Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

epigrammatist (Wikidata)

poet (Wikidata)

writer (Wikidata)

philosopher of law (Wikidata)

Works

urn:cts:greekLit:tlg0059.suda001 - Apology
urn:cts:greekLit:tlg0059.suda002 - Gorgias
urn:cts:greekLit:tlg0059.suda003 - Theaetetus
urn:cts:greekLit:tlg0059.suda004 - Laws
urn:cts:greekLit:tlg0059.suda005 - Parmenides
urn:cts:greekLit:tlg0059.suda006 - The Republic
urn:cts:greekLit:tlg0059.suda007 - Statesman
urn:cts:greekLit:tlg0059.suda008 - Protagoras
urn:cts:greekLit:tlg0059.suda009 - Symposium
urn:cts:greekLit:tlg0059.suda010 - Timaeus
urn:cts:greekLit:tlg0059.suda011 - Phaedrus
urn:cts:greekLit:tlg0059.suda012 - Phaedo
urn:cts:greekLit:tlg0059.suda013 - Charmides
urn:cts:greekLit:tlg0059.suda014 - Sophist
urn:cts:greekLit:tlg0059.suda015 - Hippias Major
urn:cts:greekLit:tlg0059.suda016 - Minos
urn:cts:greekLit:tlg0059.suda017 - Epistles
urn:cts:greekLit:tlg0059.suda018 - First Alcibiades
urn:cts:greekLit:tlg0059.suda019
urn:cts:greekLit:tlg0059.suda020
urn:cts:greekLit:tlg0059.suda021 - Lysis

alpha 61[ Ἀβουλεῖν: μὴ βούλεσθαι, ἢ μὴ βουλεύεσθαι. Πλάτων. ]
alpha 69[ Ἀβραάμ· ὁ πρῶτος ἐν πατριάρχαις· εἰς ὃν ἀπεσεμνύνετο δῆμος ὁ τῶν Ἑβραίων τὸ πρότερον, πρὶν ἢ θεοῦ ἀποσκιρτῆσαι καὶ γενέσθαι τούτου ἀλλότριοι καὶ τὸ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ αἷμα ἐφ’ ἑαυτοὺς ἐπισπάσασθαι. οὗτος ἐκ μὲν τῆς Χαλδαίων γῆς ὑπῆρχεν ὁρμώμενος, τῶν περὶ τὰ μετέωρα καὶ τοὺς ἀστέρας τὸν βίον ὅλον καταναλισκόντων. ἀσκηθεὶς οὖν κατὰ τὸν πάτριον νόμον τὰς τῶν ἐπουρανίων ἀστέρων κινήσεις καὶ στοχασάμενος ὡς οὐκ ἐν τούτοις ἵσταται τὸ μεγαλουργὸν τῆς φαινομένης ταυτησὶ κτίσεως, ἀλλ’ ἔχει τινὰ τὸν δημιουργὸν τὸν καὶ κινοῦντα καὶ διευθύνοντα τὴν ἐναρμόνιον τῶν ἀστέρων πορείαν καὶ τοῦ κόσμου παντὸς τὴν κατάστασιν, καὶ διὰ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουργὸν αὐτῶν, ὡς ἐνῆν, θεωρήσας οὐκ ἔστη μέχρι τούτων, οὐδὲ τὴν ἔφεσιν εἰς ταῦτα κατεδαπάνησεν, ἀλλὰ τῶν οὐρανίων ἁψίδων ὑπεραρθεὶς καὶ πᾶσαν διαβὰς τὴν νοητήν τε καὶ ὑπερκόσμιον σύμπηξιν οὐκ ἀπέστη τοῦ ζητουμένου, ἕως οὗ ὁ ποθούμενος ἑαυτὸν αὐτῷ ἐφανέρωσε τύποις τε καὶ μορφώμασιν, οἷς ἑαυτὸν ἐμφανίζει ὁ ἀφανὴς καὶ ἀόρατος. καὶ μετανάστην αὐτὸν ἐκ τῆς πατρίδος λαβὼν ἐπὶ τὴν Χανανῖτιν κατέστησε, τὸν ἐνενηκοστόν που καὶ ἔνατον ἤδη χρόνον παρέλκοντα· καὶ ἄπαιδα μέχρι τότε τυγχάνοντα γεννήτορα τοῦ θαυμασίου καὶ μάκαρος κατέστησεν Ἰσαὰκ, ἵν’ ἔχοι μονογενῆ υἱὸν καὶ πρωτότοκον, τοῦ μονογενοῦς καὶ πρωτοτόκου μυστικὴν εἰκόνα προδιαγράφοντα· τοῦτο γέρας αὐτῷ κατ’ ἐξαίρετον χαρισάμενος, τὸ δοῦλον καὶ φίλον καὶ πατέρα χρηματίσαι τοῦ μονογενοῦς υἱοῦ κατὰ σάρκα, τοῦ τὸν κόσμον ὅλον δημιουργήσαντος. οὗτος εὗρε μὲν ἱερὰ γράμματα καὶ γλῶσσαν ἐμηχανήσατο, ἧς Ἑβραίων παῖδες ἐν ἐπιστήμῃ ἐτύγχανον, ὡς ὄντες τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα τὰς ἀφορμὰς ἔλαβον, κἂν ἄλλως καὶ ἄλλως ἑαυτοὺς διαπαίζοντες ἀναγράφωσιν Ἕλληνες. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου στοιχείου καὶ ἄρχοντος, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντος τὴν ἐπίκλησιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματος. ἐκ τούτου καὶ τὰ ὀνείρων βιβλία ἐσφετερίσαντο Ἕλληνες. καὶ μάρτυς Ἰωσὴφ ὁ πανθαύμαστος ὁ τούτου ἀπόγονος, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡς ἔμελλον ἀποβήσεσθαι διηγούμενος. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόσοφος, ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ συνεπιμαρτυρήσεται, Φίλων, περὶ οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει. ὅτι ἤρξατο ἡ εἰδωλολατρεία ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. ὃς Ἀβραὰμ ὑπάρχων ἐτῶν ιδʹ καὶ θεογνωσίας ἀξιωθεὶς ἐνουθέτει τὸν πατέρα αὐτοῦ, λέγων· τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον( τουτέστι τὰ εἴδωλα) ; οὐκ ἔστιν ἄλλος θεὸς εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον δημιουργήσας. ὁρῶν γὰρ τοὺς ἀνθρώπους κτισματολατροῦντας διήρχετο διαπονούμενος καὶ τὸν ὄντως ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ σκοτεινὸν, ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔστιν οὗτος θεός. ὁμοίως καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν, ἔφησεν· οὐδ’ οὗτοί εἰσι θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἀστέρων κίνησιν, ἐκ τοῦ πατρὸς γὰρ ἐπαιδεύετο τὴν ἀστρονομίαν, καὶ ἀπορῶν ἐδυσχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸς καὶ λέγει αὐτῷ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. καὶ λαβὼν τὰ εἴδωλα τοῦ πατρὸς καὶ τὰ μὲν κλάσας τὰ δὲ ἐμπυρίσας ἀνεχώρησε μετὰ τοῦ πατρὸς ἐκ γῆς Χαλδαίων· καὶ ἐλθόντος εἰς Χαρρὰν, ἐτελεύτησεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ Κυρίου ἦλθε σὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυραννικῶς ἀφελόμενοι ᾤκησαν. λιμοῦ δὲ γενομένου καταλιπὼν τὴν Χαναναίων γῆν εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἥρπασεν ὁ βασιλεύς. τοῦτον ὁ θεὸς ἐκδειματώσας καὶ πάρεσιν τῶν μελῶν ἐπάξας, ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσεις. εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ σὰ πάντα. καὶ οὕτως ἀπολαβὼν τὴν γυναῖκα ἀμίαντον καὶ προσευξάμενος ἰαθῆναι ἐποίησε τῆς παρέσεως Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ βασιλεὺς καὶ προσέχων τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰγυπτίοις ἐγένετο. ὁ αὐτὸς Ἄβραμ ὑποστρέφων ἐκ τοῦ πολέμου τῆς εὐλογίας τοῦ Μελχισεδὲκ κατηξίωται, τοῦ βασιλέως Σαλὴμ, ὃς ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον. ἦν δὲ καὶ ἱερεὺς τοῦ Ὑψίστου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ πάντων. ἦν δὲ ὁ Μελχισεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ’ ὕπνους ἐπιδείξας ὁ θεὸς τοὺς ἀστέρας κατὰ τὸ πλῆθος αὐτῶν ἔσεσθαί οἱ τὸ σπέρμα προεδήλου. ὁ δὲ ἐπίστευσε τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἡ δὲ Σάρρα στεῖρα οὖσα συνεχώρησεν Ἄβραμ ἀπὸ τῆς παιδίσκης παιδοποιήσασθαι· καὶ ἴσχει τὸν Ἰσμαήλ. ἐνενήκοντα δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶς ὁ θεὸς Ἀβραὰμ μετωνόμασεν· Ἄβραμ γὰρ πρώην ὠνομάζετο· ὁμοίως καὶ τὴν Σάραν Σάρραν, προσθεὶς καὶ ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰσμαὴλ καὶ πάντας τοὺς ἐξ αὐτοῦ. Κύριος δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶς ἐπηγγείλατο τέξεσθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίασε, καὶ Ἰσαὰκ τὸ γεννηθὲν προσηγορεύθη, φερωνύμως τῷ μεθ’ ἡδονῆς γέλωτι κατὰ τὴν Ἑβραΐδα διάλεκτον. καὶ Ἀβραμιαῖος: ὁ ἀπόγονος Ἀβραὰμ, ἢ γιγαντιαῖος, ἱεροπρεπής. ]
alpha 122[ Ἀγαθοῦ Δαίμονος: ἔθος εἶχον οἱ παλαιοὶ μετὰ τὸ δεῖπνον πίνειν Ἀγαθοῦ Δαίμονος, ἐπιρροφοῦντες ἄκρατον, καὶ τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονος, χωρίζεσθαι δὲ μέλλοντες, Διὸς Σωτῆρος. καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸς οὕτως ἐκάλουν. καὶ ἐν Θήβαις δὲ ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονος. ἄλλοι δέ φασι τὸ πρῶτον ποτήριον οὕτω λέγεσθαι. ὅτι περὶ τἀγαθοῦ βιβλίον συντάξας Ἀριστοτέλης, τὰς ἀγράφους τοῦ Πλάτωνος δόξας ἐν αὐτῷ κατατάττει. καὶ μέμνηται τοῦ συντάγματος Ἀριστοτέλης ἐν τῷ πρώτῳ περὶ ψυχῆς, ἐπονομάζων αὐτὸ περὶ φιλοσοφίας. ]
alpha 124[ Ἀγάθων· ὄνομα κύριον. τραγικός δὲ ἦν· διεβέβλητο δὲ ἐπὶ μαλακίᾳ. Ἀριστοφάνης· Ἀγάθων δὲ ποῦ ’στιν; ἀπολιπών μ’ οἴχεται. ποῖ γῆς ὁ τλήμων; ἐς μακάρων εὐωχίαν. οὗτος ὁ Ἀγάθων ἀγαθὸς ἦν τὸν τρόπον, ποθεινὸς τοῖς φίλοις καὶ τὴν τράπεζαν λαμπρός. φασὶ δὲ ὅτι καὶ Πλάτωνος Συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοσόφων παραχθέντων. κωμῳδιοποιὸς Σωκράτους διδασκαλείου. ἐκωμῳδεῖτο δὲ εἰς θηλύτητα. ]
alpha 280[ Ἄγνον: οὐχὶ λύγον καλοῦσιν. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι· καὶ μὴν μὰ τὸν Δί’ οὐθὲν ἔτι τέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότος. Πλάτων· ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ, καὶ τοῦ ἄγνου τε τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον. Ἁγνὸς δὲ ὀξυτόνως, ὁ καθαρός. ]
alpha 284[ Ἀγνωμόνως: ἀνοήτως, ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες, ἀσύγγνωστοι, οἱ ἀμαθεῖς. καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+] ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. καὶ ὁ Θεολόγος· ὧ καὶ Ἰουδαίων ἀγνωμονέστερε. ἀντὶ τοῦ ἀνοητότερε. ]
alpha 425[ Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. ]
alpha 453[ Ἀδείμαντος· Κορινθίων στρατηγὸς, ὃς ἄπολιν εἶπε τὸν Θεμιστοκλέα. ὁ δὲ, τίς, εἶπεν, ἄπολις, ἔχων σʹ τριήρεις. τούτου καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ [+]. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρατηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, βύρμηξ καὶ Νικόμαχος καὶ Ἀρχέμορος μετ’ Ἀδειμάντου τοῦ Λευκολόφου. ]
alpha 485[ Ἀδικία· Πλάτων φησὶ τὴν ἀδικίαν νόσον ψυχῆς εἶναι. μηδεμία δὲ νόσος ψυχῆς ὠφέλιμός ἐστι. καὶ οὕτως πᾶσα κακία βλαβερά ἐστι τῷ ἔχοντι αὐτήν· ἡ δὲ ἀδικία κακία· οὐκοῦν βλαβερόν. ἡ γὰρ ἀδικία καὶ τὴν φύσιν αὐτὴν ἀδικεῖ, παῤ ὅσον αὕτη σφετερίζεται. ἔστι δὲ καὶ φθαρτική, τοῦτο μὲν τῆς ἐν πόλει κοινωνίας, τοῦτο δὲ πάσης συναλλαγῆς· ἐναντία δὲ καὶ παρὰ φύσιν τοῖς ἀνθρώποις· οἱ γὰρ ἄνθρωποι φύσει κοινωνικοί. ]
alpha 705[ Ἀθάνατος: τὸ ἀθάνατος ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτος ἐπὶ ἀψύχων φιλόσοφοι τάττουσιν. ὅτι ὁ Πλάτων ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν ἀθανάτοις ὁμώνυμον εἶναι ἐπιφέρει. διότι τὸ μὲν κυρίως ἀθάνατον καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειάν ἐστιν ἀμετάβλητον· τὴν δὲ ψυχὴν κατ’ οὐσίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατ’ ἐνέργειαν. οὕτως δ’ ἂν εἴποις καὶ τὰ οὐράνια ἀθανάτοις ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατ’ οὐσίαν ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθος τῆς ζωῆς ἡ ἀθανασία καὶ σύμπτωμά τι· ἐπὶ ὑποθέσει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεσθαι, οὐ μεταλήψει ἄλλης ζωῆς τὸ θνητὸν ἀθάνατον γίγνεσθαι. ἐγράφη ἐν τῷ Πῖ στοιχείῳ περὶ πάθους. ὁ δὲ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου ἁμαρτάνει. οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλ’ ἐν ἕξει καὶ διαθέσει. ]
alpha 731[ Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ ἘμπεδοκλῆςἈκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. ]
