Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Eupolis (Eupolis) - urn:cts:greekLit:tlg0461

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Dardanelles (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0461.suda001
urn:cts:greekLit:tlg0461.suda002
urn:cts:greekLit:tlg0461.suda003
urn:cts:greekLit:tlg0461.suda004 - The Demes
urn:cts:greekLit:tlg0461.suda005
urn:cts:greekLit:tlg0461.suda006
urn:cts:greekLit:tlg0461.suda007
urn:cts:greekLit:tlg0461.suda008
urn:cts:greekLit:tlg0461.suda009
urn:cts:greekLit:tlg0461.suda010
urn:cts:greekLit:tlg0461.suda011
urn:cts:greekLit:tlg0461.suda012
urn:cts:greekLit:tlg0461.suda013

alpha 217[ Ἀγῆλαι: τιμῆσαι θεὸν ἀγλαΐαις. οὕτως Εὔπολις Δήμοις· ἀναθῶμεν νῦν χημεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθα. Ἀριστοφάνης Εἰρήνῃ· και σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαις ἰδίᾳ πάντες, πότυι’, ἀγαλοῦμεν ἡμεῖς ἀεί. Ἕρμιππος Ἀρτοπώλισι· φέρε νῦν ἀγήλω τοὺς θεοὺς οἵους ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου. ]
alpha 521[ Ἀδραμύτειον· οὕτως Εὔπολις. καὶ Ἀδραμυτηνὸς δέ· καὶ Θουκυδίδης Ἀτραμύττειον. ]
alpha 732[ Ἀθηναίων δυσβουλία: ἐπὶ τῶν παῤ ἐλπίδας καὶ ἀναξίως εὐτυχούντων. τὸ γὰρ κακῶς βουλεύεσθαι Ἀθηναίοις ἤσκητο· τὴν δὲ Ἀθηνᾶν παρασχεῖν τὸ κακῶς βουλευθὲν ἀποκλῖναι καλῶς· καὶ ἦν τοῦτο λεγόμενον ἐπιχώριον. καὶ Εὔπολις· ὡς εὐτυχεῖν μᾶλλον ἢ καλῶς φρονεῖν. καὶ Ἀριστοφάνης Νεφέλαις· φασὶ γὰρ δυσβουλίαν τῇδε τῇ πόλει προσεῖναι. ταῦτα μέντοι τοὺς θεοὺς ἅττ’ ἂν ὑμεῖς ἐξαμάρτητε, ἐπὶ τὸ βέλτιον τρέπειν. ὅτι αὐτόχθονες οἱ Ἀθηναῖοι ἐλέγοντο καὶ Ἀρκάδες καὶ Αἰγινῆται καὶ Θηβαῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ἤτοι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. ]
alpha 1052[ Ἀλλὰ γάρ: ἀντὶ τοῦ δέ. Εὔπολις. Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔ ποτε τρόπαιον ἔστησαν: ἡ παροιμία ἐπὶ τῶν δι’ ἀθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων. ]
alpha 1446[ Ἀλφάνει: εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις· ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέ μ’ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τις, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητής· ἑκατόμβοιον ὅς τ’ ἀλφάνει. ]
alpha 1785[ Ἀμφορεαφόρους. τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ Ἀμφορεαθόρος, ὁ κεράμια μισθοῦ φέρων. εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. Μένανδρος Ῥαπιζομένῃ. καὶ Ἀριστοφάνης Ἥρωσι· τρέχ’ εἰς τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. Εὔπολις Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺς οὖν ἀγγεῖον, μέτρον, κεράμιον. σημαίνει καὶ ἀσκόν. ἔστι καὶ ὄνομα κύριον. καὶ Ἀμφορεῖς, κέραμοι. καὶ Θάσια ἀμφορείδια, τὰ κεράμια. Ἰώσηπος· συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, ὃ τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, ἐπίπρασκε τιμῆς ἡμιαμφόριον καὶ πλῆθος συνῆγε χρημάτων. καὶ Ἀριστοφάνης Ἀμφορεῖς λέγει τὰ μέτρα. χυτρίδια καὶ σανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖς νενησμένοι, κέραμοι σεσωρευμένοι. Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι πρόβατ’ ἄλλως, ἀμφορεῖς νενησμένοι. καὶ Ἀμφορῆας καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆας λέγει τὰ Μεγαρικά. ]
