Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Didymus (Didymus Chalcenterus) - urn:cts:greekLit:tlg1312

Place of birth (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

lexicographer (Wikidata)

linguist (Wikidata)

writer (Wikidata)

grammarian (Wikidata)

alpha 1428[ Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. ]
alpha 2146[ Ἄνδηρα: μέρος τι τοῦ κήπου, ὥσπερ ἡ πρασιὰ καὶ ὁ ὀχετός. Δίδυμος φησίν. ὅπως τὸ ἀνώμαλον τοῦ χωρίου τῇ τῶν ἀνδήρων καὶ τῶν ὀχετῶν ἀφαιροῖτο κατασκευῇ. ]
alpha 3215[ Ἀπίων, ὁ Πλειστονίκου, ὁ ἐπικληθεὶς Μόχθος, Αἰγύπτιος, κατὰ δὲ Ἑλικώνιον Kρής, γραμματικὸς, μαθητὴς Ἀπολλωνίου τοῦ Ἀρχιβίου. ἠκηκόει δὲ καὶ Εὐφράνορος γηραιοῦ καὶ ὑπὲρ ρ ' ἔτη γεγονότος, Διδύμου δὲ τοῦ μεγάλου θρεπτός. ἐπαίδευσε δὲ ἐπὶ Τιβερίου Kαίσαρος καὶ Kλαυδίου ἐν Ῥώμῃ. ᾖν δὲ διάδοχος Θέωνος τοῦ γραμματικοῦ καὶ σύγχρονος Διονυσίου τοῦ Ἀλικαρνασέως. ἔγραψεν ἱστορίαν κατ’ ἔθνος καὶ ἄλλα τινά. ]
gamma 48[ Γαμηλία: ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γύναικῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτως Δίδυμος ὁ γραμματικός. καὶ παροιμία. Γαμηλίαν εἰσενεγκεῖν. ὅταν τις ἠγάγετο γυναῖκα, πρὶν γενέσθαι παῖδα, οὗτος μαρτυρόμενος περὶ τοῦ γάμου κατὰ τοὺς γάμους ἀπεδίδου τι τοῖς φράτορσιν εἰς λόγον εὐωχίας. καὶ τοῦτό ἐστι γαμηλία εἰσενεγκεῖν. μέμνηται τοῦ λόγου Δημοσθένης ἐν τῷ πρὸς Εὐβουλίδην λόγῳ· καὶ γὰρ ὅτι ὁ πατήρ μου κατὰ τοὺς νόμους ἔγημε καὶ γαμηλίαν τοῖς φράτορσιν εἰσενήνοχε, μεμαρτύρηται. ]
delta 872[ Δίδυμος, Διδύμου ταριχοπώλου, γραμματικὸς Ἀριστάρχειος, Ἀλεξανδρεύς, γεγονὼς ἐπὶ Ἀντωνίου καὶ Κικέρωνος καὶ ἕως Αὐγούστου· Χαλκέντερος κληθεὶς διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασὶ γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. ]
epsilon 804[ Ἐλευθέριος· ὁ Ζεὺς διὰ τοῦτο ἐκλήθη, διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. οὕτως μὲν Ὑπερίδης. ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτό φησιν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. τὸν ἐλευθέριον τινὲς εἰς τὸν ἄσωτον μεταλαμβάνουσιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια. ]
epsilon 1628[ Ἐξένιζεν· ἀντὶ τοῦ ξένος ἦν. Δίδυμος δέ φησιν ἀντὶ τοῦ, οὐκ Ἀττικοῖς ἀλλὰ ξένοις ῥήμασι διελέγετο. ]
eta 463[ Ἡρακλείδης, Ἡρακλείδου, Ποντικός, ἀπὸ Ἡρακλείας τῆς Πόντου, γραμματικός· ὅστις Διδύμῳ τῷ πάνυ κατὰ τὴν Ἀλεξανδρέων ἐφοίτησεν. οὗτος ἐπειδὴ ἤκουσεν Ἄπερως, τοῦ Ἀριστάρχου μαθητοῦ, εὐδοκιμοῦντος κατὰ τὴν Ῥώμην, πολλά τε τοὺς Δίδυμον διασύροντας, ἔγραψε μέτρῳ Σαπφικῷ ἤτοι Φαλαικίῳ βιβλία γʹ, δυσερμήνευτα καὶ πολλὴν τὴν ἀπορίαν ἔχοντα προβαλλομένων ζητημάτων, ἅτινα Λέσχας ἐκάλεσεν. εἰς Ῥώμην δὲ κομίσας καὶ τοῦ Ἄπερως καταφανεὶς κατέμεινε σχολαρχῶν ἐν αὐτῇ ἐπὶ Κλαυδίου καὶ Νέρωνος. ἔγραψε δὲ καὶ ποιήματα ἐπικὰ πολλά. ]
iota 399[ Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παίδευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ ΔίδυμοςΧαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατ’ αὐτοῦ. ἔγραψε πάνυ πολλά. ]
theta 293[ Θέτης· μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς ὁ Δίδυμος τὸν εἰσποιησάμενον. θετοὺς γὰρ ἔλεγον τοὺς ποιητούς. ]
theta 489[ Θρῖα· τὰ φύλλα τῆς συκῆς. θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ. Ἀριστοφάνης. θρῖον ἔστι σκεύασμά τι παρ' Ἀθηναίοις, ὃ περιλαμβάνει ὕειον στέαρ καὶ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ λεκιθώδους ὠμὸν πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον, ἥδιστον ἀπετέλει βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ σκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλοις συκῆς καὶ ὀπτώμενος. ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. σαπροῦ δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας, μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος. καὶ Ἀριστοφάνης· ἀλλ' ἀπολέσαιμ ' ἂν ἐγκεφάλου θρίω δύο. πρὸς τὸ σχῆμα φησὶ τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ θρῖα συγκείμενον. τουτέστι φύλλα συκῆς. ]
kappa 2804[ Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ ἈπελλᾶςΠοντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ]
lambda 807[ Λυκιουργίς· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον κέχρηται τῇ λέξει. Δίδυμος δέ φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικός, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δ’ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλισιουργὶς καὶ τὰ ὅμοια. μήποτε οὖν γραπτέον καὶ παρὰ Ἡροδότῳ ἐν τῷ ηʹ ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιοεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει, οὕτως ὀνομάζηται τὰ ἐν Λυκίῳ εἰργασμένα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License