alpha 765[ Ἄθυμος: ἀντὶ τοῦ ἀθυμήτης. Πλάτων Πολιτείας εʹ. ἤγουν ὁ λελυπημένος. οἱ δὲ στρατιῶται καίτοι ἄθυμοι δοκοῦντες καὶ τὰ σώματα πονηθέντες ἐν τῇ προτέρᾳ μάχῃ παρεβάλοντο καὶ ἐνίκησαν. ἀντὶ τοῦ τὴν ψυχὴν κακοί. ]
alpha 768[ Ἀθύρειν: τὸ παίζειν. Πλάτων Νόμοις· ἡ δ’ αὖ παῤ ἡμῖν Κόρη καὶ Δέσποινα εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. Ἀθύρω, ὁ ἐνεστώς. ]
alpha 774[ Ἀκαδημία: γυμνάσιον ἐν Ἀθήναις, προάστειον ἀλσῶδες ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος ὀνομασθέν. πρότερον δὲ διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἰς Ἑκαδημίαν κατιὼν, ὑπὸ ταῖς μορίαις ἀποθρέξεις στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης, ἦρος ἐν ὥρᾳ χαίρων, ὁπότ’ ἂν πλάτανος πτελέᾳ ψιθυρίζῃ. ]
alpha 1058[ Ἀλαζών: ὁ ἀλώμενος. οὕτως Ἀλκαῖος. Πλάτων δὲ ἀλαζόσιν, ἀντὶ τοῦ ψεύσταις. ἢ Ἀλαζών, ὁ μείζονα τῆς ἑαυτοῦ ἀξίας κομπάζων καὶ φρονῶν. ὁ δὲ πρὸς ἕκαστον τῶν προσιόντων ἠλαζονεύετο, συμπλάττων ἀπὸ τῶν εἰκότων. ]
alpha 1169[ Ἀλλ’ ἤ: ἀντὶ τοῦ εἰ μή. καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλὰ ἄρα καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων· ἀλλ’ ἢ κατόπιν ἑορτῆς ἥκομεν, ἀντὶ τοῦ ἄρα. ]
alpha 1310[ Ἀλογία: τὸ μηδένα λόγον ἔχειν, ἀλογιστὶ δὲ πράττειν. οὕτως Δημοσθένης καὶ Πλάτων. ]
alpha 1467[ Ἀμαθἐστερος. καὶ Ἀλμαθής· ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος· Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. ]
alpha 1471[ Ἀμαθία: ἀντὶ τοῦ ἀναισθησία. Πλάτων. ]
alpha 1523[ Ἀμβλίσκουσιν: ἀποβάλλουσιν. ὃ συμβαίνει ταῖς διαφθειρούσαις καὶ προβαλλούσαις τὰ κυήματα. Πλάτων Θεαιτήτῳ [+]. καὶ Ἀλμβλίσκειν καὶ Ἐξαμβλοῦν, τὸ διαφθείρειν καὶ ἀφανίζειν. ]
alpha 1873[ Ἀναθέσθαι: τὸ μεταθέσθαι. ἀπὸ τῶν πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. οὔτε δὲ τὸ ὑπερθέσθαι σημαίνει ἡ λέξις οὔτε τὸ ἀνακοινώσασθαι, ἀλλὰ τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι. πολύ ἐστι παρὰ Πλάτωνι τῷ φιλοσόφῳ. Μένανδρος Ἀφροδισίῳ· ἐκφυγοῦσα δ’ ἣνέεἶξεχ νόσον, οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους. ]
alpha 1879[ Ἀναθολώσει: ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· ὅπως ἀναθολώσῃ. κυρίως δὲ ἐπὶ τῆς σηπίας, ἐπεὶ τὸ μέλαν αὐτῆς θολὸς καλεῖται. ]
alpha 1930[ Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ [+]· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεῶν. Ἄλεξις δέ φησι περὶ ἐσθῆτος οὕτως· ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος, μηδὲν γὰρ ἡμᾶς, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόντας, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὐτὸ κτῷτο φάσκων νοῦν ἔχειν. Ἀναλαμβάνειν, ἀντὶ τοῦ ἀνακτάσθαι. Ἀππιανός· τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Πέρσῃ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. ]
alpha 2024[ Ἀναπλήσας: ἀναπληρώσας. ὁ δὲ Πλάτων ἀντὶ τοῦ μολύνας. ]
alpha 2156[ Ἀνδραποδώδεις: δουλοπρεπεῖς, δουλογνώμονας. καὶ Ἀνδραποδώδης θρίξ, ἐπὶ τῶν ἠλιθίων. Πλάτων φησίν· ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπὸ ἀμουσίας. ]
alpha 2258[ Ἄνεμος: τὸ πνεῦμα τοῦ ἀνέμου. καὶ τὸ στοιχεῖον, ἐν ᾧ πνέει ὁ ἄνεμος. καὶ Ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ [+]· γόνιμον ἀνεμίδιον τυγχάνει. ]
alpha 2348[ Ἀνευφήμησεν: ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων. ]
alpha 2661[ Ἀντιγραφεύς: ὅμοιος τῷ γραμματεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Kτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτως καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους [+] Ἀπολογίᾳ ἀντῶμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. ]
alpha 2678[ Ἀντιλέγειν· δοτικῇ. ἀντὶ τοῦ ἶσα λέγειν. Πλάτων. ]
alpha 2679[ Ἀντίληψις: ἀντὶ τοῦ ἐπίληψις. Πλάτων. Ἀντιλήπτωρ δὲ ὁ ἀντιλαμβανόμενος. ]
alpha 2681[ Ἀντίμαχος, Κολοφώνιος, υἱὸς Ὑπάρχου, γραμματικὸς καὶ ποιητής. τινὲς δὲ καὶ οἰκέτην αὐτὸν ἀνέγραψαν Πανυάσιδος τοῦ ποιητοῦ, πάνυ ψευσάμενοι. ἦν γὰρ αὐτοῦ ἀκουστὴς καὶ Στησιμβρότου. γέγονε δὲ πρὸ Πλάτωνος. ]
alpha 2822[ Ἀξίοχος· Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη Ἀξίοχος καλούμενος. Πλάτωνος ἐνεπιγέγραπται. ]
alpha 2825[ Ἀξίωμα: βούλημα. τί δ’ ἐστι τἀξίωμ’, ἐφ’ ᾧ καλεῖς. μὴ διωθεῖσθαι τὴν πατρικὴν ἐπίταξιν, μηδὲ τὸ τοῦ Πλάτωνος ἀξίωμα ἀτιμάζειν. τουτέστι βούλημα. ὁ δὲ Ἀρκεσίλαος ἦν ἀξιωματικώτατος καὶ συνηγμένος. ]
alpha 2829[ Ἀξιῶν: ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. καὶ ἀντὶ τοῦ παρακαλῶν, λιπαρῶν. ἢ καὶ ἀντὶ τοῦ νομίζων. ]
alpha 3056[ Ἀπέσβηκε· λέγουσι τὸ ἀποσβέσαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ. ]
alpha 3194[ Ἄπια: εἰδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρὰ Ἀλέξιδι καὶ ἐν Ἀγρίοις Φερεκράτους· πρὶν ἀνακυκῆσαι τοὺς ἀπίους ἁρπάζετε. ]
alpha 3219[ Ἀπιστεῖν· δοτικῇ. τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ Ἀπιστίαν, τὴν ἀπείθειαν. καὶ Ἄπιστος, ὁ μὴ πειθόμενος. οὕτως Πλάτων. ]
alpha 3235[ Ἁπλότης διττή. ἡ μὲν ἔμφρων καὶ δικαία, ἡ δὲ ἀνόητος καὶ ἄδικος. ἔπειτα καὶ τὴν νῦν ποικιλίαν ἐμφύεσθαι τοῖς μὲν μετὰ δικαιοσύνης καὶ φρονήσεως, τοῖς δὲ μετὰ ἀδικίας καὶ ἀμαθίας. εἶναι γὰρ δὴ πάλαι καὶ τὰ κακὰ τὸν θνητὸν τοῦτον περιπολοῦντα ἐξ ἀνάγκης, ὥς φησι Πλάτων, ἀλλ’ ἧττον κακοήθη, ὡς νῦν ἐστι, καὶ ἁπλούστερα καὶ οὐκ ἐν βάθει τινὶ ταῖς ψυχαῖς ἐγκεκαυμένα ἀνίατα. πολλὴ γάρ ἐστιν ἡ μεταφορὰ τῶν πάλαι κακῶν πρὸς τὰ νέα, καὶ οὐ ποσότητι μόνον κρειττόνων τε καὶ χειρόνων, ἀλλὰ καὶ ποιότητι τρόπων. ]
alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]
alpha 3459[ Ἀπ’ ὄνου καταπεσών: παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. Ἀριστοφάνης Nεφέλαις· τί δῆτα ληρεῖς, ὥσπερ ἀπ’ ὄνου καταπεσών; ὁ δὲ φιλόσοφος Πλάτων οὐκ ἀπὸ τοῦ ζῴου τὴν παροιμίαν λέγεσθαι, ἀλλ’ ἀπὸ τοῦ νοῦ οὕτως· καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ καταπεσεῖν. ]
alpha 3498[ Ἀπορρηθέν: ἀπαγορευθέν. ἐπὶ τοῦ κελεύειν τι μὴ γενέσθαι. καὶ Ἀπορρηθῇ, ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων. ]
alpha 3561[ Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. ]
alpha 3727[ Ἆρα: συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡς ἔοικεν, καὶ ὡς φαίνεται. οὕτως Πλάτων. ]
alpha 3745[ Ἄρατος, Σολεὺς τῆς Κιλικίας( ἔστι γὰρ καὶ ἐν Κύπρῳ πόλις Σόλοι) , υἱὸς Ἀθηνοδώρου. ἀδελφοὶ δὲ αὐτοῦ Μύρις, Καλώνδας, Ἀθηνόδωρος. ἀκουστὴς δὲ ἐγένετο γραμματικοῦ μὲν τοῦ Ἐφεσίου Mενεκράτους, φιλοσόφου δὲ Τίμωνος καὶ Μενεδήμου, γεγονὼς ἐν τῇ ρκδʹ Ὀλυμπιάδι, ὅτε ἦν Ἀντίγονος βασιλεὺς Μακεδονίας, υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ, ὁ Γονατᾶς κληθείς· καὶ συνῴκει τε αὐτῷ καὶ παρ’ αὐτῷ ἐτελεύτησε, σύγχρονος Ἀνταγόρᾳ τῷ Ῥοδίῳ καὶ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ· ἐποποιός. συνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν θαυμάσιος ἡ εἰσβολὴ καὶ ὁ ζῆλος Ὁμηρικός· ὕμνους εἰς Πᾶνα, Σπονδοφόρους, Παίγνια, Ἀστρολογίαν καὶ Ἀστροθεσίαν, Σύνθεσιν φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰς Θεόπροπον, εἰς Ἀντίγονον, Ἠθοποιΐας, ἐπιστολὰς, ἐπιγράμματα εἰς Φίλαν τὴν θυγατέρα Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου, Ἀνατομὴν, εἰς Παυσανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου, Διόρθωσιν Ὀδυσσείας, ἐπιστολὰς ὁμοίως καταλογάδην. Ἄρρατον δὲ ἰσχυρὸν, στερεόν. οὕτως Πλάτων. Ἀράττων δὲ πλήττων, κρούων. ]
alpha 3830[ Ἀρετή: διάθεσις ὁμολογουμένη καὶ αὐτὴ δι’ αὐτὴν οὖσα αἱρετὴ, οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τέ ἐστιν εὐδαιμονία, ἄτε οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς βίου. καὶ διαστρέφεσθαι δὲ τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰς τῶν ἔξωθεν πραγματειῶν πιθανότητας, ὁτὲ δὲ διὰ τὴν κατήχησιν τῶν συνόντων· ἐπεὶ ἡ φύσις ἀφορμὰς δίδωσιν ἀδιαστρόφους. ἡ ἀρετὴ δὲ τέλειός ἐστιν, ὥσπερ ἀνδριάς· καὶ ἢ ἀθεώρητος, ὥσπερ ὑγεία· ἢ θεωρηματικὴ, ὡς φρόνησις. καὶ ἐπιστημονικαὶ μέν εἰσι καὶ θεωρηματικαὶ αἱ ἔχουσαι σύστασιν ἐκ θεωρημάτων, ὡς φρόνησις καὶ δικαιοσύνη· ἀθεώρητοι δὲ αἱ κατὰ παρέκτασιν θεωρούμεναι ταῖς ἐκ τῶν θεωρημάτων συνεστηκυίαις, καθάπερ ὑγεία καὶ ἰσχύς. τῇ γὰρ ἀφροσύνη τεθεωρημένῃ ὑπαρχούσῃ συμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεσθαι τὴν ὑγείαν, καθάπερ τῆς ψαλίδος οἰκοδομίᾳ τὴν ἰσχὺν ἐπιγίνεσθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι μὴ ἔχουσι συγκαταθέσεις, ἀλλ’ ἐπιγίνονται, ὡς ὑγεία καὶ ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέσθαι ἐκ προκοπῆς τοὺς περὶ Σωκράτην, Διογένην, Ἀντισθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖσθαι τῇ ἀρετῇ. διδακτήν τε εἶναι τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων. εἰσὶ δὲ δύο ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γʹ, λογικὴν, φυσικὴν, ἠθικήν, οἱ δὲ περὶ Ποσειδώνιον δʹ, οἱ δὲ πλείονας, οἱ δὲ μίαν, τὴν φρόνησιν. πρώτας δὲ ἀνδρείαν, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, τὰς δὲ λοιπὰς ὑποτεταγμένας ταύταις, μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. ἀνάλογοι δὲ καὶ αἱ κακίαι. τὸν δὲ ἐνάρετον χρὴ θεωρητικὸν εἶναι καὶ πρακτικὸν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστὶ καὶ ὑπομενετέα καὶ ἐμμενετέα, ὥστε εἶναι τὰ μὲν αἱρετῶς ποιεῖν, τὰ δὲ ὑπομονητικῶς, τὰ δὲ ἐμμενετικῶς, φρόνιμός τέ ἐστι καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαι δὲ ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἀρετὴ δέ ἐστι βελτίστη ἕξις, ἢ ἕξις ἀφ’ ἧς αὐτό τε τὸ οὐ ἐστιν ἄριστόν ἐστι καὶ τὰς ἐνεργείας τὰς οἰκείας ἄριστα ἀποδίδωσιν. ἀρετὴ κατὰ φύσιν· κακία παρὰ φύσιν. ὅτι οὐ πᾶσα ἀρετὴ ἐπιστήμη· ἔστι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ ἠθικαὶ οὐκ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ὅτι φασὶν οἱ Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆς καὶ κακίας, οἱ δὲ Περιπατητικοὶ μεταξ λέγουσιν εἶναι τὴν προκοπήν. ὡς γὰρ δεῖν φασιν οἱ Στωϊκοὶ ἢ στρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὕτε δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὅτι αἱ πολιτικαὶ ἀρεταὶ κατακοσμοῦσιν ἡμἃς καὶ ἀμείνους ποιοῦσιν, ὁρίζουσαι καὶ μετροῦσαι τὰς ἐπιθυμίας, καὶ ὅλως τὰ πάθη μετροῦσαι, καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι, τῷ ὅλως ἀμείνονι καὶ τῷ ὡρίσθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίστων ἔξω εἶναι. τὰς δὲ πολιτικὰς ἀρετὰς ὁ Πλάτων ἀλλαχοῦ καθάρσεις λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ φρονήσει εὐβουλία καὶ σύνεσις, τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης, τῆ δὲ δικαιοσύνη ἰσότης καὶ εὐγνωμοσύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία. ]
alpha 3908[ Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. ]
alpha 3916[ Ἀριστοκλῆς, Μεσσήνιος τῆς Ἰταλίας, φιλόσοφος Περιπατητικός. συνέταξε Περὶ φιλοσοφίας βιβλία ιʹ· Πότερος σπουδαιότερος Ὅμηρος [+] Πλάτων [+]. καταλέγει δὲ ἐν τούτοις πάντας φιλοσόφους καὶ δόξας αὐτῶν. ἔγραψε δὲ καὶ Τέχνας ῥητορικὰς, Περὶ Σαράπιδος, Ἠθικὰ βιβλία θʹ. ]
alpha 3929[ Ἀριστοτέλης, υἱὸς Νικομάχου καὶ Φαιστιάδος· ὁ δὲ Νικόμαχος ἰατρὸς ἦν τοῦ τῶν Ἀσκληπιαδῶν γένους, ἀπὸ Ννικομάχου τοῦ Μαχάονος. ἐκ Σταγείρων, πόλεως τῆς Θρᾴκης, φιλόσοφος, μαθητὴς Πλάτωνος, τραυλὸς τὴν φωνήν. καὶ ἀδελφούς μὲν ἔσχεν Ἀρίμνηστον καὶ Ἀριμνήστην, θυγατέρα δὲ ἀπὸ Πυθιάδος, τῆς θυγατρὸς Ἑρμείου τοῦ εὐνούχου· ὃς καὶ θλαδίας ὢν αὐτὴν ἔσπειρε. γημαμένη δὲ τρισὶν ἡ Ἀριστοτέλους θυγάτηρ τεκνώσασα προετελεύτησεν Ἀριστοτέλους τοῦ πατρός. ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος παλλακῆς, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνούχου· ὅστις ἦν ἄρχων Ἀταρνέως, χώρα δὲ αὕτη Τρῳάδος, Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλος γεγονὼς ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριστοτέλους. ἦρξε δὲ ἔτη ιγʹ τῆς Περιπατητικῆς κληθείσης φιλοσοφίας διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήσαντα τῆς Ἀκαδημίας, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ ϟθʹ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸς εὐθύνας, ἐπειδὴ ἔγραψε παιᾶνα εἰς Ἑρμείαν τὸν εὐνοῦχον· οἱ δέ φασι νόσῳ αὐτὸν τελευτῆσαι βιώσαντα ἔτη οʹ. ]
alpha 3935[ Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ]
alpha 3988[ Ἀρνυμένη: ἀντικαταλλάσσουσα. ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελ’ ἑκάστα, ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον. καὶ Ἄρνυσθαι, ἀντικαταλλάσσεσθαι. ὅθεν καὶ τὸ μισθαρνεῖν, τὸν μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. λαμβάνεται δὲ ἀντὶ τοῦ περιποιούμενοι καὶ ἀντὶ τοῦ φυλάττων. οὕτως Πλάτων. ]
alpha 4011[ Ἁρποκρατίων, Ἀργεῖος, Πλατωνικὸς φιλόσοφος, συμβιωτὴς Καίσαρος. ἔγραψεν ὑπόμνημα εἰς Πλάτωνα [+] ἐν βιβλίοις κδʹ, Λέξεις Πλάτωνος [+] ἐν βιβλίοις βʹ. ]
alpha 4067[ Ἀρύτεσθαι: σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις· εἴτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθαι πρόχυσιν. καὶ Πλάτων Νόμοις· ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσα καὶ ὁπότε. ]
alpha 4075[ Ἀρχαῖος: ἀντὶ τοῦ εὐήθης. Πλάτων. ἢ λῆρος. Ἀρχαίως δὲ ἀπραγμόνως, ἀπαρατηρήτως· ἢ καὶ ἠλιθίως, εὐήθως. μινυρίζοντες μέλη ἀρχαιομελισιδωνοφρυνιχήρατα. ]
alpha 4104[ Ἀρχίας, Συρακούσιος καὶ Μύσκελλος Ἀχαιὸς ἧκον ἐς Δελφοὺς ἐν τῷ αὐτῷ τοῦ χρόνου καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινησθέντα αὐτοῖς τε καὶ ταῖς πόλεσιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία· χώρας καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες ἤλθετ’ ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε· ἀλλ’ ἄγε δὴ φράζεσθ’ ἀγαθῶν πότερόν κεν ἕλοισθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν ταῦτα ἠκουσάτην, Ἀρχίας ὢν φιλοχρήματος πλούτου περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύσθη τῆς ἐλπίδος· παμπλούσιος γοῦν Συράκουσα ἡ πόλις κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύσκελλος δὲ αἱρεῖται αὐτός τε ὑγιαίνειν καὶ ἡ πόλις· καὶ ἀπώνητο ὧν ᾔτησε. δεῖγμα γοὖν τῆς ἐν Κρότωνι ὑγιείας ῥωμαλέοι τέ εἰσιν οἱ οἰκήτορες, καὶ ἀθλητῶν ἡ πόλις πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτος ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐστόν· αἵρεσις δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουσα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν συνετώτερος ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριος. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον, ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει. ]
alpha 4121[ Ἀρχύτας, Ταραντῖνος, Ἑστιαίου υἱὸς ἢ Μνησάρχου ἢ Μνασαγέτου ἢ Μνασαγόρου, φιλόσοφος Πυθαγορικός. οὗτος Πλάτωνα ἔσωσε μὴ φονευθῆναι ὑπὸ Διονυσίου τοῦ τυράννου. τοῦ κοινοῦ δὲ τῶν Ἰταλιωτῶν προέστη, στρατηγὸς αἱρεθεὶς αὐτοκράτωρ ὑπὸ τῶν πολιτῶν καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοσοφίαν ἐκπαιδεύων μαθητάς τ’ ἐνδόξους ἔσχε καὶ βιβλία συνέγραψε πολλά. τοῦτον φανερῶς γενέσθαι διδάσκαλον Ἐμπεδοκλέους. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύτας πλαταγὴν εὖρεν, ἥτις ἐστὶν εἶδος ὀργάνου ἦχον καὶ ψόφον ἀποτελοῦντος. ὁ δὲ πλαταγὴν χαλκευσάμενος ἐπλατάγει. ]
alpha 4348[ Ἀτέχνοις: πανούργοις, ἢ ἀπείροις. καὶ Ἀτέχνως, βαρυτόνως, ἀντὶ τοῦ ἄνευ τέχνης, ἀμαθῶς, ἀμελῶς. ἐπὶ δὲ τοῦ περισπωμένου ἀτεχνῶς, ἀντὶ τοῦ ἀληθῶς. τέχνη γὰρ ὁ δόλος. δεῖται τοῦ θεοῦ συμβουλὴν ἀτεχνῶς ἱερὰν παρασχεῖν αὑτῇ καὶ διδάξαι περὶ τῶν πρακτέων. Ἀτεχνῶς περισπωμένως, ἀντὶ τοῦ ἀληθῶς, ἁπλῶς, χωρὶς πανουργίας. σαφῶς· ἢ βεβαίως ἢ ἀσφαλῶς ἢ φανερῶς. οἱονεὶ ἀτενῶς, περισσοῦ ὄντος τοῦ χ. ἢ ἀντὶ τοῦ τελείως, καὶ ἀντὶ τοῦ ἰσχυρῶς, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶς. οὕτως Πλάτων. εὐδαιμονῶν ἀτεχνῶς τὴν Ἀριστοτέλους εὐδαιμονίαν. καὶ αὖθις· οὐκ ἂν διαλεχθείη τοῖς ἄλλοις ἀτεχνῶς, οὐδ’ ἂν ἀπαντῶν. ἢ ἀτεχνῶς, ἀντὶ τοῦ ὅλως, καὶ συνόλως, οἷον ἀδόλως· τέχνας γὰρ ἔλεγον τοὺς δόλους. Ὅμηρος· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο. ]
alpha 4556[ Ἀφαρεύς, Ἀθηναῖος, ῥήτωρ, υἱὸς τοῦ σοφιστοῦ Ἱππίου καὶ Πλαθάνης, πρόγονος δὲ Ἰσοκράτους τοῦ ῥήτορος, ἀκμάσας κατὰ τὴν ςεʹ Ὀλυμπιάδα, ὅτε καὶ Πλάτων ὁ φιλόσοφος. ]
beta 104[ Βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕτως Πλάτων. ἔστι δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις παρὰ τὸ ἔθος τῶν εὐδαιμονούντων Ἐλλήνων· σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος· ὡς τὸ ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν. ]
beta 198[ Βδέλλεται: ἀμέλγει. Πλάτων εἰς τὸν Θεαίτητον [+] βδάλλεται λέγει. ]
delta 39[ Δαμάσκιος, Στωϊκὸς φιλόσοφος, Σύρος, Σιμπλικίου καὶ Εὐλαλίου τῶν φρυγῶν ὁμιλητής· ἤκμαζεν ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. γέγραπται αὐτῷ ὑπομνήματα εἰς Πλάτωνα [+] καὶ Περὶ ἀρχῶν καὶ Φιλόσοφος ἱστορία. ]
delta 81[ Δασμολογῶ· αἰτιατικῇ. συνάγω. Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει· σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις. ]
delta 284[ Δεῦρ’ ἀεί· ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ. πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲς ἀντὶ τοῦ ὡδὶ τιθέασιν. ]
delta 334[ Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον· ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. καὶ Πλάτων φησίν, ἀνάγκην δὲ οὐδὲ θεοὺς βιάζεσθαι. ]
delta 454[ Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. ]
delta 627[ Διαλεκτική· ἡ ἀποδεικτική. ὀλίγα διαλεκτικῆς ἁψάμενος. Διαλεκτική ἐστιν ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. τυγχάνει δ’ αὐτὴ ἐπὶ σημαίνοντα καὶ σημαινόμενα. ἢ οὕτως, μέθοδος δι’ ἐνδόξων περὶ παντὸς τοῦ προκειμένου συλλογιστική. καλεῖται δὲ διαλεκτικὴ ἀπὸ τοῦ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει. Διάλεκτος· ζήτει ἐν τῷ γλῶττα· καὶ ζήτει ἐν τῷ γυμνασία. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς. καὶ ζήτει ἐν τῷ διεξοδικούς. ὅτι Διάλογος λόγος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος, περί τινος τῶν φιλοσοφουμένων καὶ πολιτικῶν μετὰ τῆς πρεπούσης ἠθοποιΐας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. διαλεκτικὴ δέ ἐστι τέχνη λόγων, δι’ ἧς ἀνασκευάζομέν τι ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προσδιαλεγομένων. τοῦ δὴ λόγου τοῦ Πλάτωνος δύο εἰσὶ χαρακτῆρες, οἱ ἀνωτάτω. ὁ ὑφηγητικὸς καὶ ὁ ζητητικός. διαιρεῖται δὲ ὁ ὑφηγητικὸς εἰς θεωρηματικὸν καὶ πρακτικόν. καὶ ὁ θεωρηματικὸς δὲ ὁ δὲ πρακτικὸς εἰς τὸ φυσικὸν καὶ λογικόν. εἰς τὸ ἠθικὸν καὶ πολιτικόν. ὅτι καὶ τοῦ ζητητικοῦ βʹ εἰσὶ χαρακτῆρες. γυμναστικὸς καὶ ἀγωνιστικός. καὶ τοῦ ἀγωνιστικοῦ ἐνδεικτικὸς καὶ ἀνατρεπτικός. οἱ δὲ ἄλλως διαιροῦσιν· εἰς δραματικὸν διηγηματικὸν μικτόν. ἀλλ’ οὗτοι τραγικῶς μᾶλλον ἢ φιλοσόφως διαιροῦσιν. ὁ δὲ μὴ ὢν διάλογος αὐτοδιήγητος λέγεται λόγος. ]
delta 652[ Διὰ μέσου τείχους· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ἀπὸ τοῦ Βορείου καὶ τοῦ Νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ ἑκάτερα τὸ Νότιον ἐλέγετο· οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργία [+]. ]
delta 1141[ Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. ]
delta 1149[ Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου [+] τοῦ Εὐαγγελιστοῦ [+], Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου [+] σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος [+] περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν, Πρὸς Εὐφρόνιον [+] φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους [+] περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου [+] περὶ ζῴων καὶ θυσιῶν. ]
delta 1171[ Διονύσιος, Ἁλικαρνασεύς, γεγονὼς ἐπὶ Ἀδριανοῦ Καίσαρος, σοφιστής, καὶ Μουσικὸς κληθεὶς διὰ τὸ πλεῖστον ἀσκηθῆναι τὰ τῆς μουσικῆς. ἔγραψε δὲ Ῥυθμικῶν ὑπομνημάτων βιβλία κδʹ, Μουσικῆς ἱστορίας βιβλία λϛʹ· ἐν δὲ τούτοις αὐλητῶν καὶ κιθαρῳδῶν καὶ ποιητῶν παντοίων μέμνηται· Μουσικῆς παιδείας διατριβῶν βιβλία κβʹ, Τίνα μουσικῶς εἴρηται ἐν τῇ Πλάτωνος [+] Πολιτείᾳ βιβλία εʹ. ]
delta 1233[ Διωλύγιον· μέγα. καὶ παροιμία· Διωλύγιον κακόν, ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ ἐπὶ πολὺ διῆκον. οὕτως δνοπαλίζεις διωλύγιος φλυαρία. Πλάτων. καὶ Δαμάσκιος· ταῦτα οὐ διωλύγιος φλυαρία δόξειεν ἂν εἶναι, καὶ δικαίως οὐ κατὰ γραῶν ὕθλον λεγόμενον, ἀλλὰ πέρα τοῦ μεγίστου φληνάφου; ]
delta 1240[ Δίων, ὁ Πασικράτους, Προυσαεύς, σοφιστὴς καὶ φιλόσοφος, ὃν Χρυσόστομον ἐκάλεσαν. ἀντεποιεῖτο δὲ σεμνότητος ὡς καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸς τὸ σῶμα καὶ διέτριψε τὸ πλεῖστον παρὰ Τραιανῷ τῷ Καίσαρι, ὡς καὶ συγκαθέζεσθαι ἐν τῷ βασιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸς κόσμος, Ἐγκώμιον Ἡρακλέους καὶ Πλάτωνος [+], Ὑπὲρ Ὁμήρου [+] πρὸς Πλάτωνα [+] δʹ, Περὶ τῶν Ἀλεξάνδρου [+] ἀρετῶν ηʹ. οὗτος διαβάλλει καὶ τὸν Ὅμηρον ὡς ψευδῶς τὰ περὶ τὸ Ἴλιον γεγραφότα. ]
delta 1319[ Δογματίζει· θεολογεῖ, φυσιοῦται. Δογματίζειν ἐστὶ τὸ δόξαν τιθέναι, ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰσὶ δ’ οἱ ξένοι, οὐχ ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν· ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας θεοὺς ἐκ τοῦ θέειν καὶ ἰέναι. ]