alpha 1808[ Ἀναβλυστωνῆσαι: τὸ ἀναβλύσαι. Εὔπολις Δήμοις. πάντο τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παρόντες. καὶ Ἀναβλυστωνῆσαι, ἀναβλαστῆσαι. ]
alpha 1844[ Ἀναγχιππεῖν: ἀντὶ τοῦ μετὰ ἀνάγκης ἱππεύειν. Εὕπολις. ]
alpha 2058[ Ἀναρρύει: ἀντὶ τοῦ θύει καὶ σφάττει. Εὔπολις. καὶ ἡ θυσία δὲ ἐπανάρρυσις. καὶ Ἀνάρρυσις, κυρία τῶν Ἀπατουρίων ἡμέρα. Ἀπατούρια δὲ ἑορτὴ παῤ Ἀθηναίοις τὸ συμβὰν δηλοῦσα τῇ προσηγορίᾳ. καὶ Ἀναρρύειν, τὸ ἐπιθύειν ἀντὶ τοῦ θυσίαν ἐπιτελεῖν. τρεῖς δὲ ἦσαν αἱ ἡμέραι τῶν Ἀπατουρίων· Δόρπεια, Κουρεῶτις, Ἀνάρρυσις. ]
alpha 2122[ Ἀναφλασμόν: τὰ Ἀφροδίσια. Εὔπολις Αὐτολύκῳ. καὶ Ἀναφλᾶν ἔλεγον τὸ μαλάττειν τὸ αἰδοῖον. ]
alpha 2234[ Ἀνεκάς: ψιλῶς, τὸ ἄνω λέγουσι, καὶ Ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ· ἀνεκάς τ’ ἐπαίρω καὶ βδελυρὸς σὺ τὸ σκέλος. Κράτης Ἥρωσι· τὸν αὐχέν’ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων. ]
alpha 2282[ Ἀνεῴγεισαν: ἠνοίχθησαν. καὶ Ἀνέῳγεν, οὐχὶ ἤνοιγε· καὶ Ἀνεῳγετο. λέγει καὶ Ἀμειψίας Μοιχοῖς, καὶ οἱ νεώτεροι πολλαχοῦ. ἥδ’ ἀνῴγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχεν. Εὔπολις Πόλεσιν· οἳ δ’ οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποις ἐγώ. καὶ Φερεκράτης Κραπατάλοις· οὐδεὶς γὰρ ἐδέχετο, οὐδ’ ἀνέῳγέ μοι θύραν. ]
alpha 2296[ Ἀνεπίπληκτος: ᾧ οὐδεὶς ἐπιπλήττει ἁμαρτάνοντι. Εὔπολις. ]
alpha 2434[ Ἀνήρρησεν: ἀνεφθάρη. ὡς μόλις ἀνήρρησαν, οὐδέν ἐσμεν οἱ σαπροί. Εὔπολις Πόλεσιν. ]
alpha 2684[ Ἀντιμάχου καταπυγοσύνης ἀναπλήσει: ἀντὶ τοῦ ἡ μαλακία. οὗτος εἰς θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔστι δὲ καὶ ἕτερος ἐπὶ πονηρίᾳ κωμῳδούμενος. καὶ γʹ, ὁ Ψεκάδος λεγόμενος. καὶ δʹ, τραπεζείτης, οὗ μνημονεύει καὶ Εὔπολις ἐν Δήμοις. εʹ ἱστοριογράφος. ]
alpha 3227[ Ἁπλήγιος: δασέως, ἁπλοῦς. καὶ Εὔπολις Πόλεσιν· οὔτ’ ἂρ πολυπράγμων ἐστὶν ἀλλ’ ἁπλήγιος. καὶ Ἁπληγίς, ἱματίδιον σύμμετρον. Ἀναγύρῳ Ἀριστοφάνης· ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν. ]
alpha 3332[ Ἀποκαθεύδουσιν: ἀντὶ τοῦ ἀποκοιτοῦσιν. Εὔπολις. τουτέστι γυναῖκα χωρίζεσθαι ἀνδρὸς καὶ ἀφίστασθαι. ]
alpha 3468[ Ἀποπάτημα: αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ γένει· τί γάρ ἐστ’ ἐκεῖνος; ἀποπάτημ’ ἀλώπεκος. Κρατῖνος Δραπέτισι· τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. καὶ Ἀποπατησόμενοι, τὴν κόπρον κενώσοντες. πάτος δὲ ἡ ὁδός. Ἀριστοφάνης· οὐδεὶς θύει τοπαράπαν οὐδ’ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. Ἀπόπατος γὰρ ἡ κένωσις τῆς γαστρός. καὶ Ἀριστοφάνης περὶ Κλεωνύμου φησίν· εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβὼν κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὄρων. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανσελήνῳ. ]
alpha 3672[ Ἀπώμοτον: ἀπηγορευμένον, φευκτόν· καὶ ἀποίητον. τί δ’ ἔστ’ Ἀθηναίοισι πρᾶγμα ἀπώμοτον; Εὔπολις ἐν ταῖς Πόλεσι. καὶ Ἀπώμοτον, ἀπὸ ὠμότητος μὴ γίνεσθαι, καὶ ἐξόμνυσθαι. ]
alpha 3789[ Ἀργύρειος σταυρός. Ἀργυρίδιον δὲ ὡς ἡμεῖς. Εὔπολις Δήμοις· ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον. Ἀργύριον δὲ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀριστοφάνης Δαναΐσιν. ]
alpha 3974[ Ἁρμογή: ὡς ἡμεῖς. Εὕπολις Αἰξί· ταύτην ἐγὼ ἐζήτουν πάλαι τὴν ἁρμογήν. ]
alpha 4396[ Ἀτρύφερος: ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος. ὅτι οὐκ ἀτρύφερος οὔτ’ ἄωρός ἐστ’ ἀνήρ. ]
beta 144[ Βασιλεὺς μέγας: ὁ τῶν Περσῶν. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βασιλεὺς τυράννου. βασιλεὺς μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖς λαβὼν πέρασι, τύραννος δὲ, ὃς βιαίως τὴν ἀρχὴν σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἑκατέροις ὀνόμασιν. Ἱέρωνα γὰρ βασιλέα Πίνδαρος καλεῖ, τύραννον ὄντα, καὶ Διονύσιον· καὶ Εὔπολις Πεισίστρατον βασιλέα καλεῖ. καὶ τούς βασιλεῖς τυράννους. ]
beta 173[ Βαστάσας: ἀντὶ τοῦ δοκιμάσας. Εὔπολις· ἄγε δὴ, πότερα βούλεσθε τὴν διάθεσιν ᾠδῆς ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖς. ἐγὼ δ’ ἀκούσας τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαστάσας, αἱρήσομαι. πᾶν τὸ συμβησόμενον ἐπὶ λόγον ἄγων καὶ βαστάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀσταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν. πλεῖον γὰρ κʹ μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας βʹ. καὶ Βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. ]
gamma 205[ Γέρροιν: ἀπὸ σταυροῦ φησιν Εὔπολις. καὶ Δημοσθένης· τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ σκεπάσματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα σκεπάσματα καὶ Περσικὰ, οἷς ἀντ’ ἀσπίδων ἐχρῶντο. σημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθις Ἡρόδοτος· Κῦρος περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ συνὸν τοῖς στρατιώταις μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεσθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων σὺν ποδήρεσι καὶ ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο. ]
delta 756[ Διασκευαζόμενα. Εὔπολις, Ἀθηναῖος, κωμικός, ἔγραψε τόσα καὶ ἄλλα διασκευαζόμενος. καὶ Διασκευάσασθαι, ἀντὶ τοῦ συσκευάσασθαι. ἴσως. ]
epsilon 3449[ Εὖ ἔχειν στόμα· τὸ εὐφημεῖν. οὕτως Εὔπολις. ]
epsilon 3657[ Εὔπολις, Σωσίπολις, Ἀθηναῖος, κωμικός. ὃς ἑπτακαίδεκα ἔτη γεγονὼς ἤρξατο ἐπιδείκνυσθαι· καὶ ἐδίδαξε μὲν δράματα ιζʹ, ἐνίκησε δὲ ζʹ. καὶ ἀπέθανε ναυαγήσας κατὰ τὸν Ἑλλήσποντον ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· καὶ ἐκ τούτου ἐκωλύθη στρατεύεσθαι ποιητήν. τὰ δὲ δράματα αὐτοῦ Αἶγες, ἈστράτευτοςἈνδρόγυνοι, καὶ ἄλλα. ]
zeta 94[ Ζητρεῖον· τὸ τῶν δούλων κολαστήριον. Εὔπολις. ]
kappa 788[ Κατάστασις· ἔοικεν ἡ κατάστασις ἀργύριον εἶναι, ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει. οὕτω Λυσίας. ἀλλὰ καὶ Εὔπολίς φησιν· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω, πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ’ αὐτῶν ἕτεροι καθίσταντο. ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι. ]
kappa 2010[ Κομμοῦσθαι· καλλωπίζεσθαι περιέργως καὶ γυναικωδῶς. οὕτως Εὔπολις. ]
kappa 2670[ Κυλλός· ὁ πεπηρωμένος. Κυλλοὺς δὲ Ἀττικοὶ καλοῦσιν ἐπὶ ποδῶν καὶ ἐπὶ τῶν χειρῶν· ὁμοίως καὶ χωλοὺς τοὺς χεῖρα πεπηρωμένους. Εὔπολις· ὅτι χωλὸς εἶ σὺ τὴν χεῖρα σφόδρα. λέγεται καὶ Κύλλου πήρα, τόπος οὕτω καλούμενος ἐν τῇ Ἀττικῇ. ἔστι δὲ καὶ κρήνη, ἀφ’ ἧς τὰς στερίφας πίνειν γυναῖκας, ἵνα συλλαμβάνωσι. ]
kappa 2671[ Κυλλός· ὁ πεπηρωμένος οὐ μόνον πόδα, ἀλλὰ καὶ χεῖρα ὁμοίως. καὶ χωλὸς καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. οἱ δὲ Κύλλου ἀναγινώσκουσιν ὡς Κύκνου. τὸ μὲν κυλλὸν ἐπὶ τοῦ ποδὸς ἔτασσον, ὡς ὁ ποιητής· ὄρσεο Κυλλοπόδιον. τὸ δὲ χωλὸν ἐπὶ τῆς χειρός, ὡς Εὔπολις· ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρα, οὐ λέγεις. ἢ ἐπειδὴ πολὺ παρ’ αὐτοῖς ἐστι τὸ ποδὶ λευκῷ, ποδὶ κούφῳ, πόδα τιθείς, τὸ κυλλὸν προσέθηκεν. Ἀριστοφάνης Ὄρνισι. ]
lambda 156[ Λαφυγμός· ἡ ἀδηφαγία, καὶ ἡ πρὸς τὰ ἐδέσματα πολυτέλεια· τουτέστιν ἐκδεδιῃτημένη, πολυτελὴς τρυφή. τὸ ἀπλήστως ἐσθίειν. Εὔπολις ἐν Κόλαξι· λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. Ὅμηρος· καὶ ἔγκατα πάντα λαφύσσει. ]
lambda 322[ Λευκὴ ἡμέρα· ἡ ἀγαθή, καὶ ἐπ’ εὐφροσύνῃ. Εὔπολις Κόλαξιν. ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν. ]
mu 971[ Μὴ παιδὶ μάχαιραν· ἐπὶ τῶν εἰκῆ ἐγχειριζόντων. καὶ Εὔπολις Δήμοις· μὴ παιδὶ τὰ κοινά. ]
mu 1050[ Μικρὸν τοῦ ὀβολοῦ· τίμιον. λέγεται δὲ ἐπὶ τῶν πονηρῶν. Εὔπολις Μαρικᾷ· τῶν γὰρ πονηρῶν μικρὸν ἐπὶ τοῦ ὀβολοῦ. ]
mu 1470[ Μυσάχνη· ἡ πόρνη παρὰ Ἀρχιλόχῳ· καὶ ἐργάτις καὶ δῆμος καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι· Ἀνακρέων δὲ πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις εἱλίποδας ἀπὸ τῆς εἱλήσεως τῶν ποδῶν τῆς κατὰ μίξιν. ]
nu 113[ Νεανισκεύεται· Ἄμφις ἐν Ῥείθροις, Ποσείδιππος Δημόταις, Εὔπολις Σφιγξίν. ἰδίως ἐσχημάτικε τὸ νεανισκεύειν ἐν Δήμοις· γυναῖκα ἔχοντα μάλα καλήν τε καὶ ἀγαθήν, αὐτὴ νεανισκεύοντος ἐπεθύμησέ μου. ]
omicron 384[ Ὄνος ἀκροᾷ σάλπιγγος· Εὔπολις Ταξιάρχαις. ]
omega 14[ Ὧδε· οὐ μόνον τὸ οὕτως, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡς ἡμεῖς. Κρατῖνος Δραπέτισι· τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. Ἀριστοφάνης Κωκάλῳ· ἐκδότω δέ τις καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ. Εὔπολις Ταξιάρχοις· οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. ]
omega 92[ Ὤμιλλα· παιδιά τις, ἐν ᾗ ὁ εἰς τὸν κύκλον βαλὼν κάρυον, ὥστε ἐμμεῖναι, νικᾷ. Εὔπολις Χρυσῷ γένει· ἐπεισείμεθα δὲ μείνας εἰς ὤμιλλαν. ἀπὸ συναιρέσεως ἡ ὅμιλλα καὶ ὥμιλλα. ]
pi 858[ Παιδικά· ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται. ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· παπαί, τὰ παιδίχ’ , ὡς ὁρᾷς, ἀπώλεσας. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρὸς τοῖς σοῖς παιδικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ· μακάριος τῶν παιδικῶν. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπιτοπολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. ὅτι τὸν Ἀντίνοόν φασι παιδικὰ Ἀδριανοῦ γενέσθαι, καὶ τούτου προτελευτήσαντος, πανταχοῦ ἀνδριάσι προστάξαι τιμηθῆναι, καὶ τέλος ἀστέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰς τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανός. ]
pi 1708[ Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφἱέρων, , Δαίδαλος, Ἑορταί, ἙλλὰςΝῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, ΛάκωνεςΠοιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, ΞάνταιΚέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. ]
pi 2702[ Πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. ]
sigma 104[ Σαπρόν· οὐ τὸ μοχθηρὸν καὶ φαῦλον, ἀλλὰ τὸ παλαιόν· Εὔπολις. ]
tau 14[ Τάγυρι· τὸ βραχύτατον καὶ ἐλάχιστον οἷον ψιλὰ λέγουσιν. Εὔπολις Αἰξίν· καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς. ]
tau 59[ Ταμίαι· ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα, ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης. εἰσὶ δέ τινες καὶ τῶν τριήρων ταμίαι, ὡς ὁ αὐτός. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δέδωκεν Εὔπολις. ]
tau 799[ Τορύνη· τὸ κινητήριον τῆς χύτρας. πανταχοῦ δὲ ἐκτείνεται, εἰ[ μὴ] παρ’ Εὐπόλιδι. τορύνην τέως δὴ ξίφος ὑπεζωσμένος. καὶ αὖθις· καὶ τὰν ἐπιοδόνον τορύναν. ]
tau 815[ Τοῦ Διὸς τὸ σάνδαλον· ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔπολις Χρυσῷ γένει. ]
tau 1049[ Τρόπαια· νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι. ]
tau 1135[ Τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις, καί σε καλοῦσι βλιτομάμμαν· οὗτοι ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοί τινες, ὡς ἐν Γεωργοῖς φησι καὶ ἐν Τριφάλητι. καὶ Εὔπολις Δήμοις· Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα, καὶ οὐδαμῶς τοῦ τρόπου. τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς. ]
upsilon 125[ Ὑώδεις· οἱ Ἱπποκράτους υἱεῖς ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοι. καὶ Εὔπολις· εἷς. Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα. τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς. ]
phi 125[ Φασιανοί· ἀλεκτρυόνες, καὶ ὄρνεις τινές. Ἀριστοφάνης· εἰ δοίης μοι τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. ἐπὶ τῶν εἴς τι πρᾶγμα ἀπαγορευόντων. οὐκ εἰσὶ δὲ ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινες εἰσίν, ἀλεκτρυόνας κεχαραγμένοι. τούτους οὖν λέγει. Λεωγόρας δὲ ὄνομα κύριον, ἑνὸς τῶν Ἀθήνησι πολιτευομένων τότε· πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα ἔτρεφεν ὁ Λεωγόρας. ἔνιοι δὲ ἀξιοῦσιν ἵππους εἶναι τοὺς φασιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων τι γένος. ὁ δὲ Λεωγόρας τρυφερός τις, Πλάτων λέγει· ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς, καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς, οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ, ὡς καὶ διὰ Μυρρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα. φασιανοὶ δὲ οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἵπποι. Φᾶσις δέ ἐστι ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται. Φάσις δὲ καὶ μήνυσις, ἀγγελία. καὶ κλίνεται φάσιος. Φάσις ἐστίν, ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦντα ὑπορύττειν δημόσιον μέταλλον ἢ χωρίον ἢ οἰκίαν ἢ ἄλλο τι τῶν δημοσίων. ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφανὸν οἶκον, προφαίνειν λέγονται. ]
phi 474[ Φιτῦσαι· γεννῆσαι. ἐπὶ τοῦ πατρὸς τίθησιν, ἐπὶ δὲ μητρὸς οὐκέτι, ἀλλὰ γεννῆσαι. καὶ φιτύοντος ὁμοίως τοῦ γεννῶντος. λέγεται δὲ καὶ τὸ γέννημα φίτυμα. Εὔπολις Αὐτολύκῳ· ἀτὰρ ἤγαγες καινὸν φίτυμα τῶν βοῶν. ]
chi 425[ Χωλός· καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις· ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα. καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως. καὶ Χωλοποιός. Ἀριστοφάνης· οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιόν, οἷος ὢν θρασύνεται. Χῶλος δὲ ὄνομα κύριον. ]
chi 471[ Χρή· ὀξυτόνως δεῖ· χρῇ δὲ περισπωμένως, τὸ ὑποτακτικόν, σημαίνει τὸ δέῃ. Εὔπολις Αἰξίν· ἐγὼ τελῶ τὸν μισθόν, ὅν τιν’ ἂν χρῇ. χρῆν δὲ σὺν τῷ ν καὶ περισπωμένως τὸ παρεληλυθός, τὸ ἔδει. λέγουσι δέ ποτε καὶ χρήσται, ἀντὶ τοῦ δεῖ. Φερεκράτης Λήροις· τὸ δ’ ὄνομά μοι κάτειπε, τί σε χρῆσται καλεῖν. Ἀριστοφάνης Λημνίαις· ἡ καρδίω τε τίς; ἀλλὰ πῶς χρῆσται ποιεῖν; χρῇς δὲ τὸ χρῄζεις, καὶ δέῃ. Κρατῖνος Νόμοις· νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆσται. χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν. ]
psi 22[ Ψαμμακοσιογάργαρα· ἀπὸ λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά· σύγκειται γὰρ ἀπὸ τοῦ τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπών· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. δύναται δὲ ἐγκεῖσθαι τῇ λέξει τὰ κοσια ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν δέκα ἀριθμὸν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός, οἷον διακόσια, τριακόσια, καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ τὴν πρὸς τὸ κ· εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι. μέμνηται καὶ Κρατῖνος· ἀρίστων ἀνδρῶν πᾶσα γαργαίρει πόλις. οἷον πλήθει. ἄλλως· οἷον πολλὰ καὶ ἀναρίθμητα· τὸ γὰρ ψαμμακόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο. παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ γένει οὕτως· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο· ὡς ἐν Λίμναις· ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαιρ’ ἑστία. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· ἔνδον γὰρ ἡμῖν γάργαρα. καὶ παρὰ Σώφρονι· ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων γάργαιρε. καὶ ἐν τῇ τραγῳδίᾳ· χρημάτων τε γάργαρα. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι· τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν· οἷον γάργαιρε. καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. ]
psi 128[ Ψῶζα· νόσος τις. Εὔπολις Μαρικᾷ· ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν. οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος, ὅτι κνησμὸς μετὰ δυσωδίας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License