | [ | Τὰς ὁδοὺς οἶδεν, ἅσπερ Εὐκράτης ἔφευγε τῶν κυρηβίων εὐθύ· ἔνθα δὴ κάχρυς ἀλήθονται· κυρήβια γὰρ αἱ ἀληλεσμέναι κριθαί. διαβάλλει δὲ τὸν Εὐκράτη ὡς τοιαύτην τέχνην ἔχοντα· ὃς καὶ Στύππαξ ἐκαλεῖτο. Ἀριστοφάνης· εὐλαβοῦ δὲ μὴ διαφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων. εἴρηται ἐπὶ τῶν φευγόντων. | ] |
| tau | 157 | [ | Ταυρηδόν· ὡς ταῦρος. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμενος ὁ Αἰσχύλος. | ] |
| tau | 169 | [ | Ταυροφάγον· τὸν Διόνυσον. Σοφοκλῆς ἐν Τυροῖ. ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο. ἢ τὸν ὠμηστήν. ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεγκε τοὔ νομα Ἀριστοφάνης. ὅστις ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσε, μήτε Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖ’ ἐτελέσθη. τοὺς περὶ Ἀρίσταρχον οἰομένους ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον· ψευδῶς. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς· Διονύσου τοῦ ταυροφάγου. καὶ ὅτι φίλοινος ἦν· καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. οἱ δὲ ἔτι περιεργότερον τὸν λόγον ἀποδιδόασι μητέρα Κρατίνου, ἥτις Βακχεῖα ἐτελέσθη, ἅ εἰσι τοῦ μοσχοφάγου Διονύσου. ἢ τολμηρά, ἀπὸ τῶν Βακχῶν. | ] |
| tau | 171 | [ | Ταυταγί· παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν· ἔσται ταυταγί. | ] |
| tau | 182 | [ | Ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς· Ἀριστοφάνης. ἐπὶ τῶν δοκούντων ἐκφοβεῖν. | ] |
| tau | 206 | [ | Ταίναρον· ἀκρωτήριον τῆς Λακωνικῆς, ἐν ᾧ στόμιον ἦν κατάγον εἰς ᾅδου. ἔνθα καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. ἐκεῖσε δὲ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος οὐδὲν δείσαντες ἀνεῖλον οἱ Λακεδαιμόνιοι· καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι. καὶ Ἀριστοφάνης· αὐτοῖς ὁ Ποσειδῶν, οὑπὶ Ταινάρῳ θεός, σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας. | ] |
| tau | 254 | [ | Τελέας ἐρεῖ ταδί. Ἀριστοφάνης Ὄρνισι· ἄνθρωπος ἀστάθμητος, πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ’ ἐν αὐτῷ μένων. διαβάλλει τὸν Τελέαν ὡς πλανήτην. ἀντὶ τοῦ περὶ τῶν πετομένων ἐὰν ἐρωτήσῃς. ἦν δὲ ὁ Τελέας σκωπτικὸς ἄνθρωπος καὶ εὐμετάβλητος τοὺς τρόπους· πρὸς γὰρ τῇ κιναιδίᾳ καὶ δειλίᾳ καὶ ὀψοφαγίᾳ καὶ νοσφισμῷ καὶ πονηρίᾳ διεβάλλετο. καὶ Πλάτων ἐν Σύρφακι περὶ τοῦ Τελέου φησί· νοεῖ μὲν ἕτερα, ἕτερα δὲ τῇ γλώττῃ φθέγγεται. ἢ ὅτι τελέας ὄρνεον. τοὺς πετομένους ὄρνεις οὗτος ὁ Τελέας, Ἀριστοφάνης φησίν, ἐρεῖ. | ] |
| tau | 278 | [ | Τέλματα· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Ἀριστοφάνης· ὄμβριον ὕδωρ ἂν εἴχετ’ ἐν τοῖς τέλμασι. τουτέστι τοῖς φρέασι. | ] |
| tau | 289 | [ | Τελώνης· διεβέβλητο παρὰ τοῖς παλαιοῖς τὸ τοῦ τελώνου ὄνομα· καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος· ὥς φησιν Ἀριστοφάνης. | ] |
| tau | 295 | [ | Τεμάχη· ἐπὶ κρεῶν καὶ ἰχθύων καὶ ἐπὶ πλακούντων, ἐπὶ δὲ πισῶν οὐκέτι. Ἀριστοφάνης Νεφέλαις· κεστρῶν τεμάχη μεγάλων. ἐπὶ δὲ τῶν ἄλλων, οἷον τυροῦ, τόμος. ἡ εὐθεῖα τὸ τέμαχος. | ] |
| tau | 314 | [ | Τενθεία· σιναμωρία, λιχνότης. Ἀριστοφάνης· πολλήν γε τενθείαν λέγεις. Τενθεία οὖν ἡ γαστριμαργία πολλή. | ] |
| tau | 321 | [ | Τέως· τηνικαῦτα. ἢ τότε. Σοφοκλῆς δὲ ἀντὶ τοῦ πρότερον, ἢ πρὸ μικροῦ. καὶ Ἀριστοφάνης ἀντὶ τοῦ πρότερον· τέως μὲν οὖν, ἀλλ’ ἡμικάκως ἐβοσκόμην. | ] |
| tau | 326 | [ | Τέρας· τὸ παρὰ φύσιν γενόμενον. Ἀριστοφάνης· τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισ’ , ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον. | ] |
| tau | 340 | [ | Τερηδών· συστέλλει. σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ. Ἀριστοφάνης Ἱππεῦσιν· ἀλλ’ ἐάν με χρή, ὑπὸ τερηδόνων σαπεῖσ’ ἐνταῦθα καὶ καταγηράσομαι. καὶ αὖθις· σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν. ἀντὶ τοῦ βάρβαρον καὶ φυσικὸν ᾆσμα. καὶ Περσικὸν ὄρχημα. | ] |
| tau | 367 | [ | Τέτανος καὶ ῥοπαλισμός· ἡ τάσις τοῦ αἰδοίου· ἐπεὶ ὡς ῥόπαλον γίνεται. Ἀριστοφάνης· κᾆτ’ ἐντέξῃ τέτανον τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς. | ] |
| tau | 378 | [ | Τεττίγων ἀνάμεστοι· τοὺς τέττιγας παρέλαβεν Ἀριστοφάνης, ἐπειδὴ οἱ παλαιοὶ κατὰ τὴν ἀναπλοκὴν τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι, τεκμήριον ὅτι αὐτόχθονές εἰσιν οἱ Ἀθηναῖοι, ὡς καὶ οἱ τέττιγες. | ] |
| tau | 384 | [ | Τετορήσω· ἀντὶ τοῦ σαφηνιῶ, ὅ ἐστι δηλώσω· τορῶς γὰρ σαφῶς καὶ ἀκριβῶς. ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ εἰ μὴ εἴπω. Ἀριστοφάνης· ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα, καὶ λακήσομαι. | ] |
| tau | 395 | [ | Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων τοὺς διαλόγους· ἐκεῖνοι γὰρ τέτρασι δράμασιν ἠγωνίζοντο, Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις· ὧν τὸ δʹ ἦν Σατυρικόν. τὰ δὲ δʹ δράματα ἐκαλεῖτο τετραλογία. εἰσὶ τοίνυν οἱ πάντες Πλάτωνι γνήσιοι διάλογοι ἓξ καὶ νʹ. διπλαῖς δὲ χρῆται ταῖς ἐπιγραφαῖς καθ’ ἕκαστον τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ Περὶ ὁσίου· ὁ διάλογός ἐστι πειραστικός. δευτέρα Ἀπολογία Σωκράτους [+], ἠθικός. τρίτη Κρίτων ἢ Περὶ πρακτέου, ἠθικός. τετάρτη Φαίδων ἢ Περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, καὶ ἐφεξῆς, ἐν τῷ βιβλίῳ Λαέρτου Διογένους περὶ βίων φιλοσόφων. ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής. | ] |
| tau | 396 | [ | Τετραμαίνω· οὕτως Ἀριστοφάνης ἐν Νεφέλαις· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι. ἀντὶ τοῦ τρέμω· παραγώγως. ἐπίτηδες δὲ ἐξέτεινε τὴν λέξιν τερατευόμενος. | ] |
| tau | 406 | [ | Τετραστατήρου· Ἀριστοφάνης· Εὐαίων ὁ δεξιώτατος, γυμνός. κἄπειτ’ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου· ἀλλ’ ὅμως ἐρῶ· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδέν’ ἂν λάβοι ποτέ. οὗτος πένης ἦν ὁ Εὐαίων. ἔστι δὲ ὄνομα κύριον. ὅσοις δὲ κλίνη μή ἐστι μηδὲ στρώματα ἰέναι καθευδήσοντας ἐς τοὺς ἀπονενεμημένους ἐς τῶν σκυλοδεψῶν. ἢν δ’ ἀποκλίνῃ τῇ θύρᾳ, χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω, καί, τοὺς ἀλφιταμοιβοὺς τρεῖς χοίνικας δεῖπνον παρέχειν. | ] |
| tau | 424 | [ | Τευθίδες· σηπίαι. καὶ Τευθίς, ἰχθύδιον εὐτελές. καί φησιν Ἀριστοφάνης περὶ Ἀντιμάχου· Ἀντίμαχον τὸν Ψεκάδος, ὡς μὲν ἁπλῷ λόγῳ, κακῶς ἀπολέσειεν ὁ Ζεύς· ὅς γ’ ἐμὲ τὸν τλήμονα ἄδειπνον ἀπέλυσεν· ὃν ἔτ’ ἴδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλει· κ ᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν. | ] |
