Category:Attic Greek writers) - urn:cts:greekLit:lagl0063| alpha | 138 | [ | Ἄγαμαι καρδίας: Ἀττικῶς, ἀντὶ τοῦ θαυμάζω. Αἰλιανός· ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν οὔτε ἐπαινῶ οὔτε ἄγαμαι. ἐγὼ δὲ ἄγαμαι καὶ τούσδε τοὺς ἄνδρας· τὸν δὲ Ἀκαρνᾶνα μέγιστον καὶ πρὸ τούτων. ἃ γὰρ πεισομένους ἐγίνωσκε, τούτων ἐπεθύμησε τοῖς ἀνδράσι κοινωνῆσαι. | ] |
| alpha | 176 | [ | Ἄγαυρος: ὁ κομψός· οἱ δὲ κακός· ὑπὸ Ἰώνων δὲ ἄπορος, ὑπὸ δὲ Ἀττικῶν τρυφερός. | ] |
| alpha | 227 | [ | Ἀγήρω: τὰ μὴ γηρῶντα. καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι, οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δ’ ἄνευ τούτου, τὴν γενικήν τε καὶ δοτικήν. καὶ Ἀγήρως, ὁ ἄφθαρτος Ἀττικῶς· καὶ οὐδετέρως Ἀγήρων. | ] |
| alpha | 383 | [ | Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δέ φασιν αὐτοὺς εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρους εὐοσμίας. καὶ Ἀγυιεὺς, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις· ὦ δέσποτα Ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. | ] |
| alpha | 501 | [ | Ἀδολεσχία: ἀκαιρία, φλυαρία, συνέχεια. Ἀττικοὶ ἐκτείνουσι τὸ α. Ἀδολεσχία δὲ παρὰ τῇ Γραφῇ, ἡ συνεχὴς μελέτη. καὶ γενικῇ. Ἀδολεσχήσω, ἀντὶ τοῦ διηνεκῶς μελετήσω. | ] |
| alpha | 594 | [ | Ἀζηνιεύς· Ἀζηνία δῆμος ἐστὶ φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. καὶ Ἀζηνιεῖς καὶ Ἐρχιεῖς καὶ Ἀλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φασὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον. | ] |
| alpha | 651 | [ | Ἀηδών. καὶ ἀηδοῦς· ὡς Σαπφὼ κατὰ Μιτυληναίους. Σοφοκλῆς· οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ᾄσει δύσμορος· ἀλλ’ ὀξυτόνους ὠδὰς θρηνήσει, χερόπληκτοι δὲ στέρνοις πεσοῦνται δοῦποι. καὶ αὖθις· Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθις· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρε φρένας ἃ Ἴτυν αἰὲν ὀλοφύρεται ὄρνις ἀτυζομένα Διὸς ἄγγελος. Ἀττικῶς ἄραρέ με. αὕτη ἴση μοι ταῖς φρεσίν, ἀντὶ τοῦ σύμφωνα πράσσομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοσταί μου ταῖς φρεσί, τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀξίως τὸν Ἴτυν στενάζουσαν. Διὸς δὲ ἄγγελος ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ σημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηρος· χλωρηῒς ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος. ἢ ἄγγελος οἷον τέρας τὸ παῤ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως. καὶ Σαπφώ· ἦρος ἄγγελος ἡμερόφωνος ἀηδών. Ἀηδὼν δὲ ἀηδόνος, συστέλλει. | ] |
| alpha | 708 | [ | Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖς διὰ τοῦ η ἀθάρης, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. Ἀριστοφάνης Πλούτῳ· ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦσι. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. | ] |
| alpha | 762 | [ | Ἄθροι καταρρέον τες: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τήν πρώτην συλλαβὴν Ἀττικῶς. καταρρέοντες δὲ ἀντὶ τοῦ ἀθρόως κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. Ὅμηρος· τὰ δ’ ἐπέρρεεν ἔθνεα πεζῶν. | ] |
| alpha | 841 | [ | Ἀκέσασθαι καὶ Ἀκέσαι: ἰάσασθαι. ὅθεν Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. | ] |
| alpha | 1397 | [ | Ἄλως· τῆς ἅλω κλίνεται Ἀττικῶς. | ] |
| alpha | 1428 | [ | Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. | ] |
| alpha | 1497 | [ | Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτος καὶ ἄλλοι Ἴωνες. | ] |
| alpha | 1614 | [ | Ἀμνόν: τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς· ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίων δὲ τὸν πρῶτον. καὶ Ἀμνὸς ἀρσενικῶς πρόβατον τὸ μέσον τὴν ἡλικίαν. καὶ Ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρνός, ἀμνός, ἀρνειός. καὶ Ἀμνώς, Ἀμνώ, Ἀττικῶς, ὄνομα κύριον. | ] |
| alpha | 1669 | [ | Ἁμύειν: τὸ σπεύδειν παρὰ Ἀττικοῖς καὶ δασύνεται. | ] |
| alpha | 1702 | [ | Ἀμφιάρεων: Ἀττικῶς. Ἀμφιαρεῖον δέ. | ] |
| alpha | 1800 | [ | Ἀναβαλοῦ· περισπῶσιν οἱ Ἀττικοί. | ] |
| alpha | 2141 | [ | Ἀναψηφίσασθαι: τὸ μεταψηφίσασθαι. Δουλοδιδασκάλῳ Φερεκράτης· κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία. καὶ ἐκτεταμένως λέγουσιν οἱ Ἀττικοί. | ] |
| alpha | 2252 | [ | Ἀνέλπιστον βίον: τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. | ] |
| alpha | 2494 | [ | Ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς Γοναῖς· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἐξῆς· λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας. καὶ Ἀρισταγόρας Μαμμακύθῳ. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ. | ] |
| alpha | 2799 | [ | Ἀνύειν. Ἀνύτειν οἱ Ἀττικοὶ, ὅπερ ἡμεῖς ἀνύειν, ἁνύειν δὲ τὸ σπεύδειν, δασεῖα ἡ πρώτη. καὶ Ἀνύτουσι, τελοῦσιν, ἀνύουσι. καὶ Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς· οὐκ ἀνύω φθονέουσα. καὶ Αἴνυτο, ἀφῃρεῖτο, ἐλάμβανε. καὶ Ἀνύοι, εὐκτικῶς. | ] |
| alpha | 2815 | [ | Ἄξιον: ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης. καὶ Ἄξιον ξύλον, εὖ καὶ καλῶς εἰργασμένον, εὐθὲς, καλόν. Ἀριστοφάνης· κἄν τις σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξασθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐστι χρῆσθαι τοῖς γενναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάσχειν. Ἄξιον δὲ παρὰ Ἀττικοῖς τὸ εὔωνον. καυλὸν σιλφίου τὸν ἄξιον. τουτέστι τὸν εὔωνον. | ] |
| alpha | 2831 | [ | Ἀξιώτερος: εὐωνότερος. καὶ Ἀξιωτέρας, ὁμοίως εὐωνοτέρας. οὐ πώποτ’ ἀφύας εἶδον ἀξιωτέρας. τῆς ἀξίας τιμῆς. ἄξιον γὰρ παρὰ Ἀττικοῖς τὸ εὔωνον. | ] |
| alpha | 2892 | [ | Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής· τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. | ] |
| alpha | 3193 | [ | Ἀπήχθη: ἀπεκομίσθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιος τὴν γλῶτταν Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους ἐς Ταρσοὺς τῆς Κιλικίας ἀναστρεφόμενος. καὶ Ἀπηχθημένον, ἀπόβλητον. Ἀπηχθισμένον δὲ βεβαρημένον. | ] |
| alpha | 3216 | [ | Ἀπίων ᾤχετο: φεύγων, ἀποδιδράσκων. ὁ δὲ τὴν Πελοπόννησον καταλιπὼν ἐς Αἰτωλίαν ᾤχετο ἀπιών. συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. | ] |
| alpha | 3410 | [ | Ἀπολώλαμεν καὶ Ἀπολώλασιν Ἀττικῶς. Ἀπολώλεισαν δὲ ὑπερσυντελικός. | ] |
| alpha | 3426 | [ | Ἀπολλὼς, Ἀπολλῶ: ὄνομα κύριον. Ἀττικῶς. | ] |
| alpha | 3705 | [ | Ἄπροικον: τῇ προσῳδίᾳ ὡς ἄνθρωπον οἱ Ἀττικοί. | ] |
| alpha | 3996 | [ | Ἄρωμα: θυμίαμα μυρεψικόν. Ἀρώματα οὖν οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. | ] |
| alpha | 4035 | [ | Ἄρτι τοῦ ἀρτίως διαφέρει παρὰ τοῖς Ἀττικοῖς. ἄρτι μὲν ἀντὶ τοῦ νῦν, ἀρτίως δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἐκεῖνον εἶφ, ὃν ἀρτίως εἰσήγαγες, ὁ Στρεψιάδης φησὶ πρὸς Σωκράτην. καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίως. ἔτι περαιουμένοις καὶ ἀρτίως ἀποβαίνουσιν ἐπιτίθεσθαι. Κρίτων ἐν Γετικοῖς. | ] |
| alpha | 4176 | [ | Ἀσκὸν τίλλειν: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν. | ] |
| alpha | 4297 | [ | Ἀσφάραγον: φάρυγγα, στόμαχον, λαιμόν. λέγεται καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσπάραγος, πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι. καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὁρώμενα πρῶτα ἀσπαράγους καλοῦσιν. | ] |
| alpha | 4484 | [ | Αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ, οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. | ] |
| alpha | 4517 | [ | Αὐτός: ἀντὶ τοῦ ἐγώ. καὶ ἡλθον ἡμέραις αὐτὸς μὲν μʹ. ἀντὶ τοῦ ἐγὼ Ἀττικῶς. | ] |
| alpha | 4570 | [ | Ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης· εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν. καὶ Ἀφαιρεῖ ὠτὸς ἢ ῥινός· Ἀττικῶς ἡ σύνταξις. | ] |
| alpha | 4638 | [ | Ἀφορμή: ἀφ’ ἧς ὁρμώμενός τις σῴζεται. ἰδίως παρὰ τοῖς Ἀττικοῖς, ὅταν τις ἀργύριον δώσει ἐνθήκην, ἀφορμὴ καλεῖται. | ] |
| beta | 137 | [ | Βασανίζειν: οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι καὶ μαστιγοῦν σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου μεταφορικῶς. καὶ Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας. καὶ Βασανίσας· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάσας κέχρηνται ἅπαντες οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριστοφάνης οὕτως· βασάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλης ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων. καὶ πῶς βασανίζω; πάντα τρόπον. ἐν πίνακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν· ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράσοις καὶ σκορόδοις. βασάνιζε αὐτὸν πανταχῶς, μὴ ἐν παιδιῇ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου ἢ τοῦ γητείου, τουτέστιν ἀμπελοπράσου, ἢ ὥς τινες, πράσου φύλλῳ. | ] |
| beta | 173 | [ | Βαστάσας: ἀντὶ τοῦ δοκιμάσας. Εὔπολις· ἄγε δὴ, πότερα βούλεσθε τὴν διάθεσιν ᾠδῆς ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖς. ἐγὼ δ’ ἀκούσας τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαστάσας, αἱρήσομαι. πᾶν τὸ συμβησόμενον ἐπὶ λόγον ἄγων καὶ βαστάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀσταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν. πλεῖον γὰρ κʹ μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας βʹ. καὶ Βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | ] |
| beta | 250 | [ | Bή τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βοὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ· ὁ δὴ λοίσθιος ὥσπερ πρόβατον βὴ βὴ λέγων βαδίζει. | ] |
| beta | 338 | [ | Βλήχων: ἡ γλήχων. οὕτως λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης οὕτως ὀνομάζει. | ] |
| beta | 362 | [ | Βολεῶνας: οὕτως οἱ Ἀττικοὶ καλοῦσιν, οὐ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. | ] |
| beta | 366 | [ | Βόλιτος: Ἀττικοὶ οὕτω λέγουσι χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτον. Ἀριστοφάνης· ἐτρεφέτην ἐν πᾶσι βολίτοις. τουτέστιν ἐν πάση τρυφῇ καὶ πᾶσιν ἀγαθοῖς. βολίτοις δὲ, ὅτι περὶ βοῶν ὁ λόγος. οὕτω δὲ λέγονται οἱ σπέλεθοι τῶν βοῶν. | ] |
| gamma | 50 | [ | Γαμησείειν Ἀττικοί φασι. | ] |
| gamma | 205 | [ | Γέρροιν: ἀπὸ σταυροῦ φησιν Εὔπολις. καὶ Δημοσθένης· τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ σκεπάσματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα σκεπάσματα καὶ Περσικὰ, οἷς ἀντ’ ἀσπίδων ἐχρῶντο. σημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθις Ἡρόδοτος· Κῦρος περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ συνὸν τοῖς στρατιώταις μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεσθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων σὺν ποδήρεσι καὶ ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο. | ] |
| gamma | 287 | [ | Γληχώ: θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον. οἱ δὲ βληχώ φασι. λέγεται δὲ καὶ Γλήχων, γλήχωνος. βοτάνη· ζήτει ἐν τῷ βληχωνία. Γλίχων δὲ ὄνομα κύριον διὰ τοῦ ι. βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους· Ῥουφῖνος καὶ Γλίχων ἐπίτροποι βασιλέως Θεοδοσίου. | ] |
| gamma | 288 | [ | Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσχρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσαπάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τροφῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως. | ] |
| delta | 66 | [ | Δάπιδας· τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. καὶ δάπισι, τοῖς τάπησιν. οὕτω γὰρ Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. | ] |
| delta | 73 | [ | Δαρεικούς· εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί· ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρός, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιτέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δαρεικὸν δραγμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. | ] |
| delta | 176 | [ | Δεκάπαλαι· τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν Ἀττικοί. | ] |
| delta | 315 | [ | Δείλης πρωΐας καὶ Δείλης ἑσπέρας· οὕτω λέγουσιν Ἀττικοί. | ] |
| delta | 380 | [ | Δηΐα· καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶς πολεμία, Ἀττικῶς δύστηνε. Σοφοκλῆς· ὦ δηΐα Τέκμησσα, δύσμορον γένος. | ] |
| delta | 698 | [ | Διαπηνικίσαι· ἐξαπατῆσαι. πηνίκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην. καὶ τὸ φενακίσαι τινὲς ἀπὸ τούτου εἰρῆσθαι λέγουσιν. | ] |
| delta | 750 | [ | Διασηκῶσαι· ὅτι βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | ] |
| delta | 1168 | [ | Διονύσια· ἑορτὴ παρ’ Ἀθηναίοις. καὶ παροιμία· ἐξ αὐτοῦ σχεδὸν τοσοῦτον, ὅσον ἐκ Διονυσίων. ἔθος ἦν Ἀττικοῖς λέγειν τὰ ἔτη καὶ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων. καὶ αὖθις· ὦ Διονύσια· αὗται μὲν ὄζουσ’ ἀμβροσίας καὶ νέκταρος. εἴρηται ἐπὶ τῶν ἀποδοχῆς ἀξίων. προσδοκῶν εἰρήνης οὔσης τῶν Διονυσίων τὴν πανήγυριν ἔσεσθαι. ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων. Διονύσια οὖν ἑορτὴ Διονύσου, ἣν ἦγον Ναυπάκτιοι. | ] |
| delta | 1258 | [ | Διπλαῖ· τὸ θηλυκὸν πληθυντικόν. τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί. ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικιοῦν. | ] |
| delta | 1511 | [ | Δρᾶσον· Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ οἶσθ’ ὃ δρᾶσον; Ἀττικῶς. τῷ σκέλει θένε τὴν πέτραν. | ] |
| delta | 1537 | [ | Δρώντων, ἀντὶ τοῦ δράτωσαν. χρήσθων, ἀντὶ τοῦ χρήσθωσαν. Ἀττικῶν δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποιούντων ἐκεῖνοι, ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων, ἀντὶ τοῦ φρονείτωσαν, καὶ νοούντων, νοείτωσαν. | ] |
| delta | 1646 | [ | Δυσκλέα· Ὅμηρος κατὰ συστολὴν ἐκφέρει τὰ τοιαῦτα. δυσκλέα Ἄργος ἱκέσθαι. καὶ ἀκλέα, ἀντὶ τοῦ ἄδοξον. οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι. | ] |
| delta | 1674 | [ | Δυσωπεῖσθαι· ὑφορᾶσθαι, καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ’ ὑπονοίας. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ἐπὶ τῶν ὄψων οὐχ ὑφορώμενον. καὶ ἐπὶ τοῦ κακῶς πάσχειν ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις. ὡς ἂν καταλάμποντος τοῦ ἡλίου δυσωπεῖν τοὺς ἐχθρούς. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. | ] |
| zeta | 9 | [ | Ζάκορος· νεωκόρος. Μένανδρος Δὶς ἐξαπατῶντι· οὐ Μεγάβυζος ἦν, ὅς τις γένοιτο ζάκορος. καὶ ὁ ὑπηρέτης. Λευκαδίᾳ· ἐπίθες τὸ πῦρ ἡ ζάκορος ἱερέως οὑτωσὶ καλῶς. ἢ ὁ ἱερεύς, ὁ τὸν ναὸν σαρῶν. κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. | ] |
| zeta | 89 | [ | Ζητεῖν· ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί. μηδὲ σὺ ζήτει τι πυθέσθαι. | ] |
| zeta | 154 | [ | Ζωπυρῆσαι· ἀναθάλψαι. ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρός, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρωννυμένους λέγουσιν Ἀττικοί. Ζωπυρῆσαι κυρίως ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνάψαι. καὶ ἐπὶ πολέμου δὲ λέγεται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: