Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059.suda006 (The Republic)

alpha 765[ Ἄθυμος: ἀντὶ τοῦ ἀθυμήτης. Πλάτων Πολιτείας εʹ. ἤγουν ὁ λελυπημένος. οἱ δὲ στρατιῶται καίτοι ἄθυμοι δοκοῦντες καὶ τὰ σώματα πονηθέντες ἐν τῇ προτέρᾳ μάχῃ παρεβάλοντο καὶ ἐνίκησαν. ἀντὶ τοῦ τὴν ψυχὴν κακοί. ]
beta 315[ Βλάκα· αἰτιατική. τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς, ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. Πολιτείας δʹ· βλακικόν τε ἡμῶν τὸ πάθος. ὡς εἰ λέγοι τις πνευμονίαν ἀπὸ τοῦ θαλαττίου ζῴου ὄντος ἀναισθήτου. οἱ δ’ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὐ μνημονεύει καὶ Ἀριστοτέλης. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλος τι βλακεννόμιον, ὃ οἱ ἀστρολόγοι τελοῦσι, διὰ τὸ τοὺς μωροὺς εἰσιέναι πρὸς αὐτούς. ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν βλάκας. ἔστι δὲ μωρός τις μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. ]
beta 374[ Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. Πολιτείας θʹ. καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν καὶ περὶ τὴν Ἀλεξάνδρου μεμηνότες δαῖτα καὶ χεῖρα, καὶ ἄλλοι δὲ καὶ ἄλλοι ὧν εἶπον, Ὀρέστης, Μαρψίας, Καλλίου τοῦ Ἀθηναίου κόλακες σὺν ἑτέροις, καὶ ὅδε παρὰ Ῥωμαίοις Ἄλβιος ὄνομα. ]
delta 1451[ Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας· οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. ]
epsilon 3001[ Ἐρίῳ στέψαντες· ἀντὶ τοῦ στέμμα περιθέντες. Πλάτων Πολιτείας ιʹ. ]
zeta 13[ Ζάλην· μεγάλην ἅλα. ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. καὶ Ζάπλουτος, ὁ σφόδρα πλούσιος. Πλάτων Πολιτείᾳ· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τείχει ὑποστάς. καὶ ἐν Τιμαίῳ· εἴτε ζάλη πνεύματος ὑπ’ ἀέρος φερομένη καταληφθείη. συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. τινὲς ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης. δύναται καὶ ζάλη τὶς εἶναι μεγάλη συστροφὴ ἀνέμου. τινὲς Ζάλην τὴν χάλαζαν. ]
eta 481[ Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πλάτων Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διός. καί φασι δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ. Κλήμης. ἡ ἱστορία καὶ παρ’ Ἐπιχάρμῳ ἐν ΚωμασταῖςἩφαίστῳ. ]
kappa 818[ Κατατείνας ἐρῶ· ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύσομαι. Πολιτείας δευτέρῳ· διὸ κατατείνας ἐρῶ. ὁ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει. καὶ αὖθις· καὶ κατατεινομένω ταῖς στρέβλαις ὑπὲρ τοῦ κατειπεῖν τοὺς συνεγνωκότας. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας, τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους. ]
mu 237[ Μαρτύρονται· ὅταν ἀντὶ τοῦ μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύρονται. ]
mu 726[ Μεταποιεῖσθαι· ἀντὶ τοῦ ποιεῖσθαι. Πλάτων Πολιτικοῖς· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης. ἀντιποιουμένους. Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει· καὶ μάλισθ’ οἱ ἀρετῆς μεταποιούμενοι. σημαίνει ἀντιποιούμενοι. ]
mu 1103[ Μινυρίζω· θρηνῶ· ἢ τὸ ἠρέμα ᾄδω. παρὰ τὸ μεῖον. Πλάτων ἐν τρίτῳ Πολιτείας· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς. ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος καὶ θρηνῶν. ἢ ὀλίγῃ φωνῇ χρώμενος. Ἀριστοφάνης· μινυρίζοντες μέλη ἀρχαιομελισιδωνοφρυνιχήρατα. ]
pi 448[ Παραστησώμεθα αὐτὸν εἰς κρίσιν· Πολιτείας ηʹ. ἀντὶ τοῦ καταστήσωμεν αὐτὸν εἰς κρίσιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται· ὁ δὲ ἐγκαλῶν γράψας τὸ ὄνομα εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθ’ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωσι. ]
pi 1054[ Περιαγειρόμενοι· ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθληταί. Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προυτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν· ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δ’ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ πλησιάζοντες πλέονος ἄξια ἐπετίθεσαν, οἱ δὲ πορρώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης Ἀετύλου φησὶν οὕτως· τίς δὴ τῶν νῦν τοσάδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων. ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν· ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. ]
pi 1707[ Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License