| tau | 472 | [ | Τήθη· μάμμη. ἡ πατρὸς ἢ μητρὸς μήτηρ. ἡ κλητικὴ τήθα. Τηθὶς δὲ θεία. Ἀριστοφάνης· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη, καὶ μητριδίων ἀκαλήφων, χωρεῖτ’ ὀργῇ, μὴ τέγγεσθ’ · ἔτι γὰρ νῦν οὔρια θεῖτε. τήθας ἐκάλουν τὰς μάμμας. καὶ τηθίδας τὰς θείας, τὰς πατρὸς ἀδελφὰς ἢ μητρός. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. Ὅμηρος· πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν. ἀκαλήφας δὲ λέγουσιν οἱ μὲν καὶ τὰς θαλασσίας· λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ἐς ὅσον ἂν ἁπαλή ἐστι, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων· τουτέστι τῶν ἐχουσῶν τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται· τοιαῦται δὲ καὶ αἱ γραῖαι. μητριδίας δὲ ἐκάλεσε τὰς ἐχούσας τὸ σπέρμα. | ] |
| tau | 490 | [ | Τηλέπορον· Ἀριστοφάνης· τηλέπορόν τι βόημα. οἷον ὀρθόν τι καὶ ὑψηλόν. ἔστι δὲ ἀρχὴ ᾄσματος· ὥσπερ τό, περσέπολιν Ἀθάναν. | ] |
| tau | 494 | [ | Τήλεφος ἐκ πηριδίου· οὗτος πένης ἦν. Ἀριστοφάνης· καίτοι πρότερόν γ’ ἐπτώχευες, Τήλεφος εἶναι φάσκων, ἐκ πηριδίου. καὶ Τηλέφειον τραῦμα. | ] |
| tau | 496 | [ | Τηλία· σανίς, ἡ λεγομένη κάρδοπος, σηλία τις οὖσα· ὥσπερ τὸ σήμερον, τήμερον. καὶ δὴ καὶ ἰδίως ἐκαλεῖτο τηλία, περίφραγμα σανίδων ἐν τῇ ἀγορᾷ, ἐν ᾧ ἄλφιτα ἐπιπράσκοντο. καὶ οἱ ὀρτυγοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον ἐν τούτῳ. ἄλλως· σανὶς πλατεῖα, ἐφ’ ἧς ἀλφιτοποιοῦσι· τινὲς δὲ τηλίαν ξύλον φασὶ πλατύ, εἰς ὃ τιθέασιν οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι. ἄλλοι δὲ τηλίαν, τῆς καπνοδόχης τὸ πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι διὰ δακτυλίου ἑλκυσθείης, ἐὰν ᾖ ὁ δακτύλιος τηλία. τοῦτο δὲ ὡς παχείας οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας. Ἀριστοφάνης. ἢ τηλία μέν ἐστιν ἡ ἀτρύπητος σανίς. ἐὰν δὲ τρυπηθείη, ἁψὶς γίνεται. | ] |
| tau | 497 | [ | Τηλία· πῆγμα τετράγωνον, ἐφ’ οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται ἢ ἀλεκτρυόνες συμβάλλονται. καὶ περιφέρεια τοῦ κοσκίνου. Ἀριστοφάνης· διὰ δακτυλίου μὲν οὖν ἐμέ γ’ ἂν διελκύσαις. ἐπὶ τῶν πάνυ λεπτῶν· ὁ δὲ ἀντείρηκεν, εἰ τυγχάνοι δακτύλιος ὢν τηλία. | ] |
| tau | 518 | [ | Τήνελλα· μίμημα φωνῆς κρούματος αὐλοῦ ποιᾶς. Ἀρχίλοχος· τήνελλα, καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύω. Ἀριστοφάνης· ἀλλ’ ἐὰν νικήσῃς τῇ βοῇ, τήνελλος εἶ. ἀντὶ τοῦ νικηφόρος. τήνελλα δὲ κρουμάτιον ἐπινίκιον. ἢ τήνελλος, ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτοὺς τῇ βοῇ, μουσικώτατος εἶ· ἢν δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς. ὁ δὲ πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ τυρῶν πεφρυγμένων, ὡς σησαμοῦς ὁ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς· εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας· καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω, νικήσας ἐλάμβανε τὸν πυραμοῦντα. ὁ δὲ νοῦς, ὅτι μὴ νικηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ταῖς περιεργίαις καὶ ἀναισχυντίαις οὐδὲν ἧττον, ἡμέτερον τὸ τερμάτιον, τουτέστιν ἡ νίκη. | ] |
| tau | 526 | [ | Τὴν τράπεζαν οἴσομαι· Ἀριστοφάνης. τουτέστιν ἐμαυτῷ ὑπηρετήσω καὶ οὐ χρεία παιδός. | ] |
| tau | 542 | [ | Τῆτες καὶ Τῆτα· τούτῳ τῷ ἔτει, ἐπ’ ἔτος. ἐγελᾶτ’ , ἀνθ’ ὧν Ὑπέρβολον ἔλαχε τῆτες ἱερομνημονεῖν. Ἀριστοφάνης Νεφέλαις. τοῦτο οἱ Δωριεῖς τᾶτες λέγουσι, καὶ διὰ τοῦ δ τῆδες. | ] |
| tau | 557 | [ | Τί γάρ με λυπεῖ τοῦθ’ , ὅταν λόγῳ θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; δοκῶ μὲν ὡς οὐδὲν ῥῆμα σὺν κέρδει κακόν. ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνήσκοντας, τοῖς δ’ ἔργοις οὔ. Ἀριστοφάνης· τί γάρ σε πέφευγ’ , ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ’ οὐ σὺ φρονεῖς, ὁπόσα χρεών ἐστι τὸν σοφῇ δόκιμον φρενί, πορίμῳ τόλμῃ. τουτέστι τί σε πέφευγε; τί γὰρ οὐ ποιεῖς, ὅσα χρὴ τοὺς ἐπιστήμονας; πορίμῳ δὲ ἀντὶ τοῦ εὐπόρῳ πρὸς τὸ ἐπινοεῖν. | ] |
| tau | 561 | [ | Τί δαί· τί δή; καὶ οὕτως λέγουσιν τὸ τί δή. Ἀριστοφάνης Πλούτῳ· τί δαί; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. ἔστι δὲ σύνδεσμος ἐρωτηματικὸς διὰ τὴν ἔκτασιν διὰ διφθόγγου γραφόμενος. καὶ Ὅμηρος· τίς δαίς; τίς δαὶ ὅμιλος; ἐν Ὀδυσσείᾳ. | ] |
| tau | 578 | [ | Τιθωνοῦ γῆρας· παροιμία. ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάσσεται. ἱστορεῖται δὲ ὅτι ὁ Τιθωνὸς ἐπιθυμίᾳ τοῦ τὸ γῆρας ἐκδύσασθαι εἰς τέττιγα μετέβαλεν. Ἀριστοφάνης· ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. | ] |
| tau | 579 | [ | Τίθρασος· τόπος τῆς Λιβύης. καὶ Ἀριστοφάνης· Γοργόνες Τιθράσιαι. ἔνθα αἱ Γοργόνες διέτριβον. ἀπὸ δήμου τῆς Ἀττικῆς πονηροῦ· διαβάλλουσι γὰρ τὸν δῆμον τοῦτον ὡς κακοπράγμονα. | ] |
| tau | 582 | [ | Τιθύμαλλος· εἶδος βοτάνης δριμυτάτης, παρὰ Λάκωσιν εὑρισκομένης· ᾧ παρήλειφον τὰ βλέφαρα τῆς ἑσπέρας. καὶ Ἀριστοφάνης περὶ Νεοκλείδου τοῦ γλάμωνος· σκόροδ’ ὁμοῦ τρίψαντα τιθυμάλλῳ. εἰώθασι δὲ οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τοὺς ὀφθαλμούς, Νεοκλείδης ὁ γλάμων. | ] |
| tau | 585 | [ | Τί λέγεις σύ· τὸ παρὰ τὴν συνήθειαν κἀνὰ χεῖρα. εἰώθαμεν γὰρ ἐν ταῖς τῶν δι’ ἐναντίας διαλέξεσι λέγειν, τί λέγεις σύ; ἐκπλῆξαι αὐτοὺς βουλόμενοι. Ἀριστοφάνης Νεφέλαις· ὡς ἥδομαι πρῶτα τὴν χροίαν ἰδών. νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός· καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ τό, τί λέγεις σύ; καὶ δοκεῖν ἀδικοῦντ’ ἀδικεῖσθαι καὶ κακουργοῦντ’ οἶδ’ ὅτι· ἐπὶ τοῦ προσώπου τ’ ἔστι Ἀττικὸν βλέπος. ἐσχημάτισται δὲ τὸ βλέπος· ἀντὶ τοῦ κακοῦργον βλέμμα· τοὺς γὰρ Ἀθηναίους ἐπὶ ἀναιδείᾳ καὶ τῷ δραστικοὺς εἶναι διέβαλλον. | ] |
| tau | 606 | [ | Τίμημα· ζημία. Ἀριστοφάνης Πλούτῳ· τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς; ἐπέβαλλον γὰρ ζημίαν ἐνίοτε τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι ἤ τι τοιοῦτον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικόν. ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰσηγήσατο. | ] |
| tau | 622 | [ | Τιμόθεος· ὄνομα κύριον. ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. Ἀριστοφάνης Πλούτῳ. οὗτος ὁ Τιμόθεος πλούσιος ὤν, στρατηγὸς Ἀθηναίων, τεῖχος ᾠκοδόμησεν. ὃς ἐς τοσοῦτον ἤρθη τύχης, ὡς τὸν δαίμονα φαίνεσθαι ὄψει τούτῳ. ἐποίουν τε αὐτὸν ἐν εἰκόσιν οἱ ζωγράφοι κοιμώμενον, καὶ τὰς τύχας φερούσας αὐτῷ εἰς δίκτυα πόλεις, καὶ πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλαζονευόμενος δὲ ἐπὶ εὐτυχίᾳ ὁ Τιμόθεος ἔφη, αὐτοῦ εἶναι μᾶλλον ἢ τῆς τύχης τὰ κατορθώματα. διὸ καὶ ἠτύχησεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς τύχης. πολλοὶ δὲ Τιμόθεοι κωμῳδοῦνται· νῦν δὲ τὸν στρατηγὸν λέγει. | ] |
| tau | 683 | [ | Τί ταῦτα· ἀντὶ τοῦ διατί; Ἀριστοφάνης· τί ταῦτ’ ἔχουσαι κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν; | ] |
| tau | 687 | [ | Τίτθαι· Ἀριστοφάνης· κᾆθ’ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. οὕτω καλοῦνται αἱ[ παρὰ] τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρέφουσαι τὰ παιδία· αἵτινες διὰ τὸ μὴ δύνασθαι τὰ παιδία ὁλοκλήρους τὰς τροφὰς ἐσθίειν, διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα, ἐξαίρουσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμβαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατεσθίειν τὰ πλείονα. οὕτω ὁ Κλέων ὀλίγα μὲν τῷ δήμῳ χαριζόμενος τὰ πλείω ἐκέρδαινε· μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντιθεῖς, αὐτὸς δὲ ἐκείνου τριπλάσιον κατέσπακας. | ] |
| tau | 739 | [ | Τόκος· Ἀριστοφάνης Νεφέλαις· τοῦτο δ’ ἔσθ’ ὁ τόκος τί θηρίον; τί δ’ ἄλλο γ’ ἢ κατὰ μῆνα καὶ καθ’ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίνεται, ὑπορρέοντος τοῦ χρόνου; | ] |
| tau | 743 | [ | Τολμῆσαι· ὑπομεῖναι. Νόμων θʹ· εἰ πατέρα ἀποκτείνει τις, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα. καὶ ἐν βʹ τολμῶν, ἀντὶ τοῦ τολμῶν ὑπομένοι. καὶ Ἀριστοφάνης· ὦ μιαρὲ καὶ τολμηρὲ κἀναίσχυντε σύ, καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε; | ] |
| tau | 772 | [ | Τοξότης· ὑπηρέτης. Ἀριστοφάνης· τοξότης συνήγορος, ὥσπερ Εὔαθλος. ἀντὶ τοῦ ὑπηρέτης. τοξοποιεῖν· μὴ σκυθρώπαζ’ · οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀντὶ τοῦ σκυθρωπάζειν· ἀπὸ τοῦ παρακολουθοῦντος· τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος· οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. Σοφοκλῆς κατὰ τὸ ἐναντίον· ὡς ἂν Διὸς μέτωπον ἰάνθη χαρᾷ. Τοξότου· δημοσίου ὑπηρέτου, ἐπόπτου καλουμένου. | ] |
| tau | 809 | [ | Του· καὶ ἐπὶ θηλυκοῦ τάττεται, ὥσπερ τὸ τίνος. Ἀριστοφάνης Ἀμφιάρεῳ· ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. ἐπὶ δὲ οὐδετέρου Δαναΐσιν· ἀλλ’ εἴσιθ’ , ὡς τὸ πρᾶγμα λέξαι βούλομαι τουτί· προσόζειν γὰρ κᾄκ του μοι δοκεῖ. ἐπὶ δὲ ἀρσενικοῦ Κοριαννοῖ Φερεκράτης· πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του. | ] |
| tau | 826 | [ | Τουννουτουΐ· μικροῦ. συναγαγὼν δὲ τοὺς δακτύλους τοῦτό φησιν. Ἀριστοφάνης Νεφέλαις· σκέψαι τοίνυν ἀπὸ γαστριδίου τουννουτουῒ οἷα πέπορδας. | ] |
| tau | 829 | [ | Τοὖπος· τὸ ἔπος. κἄστ’ ἐκεῖνο τοὖπος ὀρθῶς, κ οὐ κακῶς εἰρημένον, παρ’ Ἀριστοφάνει· οὔτε σὺν πανωλέθροισιν, οὐδ’ ἄνευ πανωλέθρων. ἐν παροιμίᾳ τοῦτο λέγεται· κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημότα, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ. | ] |
| tau | 838 | [ | Τοὔστρακον· τὸ ὄστρακον. Ἀριστοφάνης· καὶ παράθου τοὔστρακον πρὸ τῆς θύρας. τὰ καλούμενα ἀρδάνια. | ] |
| tau | 858 | [ | Τὼ μηρὼ μὴ συνέχειν· τούτεστι μὴ σφίγγειν, ἀλλ’ ἀνειμένως διάγειν καὶ μὴ ἐκθλίβειν τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς. Ἀριστοφάνης Νεφέλαις. | ] |
| tau | 871 | [ | Τῶν τριῶν κακῶν ἕν· λεγόμενόν τί ἐστι. καὶ Μένανδρος δύο προθείς, ὡς παροιμιῶδες ἐπιλέγει παίζων τό, ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν. ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισε προστίματα. Πολύζηλος Δημοτυνδάρεῳ· τριῶν κακῶν γοῦν ἦν ἑλέσθαι αὐτῷ τι πᾶσ’ ἀνάγκη, ξύλον ἐφέλκειν ἢ πιεῖν κώνειον ἢ προδόντα τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι. ταῦτ’ ἔστι τρία Θηραμένους, ἅ σοι φυλακτέ’ ἐστίν. Ἀριστοφάνης Τριφάλητι· ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί. | ] |
| tau | 872 | [ | Τῷ νῦν λόγῳ· ἀντὶ τοῦ ποίῳ; καί, τῷ τοῦτο κρίνεις; ἀντὶ τοῦ ποίῳ σημείῳ; Ἀριστοφάνης Πλούτῳ. ἡ τύχη κενῶς κεκληρονόμηκε τοιαύτην φήμην. αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον. | ] |
| tau | 883 | [ | Τὠφθαλμὼ παραβάλλῃ· Ἀριστοφάνης Νεφέλαις. τουτέστι τοῖς ὀφθαλμοῖς ὑφορᾷς καὶ ὑποβλέπῃ. Ὅμηρος· ὑπόδρα ἰδών. οὕτω γὰρ ἐβάδιζεν ὁ Σωκράτης. καὶ Πλάτων περὶ αὐτοῦ· ταυρηδὸν ὑποβλέψας, ὥσπερ εἰώθει. | ] |
| tau | 886 | [ | Τραγαλίζοντα· Ἀριστοφάνης· ὡς ᾔσθηνται τὸν σύρφακα... ἐκ κιθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν. | ] |
| tau | 894 | [ | Τραγικώτερος· ἀξιοπιστότερος· ἢ ἀτυχέστερος. Ἀριστοφάνης· οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. αἰνίττεται δὲ τὰ περὶ Ἰκάρου λεγόμενα. ἢ ἐπεὶ δοκεῖ ὁ Βελλεροφόντης τὴν τοῦ Προίτου γυναῖκα μετὰ τὴν τῆς Χιμαίρας ἀναίρεσιν ἐπανελθὼν εἰς Κόρινθον ἐξαπατῆσαι καὶ ὡς γυναῖκα ἐπιβιβάσας τοῦ ἵππου τοῦ Πηγάσου εἰς μέσην ῥίψαι τὴν θάλασσαν. ὅτι οἱ ἑπτὰ τραγικοὶ Πλειὰς ἐπεκλήθησαν. | ] |
| tau | 899 | [ | Τραγῳδία· δεινοπάθεια. Ἀριστοφάνης Πλούτῳ· ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας. τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει, ἐν δὲ ταῖς τραγῳδίαις μετὰ λαμπάδων εἰσήρχοντο αἱ Ἐριννύες. τὸ δὲ ὅπως ἐγένοντο, τραγῳδίαν βουλομένου γράφειν ἐστίν, οὐχ ἱστορίαν συγγράφοντος. καὶ αὖθις· παθοῦσα τραγῳδίας ἄξια. | ] |
| tau | 903 | [ | Τράμις· ὁ πρωκτός. Ἀριστοφάνης· αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὸν τράμιν. | ] |
| tau | 932 | [ | Τρέψομαι· νικήσω. Ἀριστοφάνης· ἐγώ σε τῇ βοῇ ταύτῃ τρέψομαι. ἀντὶ τοῦ νικήσω βοῶν. | ] |
| tau | 941 | [ | Τριακοντούτης· παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν. καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ τριακοντούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀριστοφάνης. | ] |
| tau | 946 | [ | Τριβή· ἡ τρῖψις. Ἀριστοφάνης· οὗτος μὲν οὖν οὐκ ἄχαρις ἐς τὴν τριβήν. ἀπὸ μεταφορᾶς τῶν εὐΰφων ἱματίων, τῶν ὑπουργούντων εἰς τρῖψιν καὶ φόρεσιν πολλοῦ χρόνου. | ] |
| tau | 948 | [ | Τριβολεκτράπελα· ἐκ τοῦ τριβόλου καὶ ἐκτραπέλου σύγκειται. σκληρὰ καὶ ἀπόβλητα καὶ ἀπαίδευτα. Ἀριστοφάνης Νεφέλαις· οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελα, οἷά περ οἱ νῦν. | ] |
| tau | 953 | [ | Τρίβων· ἔμπειρος. Ἀριστοφάνης· ἐτύγχανε γὰρ οὐ τρίβων ὢν ἱππικῆς. καὶ Τρίβωνος, ἐμπείρου. | ] |
| tau | 954 | [ | Τρίβωνα· στολισμόν. οἱ γὰρ φιλόσοφοι ἐν τῷ τρίβωνι ἐχείμαζον, μηδὲν ἐσθίοντες. καὶ Ἀριστοφάνης· μήτε ῥιγῶν ἀπέχθῃ λίαν μήτ’ ἀριστᾶν ἐπιθυμῇς, οἴνου τ’ ἀπέχῃ καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων. | ] |
| tau | 969 | [ | Τριέμβολον· πολλάκις ἐμβάλλεσθαι δυνάμενον. Ἀριστοφάνης· ὥστε θαυμάζειν, ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. ἔστι δὲ καὶ πλοίου τις κατασκευή. καὶ γὰρ δεκέμβολον τὴν τοῦ Νέστορος ναῦν, ἐν Μυρμιδόσι. τριέμβολον οὖν ἐπίφθεγμα τάχους. | ] |
| tau | 974 | [ | Τριηραρχεῖν· καὶ τριηραρχία, λειτουργία παρὰ Ἀθηναίοις δαπανηρά. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. Ἀριστοφάνης· ἐγώ σε ποιήσω τριηραρχεῖν. | ] |
| tau | 989 | [ | Τρίμμα· ὁ τετριμμένος ἐν τοῖς πράγμασι. καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· λέγειν γενήσῃ τρίμμα. τουτέστι τετριμμένος, ἱκανὸς καὶ δεινὸς ἔσῃ λέγειν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναισχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου, περίτριμμα ἀγορᾶς αὐτὸν καλεῖ. | ] |
| tau | 998 | [ | Τριώβολον· τὸ τρεῖς ὀβολοὺς ἔχον. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζοίμεθ’ ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ. οὐδεὶς ἐδίκαζεν, εἰ μὴ ἐπέβαινε τῶν ξʹ ἐνιαυτῶν. ὅσοι δὲ τελείας ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοί, πείσαντες τὴν πόλιν. ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο. | ] |
| tau | 1000 | [ | Τρίπαλαι· ἐπίρρημα χρόνου δηλωτικόν. Ἀριστοφάνης· τρίπαλαι κάθημαι βουλόμενός σ’ εὐεργετεῖν. ἐγὼ δὲ δεκάπαλαι. ἢ χιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι. ἐγὼ δὲ τρισμυριόπαλαι καὶ πρόπαλαι, πάλαι, πάλαι. | ] |
| tau | 1031 | [ | Τριφάλης, Τριφάλητος· ὄνομα κύριον παρὰ Ἀριστοφάνει. | ] |
| tau | 1038 | [ | Τριχίδες· εἶδος ἰχθύος, αἱ λεγόμεναι θρίσσαι. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδων πεπλησμένος. | ] |
| tau | 1042 | [ | Τρίψεις· ἀντὶ τοῦ διατρίψεις, διατελέσεις. Ἀριστοφάνης Πλούτῳ· ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν. | ] |
| tau | 1049 | [ | Τρόπαια· νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι. | ] |
| tau | 1052 | [ | Τροπίας οἶνος· τετραμμένος καὶ ἐξεστηκώς. Ἀριστοφάνης Δαιταλεῦσι· ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε. | ] |
| tau | 1072 | [ | Τροχισθεῖσα· βασανισθεῖσα. ἀπὸ τοῦ τροχοῦ, ὅπερ ἐστὶν ὄργανον βασανιστικόν, διατεῖνον τὰ σώματα. καὶ Ἀριστοφάνης· ἐπὶ τροχοῦ γ’ ἕλκοιτο μαστιγούμενος. οὕτω γὰρ οἱ δοῦλοι ἐπὶ τροχοῦ δεσμούμενοι ἐτύπτοντο. καὶ αὖθις· ἐπὶ τοῦ τροχοῦ σε δεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας. | ] |
| tau | 1073 | [ | Τροχός· ξύλινόν τι ἦν ὁ τροχός, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. Ἀριστοφάνης· εἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβῃ, ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, ἐπὶ τοῦ τροχοῦ ἕλκοιτο μαστιγούμενος. | ] |
| tau | 1085 | [ | Τρώξονται· φάγωσιν. Ἀριστοφάνης· ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων. ἆρα τρώξονται; | ] |
| tau | 1090 | [ | Τρυγαῖος Ἀθμονεύς· Ἀριστοφάνης ἀντὶ τοῦ ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων. ἐπὶ τῶν ἀπραγμόνων, παρ’ ὅσον οἱ γεωργοί, μάλιστα οἱ δεξιοί, ἀπραγμοσύνην ἀσπάζονται. καὶ Τρυγαῖος μὲν παρὰ τὸ τρυγᾶν· ἁρμόζει γὰρ γεωργοῖς. Ἀθμονεὺς δὲ ἀπὸ δήμου Ἀττικοῦ. | ] |
| tau | 1095 | [ | Τρυγονῶσα· ἡσύχως κνῶσα. Ἀριστοφάνης· τρυγονῶσα τὴν θύραν. | ] |
| tau | 1096 | [ | Τρυγός· τῆς τοῦ οἴνου ὑποστάθμης. Ἀριστοφάνης· ὄζων τρυγός. καὶ αὖθις· ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγί. Ἀριστοφάνης φησί. | ] |
| tau | 1099 | [ | Τρύγοιπος· ὁ ὑλιστὴρ ὁ σάκκινος. Ἀριστοφάνης Πλούτῳ· ἀλλ’ ἔστι τρὺξ παλαιὰ καὶ σαπρά. οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ ἰάσεται προπαροξυτόνως. καὶ Τρυγοιπῶ, ῥῆμα. | ] |
| tau | 1103 | [ | Τρυσιβίου γαστρός· καταπονούσης τὸν βίον. Ἀριστοφάνης Νεφέλαις. | ] |
| tau | 1133 | [ | Τοιουτονὶ Θεμιστοκλῆς οὐ πώποτ’ ἐπενόησεν· Ἀριστοφάνης. ἢ διὰ τὸ τειχίσαι τὸν Πειραιᾶ· ἢ ὅτι σοφίας δόξαν ἀπηνέγκατο Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν· τεῖχος Τριτογενείῃ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ἄλλων δὲ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξύλινον τεῖχος. | ] |
| tau | 1148 | [ | Τύκος· ἐργαλεῖόν τι, ᾧ τοὺς λίθους περικόπτουσι καὶ ξέουσιν. ἔνθεν καὶ τὸ ἐτύκιζον, ἀντὶ τοῦ ἔξεον, ἔκοπτον. Ἀριστοφάνης Ὄρνισι· τούτους δ’ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσι. | ] |
| tau | 1150 | [ | Τύλα, καὶ τύλος ἀρσενικῶς, τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἴστω γ’ Ἡρακλῆς, ἔκαμον τὰν τύλαν κακῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπε. Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην. | ] |
| tau | 1171 | [ | Τυννουτονί· δεικτικῶς· ἀντὶ τοῦ μικρόν. Ἀριστοφάνης· παιδάριον ὂν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας. καὶ Τυννουτωῒ συνάγων τοὺς δακτύλους φησὶν ἀντὶ τοῦ μικρῷ· Ἀριστοφάνης· ἐν πλοιαρίῳ τυννουτωῒ ἀνὴρ γέρων ναύτης διάξει. περὶ τοῦ Χάροντος λέγων τοῦ περάματος τοῦ πλοίου. | ] |
| tau | 1172 | [ | Τυντλάζειν· αὐτὸ καὶ αὐτὸ λέγειν. Ἀριστοφάνης· οὐ γὰρ οἷόν τ’ ἐστὶ πάντως οἰναρίζειν τήμερον, οὐδὲ τυντλάζειν· ἐπειδὴ παρδακὸν τὸ χωρίον. | ] |
| theta | 18 | [ | Θαλῆς, ὁ φυσικὸς φιλόσοφος, ἐπὶ Δαρείου προειπὼν τὴν τοῦ ἡλίου ἔκλειψιν. καὶ Ἀριστοφάνης φησίν, ἄνθρωπος Θαλῆς. ἀντὶ τοῦ ἄκρος τὴν ἀστρονομίαν. κλίνεται δὲ Θαλοῦ· Θάλης δὲ Θάλητος. παρατηρητέον δέ, ὡς ὅτι ἀπ ' εὐθείας τῆς Θαλῆς, ὡς Ἑρμῆς Ἑρμῆν, Θαλῆν ἔκλινεν Ἀριστοφάνης. καὶ Ἑρμέας ὡς Θαλέας. διχῶς δὲ τοὔ νομα ἐκφωνητέον· βαρυτόνως μὲν Θάλης, ὡς Χρέμης, οὗ ἡ γενικὴ Θάλητος, ὡς Χρέμητος. | ] |
| theta | 33 | [ | Θαλφθῇ· ἐξαπατηθῇ τῇ τῶν λόγων περιδρομῇ, δελεασθῇ. Ἀριστοφάνης· ἤδη κρατήσειν, αἴκε μὴ θαλφθῇ λόγοις. καὶ Θαλπόμενοι, ἐξαπατώμενοι. | ] |
| theta | 58 | [ | Θασίαν κυκῶσι λιπαράμπυκα. διαφέρει δὲ θάρσος θράσους· θάρσος μὲν γὰρ λέγεται τὸ εὔλογον παράστημα τῆς ψυχῆς, θράσος δὲ τοὐναντίον. Ἀριστοφάνης. οἷον φιάλην Θασίου οἴνου πεπληρωμένην. ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει· λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν οἶνον καταχρηστικῶς. λείπει τὸ λάγυνον, ἐπεὶ καταχρίονται πίσσῃ τὸ στόμα· οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος εὐδοκίμει παρ' Ἀθηναίοις. οἱ δέ, ὅτι Θάσιοί τινες ῥαφανῖδες λέγονται. λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιον βάμμα φασὶ λέγεσθαι. οἱ δὲ τὴν λεγομένην θερμοπότιδα, ἢ Θασίαν ζωμάλμην, εἰς ἣν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων. | ] |
| theta | 171 | [ | Θεόπομπος, Θεοδέκτου ἢ Θεοδώρου, Ἀθηναῖος, κωμικός. ἐδίδαξε δράματα κδʹ. ἔστι δὲ τῆς ἀρχαίας κωμῳδίας κατὰ Ἀριστοφάνην. δράματα δὲ αὐτοῦ εἰσὶ καὶ ἄλλα πολλά. ὅτι Ἀσκληπιὸς καὶ τῶν ἐν παιδείᾳ ἦν προμηθής. φθόῃ γοῦν Θεόπομπον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο καὶ κωμῳδίαις αὖθις διδάσκειν ἐπῆρεν, ὁλόκληρόν τε καὶ σῷν καὶ ἀρτεμῆ ἐργασάμενος. καὶ δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου· πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος· Τισαμενοῦ γὰρ ἦν υἱός· εἴδωλον Παρίας λίθου. καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργὲς κλίνη καὶ αὐτὴ λίθου. ἐπ' αὐτῆς κεῖται νοσοῦν τὸ ἐκείνου φάσμα, χειρουργίᾳ φιλοτέχνῳ· παρέστηκε δὲ ὁ θεὸς καὶ ὀρέγει οἱ τὴν παιώνιον χεῖρα, καὶ παῖς νεαρὸς ὑπομειδιῶν καὶ οὗτος. τί δὲ ἄρα νοεῖ ὁ παῖς; ἐγὼ συνίημι, τοῦ φιλοπαίστην ποιητὴν ὑποδηλοῦν. γελᾷ γὰρ καὶ τῆς κωμῳδίας τὸ ἴδιον διὰ συμβόλων αἰνίττεται. εἰ δὲ ἄλλος νοεῖ ἑτέρως, κρατείτω τῆς ἑαυτοῦ γνώμης, ἐμὲ δὲ μὴ ἐνοχλείτω. | ] |
| theta | 180 | [ | Θεός· Ἀριστοφάνης· ὅταν τις θεῶν βλάπτῃ, δύναιτ ' ἂν οὐδ ' ἂν ἰσχύων φυγεῖν. ὅμοιον τούτῳ τὸ Πινδαρικόν· θεὸς καὶ πτερόεντ ' ἀετὸν ἔκιχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα. καὶ παροιμία· Θεὸς ἡ Ἀναίδεια. λέγεται κατὰ τῶν δι' ἀναισχυντίαν τινὰ ὠφελούντων. ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. | ] |
| theta | 184 | [ | Θεοσέπτου· βροντῆς θεοσέπτου, ὑπὸ θεῶν καταπεμφθείσης, θείας τινὸς καὶ τετιμημένης. βροντῆς μυκησαμένης θεοσέπτου. Ἀριστοφάνης Νεφέλαις. Σοφοκλῆς δὲ λέγει· ἥκοι γὰρ ἂν θεία νόσος. τουτέστιν ἡ ἐκ θεοῦ κατασκήψασα εἴς τινα. περὶ τῆς μανίας Αἴαντος. | ] |
| theta | 238 | [ | Θερίζειν· ἀντὶ τοῦ καταβάλλειν. Ἀριστοφάνης· μέλλω γέ τοι θερίζειν. ἀντὶ τοῦ καταβάλλειν. ἀπὸ μεταφορᾶς τῶν θεριζόντων, ὅτι τὰ δράγματα τιθέασιν· ἢ ὅτι πολλοῦ ἐθέριζον διὰ τὸν πόλεμον. | ] |
| theta | 246 | [ | Θερμόν· παράδοξον. Ἀριστοφάνης Πλούτῳ· ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν, ἀνθρωπαρίω κακοδαίμονε. καὶ Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖς ἐλπίσι θερμαίνεται. | ] |
| theta | 262 | [ | Θέσεις· αἱ καταβολαὶ τῶν πρυτανείων, ὅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης. Ἀριστοφάνης· ἵν ' αἱ θέσεις γίνοιντο τῇ νουμηνίᾳ. Εὐνάπιος· τῶν δὲ Ῥωμαίων ἐπ' αὐτὸ τοῦτο βιαζομένων ἄπορον αὐτοῖς ἀποδεῖξαι καὶ πλῆθος καὶ θέσιν καὶ βέλη καὶ μηχανὰς καὶ μεγέθη ποταμῶν, πρὸς τὸ μὴ πάντως ἡττᾶσθαι σφῶν, καὶ ὁμολογεῖν εἶναι χείροσιν. ἔλεγε Κράντωρ ὁ φιλόσοφος, τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. | ] |
| theta | 270 | [ | Θεσμοφόρια· ὄνομα ἑορτῆς. ὥσπερ ἐν θεσμοφορίοισι νηστεύομεν ἂν θυηλῶν. Ἀριστοφάνης. | ] |
| theta | 281 | [ | Θεσπιῳδεῖ· χρησμολογεῖ. Ἀριστοφάνης Πλούτῳ· ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου. ἠτυμολόγηται δὲ ἡ λέξις παρὰ τὸ θεοπεδωδεῖν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν. ἐτραγικεύσατο δὲ τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη ἐχρησμῴδει. ἐκαλεῖτο δὲ τὸ μέρος ἐν ᾧ ἐκάθητο ὅλμος. | ] |
| theta | 283 | [ | Θέσπις· ὄνομα κιθαρῳδοῦ. Ἀριστοφάνης· ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαῖ ' ἐκεῖν ', οἷς Θέσπις ἠγωνίζετο. | ] |
| theta | 289 | [ | Θετταλὴ γυνή· ἐπὶ τῶν φαρμακίδων. διαβάλλονται γὰρ οἱ Θετταλοὶ ὡς γόητες· καὶ μέχρι καὶ νῦν φαρμακίδες αἱ Θετταλαὶ καλοῦνται. φασὶ δὲ ὅτι ἡ Μήδεια φεύγουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ, καὶ ἀνέφυσαν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ ἀναγινώσκουσιν. Ἀριστοφάνης· γυναῖκα πριάμενος Θετταλὴν καθέλκοιμι νύκτωρ τὴν σελήνην· εἶτα καθείρξαιμ ' ὥσπερ κάτοπτρον. ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδὴς ὡς ἔσοπτρον. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς τούτῳ κατάγειν τὴν σελήνην. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληροσελήνου τῆς σελήνης οὔσης, εἴ τις ἔσοπτρον ἐπιγράψειεν αἵματι, ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνον ἀτενίσαι πλησίον εἰς τὸν τῆς σελήνης κύκλον, ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα, ὡς τῇ σελήνῃ γεγραμμένα. | ] |
| theta | 304 | [ | Θεῖ· εὐκόλως ῥεῖ. Ἀριστοφάνης· νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ ' ἐλαύνομεν. παρὰ τὴν παροιμίαν· ἀλλ' ὅταν ἀργύριον ᾖ, πάντα θεῖ κἐλαύνεται. οὔτ ' ἀνέμοις οὔτε κώπαις πλέομεν. | ] |
| theta | 378 | [ | Θίασος· χορός. καὶ Θιασώτης. Ἀριστοφάνης· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. θίασόν τε μίμων καὶ κορδακιστῶν περὶ αὑτὸν μάλα πλῆθος εἶχε. | ] |
| theta | 386 | [ | Θῖνα· αἰγιαλόν, σωρόν. Ἀριστοφάνης· τὸν θῖνά μου ταράττεις καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον· κοὐκ οἶδ ' ὅ τι χρῆμά με ποιεῖς. ἐν Ἐπιγράμμασι· καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον. | ] |
| theta | 429 | [ | Θωμούς· σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται καὶ οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφή, πρὶν ἐκπυρωθῆναι. Ἀριστοφάνης· εἴθ ' αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τύφῳ καὶ πρηστῆρι ξυστρέψας καὶ ξυγγογγυλίσας οἴχοιο φέρων. καὶ αὖθις ἐν Ἐπιγράμμασι· ἀκτά τε Κρηταιῒς ἐϋτριβέος τεροειπ θωμοῦ. | ] |
| theta | 433 | [ | Θωπεύει· αἰτιατικῇ. ἀπατᾷ. ἐν Ἐπιγράμμασι· ὅτι χαλέπτων Κύπριδα θωπεύεις, δεσποτικὴν ὀδύνην. καὶ Ἀριστοφάνης· εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, εὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. λιπαρὰς ἀφύας, ἀντὶ τοῦ εὐτελῆ τιμήν. λέγεται δὲ καὶ ἑνικῶς ἀφύη. Ἀριστοφάνης ἐν Ταγηνισταῖς· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ ἐσθίων. | ] |
| theta | 451 | [ | Θρανεύσεται· ἐκταθήσεται. θράνον γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. ἡ βύρσα σου θρανεύσεται. Ἀριστοφάνης Ἱππεῦσι. | ] |
| theta | 453 | [ | Θρανίον· θρᾶνος καὶ θράνια, ταπεινά τινα διφρίδια καὶ ὑποπόδια δὲ λέγονται[ καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυσ] · ἐφ ' ᾧ ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς λακτίζοντες αὐτά. Ἀριστοφάνης Βατράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Θράνιος, δίφρος. | ] |
| theta | 456 | [ | Θρᾶνος· ὑποπόδιον. ἔνθεν καὶ θρανίτης. Ἀριστοφάνης Πλούτῳ· ἀντὶ δὲ θράνους κεραμίου μόνου κεφαλὴν κατεαγότος. τουτέστι στάμνου. | ] |
| theta | 464 | [ | Θρᾷττα· Θρᾳκικὴ δούλη, ἐκ Θρᾴκης. Ἀριστοφάνης· Στρυμνοδώρου Θρᾷτταν. τουτέστι Θρᾳκικὴν δούλην. λέγεται καὶ κοινῶς δούλη. | ] |
| theta | 468 | [ | Θραυσάντυγες· σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλάς, ὥς μ' ἀπώλεσας. Ἀριστοφάνης Νεφέλαις. | ] |
| theta | 489 | [ | Θρῖα· τὰ φύλλα τῆς συκῆς. θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ. Ἀριστοφάνης. θρῖον ἔστι σκεύασμά τι παρ' Ἀθηναίοις, ὃ περιλαμβάνει ὕειον στέαρ καὶ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ λεκιθώδους ὠμὸν πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον, ἥδιστον ἀπετέλει βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ σκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλοις συκῆς καὶ ὀπτώμενος. ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. σαπροῦ δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας, μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος. καὶ Ἀριστοφάνης· ἀλλ' ἀπολέσαιμ ' ἂν ἐγκεφάλου θρίω δύο. πρὸς τὸ σχῆμα φησὶ τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ θρῖα συγκείμενον. τουτέστι φύλλα συκῆς. | ] |
| theta | 514 | [ | Θρυαλλίς· ἐσχάρα, λύχνος, ἀκτίς. ὁ σπινθὴρ ὁ ἀπὸ τοῦ πυρός. καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. μέμνηται Ἀριστοφάνης Νεφέλαις. τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. τουτέστι τῶν ἐλλυχνίων. ἢ ἀπὸ θρύου τὸ παλαιὸν τὰ ἐλλύχνια. | ] |
| theta | 520 | [ | Θρύψις· ἡ βλακεία. ἵνα καλλωπίσηται καὶ θρύψει χρήσηται βαρβάρων. ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν. καὶ Ἀριστοφάνης· ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος, μέλιττα μούσης, Χαρίτων θρύμμα, τρυφῆς πρόσωπον, ἄνοιξον. | ] |
| theta | 521 | [ | Θρύψομαι· σφόδρα τρυφήσω, σεμνυνοῦμαι, ἢ ἀντὶ τοῦ συντριβήσομαι. Ἀριστοφάνης· σήμερον ὑπὸ τῶν ἐραστῶν ἐγὼ θρύψομαι. | ] |
| theta | 523 | [ | Θοιμάτιον· τὸ ἱμάτιον. θοιματίου λαβόμενος χαῖρε, εἶπας, τὸ ὄνομα προσθείς. Ἀριστοφάνης· εἰ σωφρονεῖτε, θοιμάτιον λήψεσθ ', ὅπως τῶν Ἑρμοκοπίδων μή τις ὑμᾶς ὄψεται. τουτέστιν εἰ μὴ περιβαλεῖσθε, ἀλλὰ φανερὰ ἕξετε αἰδοῖα, ἀκρωτηριάσει τις ὑμᾶς τῶν Ἑρμοκοπίδων. | ] |
| theta | 534 | [ | Θυεία· ἀγγεῖον, εἰς ὃ ἐμβάλλοντές τινα ἀρτύματα τρίβομεν καὶ λειοῦμεν. Ἀριστοφάνης· καὶ θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. καί, τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. | ] |
| theta | 543 | [ | Θύλακος· ἡ ἀρτοθήκη. Ἀριστοφάνης Πλούτῳ· ὡς ἄλφιτ ' οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. θύλακοι καὶ σφῆνες καὶ ὑπεράλματα γυμνασίων εἴδη. | ] |
| theta | 550 | [ | Θύματα· θυμιάματα. ἀπαρχαί, θυσίαι. Ἀριστοφάνης· τὰ θύματ ' οὐδέν ἐστι πλὴν γένεια καὶ κέρατα. ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας. τάττεται δὲ καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν. ἐπὶ μὲν γὰρ τοῦ βοὸς σφάξειεν, ἐπὶ δὲ τοῦ ψαιστοῦ θυμιάσειεν. | ] |
| theta | 566 | [ | Θυμιτίδων ἁλῶν· οἷον μετὰ θύμου τετριμμένων. Ἀριστοφάνης· περίδου μοι περὶ θυμιτίδων ἁλῶν. | ] |
| theta | 572 | [ | Θύμος· εὐτελὴς βοτάνη. Ἀριστοφάνης Πλούτῳ· ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντε. ἀντὶ τοῦ τῆς αὐτῆς πενίας μετασχόντες· θύμος γὰρ εὐτελὴς βοτάνη. οὐδετέρως τὸ θύμον, βραχυπαράληκτον. παρῴδηται δὲ ἐκ τῶν Ἡσιόδου· οὐδ ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ. ἀντὶ τοῦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν, διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν. ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει. | ] |
| theta | 576 | [ | Θυμοσοφικώτατος· Ἀριστοφάνης· εἶτ ' Ἀριφράδην, πολύ τι θυμοσοφικώτατον, ὅντινά ποτ ' ὤμοσε μαθόντα παρὰ μηδενός, ἀλλ' ἀπὸ σοφῆς φύσεως αὐτόματον ἐκμαθεῖν γλωττοποιεῖν, εἰς τὰ πορνεῖα εἰσιόνθ ' ἑκάστοτε. | ] |
| theta | 577 | [ | Θυμόσοφος· εὐμαθής, φυσικός, εὐφυής. ἐκ τοῦ ἰδίου θυμοῦ σοφός, καὶ οὐκ ἐκ μαθήσεως. τοὺς οὖν ἐκ φύσεως ὀξυμαθεῖς οὕτως ἐκάλουν. Ἀριστοφάνης Νεφέλαις· ἀμέλει, δίδασκε· θυμόσοφός ἐστι φύσει. | ] |
| theta | 583 | [ | Θυννοσκόπος· καθάπερ τὸν θυννοσκόπον εἰσιόντες εἰς τὸ δίκτυον οὐ λανθάνουσιν οἱ θύννοι, οὕτως οὐ λανθάνουσι τὸν Κλέωνα τῆς πόλεως ἐπιβαίνοντες οἱ τοὺς φόρους φέροντες. προαρπάζει οὖν τούτους, δέον τὴν πόλιν λαμβάνειν τούτους. ὀνειδίζει οὖν αὐτῷ, ὅτι τὰ δημόσια νοσφίζεται χρήματα. ἅμα δὲ καὶ εἰς ὀψοφαγίαν αὐτὸν διαβάλλει. Ἀριστοφάνης· ἢ βωμολόχοις ἔπεσι χαίρει μὴ ' ν καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει ἢ προδίδωσι φρούριον ἢ τἀπόρρητ ' ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ἄν, εἰκοστολόγος. | ] |
| theta | 584 | [ | Θυννοσκοπῶν· Ἀριστοφάνης. ἐπεὶ οἱ θυννοσκόποι ἐφ ' ὕψους ἱστάμενοι τὴν κατασκοπὴν τῶν εἰσιόντων θύννων εἰς τὰ δίκτυα ποιοῦνται. καὶ αὖθις· ἄνθρωπος οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ' οὐδὲ πατρός φασι πλὴν ὅσον, ἀπὸ θυννοσκοπείου ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενος. | ] |
| theta | 600 | [ | Θύρασιν· Ἀριστοφάνης. ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἀντὶ τοῦ ἐξ ἑτοίμου ἐστὶ παρεσκευασμένος. | ] |
| upsilon | 6 | [ | Ὑάλη· ὕαλος. Ὕαλός ἐστιν ἀφ’ ἧς πῦρ ἅπτουσι. καί φησιν Ἀριστοφάνης· ὁπόταν γράφοιτο ἡ δίκη, ἀπωτέρω στὰς ὡδὶ πρὸς τὸν ἥλιον τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης. ἔστι δὲ κατασκεύασμα ὑάλου τροχοειδὲς ἠλέκτρου, εἰς τοῦτο τεχνασθέν· ὅπερ ἐλαίῳ χρίσαντες καὶ ἡλίῳ θερμήναντες προσάγουσι θρυαλλίδα καὶ ἅπτουσι. τοῦτο οὖν ὁ γέρων πρὸς Σωκράτην διαλεγόμενός φησιν, εἰ ὑφάψαιμι διὰ τῆς ἠλέκτρου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γράμματος, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης. | ] |
| upsilon | 18 | [ | Ὕβρισεν οὐχ ὁ πατάξας, ἀλλ’ ὁ ἐπιπλήξας καὶ ὀνειδίσας. καὶ σύνταξις· ὑπὸ ἀγανακτήσεως καὶ πρὸς ὕβρεως τιθέμενος, ὅτι μὴ τὰ πρῶτα ἐπεπίστευτο τὴν στρατιάν. Ἀριστοφάνης· εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστί, καὶ πολλὴ τρυφή( ἀντὶ τοῦ ἀλαζονεία) , ὅτ’ ἐγὼ μὲν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ· τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο. | ] |
| upsilon | 79 | [ | Ὑηνεία· μωρία. Ἀριστοφάνης· ἵνα μὴ γένηται Θεαγένους ὑηνία. διεβέβλητο γὰρ οὗτος ὡς μωρὸς καὶ συώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι καὶ θρύπτεσθαι ἐπὶ πλούτῳ· ἦν δὲ καὶ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τινὲς δὲ ὑηνείαν τὴν δυσωδίαν τὴν ἐκ τῶν χοίρων φασίν· οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀποπατοῦσι καὶ εἰς βόρβορον διαλύονται. ἦν δὲ καὶ ἄλλος, ὁ εἰς Ὅμηρον [+] γράψας· ὃς ἐπὶ μαλακίᾳ διεβάλλετο. ἡ νῦν γενεὰ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένη, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσα, δειλίᾳ σύνοικος καὶ πάσῃ ὑηνείᾳ, φιλοχρήμων, μικροπρεπής, δουλεύειν ἐθέλουσα, ἀσφαλῶς οὐδέν τι μέγα οὐδὲ ἐλεύθερον διαπραττομένη, ἀνδραποδώδης καὶ ἀσθενής, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσα οὔτε θυμῷ γενναίῳ χρωμένη· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον, ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον. τοιάνδε εἶναι καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυε τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων. Ὑηνία δὲ ἡ συγγένεια. | ] |
| upsilon | 82 | [ | Ὕης, Ὕου. ἐπίθετον Διονύσου· ὡς Κλείδημος. ἐπειδή, φησίν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον. ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγεσθαι καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸ Ὕην. | ] |
| upsilon | 122 | [ | Ὑομουσία· ἀπαιδευσία, χοιρωδία. Ἀριστοφάνης· θαυμάζω τῆς ὑομουσίας. | ] |
| upsilon | 142 | [ | Ὑπαγωγεύς· ἐργαλεῖόν τι τεκτονικόν· ὥς τινες σιδηροῦν, οἷον πτυΐδιον, ᾧ χρῶνται οἱ κονιαταί. οἱ δὲ ἐργαλεῖον οἰκοδομικόν, ᾧ ἀπευθύνουσι τὰς πλίνθους πρὸς ἀλλήλας· ὅ τινες παράξυστον καλοῦσιν. οἱ δὲ πηλόν τινα· καθὼς καὶ Ἕρμιππος· ξύνεστι γὰρ δὴ δεσμῷ μὲν οὐδενί, τοῖσι δ’ ὑπαγωγεῦσι τοῖς ἑαυτοῦ τρόποις. καὶ Ἀριστοφάνης Ὄρνισι· καὶ νὴ Δία γ’ αἱ νῆτται περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ’ ἔχουσαι. ἐζωσμέναι δὲ αἱ νῆτται διὰ τὸ ἔχειν ζώνην λευκήν. | ] |
| upsilon | 154 | [ | Ὑπαποτρέχειν· ὀπίσω τρέχειν. Ἀριστοφάνης· τοῖς μὴ παροῦσιν ὀρθρίοις εἰς τὴν Πνύκα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. τουτέστι μηδὲ τὸ τυχόν. | ] |
| upsilon | 190 | [ | Ὑπεκρούσω· ᾐνίξω. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ’ ὑπεκρούσω. ἢ ἀντὶ τοῦ ἐφθέγξω, ἀνεκρούσω. ἀπὸ μεταφορᾶς τῶν κιθαρῶν ἤ τινος ἄλλου ὀργάνου. | ] |
| upsilon | 245 | [ | Ὑπέρβολον· λίθον. ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τῶν τραχήλων ἀπεκρέμαζον. Ἀριστοφάνης· ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον. ἔστι δὲ καὶ ὄνομα κύριον. ἦν δὲ φιλόδικος. Ἀριστοφάνης· οὐ ξυντυχών σ’ Ὑπέρβολος δικῶν ἀναπλήσει. καὶ ζήτει ἐν τῷ ἀναπείσηται περὶ τοῦ Ὑπερβόλου. | ] |
| upsilon | 267 | [ | Ὑπερεπυρρίασεν· Ἀριστοφάνης· ὁδὶ δὲ δείσας ὑπερεπυρρίασεν. ἀντὶ τοῦ πυρρὸς ἐγένετο. | ] |
| upsilon | 390 | [ | Ὑπερφυᾶ τέχνην ἔχων· Ἀριστοφάνης τὸν ἀλλαντοπώλην διασύρων ἐξαίρει τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς· ἀλλαντοπώλης γὰρ ὁ τὰ ἔντερα πωλῶν. | ] |
| upsilon | 393 | [ | Ὑπέρχεται· αἰτιατικῇ. ἀντὶ τοῦ ὑπάγεται τὸν δῆμον καὶ ὑποτρέχει καὶ κολακεύει καὶ καταπραΰνει, ὑπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. Ἀριστοφάνης Ἱππεῦσιν· εἶδες οἷ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί. τοὺς αὐτοὺς δὲ καὶ κορυνηφορεῖς. οἱ δὲ κόβαλον τὴν μετ’ ἀπάτης παιδιάν. ὥσπερ, φησί, γέροντας, δικαστὰς ἐκπανουργεῖ, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν· κόβαλα γὰρ καλοῦσι τὰ πανουργήματα. | ] |
| upsilon | 405 | [ | Ὑπέχει· ὑφίσταται. καὶ τὸ ἀποκρίνεσθαι ὑπέχειν παρὰ Ἀριστοτέλει. ὑπέχειν ῥᾴδιον τὰς θέσεις. Ἀριστοφάνης· καὶ πάνθ’ ὑπέχειν, ὧν σύνοιδεν ἡ κύλιξ. λόγον ὑπέχειν τῆς στρατηγίας. | ] |
| upsilon | 406 | [ | Ὑπέχοντος· κρατοῦντος. Ἀριστοφάνης· κἄπειτ’ ἐχώρουν εἰς ἀγορὰν ἐπ’ ἄλφιτα. ἔπειθ’ ὑπέχοντός μου ἄρτι τὸν θύλακον ἀνέκραγεν ὁ κῆρυξ, μὴ δέχεσθαι μηδένα χαλκοῦν τολοιπόν, ἀργύρῳ γὰρ χρώμεθα. | ] |
| upsilon | 414 | [ | Ὑπειπούσης· παρ’ Ἀριστοφάνει ἀντὶ τοῦ ἠρέμα φθεγξαμένης. κατεσπούδασθαί σοι, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα, ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ συντάξαι. | ] |
| upsilon | 425 | [ | Ὑπηνέμια· ὑπηνεμία ὡς ἡμεῖς λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ· ἐνίοτε πολλοὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτῳ [+] ἀνεμιαῖα. καὶ Μένανδρος Δακτυλίῳ· ἀνεμιαῖον ἐγένετο. τὰ δίχα σπέρματος ἄρρενος. | ] |
| upsilon | 441 | [ | Ὑπνομαχῶ· Ἀριστοφάνης. ἐγὼ δ’ ὑπὸ μεσοπυργίῳ τεταγμένος ὑπνομαχῶ. ἀντὶ τοῦ ἐπαγρυπνῶ. ἦν μὲν γὰρ καὶ ἄλλως ὁ Μάρκελλος ὑπνομαχεῖν πεφυκώς. ἐν δορὶ μέν τοι μάζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός, πίνω δ’ ἐν δορὶ κεκλιμένος. οὐκ οἶδα δ’ εἰ μᾶλλον Ἀρχιλόχῳ προσῆκον ἦν ταῦτα εἰπεῖν. | ] |
| upsilon | 486 | [ | Ὑποδοχῆς· πλήθους. ὑποδοχῆς Διονυσίων. ἀντὶ τοῦ πλήθους, καὶ πολλῶν Διονυσίων. Ἀριστοφάνης. | ] |
| upsilon | 490 | [ | Ὑπόδυθι· ἀντὶ τοῦ καλύπτου. καὶ Ὑπέρεχε ἄνωθεν· Ἀριστοφάνης Ὄρνισι· λαβὼν τουτὶ τὸ σκιάδειον ὑπέρεχε ἄνωθεν. | ] |
| upsilon | 493 | [ | Ὑποζώματα· ξύλα τῆς νεώς. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα ὁ σκυτεὺς πρὸς μάγειρον παίζων εἶπε ζωμεύματα, ὡς ἀρτύσεων ἔμπειρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον καὶ νήσων τινῶν. Ἀριστοφάνης. τοῦτον τὸν ἄνδρ’ ἐγὼ δείκνυμι καὶ φήμ’ ἐξάγειν τῇσι Πελοποννησίων τριήρεσι ζωμεύματα. | ] |
| upsilon | 495 | [ | Ὑποζυγιώδης ἄνθρωπος· ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τι πράττων, ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια. εἴποις δ’ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα. Ἀριστοφάνης. καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων. | ] |
| upsilon | 513 | [ | Ὑποκινήσαντα· κινηθέντα, σαλευθέντα. ἐπὶ τῶν τυπτομένων. Ἀριστοφάνης· σκόπει νῦν, ἤν μ’ ὑποκινήσαντ’ ἴδῃς. | ] |
| upsilon | 529 | [ | Ὑποκρούωσιν· ὑποβάλλουσί σε, λαμβάνονταί σου. Ἀριστοφάνης· τί δ’, ἢν ὑποκρούωσί σε; ἡ δὲ φησί· προσκινήσομαι, ἅτ’ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων. | ] |
| upsilon | 574 | [ | Ὑποσκάλευε· ἀναφύσα, ζωπύρει· Ἀριστοφάνης· τὸ πῦρ ὑποσκάλευε. | ] |
| upsilon | 609 | [ | Ὑποτεμοῦμαι καὶ περικόψω τῆς ἀλαζονείας· Ἀριστοφάνης. οἱ βυρσοδέψαι γὰρ ὑποτέμνουσι τὰ δέρματα διὰ τὸ φαίνεσθαι παχέα. | ] |
| upsilon | 616 | [ | Ὑπότριμμα· ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. Ἀριστοφάνης· βλέπων ὑπότριμμα, ( ἀντὶ τοῦ δριμύ) στέργων σκοροδάλμῃ. τουτέστιν ἡδόμενος δριμέσιν. | ] |
| upsilon | 653 | [ | Ὑπωπιασμέναι· Ἀριστοφάνης· καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι καὶ κυάθους προσκείμεναι. ἀντὶ τοῦ σφόδρα πληγεῖσαι περὶ τὰ ὑπώπια. ὑπώπια δέ ἐστι τὰ ὀγκώματα καὶ κρούματα, ἅπερ κονδύλας φασί. τοῖς κυάθοις δὲ προσθλῶσι τὰ ὑπώπια ἢ ἐν ὀξυβάφοις χαλκοῖς τὰ ὑπώπια ἀνατρίβοντες ἢ τοιούτοις τισὶν ἀφανῆ ποιοῦσιν. Ἀπολλοφάνης· κύαθον λάβοιμι τοῖς ὑπωπίοις. | ] |
| upsilon | 683 | [ | Ὑσπλάτιδος· ὥσπερ ἀπὸ μιᾶς ὑσπλάτιδος. ἀντὶ τοῦ ἀφέσεως, βαλβῖδος, ἀπὸ μιᾶς ἀφετηρίας· ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆρος. Ἀριστοφάνης· αἵπερ ἀπὸ μιᾶς ὑσπλάτιδος ἀπήλαον τοὺς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. τουτέστι τῶν γυναικείων αἰδοίων. | ] |
| upsilon | 692 | [ | Ὕστριξ· ἐκ δέρματος μετ’ αὐτῶν τῶν τριχῶν μάστιξ. ὑστριχίδι μαστιγῶν. Ἀριστοφάνης Βατράχοις. ἢ Ὕστριξ, ἀκανθόχοιρος, ἐχῖνος χερσαῖος. | ] |
| upsilon | 693 | [ | Ὑστριχίς· ἡ ἐξ ὑείων τριχῶν μάστιξ. Ἀριστοφάνης· μῶν ὑστριχὶς εἰσέβαλέ σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον; ἔστι δὲ καὶ ὑστριχὶς θηρίον, τρίχας ἔχον ὑὸς ἃς ἐν τῷ διώκεσθαι ἐξακοντίζει κατὰ τῶν διωκόντων. | ] |
| upsilon | 707 | [ | Ὑφελκτέον τῶν δᾴδων· ἀντὶ τοῦ ὑφαιρετέον. Ἀριστοφάνης· ὑφελκτέον τῶν δᾴδων καὶ ἀπερυστέον τῶν κρεῶν. τοῦτο ποιοῦσιν, ὅταν παφλάζῃ ὁ λέβης, ἀφαιροῦντες ἐκ τῶν κρεῶν. | ] |
| upsilon | 757 | [ | Ὑψικέρατα πέτραν· τουτέστιν ὑψικέρατον, κατὰ μεταπλασμόν. Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις. | ] |
| xi | 25 | [ | Ξενηλατεῖν· Λακεδαιμόνιοι μετὰ πληγῶν ἐξήλαυνον τοὺς ξένους. Ἀριστοφάνης· τί δ’ ἔστι δεινόν; ὥσπερ ἐν Λακεδαίμονι ξενηλατοῦνται καὶ κεκίνηνταί τινες πληγαὶ συχναὶ κατ’ ἄστυ. ποτὲ γὰρ ἐκεῖσε σποδιᾶς γενομένης ξενηλασία γέγονε. | ] |
| xi | 33 | [ | Ξενικὸν ἐν Κορίνθῳ· Δημοσθένης Φιλιππικοῖς [+] καὶ Ἀριστοφάνης. συνεστήσατο δ’ αὐτὸ πρῶτος Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενος τὴν Λακεδαιμονίων μοῖραν κατέκοψεν, στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλικλέους. | ] |
| xi | 35 | [ | Ξενικοῖς· ἀντὶ τοῦ ἀλλοτρίοις καὶ μὴ προσήκουσιν· ὅτι ἀνοίκειον Ἑλλήνων τὸ ἐξαπατᾶσθαι. ἢ ξενικοῖς, τοῖς ἀπὸ τῶν ξένων πρέσβεων λεγομένοις. Ἀριστοφάνης· παύσας ὑμᾶς ξενικοῖσι λόγοισι μὴ λίαν ἐξαπατᾶσθαι. | ] |
| xi | 80 | [ | Ξουθῆς· Ἀριστοφάνης· δι’ ἐμῆς γένυος ξουθῆς μελέων Πανὶ νόμους ἱεροὺς ἀναφαίνω. | ] |
| xi | 85 | [ | Ξυγγέωργος· προπαροξυτόνως· σύνθετον γάρ, ὡς πάγκαλος, πάνσοφος· τὰ γὰρ εἰς ος ὀξύτονα συντιθέμενα βαρύνεται. Ἀριστοφάνης Πλούτῳ· τοὺς ξυγγεώργους κάλεσον. | ] |
| xi | 119 | [ | Ξύναυλον· παρὰ Ἀριστοφάνει ξύναυλον βοάν, τὴν μετὰ αὐλῶν κοινήν. | ] |
| xi | 121 | [ | Ξυνδιήνεγκαν· συνέκαμον, συνεπράξαντο. πολλὰ γὰρ δὴ πράγματα ξυνδιήνεγκαν μεθ’ ἡμῶν, εἰσβολάς τε καὶ μάχας. ἀντὶ τοῦ ὑπερήνεγκαν. οὕτως Ἀριστοφάνης. | ] |
| xi | 125 | [ | Ξυνέβημεν· ὡμονοήσαμεν, συνεφωνήσαμεν. Ἀριστοφάνης Νεφέλαις· εἶτα τῷ χρόνῳ κοινῇ ξυνέβημεν. | ] |
| xi | 129 | [ | Ξυννένοφεν· ἐπινεφῆ καὶ συννεφῆ καὶ συννέφελά ἐστιν. Ἀριστοφάνης Ἀναγύρῳ· καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλ’ εὖ. καὶ ἐν Νήσοις· ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει. ἀντὶ τοῦ σκυθρωπάζουσα. | ] |
| xi | 137 | [ | Ξυνήγαγε· ξυνήρμοσεν. Ἀριστοφάνης Ἀχαρνεῦσι· πόσου τὸν πρωκτὸν συνήγαγε. περὶ Κλεωνύμου. | ] |
| xi | 142 | [ | Ξυνίεις· ὑπονοεῖς. Ἀριστοφάνης Πλούτῳ· εἶτ’ οὐ ξυνίεις τὴν ἐπίνοιαν τοῦ θεοῦ. | ] |
| xi | 151 | [ | Ξυνωμοτῶν· ξυνωμοσίαν πεποιημένων, τουτέστι πίστεις δι’ ὅρκων δόντων ἑαυτοῖς καὶ συνθήκας κατά τινων πεποιηκότων ἐπὶ καταλύσει τινῶν. Ἀριστοφάνης· βοηθεῖθ’ , ὡς ὑπ’ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν. | ] |
| xi | 169 | [ | Ξυστίς· χιτὼν ποδήρης γυναικεῖος. οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα. οἱ δὲ τὸ λεπτόν, παρὰ τὸ ἐξύσθαι. ἰδίως δὲ τὸ τῶν τραγῳδῶν ἔνδυμα. Ξυστὶς λέγεται τὸ κροκωτὸν ἱμάτιον, ὃ οἱ ἡνίοχοι μέχρι νῦν φοροῦσι πομπεύοντες. χρῶνται δὲ αὐτῷ καὶ οἱ τραγικοὶ βασιλεῖς. ξύστιδα δὲ προπαροξυτόνως οἱ Ἀττικοί. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Μεγακλέης ξύστιδ’ ἔχων. Ξύστις ἐστὶ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. | ] |
| zeta | 63 | [ | Ζηλῶ· μακαρίζω. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οὐ ζηλῶ σε τῆς παιδεύσεως. ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας, ἄνθρωπε, τῆς παρούσης. καὶ πάλιν· ζηλῶ σε τῆς εὐγλωττίας. ἀντὶ τοῦ τῆς γραφῆς, τῆς κατηγορίας. καὶ αὖθις· ζηλῶ σε τῆς εὐωχίας, τὸν πρεσβύτην, οἵων μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. ἕτερα δὲ νῦν ἀντιμαθών. | ] |
| zeta | 68 | [ | Ζηλωτότατον· μακάριον. Ἀριστοφάνης· ζηλωτότατον βίον ἀνθρώπων διάξεις. | ] |
| zeta | 187 | [ | Ζυγός· ἐν τοῖς Τακτικοῖς τὸ ἐκ παρεστηκότων ἀλλήλοις πλῆθος. ἐρετικὴ καθέδρα. τὰ τοῖς ζῴοις ἐπιτιθέμενα. καὶ τὸν ζυγὸν ἐν θαλάμῳ. τῶν μουσικῶν ὀργάνων ὁ πῆχυς. τὸ τὰς ἰσότητας διακρῖνον σκεῦος. καὶ αἱ χηλαὶ τοῦ ἐν οὐρανῷ Σκορπίου. καὶ ἡ ζυγοτρυτάνη δὲ στάσιμον. καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύλοις πλαγίοις ἐπὶ τῶν σανδαλίων. Ἀριστοφάνης· τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν. | ] |
| zeta | 192 | [ | Ζυγώθρισον· ἴσωσον, ζυγοστάτησον. ἔασον τὸ ἀπορούμενον, ἔπειτα πάλιν ἀνασκόπησον καὶ οἷον ἀνοίγειν ἀποπειράθητι. τὸ γὰρ ἀναζυγοῦν ἐστι τὸ ἔξωθεν ἀνοίγειν τὴν θύραν. οἱ δὲ ζυγώθρισον, συνάρμοσον, σύμπηξον. Ἀριστοφάνης Νεφέλαις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: