Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Flavius Arrianus (Arrian) - urn:cts:greekLit:tlg0074

Place of birth (Wikidata Statement)

Nicomedia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Nicomedia (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

politician (Wikidata)

philosopher (Wikidata)

military personnel (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0074.suda001
urn:cts:greekLit:tlg0074.suda002 - Anabasis of Alexander

alpha 220[ Ἄγημα: τὸ ὅλως τάγμα εὕρηται κατὰ πολὺ παρὰ Ἀρριανῷ]
alpha 948[ Ἀκωκή: ἡ ὀξύτης τοῦ δόρατος, τὸ ὀξὺ τῆς λόγχης. Ἀρριανός· λόγχας δὲ εἶχον παχείας ἑξαπήχεας· ἀκωκὴ δὲ οὐχ ὑπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐταῖς πεπυρακτωμένον ταὐτὸ ἐποίησεν. ]
alpha 1017[ Ἀκροστόλια: τὰ ἄκρα τῆς νηός. τὰ δὲ ἐμπρόσθια τῆς σχεδίας ἠρέμα πρὸς τὸ μετέωρον ἐς πρώρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες, ὥσπερ ἀκροστόλια νηὸς καὶ προέμβολα ἐκμιμησάμενοι. καὶ Ἀρριανός· τά τε ἀκροστόλια τῆς βασιλίδος νηὸς χρυσᾶ. ]
alpha 1121[ Ἀλέξανδρος, ὁ Φιλίππου καὶ Ὀλυμπιάδος, βασιλεύσας Μακεδόνων ἀπὸ ἐνιαυτῶν ιηʹ, τελευτήσας δὲ ἐτῶν λγʹ. οὗτος ἦν τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος, τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ θείου ἐπιμελέστατος, ἡδονῶν τε τῶν μὲν τοῦ σώματος ἐγκρατέστατος, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἁπλούστατος· ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατος καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. καὶ πρὸς πᾶν καλὸν ἐπιτηδειότατος. πρὸς τούτοις ἦν ἐπιεικὴς καὶ θεοσεβής. ὀργισθεὶς γάρ ποτε Θηβαίοις ἐπὶ τοσοῦτον, ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν ἐς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως· ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ’ ἀκούσιον ἁμάρτημα γενέσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρσὲς ἐν τοῖς κινδύνοις ἐφαίνετο. Ῥωξάνης δὲ ἠράσθη ὁ Ἀλέξανδρος τῆς Ὀξυάρτου τοῦ Βακτριανοῦ, ἣν δὴ καλλίστην τῶν Ἀσιανῶν γυναικῶν λέγουσιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες μετά γε τὴν Δαρείου γυναῖκα. καὶ ταύτην ἰδόντα Ἀλέξανδρον εἰς ἔρωτα ἐλθεῖν αὐτῆς· ἐρασθέντα δὲ οὐκ ἐθελῆσαι ὑβρίσαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶσαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆς γε Δαρείου γυναικός, ἣ καλλίστη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐς ἐπιθυμίαν ἢ καρτερὸς αὑτοῦ ἐγένετο, νέος τε ὢν καὶ τὰ μάλιστα ἐν ἀκμῇ τῆς εὐτυχίας, ὁπότε ὑβρίζουσιν ἄνθρωποι. ὁ δὲ κατῃδέσθη τε καὶ ἐφείσατο σωφροσύνῃ τε πολλῇ διαχρώμενος, καὶ δόξης ἅμα ἀγαθῆς οὐκ ἀτόπῳ ἐφέσει. καὶ τοίνυν καὶ λόγος κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆς γυναικός. καὶ τοῦτον ὡς εἶδεν ὁ Δαρεῖος, πρῶτα μὲν πυθέσθαι, εἰ ζῶσιν αὐτῷ αἱ παῖδες καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡς δὲ ζώσας τε ἐπύθετο, καὶ βασίλισσαι ὅτι καλοῦνται, καὶ περὶ τῆς θεραπείας, καὶ ὡς σωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ τούτοις ἀνατεῖναι τὸν Δαρεῖον ἐς τὸν οὐρανὸν τὰς χεῖρας καὶ εὔξασθαι ὧδε· ἀλλ’ ὦ Ζεῦ βασιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βασιλέων πράγματα νέμειν ἐν ἀνθρώποις, σὺ νῦν μάλιστα μὲν ἐμοὶ φύλαξον Περσῶν τε καὶ Μήδων τὴν ἀρχήν, ὥσπερ οὖν καὶ ἔδωκας· εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι σοι βασιλεὺς τῆς Ἀσίας, σὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτος. οὕτως οὐδὲ πρὸς τῶν πολεμίων ἄρα ἀμελεῖται ὅσα σώφρονα ἔργα. οὕτω φησὶν Ἀρριανός. Νέαρχος δέ φησιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅσοι ἐκόμιζον αὐτὸν ἀρρωστοῦντα, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι· οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖς τε ὄντας ἐγίνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένους τε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων. ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε· πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. οὐδὲ γάρ ἐστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα, τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. τοῖς τε γὰρ ἀρίστοις συμφοιτήσας ἀνδράσιν, εἴς τε λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη· πρός τε τὰ πολέμια διελθών, θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. καὶ πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τʹ τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρυθμίσαι, καὶ τῶν ἰδίων τινὰς διαβληθέντας ἀνελεῖν. ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης; καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸς ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἐλλάδι ληφθεῖσιν, ἠκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη· καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. ]
alpha 1218[ Ἁλιεύς, ἁλιέως· καὶ Ἁλιεῖς, καὶ ἐπὶ ποταμῶν. ἐκ τῶν πέριξ πόλεων ἐς τὴν τεταγμένην τῇ ἀναγωγῇ ἡμέραν ἠθροισμένοι ἁλιεῖς ἐφειστήκεισαν. Ἀρριανός φησι. καὶ παροιμία· Ἁλιεὺς πληγεὶς νοῦν οἴσω. ἁλιεὺς τοὺς ἁλισκομένους ἰχθύας μετεχειρίζετο, καί ποτε ὑπ’ αὐτῶν πληγείς, νοῦν οἴσω, φησίν. ὁμοία ἐστὶ τῷ· ῥεχθὲν δέ τε νήπιος ἔγνω. ]
alpha 1223[ Ἄλιθον· ἦν γὰρ οὐ φύσει ἄλιθον οὐδὲ εὔγειον τὸ πεδίον. Ἀρριανός φησιν. ]
alpha 1401[ Ἁλώσιμα: εὔληπτα. Ἀρριανός· ἀπὸ τῶν φρουρίων ὁρμώμενος ἦγε τε καὶ ἔφερε τῆς ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῇ ἦν αὐτῷ ἁλώσιμος. ]
alpha 1511[ Ἀμαυρά: σκοτεινά. ὅθεν καὶ ἀμαυρόν, τὸ μὴ διαφανές. καὶ Ἀρριανός· ἐξ ὧν καὶ τὰ ὑπόλοιπα δι’ ἐλπίδος ἔχω οὐκ ἀμαυρᾶς, ὅτι καλῶς μοι ἕξει. ]
alpha 1636[ Ἄμωμον. Ἀρριανός· πέμπει παρὰ βασιλέα ἵππον χρυσοχάλινον καὶ ψέλια καὶ ἀκινάκας καὶ ἄμωμον. ]
alpha 1707[ Ἀμφίβολοι: πανταχόθεν βαλλόμενοι· ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήσουσιν. Ἀρριανός· οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνόμενοι καὶ ὑπὸ τῶν ἀναβαινόντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι, ἀπέθνησκον. καὶ αὖθις· ὁ δὲ Παμπρέπιος τούτοις ἀμφίβολος ὀφθείς, βραχὺ παρεωρᾶτο. ]
alpha 1742[ Ἀμφίλογον: ἀμφιβαλλόμενον, ἐνδοιάζοντα. Ἀρριανός· Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίας, οὔ μοι δοκεῖ εἶναί σε ἀμφίλογον. ]
alpha 1794[ Ἄν: σύνδεσμος συνδετικός. Ἀρριανός· καὶ ἂν ἤδη ἀφῖχθαι αὐτὸν παρὰ βασιλέως, εἰ μὴ ἐδεδοίκει Πάρθους. ]
alpha 2149[ Ἄνδρα: τὸν φύσει. Ἀρριανός· ἄνδρα κατὰ νεότητα θρασὺν. κατὰ ἀπειρίαν πραγμάτων ἀνόητον, καὶ διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπεσὸν τῷ πλήθει πιθανόν· οὐδὲ τὰς ὑπὲρ τῶν μεγίστων βουλὰς ἐν ὀλίγοις τοῖς μάλιστα προνοοῦσιν αὐτῶν, ἀλλ’ ἐν παντὶ τῷ πλήθει γίνεσθαι. τὸ πέρα δὲ ἀντιτείνοντας ξυνδεῖν καὶ δεδεμένους μηδὲν μεῖον ἕπεσθαι. ]
alpha 2209[ Ἀνεβάλλετο: προοιμιάζετο, ἀνεκρούετο, ἐνήρχετο, καὶ ἀντὶ τοῦ ὑπερετίθετο. Ἀρριανός· ἀνεβάλλετο τὴν τῆς ἄλλης χώρας δήωσιν, οἰόμενος ἐνδώσειν Ἀθηναίους. Ἀναβολὰς γὰρ καὶ τὰς ἀνακρούσεις καὶ τὰς ἀρχάς. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. καὶ Ἀνεβάλλοντο, ἀντὶ τοῦ ἐσχηματίζοντο. ]
alpha 2220[ Ἀνέδην: δαψιλῶς, ἀκωλύτως, κατακόρως, ὡς ἔτυχεν. Ἀρριανός· οἱ δὲ τοῖς φρέασι φύλακας ἐπέστησαν, ὡς μὴ ἀνέδην ὅπως τις ἐθέλοι ὑδρεύεσθαι, ἀλλ’ ἐς τὸ κοινὸν ξυλλέγεσθαι πᾶν ὅσον περ ἀνιμῷτο τοῦ ὕδατος· ἐκεῖθεν δὲ διανομὴν γίνεσθαι τὴν ἴσην ἑκάστοις. καὶ αὖθις· τὸ δίθυρσον, τὸ λογχωτὸν, καὶ τὸ περισφύριον, οἷς ἀνέδην ἐβάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα. καὶ αὖθις· τὸ ἱερὸν περιστοιχίσαντες οὐκ εἴων τοὺς βουλομένους καὶ δεομένους τοῦ Πυθίου ἀνέδην παριέναι. ἀντὶ τοῦ ἀκωλύτως. καὶ αὖθις· ἀνέδην ἐξεπόρθουν μετὰ ἀγριότητος ἅπαντες. καὶ αὖθις· ὁ δὲ ἀνέδην διητᾶτο. ]
alpha 2293[ Ἀνεπιεικές: ἀνοίκειον, ἀπρεπές. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος τοσοῦτον ἀνεδέησεν ἀνεπιεικές τι ἐς τοῦτο ἐργάσασθαι ἢ ἀποδείξασθαι, ὥστε καὶ αὐτὸ τὸ χωρίον ἐκεῖνο ἐπιτρέψαι. ]
alpha 2849[ Ἄορνος: πέτρα ἐν τῆ Ἰνδικῇ. Ἀρριανός· μέγα γάρ τι χρῆμα πέτρας ἐν τῇ χώρᾳ ταύτῃ ἐστίν. ἐστι δὲ καὶ λίμνη οὕτω καλουμένη. ταύτην Ἀλέξανδρος εἷλεν, ἣ τῷ Ἡρακλεῖ ἄπορος ἐγένετο ἡ πέτρα. ]
alpha 3182[ Ἀπήρτα: ἐκώλυε, διατριβὴν παρεῖχεν. Ἀρριανός· ὁ δὲ ναυτικὸς στρατὸς. ἵνα περ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέχουσα τοῦ ποταμοῦ ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ, ξυμπαρέπλει τῇ στρατιᾷ. ]
alpha 3547[ Ἀποστατήσω· γενικῇ. ἀποχωρισθῶ. Ἀρριανός· ἀποστατήσω οὐδὲ ἐγὼ τοῦ ἔργου. καὶ αὖθις· οὐκ ἔστιν ὅστις ἀποστατῆσαι τοῦ τείχους ἐλέγετο. ]
alpha 3868[ Ἀρριανός, Nικομηδεὺς, φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικληθεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμη ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ. ]
alpha 4495[ Αὐτοκέλευστος: αὐθόρμητος. Ἀρριανός· κρότος τε ἀθρόως, οὐκ ἐκ παραγγέλματος, ἀλλ’ αὐτοκέλευστος ὡρμήθη. ]
alpha 4603[ Ἀφηλικέστερος· ὁ δὲ Καῖσαρ τοὺς μὲν ἀφηλικεστέρους ἀφῆκε τῶν στρατιωτῶν, τοῖς δὲ τὴν στρατεύσιμον ἡλικίαν ἔχουσι θέατρα τέθεικεν. Ἀρριανός· παιδὸς γὰρ ἐκείνου ἀφήλικος ἐπιτροπεύσειν τε αὐτοῖς μέλλον καὶ ὑπὸ τῶν ἐκείνου προσχήματι πάν ὅτι περ καθ’ ἡδονήν σφισι πράξειν ἐς τούς ὑπηκόους. καὶ αὖθις· τὸν μὲν νεανίαν, τὸν δὲ ἀφηλικέστερον. καὶ Ἀφήλικα, τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός· ὅπερ δεῖ φυλάττεσθαι. ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται. ]
alpha 4672[ Ἄχαρι: χαλεπὸν, κακόν. Ἀρριανός· ὁ δὲ πίστιν ἔδωκε τοῖς κατοικοῦσι μηδὲν ἄχαρι πείσεσθαι ἐκ βασιλέως. καὶ αὖθις· οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτῶν. ]
beta 176[ Βατά: βάσιμα. Ἀρριανός· πάντα δὲ τῷ Ἀλεξάνδρῳ βατά τε καὶ ἐξαιρετέα εἶναι ἐδόκει. ]
beta 430[ Βουλευτικός: τόπος οὗτος τοῦ θεάτρου ἀνειμένος τοῖς βουλευταῖς, ὡς καὶ τοῖς ἐφήβοις ἐφηβικός. Ἀρριανός· οἱ γράψαντες οὐ μόνον τὰ ἔργα Τραϊανοῦ, ἀλλὰ καὶ τὰ βουλεύματα. καὶ αὖθις· τοῦτο δὲ γέγονε βουλήσει κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ. ]
beta 444[ Βουλυτός: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργῶν. Ἀρριανός· γίνεται μάχη καρτερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώμαλος. καὶ αὖθις Αἰλιανός· καὶ ὁ μὲν ἔδρασε τὸ προσταχθέν· ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τῶ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπισείων, οἷον ὁπλίτης γαῦρος, τὴν ἐς τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο. ]
beta 589[ Βύζην: ἀθρόως, πυκνῶς, ἐπαλλήλως, πεπυκνωμένως. Ἀρριανός· κατὰ τὸ στόμα τοῦ λιμένος, ἡ στενότατον ἦν, βύζην τὰς τριήρεις ὁρμίζοντες. ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῇ ἐπιτυχούσῃ ὕλῃ βύζην ἐνέπλησεν. ]
gamma 288[ Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσχρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσαπάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τροφῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως. ]
gamma 339[ Γνώμη: ἡ βουλὴ καὶ ἡ προαίρεσις. ὅτῳ θεία μὲν ἡ γνώμη περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις. Ἀρριανός. Γνώμη καὶ τὸ σκέμμα. Ἀριστοφάνης Νεφέλαις· πρῴην δὲ γνώμην μεγάλην ἀφῃρέθην ὑπ’ ἀσκαλαβώτου. καὶ τὴν δημηγορίαν ὁ αὐτός. ]
gamma 355[ Γνῶσις· Ἀρριανὸς ἐν Παρθικοῖς· περὶ Παρθαμασίρου δὲ, οὐχὶ Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶσιν· ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆς δίκης. ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν ἀφορμήν. ]
gamma 356[ Γνωσιμαχῆσαι· αἰτιατικῇ. μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. ἢ τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν καὶ τῶν ἐναντίων τὴν ἰσχύν. οὐκοῦν οἱ πλεῖστοι ἐγνωσιμάχουν καὶ μετεβάλλοντο. Ἀρριανός· εἰ πῃ Χοσρόης γνωσιμαχήσας ὑποδύσεται τοῖς ἐκ Ῥωμαίων ξὺν δίκῃ ἀξιουμένοις. ]
delta 233[ Δεξιός· καὶ ὁ εὐχερής. ἐπὶ Ἰουστινιανοῦ Πέτρος τις ἦν Βαρσύμης οὕτω καλούμενος, ὃς ἐπὶ τῆς τραπέζης τοῦ χαλκοῦ καθήμενος κέρδη αἰσχρὰ ἐπορίζετο ἐκ ταύτης τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τάχει ἐκκρούων· δεξιὸς γὰρ ἦν κλέψαι. καὶ αὖθις· ὁ δὲ δεξιᾷ χρησάμενος τύχῃ ἐκυρίευσε Ῥώμης. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ἀντὶ ἁρμοδίως. καὶ Ἀρριανός· ὁ δὲ παρὰ Μάννον ἀπεχώρησε δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας, οὓς ὤμοσε. ]
delta 321[ Δεῖμα· φόβος. Ἀρριανός· τοσόνδε αὐτοὺς δεῖμα, ὡς προσαγόντων δεινῶν, κατέσχεν ὥστε μὴ δύνασθαι ἀποστῆσαι τῆς ἐκπλήξεως. ]
delta 500[ Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐντεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. ]
delta 630[ Διάλειμμα· διάστημα. καὶ Διαλείποντα, τὰ διαχωρήματα. Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο. ]
delta 632[ Διαλείπουσαι· ἀλλήλων ἀπέχουσαι. Ἀρριανός· διαλείπουσαι ὅσον ξύμμετρον εἰς τὸ συνορᾶν τε ἀλλήλους καὶ κατακούειν εὐπετῶς. ]
delta 834[ Διαφορουμένης τῆς κρόκης ὑπὸ τῶν ἀλεκτρυόνων· ἀντὶ τοῦ διασπωμένης. Ἀρριανός· τοὺς δὲ ἵππους ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. ]
delta 841[ Διαχωρήματα· τὰ διαλείποντα. Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο. ]
delta 968[ Διέσχεν· διῆλθεν. Ἀρριανός· οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα ἀντὶ τοῦ διεχώρισαν· τῶν δὲ ὑπερκυλισθεῖσαι αἱ ἅμαξαι ὀλίγα ἔβλαψαν. ]
delta 1033[ Δίθυρσον· Ἀρριανός. τὸ δίθυρσον, τὸ λογχωτὸν καὶ τὸ περισφύριον, οἷς ἀνέδην ἐβάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα. ]
delta 1131[ Δινήσας· στρέψας. Ἀρριανός· δῖναί τέ ἐστιν ὅπη ἀτόπως ἐπιστρέφουσαι, ὡς μὴ πρόσθεν ἐμπίπτειν χρῆναι τὴν ἑπομένην τῇ προπλεούσῃ νηὶ[ ἢ] τὴν φθάνουσαν τῇ ἄγαν εἰρεσίᾳ ἐκ τῆς δίνης ἐξελαθεῖσαν ἐς εὐθὺ τοῦ πλοῦ καταστῆναι. ]
delta 1239[ Δίων, ὁ Κάσσιος χρηματίσας, ὁ ἐπίκλην Κοκκήϊος· οἱ δὲ Κοκκηϊανός· Νικαεύς, ἱστορικός, γεγονὼς ἐπὶ τῶν χρόνων Ἀλεξάνδρου τοῦ Μαμαίας. ἔγραψε Ῥωμαϊκὴν ἱστορίαν ἐν βιβλίοις πʹ· διαιροῦνται δὲ κατὰ δεκάδας. Περσικά, Γετικά, Ἐνόδια, Τὰ κατὰ Τραϊανόν, Βίον Ἀρριανοῦ [+] τοῦ φιλοσόφου. ]
epsilon 147[ Ἐγνωσμένον· κεκριμένον. Ἀρριανός· ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπ’ αὐτοὺς οἱ Μαυρούσιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφοβημένους, τοὺς δὲ ἐφ’ ἑκάτερα τεταγμένους ἐς τὰ πλάγια ἐμβάλλειν τῶν διωκόντων. ]
epsilon 262[ Ἕδρα· βάσις, καθέδρα. Ἕδρα καὶ ἡ προεδρία παρὰ Ἀριστοφάνει· καί σ’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ, ἐς τὴν ἕδραν θ’ , ἵν’ ἐκεῖνος ἦν ὁ φαρμακός. καὶ Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας. ἀντὶ τοῦ καθέδρᾳ. ]
epsilon 530[ Ἑκοντήν· Ἀρριανός· τὴν μέσην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐνδιδόντων τῶν ἐποικούντων κατέσχεν. ]
epsilon 861[ Ἐλινύειν· στρατεύειν. διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ πότμον ἐλινύσειεν. ἀντὶ τοῦ τὴν δυστυχίαν παύσειεν. Ἡρόδοτος· διέβη δὲ ὁ στρατὸς ἐν ζʹ ἡμέρῃσι καὶ ζʹ εὐφρόνῃσιν ἐλινύσας καὶ οὐδένα χρόνον. καὶ Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. τουτέστι χρονίσας. καὶ ἐν Ἐπιγράμμασι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος. καὶ αὖθις· ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ αὖθις· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ μέλλειν διαρρυῇ ὁ καιρός. ]
epsilon 1498[ Ἐνυάλιος· πολεμικός. Σοφοκλῆς. διαστέλλει γὰρ τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου, ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ. Ἀρριανός· οἱ δὲ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο. καὶ αὖθις· φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν, ἀλαλάζοντες τῷ Ἐνυαλίῳ. ]
epsilon 2008[ Ἐπαινέτης· Ἀρριανός· τοῦ τε ξὺν κόσμῳ δρωμένου ἐπαινέτης καὶ τοῦ ἀκοσμήτου ἐν τῷ παραυτίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ. ]
epsilon 2047[ Ἐπελήφθη· ἐπήρξατο. Ἀρριανός· ἤδη τε ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο. ]
epsilon 2111[ Ἐπεχώρησεν· ἀντὶ τοῦ συνεχώρησεν. οὕτως Ἀρριανός. καὶ Ἐπεχωρήθη, συνεχωρήθη. καὶ τὰ ὅμοια. ]
epsilon 2518[ Ἐπίπλους· ἐπιβάτας. Ἀρριανός· κυβερνήτας δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον. ]
epsilon 2685[ Ἐπιτήδεια· τὰ πρὸς τροφὴν ἁρμόδια. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ξενοφῶν· τὰ ἐπιτήδεια ἄφθονα παρῆν. Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας. ]
epsilon 2754[ Ἐπιφρασθείς· ἐνθυμηθείς, διαλογισάμενος. Ἀρριανός· ὁ δὲ Νέαρχος ἐπιφρασθείς, ὅτι σπείρεσθαι τὴν χώραν εἰκός, λέγει πρὸς Ἀρχίδαν, καταληπτέα σφίσιν εἴη τὸ χωρίον. ]
epsilon 2780[ Ἐπιχώρησις, παραχώρησις. Ἀρριανός· ἴασιν δὲ τῶν παρόντων ἐποίει τὴν τῆς ἀγνοίας προσποίησιν μᾶλλον ἢ τὴν ὡς γινωσκομένων ἐπιχώρησιν. ]
epsilon 3021[ Ἕρμα· Ἀρριανός· ἕρμα τε εἰς τὴν πρύμναν ἐνθέντες, τοῦ ἐξᾶραι ἐς ὕψος τὴν πρώραν, πιεζομένης κατὰ πρύμναν τῆς νηός. Ἕρμα καὶ ἡ ἀσφάλεια. ἀσύλους εἶναι τοὺς χώρους διὰ τὸ ἕρμα τοῦ ὀχυρώματος. ]
epsilon 3835[ Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν. ]
eta 660[ Ἡφαιστίων, ἑταῖρος Μακεδὼν τοῦ Ἀλεξάνδρου. λόγος δὲ ἔχει Ἀλέξανδρον ἐλθεῖν ἐπὶ τὴν σκηνὴν τῶν γυναικῶν Δαρείου τοῦ Πέρσου καὶ παρελθεῖν εἴσω ξὺν Ἡφαιστίωνι μόνῳ τῶν ἑταίρων· καὶ τὴν μητέρα τὴν Δαρείου ἀγνοήσασαν ὅστις ὁ βασιλεὺς εἴη αὐτοῖν· ἐστάλθαι γὰρ ἄμφω τῷ αὐτῷ κόσμῳ· τὴν δὲ Ἡφαιστίωνι προσελθεῖν καὶ προσκυνῆσαι, ὅτι μείζων αὐτῇ ἐφάνη ἐκεῖνος. ὡς δὲ ὁ Ἡφαιστίων τε ὀπίσω ὑπεχώρησε καί τις τῶν ἀμφ’ αὐτὴν τὸν Ἀλέξανδρον δείξας ἐκεῖνον ἔφη εἶναι Ἀλέξανδρον, τὴν μὲν καταιδεσθεῖσαν τῇ διαμαρτίᾳ ἀποχωρεῖν, Ἀλέξανδρον δὲ οὐ φάναι αὐτὴν ἁμαρτεῖν· καὶ γὰρ ἐκεῖνον εἶναι Ἀλέξανδρον. καὶ ταῦτα ἐγὼ οὔτε ὡς ἀληθῆ οὔτε ὡς πάντῃ ἄπιστα ἀνέγραψα· ἀλλὰ εἴτε οὕτως ἐπράχθη, ἐπαινῶ Ἀλέξανδρον ὅτι ὡς καὶ ταῦτα ἂν πράξας καὶ εἰπών, ἐπὶ τῷδε ἐπαινῶ Ἀλέξανδρον. οὕτως φησὶν Ἀρριανός. ὅτι τῆς τε ἐς τὰς γυναῖκας κατοικτίσεως καὶ τῆς ἐς τὸν ἑταῖρον πίστεως καὶ τιμῆς. εἴτε πιθανὸς δοκεῖ τοῖς συγγράψασιν Ἀλέξανδρον. ]
iota 360[ Ἵνα· ὅπου. Ἀντιφῶν ἐν τῷ περὶ τῆς ὁμονοίας· ὀκνεῖν, ἵνα οὐδὲν ἔργον ὀκνεῖν. καὶ Ἀρριανὸς ἀντὶ τοῦ ὅπου· ἵνα ἐπιμαχώτατον τοῦ τείχους ἐφαίνετο, ἐστρατοπεδεύσατο. Ἶνα δὲ τὴν δύναμιν, αἰτιατική, καὶ ψιλοῦται καὶ περισπᾶται· ἀπὸ τῆς ἴς εὐθείας. ]
theta 310[ Θειασμός. Ἀρριανός· κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ ὡρμήθησαν ὑπέρ τε τοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν. ]
kappa 439[ Κάρφη· ὁ ξηρὸς καὶ κοῦφος χόρτος. διφθέρας εἶχον σκεπάσματα ἐπίμπλασαν χόρτου κούφου. εἶτα συνῆγον καὶ συνέσπων τὰς διφθέρας, ὡς μὴ ἅπτεσθαι τῆς κάρφης τὸ ὕδωρ. λέγεται δὲ θηλυκῶς. Ἀρριανός· καὶ αἱ διφθέραι τῆς κάρφης ἐμπιπλάμεναι καὶ ἡ ὄχθη πᾶσα πλήρης φαινομένη οὐκ εἴα ἠρεμεῖν τὸν Πόρον. λέγεται καὶ οὐδετέρως τὸ κάρφος, τῷ κάρφει. ]
kappa 1297[ Κελευστής· τριήραρχος, πρωρεύς, κελευστής· καὶ ὁ μὲν τριήραρχος ἄρχει τῆς νηὸς καὶ τοῦ πληρώματος· ἔστι δὲ κατ’ ἐκλογὴν τῶν πολιτικῶν ἀνδρῶν. ἄρχει δὲ ὁ πρωρεὺς τῶν κωπηλατῶν· οἱ δὲ κελευσταὶ τούτων αὐτῶν καὶ τῶν ἐπιβατῶν. μεγίστην δὲ παρέχονται χρείαν οἱ κελευσταί. καὶ γὰρ ἵνα τοὺς ἄρτους δεόντως πέττωσι καὶ συντελῶσι τὸ μέτρον ἐν τῷ δειπνεῖν οἱ κωπηλάται, τούτοις ἐστὶν ἐπιμελές· οἴνου, κρέως, ἐλαίου, πάντων τῶν τοιούτων, ἵνα ταῦτα τηροῦντες καθ’ ἡμέραν τὸ ἐπιβάλλον ἔχωσι τοῦ διδομένου πρὸς τὴν χρείαν. Ἀρριανός· οἱ κελευσταὶ καθ’ ἑκάστην ναῦν τὸ ἐνδόσιμον τοῖς ἐρέταις ἐνέδοσαν. ]
kappa 1964[ Κολωνός· γῆς ἀνάστημα, τόπος ὑψηλός. Προκόπιος· ἐπειδὰν δὲ εἰς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν. Ἀρριανός· καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους· οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει ἄλιθον, οὐδὲ εὔγειον τὸ πεδίον, ἀλλ’ οἷον εἰκασθῆναι ἐκκακαθαρμένον. ]
kappa 2413[ Κρίβανον· οἱ Ἀττικοὶ λέγουσι κριθῶν βαῦνον, τουτέστι κάμινον. καὶ Ἄρτος κριβανίτης, ὁ ἐν κριβάνῳ ὠπτημένος. κρίβανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος· ὅ ἐστι κάμινος. καὶ Ἀριστοφάνης· εἶτα ἐξένιζε· παρετίθει δ’ ἡμῖν βοῦς κριβανίτας. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θύννους ἐν κριβάνοισιν ὀπτούς. ]
lambda 780[ Λύγος· τὸ ἱμαντῶδες φυτόν. Ὅμηρος· δείδη μόσχοισι λύγοισι. καὶ Ἀρριανός· ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρούτιος τοὺς ἐπιχωρίους κελεύει ἡγεῖσθαι τὴν ὁδὸν, ὅπως εἰώθεισαν αὐτοὶ παρ’ ἀλλήλους φοιτᾶν ὥρᾳ χειμῶνος. οἱ δὲ κύκλους ἐκ λύγων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρχοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡς ιϛʹ πόδας πολλαχῆ τὸ βάθος. ]
mu 375[ Μεγαλωστί· πάνυ. Ἀρριανός· τὴν πίστιν καὶ τὴν δικαιότητα μεγαλωστὶ ἐπῄνει τοῦ Ἀλεξάνδρου, τά τε ἄλλα καὶ τὸ αὑτοῦ ἐν πρώτοις ἐς βεβαίωσιν τοῦ λόγου προφέρων. ]
nu 69[ Ναῦς· Ἀρριανός· Τραιανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν νʹ ναῦς εἶχε· δʹ δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ’ ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε καὶ ἐπ’ ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράττοιντο. ]
nu 290[ Νεῖν· κολυμβᾶν, καὶ τὸ νήθειν κρόκην. Ἀρριανός· ὅσοι κουφότατοι καὶ κουφότατα ὡπλισμένοι καὶ τοῦ νεῖν δαημονέστατοι, τούτους ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος. καὶ αὖθις· ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν ἰχθύες αἵ τε ἔλαφοι θεῖν, ἐπεὶ πεφύκασιν, οὐδὲν τοῦ διδαχθῆναι προσδέονται. τοῦ δὲ νεῖν, ἤτοι νήθειν, χρῆσις παρ’ Ἡσιόδῳ ἐν τῷ, τῇ γάρ τοι νεῖ νήματ’ ἀερσιπότητος ἀράχνης. τινὲς δὲ τὸ νεῖ νήματα διὰ τοῦ η ἔγραψαν, ὡς ἀποκοπὲν ἐκ τοῦ νήθει. πλὴν καὶ οὕτως ἡ ἀναλογία τὸ νῶ, νεῖς, νεῖ οἶδε πρωτότυπον· ἐξ οὗ παράγωγον τὸ νήθω· τὸ κνῶ, κνήθω, σῶ, σήθω. ]
nu 400[ Νικομήδεια· πόλις. ἡ καὶ Ὀλβία ποτε κληθεῖσα· παρωνόμασται δέ φασι Νικομήδει τῷ τοῦ Ζιήλα παιδί· ἐξ ἐκείνου δὲ διὰ τὸ καὶ αὐτοῦ καὶ τῆς κατ’ αὐτὸν πόλεως διάσημον ἐκαλεῖτο, καὶ οἱ μετ’ αὐτὸν Νικομηδεῖς, καθὰ καὶ ἀπὸ τοῦ πρώτου Φαραὼ οἱ μετ’ ἐκεῖνον τοῦ αὐτοῦ ἐκληρονόμουν ὀνόματος· δοκεῖ δὲ τῆς Νικομηδείας παρώνυμον εἶναι καὶ τὸ ἐν Βιθυνίᾳ Νικομήδειον ἐμπόριον αὐτὸ Βιθυνίας· οὗ τοπικὸν οὐ μόνον Νικομηδεύς, ἀλλὰ δύναται φασὶ εἶναι καὶ Νικομηδειεύς. ἦν δὲ τῆς Νικομηδείας πολίτης ὁ περιώνυμος ῥήτωρ Ἀρριανός. καὶ Νικομηδὶς ναῦς. ]
xi 112[ Ξυνάγκεια· ὁ κοῖλος τόπος. Ἀρριανός· ὁ δὲ ὑποτεμόμενος αὐτὸν ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου τὸν ἄνθρωπον. ]
xi 170[ Ξυστόν· δορύλλιον, ἀκόντιον· καὶ τὸ τέλειον δόρυ· καὶ ὁ τόπος, ἔνθα οἱ ἀθληταὶ γυμνάζονται. Ἀρριανός· τὰ σημεῖα τῆς ἐπιλέκτου στρατιᾶς ἀετοί, εἰκόνες βασίλειοι, στέμματα, πάντα χρυσᾶ, ἀνατεταμένα ἐπὶ ξυστῶν ἠργυρωμένων. ]
omicron 436[ Ὀξύτης· πικρία, αὐστηρία. Ἀρριανός· κατὰ τὴν βασιλέως ὀξύτητα καὶ αὐτὸς ὠμῶς τε καὶ ξὺν ὕβρει ἐξηγεῖτο. ]
pi 118[ Παλτά· τὰ δόρατα. ὁ δὲ Κῦρος ἀναβὰς ἐπὶ τὸν ἵππον τὰ παλτὰ ἐπὶ τὰς χεῖρας ἔλαβε. καὶ Ἀρριανός· ἐξηκόντιζον εἰς τοὺς προμαχομένους τοῦ τείχους, οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα. ἐν δὲ τῇ δεξιᾷ ἔχων παλτὸν ὡς ἑξάπηχυ, ἔμπροσθεν μὲν λόγχην ἔχον, ὄπισθεν δὲ αὐτοῦ τοῦ ξύλου σφαιροειδές. ]
pi 444[ Παραστάται· οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπιστάται· διὰ τὸ παρ’ ἀλλήλοις ἵστασθαι. καὶ Παραστατεῖν, τὸ συμμαχεῖν. Ἀριστοφάνης Πλούτῳ· ὥσθ’ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. καὶ Παραστάτης. Ἀρριανός· πρόσταγμα σφίσιν ἦν, ὅπως τις ἐκνηξάμενος σταίη, ἐν τῷ ὕδατι προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον. καὶ Εὐνάπιος· πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα. καί, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν. καὶ λαβόντες παράστασιν εἰς τὸ μαχομένους γενναίως ἀποθανεῖν. ἀντὶ τοῦ ὁρμήν, τόλμαν. καὶ αὖθις· διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος. καὶ ἐπίρρημα Παραστατικῶς. ὁ δὲ ἔγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαμναίους διὰ τῆς ἐπιστολῆς. ]
pi 472[ Παρὰ τούτου· ἀντὶ τοῦ ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀρριανός. ]
pi 481[ Παραυτόθεν· αὐτίκα, ἀπὸ τοῦ παρόντος χρόνου. Ἀρριανός· παραυτόθεν, ὡς ἔχομεν, ἐπεξελθόντες, ἐν χερσὶ στήσασθαι τὸ τέλος τῆς μάχης. ]
pi 558[ Παρεξειρεσίαν· τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ Θουκυδίδης. Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν, καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν. ]
pi 570[ Παρεστηκότες· συνημμένοι, τεθαρρηκότες. Ἀρριανός· οἱ δὲ ἐσκεδασμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτράπησαν. ]
pi 658[ Παρίστασθαι· δοτικῇ. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος προσέταξε τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι. καὶ αὖθις Δαμάσκιός φησιν· οὐ γὰρ προσίετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. ]
pi 782[ Πατήσας· καταφρονήσας. Ἀρριανός· δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας οὓς ὤμοσε. ]
pi 957[ Πέμματα· πλακούντια. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θυννοὺς ἐν κριβάνοις ὠπτημένους καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων. ]
pi 1619[ Περὶ Πινδάρου· ὅτι τὰς Θήβας τὴν πόλιν Ἀλέξανδρόν φασιν εἰς ἔδαφος κατασκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺς ἄλλους ἀνδραποδίσαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι ἀπαθεῖς ἐφύλαξεν, αἰδοῖ τῇ Πινδάρου, ὡς φησὶν Ἀρριανὸς ὁ ἱστορικὸς ἐν τῇ αʹ Ἀναβάσει Ἀλεξάνδρου [+]. ]
pi 1832[ Πνιγηρά· ἡ καυματώδης, καὶ θερμή· πνιγεὺς γὰρ ἡ κάμινος. ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον. Ἀριστοφάνης· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. καὶ Ἀρριανός· τὰ δὲ βράχη πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβαις πνιγηραῖς. ]
pi 1923[ Πολλός· ἀρσενικόν. ἀντὶ τοῦ πολύς. Ἀρριανός· Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει, Ἡρακλέους δὲ πέρι οὐ πολλός. ]
pi 2042[ Πονήσαντα· ἀντὶ τοῦ παλαιωθέντα. Ἀρριανός· τὰ δὲ πονήσαντα αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη. καὶ αὖθις· πονουμένῳ αὐτῷ περὶ τῆς βασιλείας τῶν Πάρθων ξυμβάλλουσι δύο τινές. ]
pi 2911[ Προὐργιαίτερον· ἀναγκαιότερον. τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον ἀναγκαιότερον· τὸ γὰρ προῦργόν ἐστιν οἷον πρόεργον. Πολύβιος· οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. λέγεται δὲ καὶ πρὸ ἔργου. Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός. ὁ δὲ αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος. ]
rho 217[ Ῥόθιον· τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα. παρὰ τὸ ταχέως ῥεῖν. σημαίνει καὶ τὴν εἰρεσίαν. καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως. οἱ δὲ ἐς τὴν θάλασσαν ἐμπίπτοντες τοῦ ῥοθίου ἐνεφοροῦντο. καὶ αὖθις· αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον. Ὑπερίδης τῷ ῥοθίῳ ἐπ’ εἰρεσίας κέχρηται συντονωτάτης. φησὶν οὖν· τὸ μὲν οὖν τῶν ἐλαυνόντων πλῆθος, καὶ τὸν τοῦ ῥοθίου ψόφον, καὶ τὸ μέγεθος τοῦ σκάφους ἐκπεπληγμένοι δεινῶς ἦσαν. κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός· καὶ αὖθις ὁ αὐτός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευομένῳ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιημένου ζεύγματος παραπλέουσαι. καὶ αὖθις· τῆς εἰρεσίας τὸ ῥόθιον. ]
sigma 963[ Σποράκης· ὄνομα κύριον. Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασιλέως ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γενόμενον ἔφυγε. τινὲς δὲ Σφωράκιος. ]
sigma 990[ Σταθμητόν· μετρητόν. Ἀρριανός· ἦν δὲ καὶ καμήλων οὐ σταθμητόν τι πλῆθος. καὶ αὖθις· πέτραι τε οὐ σταθμηταὶ τὸ μέγεθος ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸς τοὺς ὑπιέναι ὁρμῶντας τὸ τεῖχος ἐβάλλοντο. ]
sigma 1130[ Στόλος· καὶ τὸ πεζικὸν στράτευμα. Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασιλέως ἐπὶ τὴν αὐτοῦ ἐπικράτειαν γενόμενον ἔφυγεν. οὕτω πεπραγότων αὐτῷ τῶν ἐκπεμφθέντων τῷ πρώτῳ στόλῳ, τὸν παῖδα τῆς στρατηγίας κατεμέμφετο. καὶ αὖθις· τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον. κυρίως δὲ ὁ ναυτικός. ]
sigma 1356[ Συμβαλόντα· τουτέστι τὸν δανεισάμενον. ὁ δὲ ἦλθε παρὰ τὴν βασίλισσαν, τὸν συμβαλόντα αἰτιασάμενος, καὶ δεηθῆναι αὐτῷ βοηθῆσαι τὰ δίκαια. Ἀρριανός· συνέκειτο γὰρ τὸν μὲν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον. ]
sigma 1767[ Σχάσαντα· τεμόντα. ἔλεγον σχάσαντα ἐκ τῶν βραχιόνων τὰς φλέβας, λειποψυχήσαντα ἀποθανεῖν. οὕτως Ἀρριανός. ]
tau 122[ Ταριχεύειν, ταριχεύσειν· ὥσπερ οἱ τὰ ᾠὰ τέμνοντες καὶ μέλλοντες ταριχεύειν. σημαίνει δὲ καὶ τὸ ξηραίνειν. καὶ οἷον εἰς γάρον ἐξιχωρίζεσθαι, γάριχός τις ὤν. λέγεται καὶ Ταριχηρά. Ἀρριανός· ὁ δὲ ἔδωκε σῖτόν τε καὶ οἶνον καὶ κρέα ταριχηρὰ κατὰ σκηνήν. ]
upsilon 621[ Ὑπό οἱ· ὑφ’ ἑαυτῷ. Ἀρριανός· τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους. ]
phi 137[ Φαύλη κηλίς· Ἀρριανός· ἐδεδίει μὴ διαφθαρῇ ὁ στόλος Ἀλεξάνδρου, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖς ἔργοις αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίαν αὐτοῦ ἀφανίσοι· ἀλλ’ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίαν τοῦ καινόν τι ἀεὶ καὶ ἄτοπον ἐργάζεσθαι. φαύλη οὖν κηλὶς οὐχ ἡ τυχοῦσα. ]
phi 556[ Φοβερός· ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ καὶ Φερεκράτει. καὶ παρὰ Ἀρριανῷ· οἱ δὲ φοβεροὶ γινόμενοι ἔφευγον, ἀπολιπόντες τὰς πόλεις. καὶ αὖθις Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο. Φοβερὸς καὶ ὁ καταπληκτικός. Ἀννίβας δὲ λαμπρὸς ἤδη καὶ φοβερὸς ὢν ἤλαυνεν ἐπὶ τὴν Τυρρηνίαν. ]
phi 826[ Φυλάξαντες· ἐπιτηρήσαντες. Ἡρόδοτος. καὶ Φυλάξασα, καιροφυλακήσασα, εὐκαίρως ἐπιτηρήσασα. Ἀρριανός· ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον. ]
chi 482[ Χρηματισαμένων· χρήματα λαβόντων. Ἀρριανός· χρηματισαμένων δὲ καὶ αὐτῶν, τρίτη παρεγένετο πρεσβεία. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License