delta 1355[ Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ( καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ) , ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. ]
delta 1363[ Δόξα· τὸ λογικὸν καὶ γνωστικὸν μέρος τῆς ψυχῆς διαιρεῖται εἰς νοῦν, διάνοιαν, δόξαν. ἡ μὲν οὖν δόξα καταγίνεται τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς· οἶδε γὰρ ὅτι τὸ λευκὸν διακριτικὸν ὄψεως, καὶ ὅτι πᾶς ἄνθρωπος δίπους. ἔτι γε μὴν τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ συμπεράσματα. οἷον, ὅτι ἡ ψυχὴ ἀθάνατος οἶδεν· διὰ τί δέ, οὐκέτι. ὥστε δοξαστά ἐστι τό τε ἐν τοῖς αἰσθητοῖς καθόλου καὶ τῶν διανοητῶν τὰ συμπεράσματα. καὶ τοῦτ’ ἐστὶν ἡ δόξα, γνῶσις. διὰ τί δὲ ἀθάνατος ἡ ψυχή, οὐκέτι οἶδεν ἡ δόξα· διανοίας γὰρ ἔργον ἐστὶ τοῦτο. ὅθεν καὶ καλῶς ὁρίζεται τὴν δόξαν Πλάτων ἐν τῷ Σοφιστῇ, διανοίας λέγων ἀποτελεύτησιν, τῆς γὰρ διανοίας συλλογισαμένης, ὅτι ἀθάνατος ἡ ψυχή, τὸ συμπέρασμα μόνον οἶδεν ἡ δόξα. διανοίας δέ ἐστι τὸ οἷον ὁδόν τινα διανύειν μεταβαίνουσαν ἀπὸ προτάσεως εἰς συμπέρασμα· ἐξ οὗ καὶ τὴν κλῆσιν εἵλκυσεν. ]
delta 1451[ Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας· οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. ]
delta 1476[ Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὥς φησι Δαμάσκιος εἰς τὴν Φιλόσοφον ἱστορίαν, δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον, πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας. ]
delta 1547[ Δρύοχοι· πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένης νεώς. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψίδας ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμασι· τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχους. Δρυόχους Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. στόλου δ’ ἐκ δρυόχων ναυπηγουμένου καθ’ ἕνα καιρὸν λαθεῖν ἀδύνατον. ]
alphaiota 77[ Αἴγυπτος· ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι ὅτε ἀφίκετο Ἑρμῆς, ὁ υἱὸς Πήκου, τοῦ καὶ Διός, Μεστρὲμ ἐβασίλευε τῶν ἐκεῖ· ὃν μετωνόμασαν Αἴγυπτον, ἀφ’ οὗ καὶ Αἴγυπτος ἡ χώρα· τοῦ γένους τοῦ Νῶε. ὅτι ἐν ταῖς μʹ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί. ὅτι Ἀναξαγόρας καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας, θεούς ἐκ τοῦ θέειν καὶ ἰέναι. ]
alphaiota 349[ Αἰσχίνης, ὁ τοῦ Λυσανίου. οὗτος παρὰ Διονύσιον εἰς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο. Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυροὺς ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου. καὶ ἵνα μὴ πλείους διαβάλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασσάνδρου γάμον ἐς Μακεδόνας κωμάσαι, ποιήματα ψυχρὰ ξυνθέντα δημοσίᾳ ταῦθ’ ὑπὲρ χρημάτων ᾆσαι. ]
epsilon 45[ Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. ]
epsilon 123[ Ἐγκράτεια· διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξις ἀήττητος ἡδονῶν. ὅτι ἔστι δεικνύναι μεταλαβόντας, ὡς ποτὲ μὲν ὁ σπουδαῖος οὐ σώφρων, μεταλαβόντα τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δύναταί τις δεικνύναι τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων[ πρὸς] ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἄλληλα σωφροσύνη. οὕτω καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ἔδωκεν εἰς τὸ ἀπέδωκε· καὶ ὁ Θουκυδίδης βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως, μεταλαμβάνοντες ἀεὶ τὰ ὀνόματα πρὸς τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν, τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν, τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν πανοῦργον εἰς τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον εἰς τὸν ἄσωτον, τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτω καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ [+] παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας ἠλιθίους μεταλαμβάνει. δεῖξαι δὲ θέλοντες ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν αὐτοκρατοῦντα( τοῦτο γὰρ σημαίνει τὸ ὄνομα) , καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἀκολάστου. ]
epsilon 138[ Ἐγκύρτια· τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Πλάτων δὲ χρῆται ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει. ]
epsilon 985[ Ἐμὴν χάριν· συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι. ]
epsilon 1032[ Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. ]
epsilon 1182[ Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι’ ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωριμωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τιμιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ’ ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι( ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) , ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον ΠλάτωνιἈριστοτέλειΓαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. ]
epsilon 1546[ Ἐξάντη· ὑγιῆ, καὶ ἔξω ἄτης. ὦ Ζεῦ, γενέσθαι με τῆσδ’ ἐξάντη νούσου. τὸ ν ἔγκειται δι’ εὐστομίαν. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται. καὶ Αἰλιανός· θυγάτηρ δέ, ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ. ἔστι δὲ καὶ ἐπιφώνημα. ἐξάντης λεύσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα. Πλάτων ἐν Φαίδρῳ. ]
epsilon 1922[ Ἐπαγωγή. περὶ Πλάτωνός φησιν· ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς. ]
epsilon 2110[ Ἔπεχε· ἐπίκεισο, ἐπίμενε, φύλασσε. Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος διὰ τὸ περιπατῶν ἐπέχειν οὐδὲ βιβλίον τι συνέγραψεν. καὶ Ἐπέχω· αἰτιατικῇ. Ἐπέχομαι δὲ γενικῇ. καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως. ]
epsilon 2288[ Ἐπιδεξιελευθέρως· Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλάβεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως, οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεόν. ζήτει ἐν τῷ ἀναλαμβάνειν. ]
epsilon 2404[ Ἐπίκουρος, Νεοκλέους, Ἀθηναῖος, Γαργήττειος τῶν δήμων, μητρὸς Χαιρεστράτης. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς, Χαιρέδημος, ἈριστόβουλοςἈριστόδημος. φιλοσοφίας δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβʹ καὶ οἰκείαν αἵρεσιν εἰσηγήσατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεῦσιν, εἶτα σχολαρχήσας ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθʹ ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτοὺς τῆς Πλάτωνος τελευτῆς καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου, ἔτη σκζʹ. ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ιδʹ. συγγράμματα δὲ αὐτοῦ πλεῖστα. ]
epsilon 2424[ Ἐπίκτητος, Ἱεραπόλεως τῆς Φρυγίας, φιλόσοφος, δοῦλος Ἐπαφροδίτου, τῶν σωματοφυλάκων τοῦ βασιλέως Νέρωνος. πηρωθεὶς δὲ τὸ σκέλος ὑπὸ ῥεύματος ἐν Νικοπόλει τῆς νέας Ἠπείρου ᾤκησε, καὶ διατείνας μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι Θεοσέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας· ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ’ ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδενὸς τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουσαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ’ αὐτῶν τῶν πραγμάτων. εἰ μὴ γὰρ καὶ τὸν δημόσιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνισταμένην πρὸς τὸ βέλτιστον. ]
epsilon 2504[ Ἐπιώψατο· κατέλεξεν, ἐξελέξατο. ἔστι δ’ Ἀττικόν· ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους. οἷον κατέλεξεν, ἐξελέξατο. Πλάτων ἐν Νόμοις. ]
epsilon 2832[ Ἐπωβελία· τὸ ἕκτον τίμημα τῆς δίκης, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες αὐτοῖς τοῖς γραφεῖσιν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβελὸς ἦν. Ἐπωβελία οὖν ἡ ζημία. Ἐπωβελία οὖν ὁ τόκος, ὑπὸ Πλάτωνος Νόμων ιαʹ. ]
epsilon 3001[ Ἐρίῳ στέψαντες· ἀντὶ τοῦ στέμμα περιθέντες. Πλάτων Πολιτείας ιʹ. ]
epsilon 3070[ Ἔρως· ὅτι οὐδεὶς ἔρως ἀστεῖος, τοῦτο πρόβλημά ἐστι καθόλου ἀποφαντικόν. ἀνασκευάζεται δέ, ὅτι μὴ πᾶς ἔρως φαῦλος· διαιροῦμεν γὰρ τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόντε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ ἀνάμνησιν τοῦ ποτε ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. κειμένου δὲ τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι τοῦτο θέλοντες ὁρισαίμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τό, ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι τοῦτον λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γάρ, ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα. ὅτι τὸν ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλευποιΐας διὰ κάλλος ἐμφαινόμενον, καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην, καίπερ ἐξουσίαν ἔχοντα τῆς ἐρωμένης, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, μὴ εἶναι θεόπεμπτον. εἶναι δὲ τὴν ὥραν ἄνθος ἀρετῆς. Ἀττικῶς δὲ ἀπὸ τοῦ ὁ ἔρος, τοῦ ἔρου, κλίνεται. οὕτω γὰρ καὶ αὐτοὶ τοῦτο τὸ ὄνομα γράφουσι καὶ ἐκφωνοῦσιν, ὥσπερ καὶ τὸ ἀμείνων καὶ χείρων, ἄμεινος καὶ χεῖρος φασίν. ὁ δὲ Πλάτων περὶ ἔρωτος λέγει διεξοδικώτερον. τέθειται δὲ ἐν τῷ περὶ παροιμίας ἐν τῷ ε στοιχείῳ. ]
epsilon 3267[ Ἑταῖρε· ὁ Πλάτων καὶ οἱ ἄλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν· οὓς ἐμιμεῖτο Ἰουλιανὸς ἑταίρους πάντας καλῶν ἐν ταῖς συνουσίαις, οὐκ ἀπαυθαδιζόμενος τῇ βασιλεία. ]
epsilon 3413[ Εὖ διάγειν· οὕτως ἐπέγραφεν Ἐπίκουρος, εὖ διάγειν· χαίρειν δὲ ὁ Κλέων καὶ εὖ πράττειν ὁ Πλάτων. ]
epsilon 3429[ Εὔδοξος, Αἰσχίνου, Κνίδιος, φιλόσοφος, Πλάτωνος ἡλικιώτης· ᾧ τρεῖς ἐγένοντο θυγατέρες, Ἀκτίς, Δελφίς, Φιλτίς. καὶ ἔσχε πρὸς ἀστρολογίαν ὑπερφυῶς ἔγραψέ τε πλεῖστα τοῦ εἴδους τούτου· καὶ Ὀκταετηρίδα, ἔτι δὲ δι’ ἐπῶν Ἀστρονομίαν. ]
epsilon 3460[ Εὔηθες· ἐπὶ τοῦ βελτίονος καὶ Θουκυδίδης ἐν γʹ καὶ ὁ φιλόσοφος. ]
epsilon 3504[ Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος. ]
epsilon 3664[ Εὖ πράττειν· οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλάτωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. εἰσὶ δὲ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν· οὕτως Ἐπίκουρος ἐπέγραφε· χαίρειν δὲ ἐπέγραφε Κλέων. ]
epsilon 3808[ Εὐφραῖος· ὄνομα κύριον. Ὀρείτης ἦν τὸ γένος· μετέσχε δὲ τῆς τοῦ Πλάτωνος διατριβῆς. ]
epsilon 4055[ Ἑψανόν· ἁπαλόν. καὶ ἀτέραμνον, τὸ δυσέψανον. οὕτως Πλάτων. ]
zeta 13[ Ζάλην· μεγάλην ἅλα. ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. καὶ Ζάπλουτος, ὁ σφόδρα πλούσιος. Πλάτων Πολιτείᾳ· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τείχει ὑποστάς. καὶ ἐν Τιμαίῳ· εἴτε ζάλη πνεύματος ὑπ’ ἀέρος φερομένη καταληφθείη. συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. τινὲς ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης. δύναται καὶ ζάλη τὶς εἶναι μεγάλη συστροφὴ ἀνέμου. τινὲς Ζάλην τὴν χάλαζαν. ]
zeta 133[ Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα· ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. κέχρηται Πλάτων ἐν Ἱππίᾳ. ]
epsiloniota 22[ Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινόμενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. ]
epsiloniota 35[ Εἴδησις· ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι [+]· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν. ]
epsiloniota 71[ Εἰκαῖον· μάταιον, ἀνωφελές. θεραπεία δὲ τοῦ ἐν ἑκάστῳ ἡμῖν δαίμονος, τοῦτον καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. καὶ αὖθις· μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν. ]
epsiloniota 144[ Εἱμαρμένη· ὅτι εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν λέγει κατὰ συμβεβηκὸς γινομένην ἢ σύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ Δημόκριτος εἶπε· τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερομένων ἄνω καὶ κάτω παλλομένων τε καὶ περιπλεκομένων καὶ διϊσταμένων καὶ περιφερομένων ἐξ ἀνάγκης· ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ νόσον καὶ ὑγείαν καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησεν. καὶ ἄλλοι ἄλλα εἰπόντες ἀντεπαρετάξαντο ἀλλήλοις. ]
epsiloniota 165[ Εἴξασι καὶ εἴκασι λέγει Πλάτων ἀντὶ τοῦ ἐοίκασι. καὶ Ἀριστοφάνης Νεφέλαις· εἴξασι δ’ οὖν ἐρίοισι πεπταμένοισι. περὶ τῶν νεφελῶν λέγει. ]
eta 371[ Ἦν δ’ ἐγώ· ἔφην δὲ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει. ]
eta 461[ Ἡρακλείδης, Εὔφρονος, φιλόσοφος, Ἡρακλείας τῆς Πόντου, τὸ δὲ γένος ἄνωθεν ἀπὸ Δάμιδος, ἑνὸς τῶν ἡγησαμένων τῆς εἰς Ἡράκλειαν ἐκ Θηβῶν ἀποικίας, Πλάτωνος γνώριμος· ἐκδημήσαντος δὲ Πλάτωνος εἰς Σικελίαν, προεστάναι τῆς σχολῆς κατελείφθη ὑπ’ αὐτοῦ. οὗτος καὶ δράκοντα ἔθρεψε καὶ ἡμέρωσε καὶ εἶχε συνδιαιτώμενον αὐτῷ καὶ συγκαθεύδοντα· ὃς καὶ μόνος ἐπὶ τῆς κλίνης εὑρέθη, τοῦ Ἡρακλείδου κατακλιθέντος μὲν ὑγιοῦς, οὐχ εὑρεθέντος δέ. καὶ ἄλλοι μὲν αὐτὸν ἀπηθανατείσθαι ἐνόμισαν, ἄλλοι δὲ ἐν φρέατι αὑτὸν ἐμβεβληκέναι, ὡς ἂν δόξῃ τοῖς ἀνθρώποις ἀπηθανατείσθαι. ἔγραψε πολλά. ]
eta 481[ Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πλάτων Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διός. καί φασι δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ. Κλήμης. ἡ ἱστορία καὶ παρ’ Ἐπιχάρμῳ ἐν ΚωμασταῖςἩφαίστῳ. ]
iota 96[ Ἰδέας· τὰς θεωρίας, διὰ τοῦ ι. καὶ Ἰδέαι. τὴν ἰδέαν ὁ Πλάτων καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. Ἰδέα δὲ λόγου, ὁ χαρακτήρ. ]
iota 471[ Ἰώβ, ὁ μέγας ὄντως ἐκεῖνος καὶ γενναῖος τῆς ἀληθείας ἀγωνιστής, ὁ πρῶτος ἀνοίξας τὸ γυμνικὸν ἐκεῖνο καὶ παγκόσμιον στάδιον, ὁ τὸν ἀντίπαλον πάσαις ταῖς πάλαις καταβαλών, ὁ μέχρι καὶ τῶν ὀστέων τὰς πληγὰς καὶ τοὺς μώλωπας εἰσδεξάμενος καὶ μείνας ἀήττητος, ὁ σκωλήκων πλήρης καὶ στεφανίτης· ὃν οὐδὲ θάνατος ἴσχυσε καταστρῶσαι καὶ κονίσαι τὰ ὄπισθεν, ἀλλ’ ἔτι ἕστηκεν ὥσπερ τις ἀνδριὰς ἀπερίτρεπτος ἢ καὶ ἄκμων ἀνήλατος, δι’ ὅλου τοῦ βίου καταπαλαίων καὶ καταράσσων τὸν ἀντικείμενον. οὗτος πρῶτος κατεπάτησε τὸν Διάβολον· οὗτος ἤρατο κατὰ τοῦ πονηροῦ νίκης τρόπαια, οὐ Νέμεα καὶ Ὀλύμπια Ἴσθμιά τε καὶ Πύθια καὶ ὅσα Ἑλληνικοὶ διακομπάζουσι λόγοι ἀγωνιζόμενος, ἀλλὰ πρὸ παίδων καὶ κτήσεως καὶ βοσκημάτων καὶ θεραπείας καὶ πάσης τοῦ βίου διαγωγῆς καὶ πτωμάτων οἰκίας τάφους τὰς αὐτὰς καὶ πολυάνδρια τῶν ἑαυτοῦ παίδων γεγενημένας ὁ καρτερόψυχος θεασάμενος, οὓς ἐν μιᾷ ἡμέρᾳ καὶ ὥρᾳ ἐπὶ τῆς τραπέζης εὐωχουμένους καὶ συνεσθίοντας κατέστρωσε σωρηδὸν ὁ παμμίαρος, ἐπισείσας αὐτοῖς τὸ δωμάτιον, οὐ δύο καὶ τρεῖς ἢ τέτταρας, ἀλλὰ δέκα τοὺς πάντας καὶ πάσας καταβαλών. καὶ οὐδὲ μέχρι τούτων ἡ λύσσα καὶ βασκανία ἠρκέσθη τοῦ ἀντιπάλου, ἕως αὐτὸν τὸν ἀθλητὴν γυμνὸν ἐπὶ τῆς κοπρίας ἐκκαλεσάμενος καὶ κατάστικτον ὅλον τοῖς ἕλκεσι καὶ πλήρη σκωλήκων ἀπεργασάμενος, θέαμα φρικτόν τε καὶ ξένον ὅλῃ τῇ ὑφ’ ἡλίῳ κατέστησεν, ἔτεσιν ἑπτὰ τοῖς ὀδοῦσι δαρδάπτων καὶ τῇ γλώσσῃ λικμώμενος ὅλον τὸ σῶμα τοῦ μάκαρος· μέχρις ὅτου τὴν ἧτταν ἐφ’ ἑαυτὸν ὁ παμμίαρος ἐπεσπάσατο καὶ τὴν αἰσχύνην τέλεον ἐκληρώσατο. ἔχεις τὸ λοιπὸν καὶ τούτου τοῦ φιλοσόφου τὰ ἔπαθλα. ἔχεις καὶ τούτου τὴν βίβλον πολὺ τῆς Ὁμήρου καὶ Πλάτωνος ἀηδόνος λιγυρώτερον ᾄδουσαν, οὐ μύθων καὶ παθῶν ἀλλοτρίων ὑφηγήσεις διαγορεύουσαν, ἢ τὸν θρασύτατον Ἀχιλλέα ἢ τὸν Ὀδυσσέα τὸν πολυμήχανον, ὧν αἱ σφαγαὶ τυγχάνουσι τρόπαια καὶ γυναικῶν φθοραὶ κατορθώματα, ἀλλὰ τὸν Σατανᾶν ὑπὸ γυμνοῦ τινος καὶ ἀόπλου καὶ μόνου καταρασσόμενον, καὶ φίλων συμπαθῶν δημηγορίας καὶ δάκρυα καὶ φυσιολογίαν ὅλης τῆς κτίσεως καὶ ζῴων καὶ ὀρνέων φύσεις καὶ λαμπρά τινα διηγήματα, καὶ αὐτοῦ δὲ τοῦ δράκοντος τὴν εἰκόνα τοῦ σκολιοῦ καὶ πολλὰς ἔχοντος τὰς ἑλίξεις καὶ τοὺς ὀφθαλμοὺς ὡς πῦρ ἀποστίλβοντας· καὶ τὴν εἰς ᾅδου καὶ τῶν καταχθονίων τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ συγκατάβασιν καὶ τὴν ἐξ ᾅδου καὶ τῶν νεκρῶν ἀναβίωσιν καὶ πάλιν τὸν δίκαιον στεφανίτην ἀναγορεύουσαν καὶ παῖδας καὶ κτῆσιν ὅλην πολυπλασίως λαμβάνοντα καὶ χρόνον ζωῆς διπλασιαζόμενον καὶ θυγατέρων ὀνόματα ἐξαλλάσσοντα, οὐ Λήδης ἢ τῆς Εὐρώπης καὶ Ἀντιόπης, ἃς ὁ τῶν θεῶν ὕπατος Ζεὺς διεκόρησεν, ἀλλ’ Ἡμέρας τε καὶ Κασίας καὶ Ἀμαλθείας προσωνυμίας λαμβάνουσαι καὶ τὸ κριθῆναι πασῶν γυναικῶν τῶν ὑπὸ τὸν οὐρανὸν ἐκπρεπέστεραι, καὶ τὸ δὴ μέγιστον τοῦ νικηφόρου καὶ στεφανίτου Ἰὼβ τὴν εὐγένειαν ὥσπερ τι γνώρισμα καὶ κλῆρον λαχούσας ἐξαίρετον. μόνος γὰρ οὗτος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, ὁ κλεινὸς καὶ τριπόθητος, ὁ τοῦτο κερδάνας τῶν ἑαυτοῦ ἄθλων τὸ τελευταῖον καὶ ἔσχατον, τὸ μετὰ Χριστοῦ συναναστῆναι καὶ τὸν τῇδε κόσμον θεάσασθαι πάλιν μετὰ τοῦ σώματος, οὐ κατὰ τὸν Ἡρακλέους μῦθον καὶ τὴν Ἀδμήτου Ἄλκηστιν, ἣν ὁ καλλίνικός τε καὶ τριέσπερος ὑπὲρ τοῦ ἀνδρὸς τελευτήσασαν ἤγειρε, κἂν ἔσχατον πυρός τε καὶ γυναικὸς γέγονε παρανάλωμα, ἀλλὰ κατὰ τὴν ἄρρητον τοῦ σωτῆρος ἡμῶν δύναμιν, τοῦ τὸν ᾅδην σκυλεύσαντος καὶ τοὺς νεκροὺς ἐκ τῶν καταχθονίων ἁρπάσαντος, ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ γεννήτορος μετὰ τοῦ προσλήμματος καὶ βασιλεύει πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως. ]
iota 545[ Ἱππίας, Ἀθηναίων στρατηγός. οὗτος Δαρεῖον παροξύνας ἐπὶ τοὺς Ἀθηναίους στρατεῦσαι καὶ τὴν Ἑλλάδα, διὰ Ἰνταφέρνους καὶ Δάτιδος σατραπῶν καὶ λʹ μυριάδων στρατοῦ, καὶ αὐτὸς σὺν αὐτοῖς κατῄει γηραιὸς ἤδη ὤν. καὶ ἐλθόντες ἐσαγήνευσαν μὲν Ἐρέτριαν καὶ τοὺς ληφθέντας τῷ βασιλεῖ ἔστειλαν. ὁ δὲ αὐτοὺς παρὰ τὰ Σοῦσα κατοικίζει, ἐφ’ οἷς καὶ Πλάτωνός ἐστιν ἐπίγραμμα· Εὐβοέων γένος ἐσμὲν Ἐρετρικόν· ἄγχι δὲ Σούσων κείμεθα, φεῦ γαίης ὅσσον ἀφ’ ἡμετέρης. ἐντεῦθεν ἐπὶ Μαραθῶνα ἦλθον. Ἀθηναῖοι δὲ ὑπὸ Μιλτιάδῃ στρατηγούμενοι τῷ Κίμωνος τοῖς βαρβάροις ἐπολέμησαν. ἐκάλουν δὲ ἐπὶ συμμαχίᾳ καὶ Λακεδαιμονίους διὰ Φιλιππίδου τοῦ ἡμεροδρόμου, ὃς τοὺς χιλίους καὶ πεντακοσίους σταδίους ἤνυσε διὰ μιᾶς νυκτός. καὶ ὅτι ὁ νόμος οὐκ εἴα στρατεύειν αὐτοὺς πρὸ πανσελήνου, καὶ παρῃτήσαντο. τῷ Φιλιππίδῃ δὲ ἐπανιόντι κατὰ τὸ Παρθένιον ὄρος τῆς Ἀρκαδίας ὁ Πὰν ἐντυχὼν ἐμέμψατο μὲν Ἀθηναίοις, ὡς μόνος θεῶν ἀμελούμενος, καὶ συμμαχήσειν ὑπέσχετο. οἱ δὲ Ἀθηναῖοι, συμβουλεύσαντος ἑνός, ἦσαν γὰρ δέκα, περιμεῖναι τοὺς Λακεδαιμονίους, Μιλτιάδου δὲ παραινοῦντος ἐξιέναι καὶ Καλλιμάχου, ἐξῆλθον αὐτοὶ μὲν ὄντες ͵θʹ, Πλαταιέας ἔχοντες ͵αʹ. καὶ ἐν αὐτῇ φασὶ τῇ ἡμέρᾳ ἐνίκησαν. ἐν τούτοις Καλλίμαχος ἐπὶ δοράτων εἱστήκει νεκρός, Πολύζηλος δὲ πηρωθείς, ὡς φάσμα θεασάμενος τῷ πώγωνι κρύπτων τὴν ἀσπίδα( σύμμαχον τὸν Πᾶνα δ’ εἰκάζουσιν εἶναι) , ἐμάχετο ὡς ὁρῶν, καὶ διέκρινε τῇ φωνῇ τοὺς ἰδίους καὶ τοὺς πολεμίους. ]
iota 653[ Ἰσοκράτης, Ἀμύκλα τοῦ φιλοσόφου, Ἀπολλωνίας τῆς ἐν τῷ Πόντῳ, ἢ Ἡρακλείας, ὡς Καλλίστρατος ὁ ῥήτωρ· μαθητὴς καὶ διάδοχος τοῦ μεγάλου Ἰσοκράτους, διακούσας δὲ καὶ Πλάτωνος τοῦ φιλοσόφου. οὗτος δὲ ὁ Ἰσοκράτης καὶ Θεοδέκτῃ τῷ ῥήτορι καὶ τραγῳδιοποιῷ καὶ Θεοπόμπῳ τῷ Χίῳ, ἅμα τῷ Ἐρυθραίῳ Ναυκρατίτῃ διηγωνίσατο περὶ λόγων εἰς τὸν ἐπιτάφιον Μαυσώλου τοῦ βασιλέως Ἁλικαρνασσοῦ. καὶ λόγοι αὐτοῦ εʹ· Ἀμφικτυωνικός, Προτρεπτικός, Περὶ τοῦ τάφον μὴ ποιῆσαι Φιλίππῳ, Περὶ τοῦ μετοικισθῆναι, Περὶ τῆς ἑαυτοῦ πολιτείας. ]
theta 94[ Θεαίτητος, Ἡρακλείας Πόντου, φιλόσοφος, ἀκροατὴς Πλάτωνος. ]
theta 138[ Θεοδέκτης, Ἀριστάνδρου, Φασηλίτης ἐκ Λυκίας, ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγῳδίας, μαθητὴς Πλάτωνος καὶ Ἰσοκράτους καὶ Ἀριστοτέλους. οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ, ὁ Ἀπολλωνιάτης, καὶ Θεόπομπος, ἐπὶ τῆς ργʹ ὀλυμπιάδος εἶπον ἐπιτάφιον ἐπὶ Μαυσώλῳ, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ᾗ εἶπε τραγῳδίᾳ. ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα. δράματα δὲ ἐδίδαξε νʹ. τελευτᾷ δὲ ἐν Ἀθήναις ἐτῶν ἑνὸς καὶ μʹ, ἔτι τοῦ πατρὸς αὐτοῦ περιόντος. ἔγραψε δὲ καὶ τέχνην ῥητορικὴν ἐν μέτρῳ, καὶ ἄλλα τινα καταλογάδην. ]
theta 149[ Θεόδωρος, Βυζάντιος, σοφιστής, ὃς ὑπὸ Πλάτωνος λογοδαίδαλος ἐκλήθη. ἔγραψε κατὰ Θρασυβούλου [+], κατὰ Ἀνδοκίδου [+], καὶ ἄλλα τινά. ]
theta 199[ Θεόφραστος, Μελάντα γναφέως, οἱ δὲ Λέοντος· ἀπὸ Ἐρεσσοῦ, ἀκουστὴς Ἀριστοτέλους καὶ διάδοχος τῆς σχολῆς τῆς ἐν τῷ περιπάτῳ ὑπ' αὐτοῦ καταλειφθείσης εἰς Χαλκίδα ἐκδημήσαντος. οὗτος πρότερον ἐκαλεῖτο Τύρταμος· διὰ δὲ τὸ θείως φράζειν ὑπ' Ἀριστοτέλους ἐκλήθη Εὔφραστος, εἶτα Θεόφραστος· ὥσπερ Πλάτων διὰ τὸ ἐν τοῖς λόγοις πλάτος τοῦτο ἐπωνομάσθη, πρότερον καλούμενος Ἀριστοκλῆς. μαθητὰς δὲ ἔσχε πλεῖον ἢ ͵βʹ, ἐρώμενον δὲ τὸν Ἀριστοτέλους υἱὸν τοῦ φιλοσόφου Νικόμαχον. ἐτιμήθη δὲ παρὰ Κασσάνδρῳ τῷ Ἀντιπάτρου, καὶ τελευτᾷ κατάπονος ὑπὸ τοῦ ἀεὶ γράφειν γενόμενος, εἶτα ἐνδοὺς ἐπὶ βραχείας ἡμέρας διὰ μαθητοῦ γάμους. βιβλία δὲ αὐτοῦ πάμπλειστα, ὧν καὶ ταῦτα· Ἀναλυτικῶν προτέρων τρία, Ἀναλυτικῶν ὑστέρων ζʹ, Ἀναλύσεως συλλογισμῶν, Ἀναλυτικῶν ἐπιτομήν, Ἀνηγμένων τόπων, Περὶ λίθων, Περὶ φυτῶν, Περὶ μετάλλων, Περὶ ὀδμῶν· καὶ ἄλλα. ]
theta 462[ Θρασύμαχος, Χαλκηδόνιος σοφιστής, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος, ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο· μαθητὴς Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος. ἔγραψε Συμβουλευτικούς, Τέχνην ῥητορικήν, Παίγνια, Ἀφορμὰς ῥητορικάς. σχόλιον Μιχαὴλ μοναχοῦ τοῦ Νοσσαΐτου. ἤνεγκε καὶ ἡ καθ' ἡμᾶς πόλις φύσιν δεξιὰν εἰς μάθησιν· ἀλλ', ὡς ἔοικεν, οὐχ ὁ τόπος αἴτιος, ἀλλ' ὁ χρόνος, καθ' ὃν ἤκμασαν οἱ μεγαλοφυέστατοι ἄνδρες. τὰ νῦν δὲ θυννοσκοποῦσιν οἱ τῇδε καὶ λίνοις καὶ ὁρμιαῖς προσανέχουσι, τόν τε βίον ὄντες χειρογάστορες ὃς πολλὰ τῆς γνάθου χωρία ἐφημέριά τε φρονέουσιν, ὀλίγα ἢ οὐδὲν τῶν λόγων φροντίζοντες, ὧν ἀρχιερατεύειν ἔλαχε τῶν εἰς Τροιζῆνα βαδισάντων ὁ ἐξοχώτατος. ἴστωσαν οἱ τῆς παροιμίας εἰδήμονες. ζήτει τὴν παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν. ]
kappa 146[ Κάκη· κακία. οὕτως Πλάτων. Αἰλιανός· ὅστις τάξιν ἔλειπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐτόν, κάκῃ τὴν στάσιν, ἣν ἐτάχθη, προδόντα. Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ· οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην. καὶ αὖθις· ἀνάγκης καλούσης μὴ εἴκειν κάκῃ. ]
kappa 237[ Κάλλιππος, Ἀθηναῖος, φιλόσοφος, Πλάτωνος μαθητής· ὃς ἐν Συρακούσαις ἀνῃρέθη τυραννεῖν ἐπιχειρήσας· πονηρὸς οὗτος ἱστόρηται παρὰ τῷ Πλουτάρχῳ, καὶ Δίωνος τοῦ Συρακουσίου προδότης. ]
kappa 764[ Κατασκεδάζειν· γενικῇ. ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνωνται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν. οὕτως Ξενοφῶν ἐν τῷ ζʹ τῆς τοῦ Κύρου Ἀναβάσεως. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιε, καὶ συγκατεσκεδάσατο μετ’ αὐτοῦ τὸ κέρας. ]
kappa 1015[ Κατεύχεσθαι· τὸ καταρᾶσθαι. οὕτως Πλάτων. καὶ Σοφοκλῆς· κατεύχομαι δὲ τὸν δεδρακότα τάδε. ἀντὶ τοῦ καταρῶμαι. καὶ Αἰλιανός· αἱ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λακωνικῷ αἵματι ἐπικλυσθῆναι ἑαυτὰς ἀπέσφαξαν. Κατεύχομαι δὲ τὸ ὑπερεύχομαι γενικῇ. ]
kappa 1640[ Κίνησις· ὅτι τῆς κατὰ τόπον κινήσεως ἐν μὲν ἀνθρώποις ὁ νοῦς αἴτιος· αὐτὸς γὰρ κινεῖ τὸ ζῷον· ἐν δὲ ἀλόγοις ἡ αἴσθησις. ἕτερον δέ ἐστι παρὰ ταῦτα τὸ κατὰ τόπον κινητικόν· τὸ γὰρ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. τοῦτο δὲ διάφορόν ἐστι· καὶ γὰρ ἐν ταῖς λογικαῖς δυνάμεσίν ἐστιν ἡ ὄρεξις, καὶ ἐν τοῖς ἀλόγοις. ἡ κίνησις ἡ κατὰ τόπον ἡ κατ’ ἀλλοίωσιν ἡ κατ’ αὔξησιν ἡ κατὰ φθίσιν ἡ κίνησις αʹ· αὔξησις βʹ· μείωσις γʹ· φορά δʹ· ἀλλοίωσις εʹ· γένεσις ϛʹ· φθορά ὅτι κινεῖσθαί ἐστι καὶ τὸ μεταβάλλειν τόπον ἐκ τόπου. ὅτι τὰ κύκλῳ κινούμενα ἄφθαρτα. ἄλλως περὶ κινήσεως· Κίνησις· οὐκ ἔστι, φησί, τῇ βώλῳ τὸ κινεῖσθαι κατὰ φύσιν ἐπὶ τὰ κάτω, οὐδὲ τῷ πυρὶ τὸ φέρεσθαι πρὸς τὰ ἄνω· οὐδὲ γὰρ τὴν ἀρχὴν τῆς τοιαύτης κινήσεως ἐν ἑαυτοῖς ἔχουσιν· ἀλλ’ ἔξωθεν ὑπ’ ἄλλου κινούμενα. ἕκαστον γὰρ τῶν στοιχείων ἐν τῇ ὁλότητι τῇ ἑαυτοῦ ἕστηκεν· αἱ γὰρ ὁλότητες ἑστάναι βούλονται ἢ κύκλῳ κινεῖσθαι, διότι καὶ ἡ κύκλῳ κίνησις στάσις τίς ἐστι. καὶ κατὰ φύσιν μὲν ἡ βῶλος κινουμένη τῇ οἰκείᾳ ὁλότητι ἀκίνητος· καὶ τόδε τὸ πῦρ τῇ οἰκείᾳ σφαίρᾳ. ἐπειδὰν δὲ ἐν τῷ παρὰ φύσιν ἡ βῶλος ἢ τὸ ὕδωρ ἢ ὅδε ὁ ἀὴρ γένηται, πρὸς τὴν ἑκάστου ὁλότητα αὐτοῦ ἐπείγεται, τὴν προσήκουσαν στάσιν ἀπολαβεῖν ζητοῦν· ὑπὸ γάρ τινος ἔξωθεν βίας ἐκστάντα τοῦ κατὰ φύσιν, κινεῖται τὴν ἐπὶ τὸ παρὰ φύσιν ὁδόν. ἐν ὁδῷ δὲ κινεῖται, ἅτε ἐν ἀλλοτρίῳ ὑπάρχοντα τόπῳ καὶ τῆς ἰδίας ὁλότητος παρὰ φύσιν ἐστερημένα· οὐκοῦν οὐ φύσει ἡ ἐπὶ τὸν κατὰ φύσιν τόπον κίνησις· ἐκινοῦντο γὰρ ἂν ταύτας τὰς κινήσεις καὶ αἱ ὁλότητες. οὕτως μὲν οὖν αἱ τοιαῦται τῶν μερῶν κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν. δύναται δὲ ἄλλως κατὰ φύσιν λέγεσθαι· ὥσπερ λεγόμενον καὶ τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. τὸ γὰρ πρώτως κινοῦν, εἰ μὲν σῶμα εἴη, καὶ αὐτὸ κινεῖται. κινεῖ γὰρ καὶ ἡ βακτηρία τὴν θύραν καὶ τὴν βακτηρίαν ἡ χείρ, οὐδ’ αὐτὴ μένουσα ἀκίνητος, ἀλλὰ κινουμένη. ἂν δὲ τὸ πρώτως κινοῦν ἀσώματον ᾖ, οὐδεμία ἀνάγκη καὶ αὐτὸ κινεῖσθαι ἐν τῷ ἕτερον κινεῖν, ἐπεὶ καὶ τὸ θεῖον κινοῦν τὸ πᾶν ἀκίνητόν ἐστιν, ἑστῶσαν ἔχον καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν. ἄλλως τε δὲ οὐδὲν τῶν ὀρεκτῶν κινοῦν κινεῖται· ὥσπερ οὐδὲ τὸ κάλλος, πολλάκις τὸν ἐραστὴν κινοῦν, οὐ κινεῖται· οὐδὲ ἡ εἰκὼν κινοῦσα τὸν εἰς αὐτὴν ἀφορῶντα· καὶ ἕτερα τοιαῦτα. ὅτι Πλάτων αὐτοκίνητον λέγων τὴν ψυχὴν οὐ τὴν κατὰ τόπον κίνησιν λέγει. ὅτι ἡ ψυχὴ μεταβάλλει πολλάκις ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὡς ἐκ τοῦ μὴ εἰδέναι τόδε εἰς τὸ εἰδέναι. εἰ δὲ μεταβάλλει, καὶ κινεῖται. ἔστι δὲ ἡ τοιαύτη κίνησις καὶ μεταβολὴ γένεσίς τις· ἀλλ’ οὐχ ἁπλῶς οὐσίας γένεσις. διαφέρει δὲ κίνησις ἐνεργείας. ἡ μὲν γὰρ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ἡ δὲ ἐνέργεια ἀθρόα ἐστί· διὸ καὶ τὰ θεῖα ἄνευ δυνάμεως ἐνέργειαί εἰσι. ζητεῖται δέ, πότερον δύο εἰσὶν αἱ κινήσεις ἐν τῷ κινοῦντι καὶ κινουμένῳ ἢ μία, καὶ τίνος ἂν εἴη ἡ κίνησις, τοῦ κινοῦντος ἢ τοῦ κινουμένου. καί φασιν, ὅτι τοῦ κινουμένου· ἐκεῖνος γάρ ἐστιν ὁ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον προβαίνων, οὐχ ὁ κινῶν, ὡς ἐπὶ τοῦ μαθητοῦ ἔχει καὶ διδασκάλου· μία γὰρ ἡ κίνησις ἐπ’ ἀμφοῖν, ἀρχομένη μὲν ἀπὸ τοῦ διδασκάλου, τελευτῶσα δὲ εἰς τὸν μαθητήν. ὥστε καὶ ἡ ψυχὴ κινεῖται· μεταβάλλει γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον καὶ οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν, οὐδέ ἐστιν ἄνευ δυνάμεως. ἄλλως τε ἐν οἷς τὸ πρότερον καὶ ὕστερον, ἐν τούτοις καὶ χρόνος· ἐν οἷς δὲ χρόνος, ἐν τούτοις καὶ κίνησις· καὶ γὰρ ἐπαλλάττουσι ταῦτα· διὸ καὶ ἐν οἷς κίνησις, ἐν τούτοις καὶ χρόνος. ἔστι δὲ ἐν ψυχῇ τὸ πρότερον καὶ ὕστερον· κίνησις ἄρα. ὅτι δὲ ἐν τῇ ψυχῇ τὸ πρότερον καὶ ὕστερον· μέτεισι γοῦν ἀπὸ προτάσεως ἐπὶ συμπεράσματα, καὶ οὐ πάντα ἅμα γινώσκει, ἀλλ’ ἄλλο πρὸ ἄλλου, οὐδὲ πάντων ἅμα ὧν οἶδε τὴν προχείρησιν ποιεῖται, ἀλλὰ τοῦ μὲν πρότερον τοῦ δὲ ὕστερον, καὶ καθόλου μέτεισιν ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν. καλῶς οὖν ὁ Πλάτων ἀπένειμεν αὐτῇ τὸ αὐτοκίνητον. καὶ Ἀριστοτέλης δὲ ἀκίνητον ταύτην εἰπών, οὐ ταύτην εἶπε τὴν κίνησιν μὴ προσεῖναι αὐτῇ, ἀλλὰ μηδεμίαν τῶν φυσικῶν καὶ συνεγνωσμένων ἡμῖν κινήσεων. καὶ γὰρ οὔτε αὔξεται οὔτε μειοῦται οὔτε κατὰ ποιότητα ἢ ποσότητα μεταβάλλει, ἀλλὰ κατ’ ἄλλας τινὰς κινήσεις τὰς νοητικὰς καὶ μάλιστα ζωτικάς. κινεῖται δὲ ἡ ψυχὴ κατὰ ἀλλοίωσιν, ὡς ἀπὸ τῆς διαθέσεως εἰς ἕξιν μεταβάλλουσα, ἐξ ἀνεπιστημοσύνης εἰς ἐπιστήμην. ὁ δὲ Ἀριστοτέλης μὴ κινεῖσθαι ταύτην ἔφησεν, ὡς πρὸς τὰς σωματικὰς κινήσεις ἀποβλέπων. εἰ γὰρ κινεῖται ἡ ψυχὴ μὴ κατὰ συμβεβηκός, ὑπάρχοι ἂν καὶ τόπος αὐτῇ· πᾶσαι γὰρ αἱ κινήσεις ἐν τόπῳ, δηλονότι αἱ σωματικαί· πᾶν γὰρ τὸ ἐν τόπῳ σῶμά ἐστι. τῶν κινουμένων τὰ μὲν κατ’ οὐσίαν ἔχει τὴν κίνησιν. τὰ δὲ κατὰ συμβεβηκός. τῶν δὲ κατὰ συμβεβηκός τὰ μὲν κινεῖται ὡς ἔχοντα ἰδίαν κίνησιν, ὥσπερ ὁ πλωτήρ· κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῇ νηῒ κινουμένῃ, δυνάμενος καὶ αὐτὸς κινεῖσθαι. τὰ δὲ ὡς καθ’ αὑτὰ ἀκίνητα ὄντα κινεῖται κατὰ συμβεβηκός, ὡς οἱ ἐρέται. τῶν καθ’ αὑτὰ κινουμένων, τουτέστι κατ’ οὐσίαν τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ διὰ τοῦτο συμπληρωτικὴν τῆς οὐσίας ὡς τὰ οὐρανία. τὰ δὲ οὐκ ἔχει συνουσιωμένην τὴν κίνησιν οὐδὲ συμπληρωτικὴν τῆς οὐσίας· μετέχει δὲ τῆς κινήσεως, ὅταν παρῇ τὸ κινοῦν, ὡς ἡ βῶλος καὶ τ ἄλλα τῶν στοιχείων ἀποσπασθέντα μορία. ]
kappa 1714[ Κλέαρχος, Σολεύς· ἔγραψε διάφορα. καὶ Κλέαρχος ὁ Ποντικός, νέος ὢν εἰς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν, ὀλίγα οἱ συγγενόμενος( ἦν γὰρ θεοῖς ἐχθρός) ὄναρ ὁρᾷ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα, λέγουσαν πρὸς αὐτόν· ἄπιθι τῆς Ἀκαδημίας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρὸς σὲ ἔχθιστον. ὧν ἀκούσας ἐπάνεισιν εἰς τὴν στρατείαν. φθόνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖ τῆς οἴκοθεν καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται εἰς στάσιν βαρεῖαν· εἶτα ἐπανελθεῖν εἰς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον, Εὐωπίονα ὄνομα, λέγοντα αὐτῷ, ὅτι δεῖ τυραννῆσαί σε τῆς πατρίδος. προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων τοίνυν ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς δ’ οὖν τῶν κοινῶν γενόμενος ὠμότατός τε ἦν καὶ εἰς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει· προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας· τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ δίκη, εἶτα δὲ ἡ χεὶρ ἡ Χιόνιδος· ὅσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δὲ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν, εἴρηται. ]
kappa 2804[ Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ ἈπελλᾶςΠοντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ]
lambda 86[ Λαμπάδιον· ὃ νῦν λαμπάδα καλοῦσιν. οὕτω Δείναρχος καὶ Πλάτων. ]
lambda 265[ Λέων, Λέοντος, Βυζάντιος, φιλόσοφος Περιπατητικὸς καὶ σοφιστής, μαθητὴς Πλάτωνος ἢ ὥς τινες Ἀριστοτέλους. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοις ζʹ, Τευθραντικόν, Περὶ Βησαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ στάσεων, Τὰ κατ’ Ἀλέξανδρον [+]. οὗτος ἦν σφόδρα παχύς. καὶ πρεσβεύσας πρὸς Ἀθηναίους γέλωτά τε ἐκίνησε καὶ τῆς πρεσβείας ἐκράτησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα. ταραχθεὶς δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτος, τί, ἔφη, ὦ Ἀθηναῖοι γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος, σαφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. οὗτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι’ ἐπιστολῆς, ἐχούσης οὕτως· εἰ τοσαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόσα με ᾐτεῖτο, ἐκ πρώτης ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισυστάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μή πως λιθόλευστος παρ’ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δείλαιος. ]
lambda 414[ Λήθη. ὁ δὲ τοὺς θείους ἐξηγητὰς ἀπεγράφετο μάλα ἀκριβῶς, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη ὁ Πλάτων, ὑπομνήματα καταλείπων ἑαυτῷ καὶ ἀποθησαυριζόμενος. ]
lambda 659[ Λογοτόπος· παρὰ φιλοσόφοις τὸ ἐξ ἀμφοτέρων σύνθετον· οἷον, εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. παρεισήχθη δὲ ὁ λογοτόπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν σύλληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν, τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. ]
lambda 661[ Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται· ὁ Ἑρμόδωρος, ἀκροατὴς γενόμενος Πλάτωνι, τοὺς ὑπ’ αὐτοῦ συντεθειμένους λόγους κομίζων εἰς Σικελίαν ἐπώλει. ]
lambda 691[ Λούπερκος, Βηρύτιος, γραμματικός, γεγονὼς μικρῷ πρὸ τῶν Κλαυδίου τοῦ δευτέρου Καίσαρος χρόνων. ἔγραψε Περὶ τοῦ ἂν γʹ, Περὶ τοῦ ταώς, Περὶ τῆς καρίδος, Περὶ τοῦ παρὰ Πλάτωνι [+] ἀλεκτρυόνος, Κτίσιν τοῦ ἐν Αἰγύπτῳ Ἀρσινοήτου, Ἀττικὰς λέξεις, Τέχνην γραμματικήν, Περὶ γενῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ οὐδετέρων βιβλία ιγʹ· ἐν οἷς πολλὰ κατευδοκιμεῖ Ἡρωδιανοῦ. ]
lambda 771[ Λυγιζόμενος· στρεφόμενος, καλυπτόμενος. ἀπὸ τῶν λύγων. λύγος δέ ἐστι φυτὸν ἱμαντῶδες. δείδη μόσχοισι λύγοισιν. Ὅμηρος. καὶ Πλάτων ἐν Γοργίᾳ [+]· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθών, ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην. τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν λυγίζειν. καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. ]
lambda 841[ Λυόμενος· ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων. οὕτως Πλάτων. ]
mu 140[ Μάναιχμος, Ἀλωπεκοννήσιος, κατὰ δέ τινας Προικοννήσιος, φιλόσοφος Πλατωνικός. ἔγραψε φιλόσοφα· καὶ εἰς [+] τὰς [+] Πλάτωνος [+] [+] Πολιτείας [+] βιβλία γʹ. ]
mu 199[ Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. ]
mu 237[ Μαρτύρονται· ὅταν ἀντὶ τοῦ μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείας βʹ· τὸν Ὅμηρον μαρτύρονται. ]
mu 292[ Μὰ τόν· ἐλλειπτικῶς ὀμνύει· καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεόν. εἰώθεισαν γὰρ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι ἐνευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν μὰ τόν, ὄνομα δὲ μηκέτι προσθεῖναι. καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆσθαι. ]
mu 726[ Μεταποιεῖσθαι· ἀντὶ τοῦ ποιεῖσθαι. Πλάτων Πολιτικοῖς· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης. ἀντιποιουμένους. Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει· καὶ μάλισθ’ οἱ ἀρετῆς μεταποιούμενοι. σημαίνει ἀντιποιούμενοι. ]
mu 1010[ Μητροφάνης, Κορνηλιανοῦ [+] ῥήτορος, Λεβαδεύς( πόλις δὲ Βοιωτίας ἡ Λεβάδεια) , σοφιστής. Περὶ τῶν χαρακτήρων Πλάτωνος [+], Ξενοφῶντος [+], Νικοστράτου [+], Φιλοστράτου [+], μελέτας, λόγους πανηγυρικούς. ]
mu 1025[ Μιαρὰ κεφαλή· ὥσπερ φίλη κεφαλή. ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ· Τεῦκρε, φίλη κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοσθένει· καὶ ταῦτ’ , ὦ μιαρὰ κεφαλή. καὶ αὖθις· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ φησιν· αὖθις μετὰ ταῦτα καὶ πλείω λέγε. ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων κακά; Αἰλιανός· παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρα ἀγαθὸν οὔτε θεὸν ἔστι ποτὲ τό γε ὀρθὸν δέχεσθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖς δὲ ὁσίοις εὐκαιρότατος. Πλάτων φησί. ]
mu 1103[ Μινυρίζω· θρηνῶ· ἢ τὸ ἠρέμα ᾄδω. παρὰ τὸ μεῖον. Πλάτων ἐν τρίτῳ Πολιτείας· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς. ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος καὶ θρηνῶν. ἢ ὀλίγῃ φωνῇ χρώμενος. Ἀριστοφάνης· μινυρίζοντες μέλη ἀρχαιομελισιδωνοφρυνιχήρατα. ]
nu 517[ Νουμήνιος, Ἀπαμεὺς, ἀπὸ Συρίας φιλόσοφος Πυθαγόρειος. οὗτός ἐστιν ὁ τὴν τοῦ Πλάτωνος ἐξελέγξας διάνοιαν, ὡς ἐκ τῶν Μωσαϊκῶν τὰ περὶ θεοῦ καὶ κόσμου γενέσεως ἀποσυλήσασαν. καὶ διὰ τοῦτό φησι· τί γάρ ἐστι ΠλάτωνΜωσῆς Ἀττικίζων; ]
nu 524[ Νοῦς· ὅτι ὁ νοῦς πάντων ἔχει τοὺς λόγους ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετ’ αὐτὸν παραδειγματικῶς. λύσις ὀνείρου· ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ὅτι Πυθαγόρας τὴν τοῦ ἀνθρώπου ψυχὴν διῃρῆσθαι ἔφη εἰς γʹ· νοῦν, φρένας καὶ θυμόν. νοῦν μὲν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ. ὅτι τῶν διανοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. καὶ κατὰ περίπτωσιν μὲν τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μὲν ὁ Τιτυὸς καὶ ὁ Κύκλωψ, μειωτικῶς δὲ ὡς ὁ πυγμαῖος· καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν· κατὰ μετάθεσιν δὲ οἷον οἱ ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους, κατὰ σύνθεσιν δὲ ἱπποκένταυρος, καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ στέρησιν, οἷον ἄχειρος. ὅτι τοῦ νοῦ ἔργον ἐστὶν ἁπλαῖς προσβολαῖς καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ ἡ αἴσθησις προσβαλοῦσα τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶσιν ἔσχεν· οὐ γὰρ δεῖται πρὸς ταύτην συλλογισμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοις παραγίνεται, οἷς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γέγονεν ἀφικέσθαι καὶ διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, μέσην δὲ ἡ διάνοια, ἐσχάτην δὲ ἡ δόξα. ἡ δὲ διάνοια προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὐτὴ τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει, καὶ διὰ τῆς διανοίας ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφος καὶ σύμφυλός ἐστι τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν· καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν, κἀκείνων φαντάζεται. καὶ Πλάτων ἐν Φαίδωνι· τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἄγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα, ὅτι σῶμά ἐστι τὸ θεῖον καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων· οἷά ἐστι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία· ἔτι δὲ καὶ τὰ μαθηματικά. ]
nu 603[ Νῦν δή· ἀρτίως, ἢ μικρὸν ἔμπροσθεν. Πλάτων Νόμοις· ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὔπω ταῦτ’ ἐτίθεμεν· νῦν δὲ ἐπιλελήσμεθα; καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ· νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας πόθον ἐστέλλου, νῦν δὲ ψαμάθοισιν ἀκυμάντοις. καὶ ἐν Μελεάγρῳ· ὁρᾷς σὺ νῦν δή με ὡς ἐπράϋνας τύχην. Μάγνης δὲ ἐν Πυτακίδῃ· εἰπέ μοι· νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι, νῦν δὲ φής· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκε τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ δὴ ἐπὶ συνδέσμου. ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. ]
xi 42[ Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μαθητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν, εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε περὶ τῆς Πλάτωνος [+] πολιτείας. ]
xi 47[ Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, φιλόσοφος Σωκρατικός· ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο· αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν ϟεʹ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μʹ, ὧν καὶ ταῦτα· Κύρου παιδείας βιβλία ηʹ, Κύρου Ἀναβάσεως βιβλία ζʹ, Ἑλληνικῶν βιβλία ζʹ, Συμπόσιον· καὶ ἄλλα πολλά. ]
omicron 386[ Ὀνόσανδρος, φιλόσοφος Πλατωνικός. Τακτικά, Περὶ στρατηγημάτων, Ὑπομνήματα εἰς τὰς Πλάτωνος [+] Πολιτείας. ]
omega 84[ Ὦ μέλε· παρὰ τοῖς νεωτέροις ὑπὸ τῶν γυναικῶν λέγεται μόνον· ὡς τὸ ὦ τάλαν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. Μένανδρος Συνερώσῃ· ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; σημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δὲ ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε. πρόσφθεγμα, τουτέστι κάκιστε, κακοδαιμονέστατε, οἰκτρότατε. ]
omega 163[ Ὠργασμένος· ἀντὶ τοῦ μεμαλαγμένος, ἀναδεδευμένος. Πλάτων Θεαιτήτῳ [+]· ὅταν μὲν ὁ καιρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος. Ὀργάζειν δὲ κυρίως τὸ ταῖς χερσὶ τὸν πηλὸν ἀναδεύειν καὶ φυρᾶν. ]
omega 182[ Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος, ἀνὴρ ἐλλογιμώτατος καὶ κατὰ πᾶσαν παιδείαν εἰς ἄκρον ἐξησκημένος· ἀκροατὴς γενόμενος Ἀμμωνίου τοῦ φιλοσόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείστην ἐπίδοσιν ἐπὶ φιλοσοφίᾳ ἐσχηκότος. διά τοι τοῦτο καὶ εἰς τὴν τῶν λόγων ἐμπειρίαν πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκληρώσατο· συνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένος ἀνήρ, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνους τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νικομάχου τε καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν ὡμίλει συγγράμμασιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονος τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοις· παρ’ ὧν τὸν μεταληπτικὸν τῶν παρ’ Ἕλλησι μυστηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶς πολλὴν ἔσχε τὴν ἐπιστήμην τῶν ἐν φιλοσοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν θείων τε καὶ ἡμετέρων, τουτέστι τῶν Χριστιανῶν. καὶ τί ἄν τις λέγοι περὶ τῆς ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίας φύσεως; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουσικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοσόφων τὰ δόγματα οὕτως ἐξέμαθεν, ὥστε σπουδαστὰς τῶν κοσμικῶν πραγμάτων ἀκροατὰς ἐσχηκέναι καὶ ἐξηγεῖσθαι αὐτοῖς ἑκάστοτε συνδρομάς τε πολλὰς πρὸς αὐτὸν γίνεσθαι. τοῦ δέ γε Ὠριγένους καὶ τῆς μεγαλοφυΐας αὐτοῦ καὶ Πορφύριος ὁ κατὰ Χριστιανῶν λυττήσας μνημονεύει καί φησιν· ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρός, ᾧ κἀ γὼ κομιδῆ νέος ὢν τετύχηκα σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι εὐδοκιμοῦντος δι’ ὧν καταλέλοιπε συγγραμμάτων, παρειλήφθω Ὠριγένης, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρός, καὶ μάλιστα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον σύνταγμα τῶν γραφέντων [+] αὐτῷ [+] κατὰ [+] Χριστιανῶν [+] εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τοῦ ἀνδρὸς ἀσκήσεως, ψευσαμένῳ δὲ σαφῶς περὶ τῶν λοιπῶν( τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν μανείς;) · ἐν οἷς αὐτὸν μέν φησιν ἐξ Ἑλλήνων μετατίθεσθαι, τὸν δ’ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεσεῖν. ταῦτα μὲν εἰς παράστασιν τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξάνδρου τῶν Ῥωμαίων βασιλέως μήτηρ Μαμαία εἰς λόγους Ὠριγένει συνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παρ’ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τῷ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. τοσαύτην δὲ ἔσχε σπουδὴν περὶ τὰς θείας γραφάς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν, καὶ δίχα τῶν οʹ ἑρμηνευτῶν ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνος καὶ Συμμάχου τῶν Ἐβιωναίων( αἵρεσις δέ ἐστιν αὐτῶν ψιλὸν τὸν Χριστὸν ἄνθρωπον δοξαζόντων) · οἵ τινες τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτισαν, δι’ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδουσιν. ὁμοίως δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοσιν. ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου ἱστοριῶν περὶ Ὠριγένους [+]. τοσαύτη δὲ εἰσήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέτασις, ὡς μόνας πρωτοτύπους αὐτοῖς Ἑβραίων στοιχείοις γραφὰς κτῆμα ἴδιον ποιήσασθαι ἀνιχνεῦσαί τε τὰς τῶν ἑτέρων παρὰ τοὺς οʹ τὰς ἱερὰς γραφὰς ἑρμηνεύσαντα ἐκδόσεις καί τινας ἑτέρας παρὰ τὰς κατημαξευμένας ἑρμηνείας ἐναλλαττούσας, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἐφευρεῖν, ἃς ἐξ ἀπορρήτων οὐκ οἶδ’ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούσας χρόνῳ εἰς φῶς ἀνιχνεύσας προήγαγεν. ἔν γε μὴν τοῖς Ἑξαπλοῖς τῶν Ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδόσεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμηνείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται, ὡς ἐν Ἱεριχοῖ εὑρημένης ἐν πίθῳ. ταύτας δὲ ἁπάσας εἰς ἓν συναγαγὼν διελθών τε πρὸς κῶλον καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίως δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν οʹ ἐν τοῖς Τετραπλοῖς ἐπισκευάσας. καὶ ἁπλῶς πᾶσαν γραφὴν ὑποσημηνάμενος ἐκκλησιαστικὴν πλεῖστα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡς ἐξ ἐκείνου πάντας τοὺς μετέπειτα τῆς ἐκκλησίας διδασκάλους τὰς ἀφορμὰς εἰληφέναι, ὡς ὁ θεολόγος φάσκει Γρηγόριος· Ὠριγένης ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, ἀλλὰ καὶ τοῖς τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖς τε καὶ φιλοσόφοις, μονονουχὶ πρὸς τοῖς θείοις καὶ τὰ φιλόσοφα παρ’ αὐτοῦ παιδευόμενοι. εἰσῆγέ τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα καὶ ἐπὶ τὰ φιλόσοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα παιδεύματα παραδιδούς, εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος, ὑπομνηματιζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὡς ἤδη μέγαν καὶ παρ’ αὐτοῖς Ἕλλησι φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι. μάρτυρες δὲ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμμασι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρός, τοτὲ μὲν αὐτῷ προσφωνούντων, τοτὲ δὲ οἷα διδασκάλῳ ἐς τὴν αὐτοῦ κρίσιν τοὺς ἰδίους ἀναφερόντων πόνους. τῷ δὲ Ὠριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράττοντι πολλοὶ προσῄεσαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταὶ τὰς πατρίδας ἀπολείποντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ’ ἡμᾶς ἐπισκόπων διαβόητος ΓρηγόριοςΘαυματουργός, ὅ τε τούτου ἀδελφὸς Ἀθηνόδωρος. οἷς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶς ἐπτοημένοις φιλοσοφίας εἰς ἔρωτα τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντικαταλλάξασθαι προετρέψατο. πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωσιν, ὡς ἔτι νέους ἄμφω ἐπισκοπῆς τῶν κατὰ Πόντον ἐκκλησιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαΐαν [+], ἐν ταυτῷ δὲ καὶ εἰς τὸν Ἰεζεκιὴλ [+] συνετάττετο, ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἠσαΐου μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰσι τόμοι· εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην. ἔτος δ’ ἦν αὐτῷ ἑξηκοστὸν, ἐν ᾧ ταῦτα συνέταττεν· ἐν ᾧ καὶ ὁ μακάριος μάρτυς Πάμφιλος μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰς τὸ κατὰ Ἰωάννην [+] Εὐαγγέλιον ἐξηγητικὸν σημαίνει, τὰ πρότερα πέντε ἐπ’ Ἀλεξανδρείας ἔτι ὄντα αὐτὸν συντάξαι. τῆς δὲ εἰς τὸ πᾶν Εὐαγγέλιον πραγματείας μόνοι βʹ καὶ κʹ περιῆλθον τόμοι, ιβʹ δὲ τῶν εἰς τὴν Γένεσιν καὶ εἰς τοὺς πρώτους δὲ εʹ καὶ κʹ ψαλμοὺς, ἔτι τε τὰ εἰς τοὺς Θρήνους· καὶ τὰ Περὶ ἀναστάσεως καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν ιʹ, οὓς καὶ συνέταξε κατὰ τὴν Ἀλεξάνδρου βασιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡς εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, βʹ καὶ κʹ, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν. εἶτα ἐπιφέρει λέγων· εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· Γένεσις, Βαρησίθ, ὅ ἐστιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆς. ἔζησε δὲ ἕως Γάλλου καὶ Βολουσιανοῦ, τουτέστιν ἕως θʹ καὶ ξʹ ἐτῶν τῆς ἡλικίας αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Τύρῳ, ἐν ᾗ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδης μαρτυρίῳ τῷ διὰ Χριστὸν ἐτελειώθη. ]
pi 137[ Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώτερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέγιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρχεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συνέσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοικεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπεθάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. ]
pi 316[ Παραγραμματίζων· ὅπερ παρήχημα λέγεται. Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν, ὡς ἀνέπλασε Πλάτων πεπλασμένα θύματα. οἷόν ἐστι παυσάμενος Παυσανίας, καὶ Σαμία μία ναῦς. ]
pi 675[ Παρμενίδης, Πύρητος, Ἐλεάτης, φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος Ἀναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο Ἐμπεδοκλῆς τε, ὁ καὶ φιλόσοφος καὶ ἰατρός, καὶ ΖήνωνἘλεάτης. ἔγραψε δὲ Φυσιολογίαν δι’ ἐπῶν, καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων. ]
pi 707[ Παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι [+]· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. ]
pi 858[ Παιδικά· ἐπὶ θηλειῶν καὶ ἀρρένων ἐρωμένων τάττεται ἡ λέξις. παραδείγματα τοῦ ἐπὶ μὲν τῶν ἀρρένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως δὲ ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται. ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· παπαί, τὰ παιδίχ’ , ὡς ὁρᾷς, ἀπώλεσας. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. ὅτι δὲ ἐκάλουν οὕτω καὶ τὰ πρὸς τὰς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρὸς τοῖς σοῖς παιδικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπ’ αὐτοῦ· μακάριος τῶν παιδικῶν. οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπ’ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδί. ἡ δὲ λέξις ὡς ἐπιτοπολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. ὅτι τὸν Ἀντίνοόν φασι παιδικὰ Ἀδριανοῦ γενέσθαι, καὶ τούτου προτελευτήσαντος, πανταχοῦ ἀνδριάσι προστάξαι τιμηθῆναι, καὶ τέλος ἀστέρα τινὰ δοκεῖν ἐν τῷ οὐρανῷ, ὃν Ἀντίνουν ἔλεγεν εἶναι· καὶ ἐλέγετο εἰς τὸν οὐρανὸν ἀφορᾶν Ἀδριανός. ]
pi 1707[ Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. ]
pi 1709[ Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. ]
pi 1711[ Πλατώνειος λόγος· ὁ τοῦ Πλάτωνος. ]
pi 1887[ Πολέμων, Φιλοστράτου ἢ Φιλοκράτους, Ἀθηναῖος, φιλόσοφος, μαθητὴς Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου καὶ αὐτὸς ἡγησάμενος τῆς Ἀκαδημίας. ἐγεγόνει δὲ σφόδρα ἄσωτος· εἶτα ἐφιλοσόφησε. καὶ πολλὰ μὲν συνέγραψε βιβλία, οὐδὲν δὲ αὐτοῦ φέρεται. ἔχαιρε δὲ Ὁμήρῳ τε καὶ Σοφοκλεῖ καὶ ἴσως ἔχειν ἑκάτερον αὐτῶν σοφίας ἔλεγεν· ὥστε καὶ φάσκειν Ὅμηρον μὲν Σοφοκλέα ἐπικόν, Σοφοκλέα δὲ Ὅμηρον τραγικόν. ]
pi 2098[ Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης Ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+] αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ [+] τοῦ Χαλδαίου [+] φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ [+] Χριστιανῶν [+] λόγους [+] ιεʹ, Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας. Πρὸς Ἀριστοτέλην [+] τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον [+] τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου [+] ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου [+] προοίμιον, Πρὸς Ἀριστείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ [+] τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ [+] Χριστιανῶν [+] ἐφύβριστον γλῶσσαν κινήσας. ]
pi 2126[ Ποτάμων, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς πρὸ Αὐγούστου, καὶ μετ’ αὐτόν. εἰς τὰς Πλάτωνος [+] Πολιτείας ὑπόμνημα. ]
pi 2143[ Ποτώνη· ἀδελφὴ Πλάτωνος τοῦ φιλοσόφου. ]
pi 2366[ Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]
pi 2473[ Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει ΜαρῖνοςΝεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. ]
pi 2639[ Προσέπαισε· προσέπαιξε. Πλάτων τῷ ς ἀντὶ τοῦ ξ κέχρηται. ]
pi 2958[ Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλοσοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσβύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν. ]
pi 3202[ Πυργοῦται· ὑψοῦται. Δαμάσκιος· τοῖς ἐπὶ μήκιστον εὖ μάλα πυργώσασι τὴν φιλοσοφίαν, τοῖς περὶ Πυθαγόραν, Πλάτωνα· τοῖς δὲ νεωστὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ. ]
pi 3211[ Πῦρ ἐπὶ πυρί· παροιμία, ἧς μέμνηται καὶ Πλάτων. κακὸν ἐπὶ κακῷ. ]
rho 1[ Ῥά· ἀντὶ τοῦ δή. οὕτως Πλάτων [+]. ]
sigma 115[ Σαραπίων, ὁ Αἴλιος χρηματίσας, ῥήτωρ, Ἀλεξανδρεύς. ἔγραψε Περὶ τῶν ἐν ταῖς μελέταις ἁμαρτανομένων, Ἀκροάσεων βιβλία ζʹ, Πανηγυρικὸν ἐπὶ Ἀδριανῷ [+] τῷ βασιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦσιν, Εἰ δικαίως Πλάτων [+] Ὅμηρον [+] ἀπέπεμψε τῆς πολιτείας· καὶ ἄλλα συχνά. καὶ Τέχνην ῥητορικήν. ]
sigma 630[ Σκίταλοι· παρὰ Ἀριστοφάνει οἱ εὐτελεῖς καὶ πονηροί. ἦν Σκίτων κναφεύς τις καὶ εὐτελής, ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Ἀριστοφάνης· ἄγε δὴ Σκύταλοί τε καὶ Φένακες, ἦν δ’ ἐγώ, Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθωνες, ἀγορά τ’, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην· νῦν μοι θράσος τε καὶ γλῶτταν εὔπορον δότε φωνήν τ’ ἀναιδῆ. ὠνοματοποίησεν ἀναπλάσας δαίμονάς τινας ἀναιδεῖς ἐπὶ χλεύῃ καὶ προφέρεται αὐτὰ ὡς θεῶν· οἷον προτρεπόμενος αὑτὸν καὶ θαρσύνων εἰς εὐτολμίαν καὶ ἀναίδειαν. Σκίταλοι μὲν οὖν οἱ εὐτελεῖς καὶ πονηροί· ἦν γὰρ Σκίτων κναφεύς τις καὶ εὐτελὴς ἐπὶ πονηρίᾳ κωμῳδούμενος. Βερέσχεθοι δὲ οἱ ἀνόητοι· πέπλασται δὲ ἡ λέξις. Κοάλεμοι δὲ οἱ ἀνόητα κοοῦντες καὶ νοοῦντες. Μόθων δὲ ὁ εὐτελής· Μόθωνας γὰρ ἐκάλουν οἱ Λάκωνες τοὺς παρεπομένους τοῖς ἐλευθέροις. ἔστι καὶ γένος ὀρχήσεως. τὸ δὲ ἦν δ’ ἐγὼ ἀντὶ τοῦ ἔφην δὲ ἐγώ, ὡς παρὰ Πλάτωνι. ]
sigma 644[ Σκολιόν· τὸ ῥᾴδιον, κατ’ ἀντίφρασιν. μέλος τι ὀλιγόστιχον. τῶν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον· ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει. οἷον πλοῦτος καὶ ὑγίεια. ]
sigma 706[ Σκυθρωπάζω· τὸ στυγνάζω. μεταφορικὴ ἡ λέξις ἀπὸ τῶν Σκυθῶν· καὶ τὸ ὤψ, ὠπός, ὃ σημαίνει τὸ πρόσωπον· ὂψ γὰρ ἡ φωνή, διὰ τοῦ ο μικροῦ. ὦ Πλάτων, ὡς οὐδὲν ἦσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς. ]
sigma 807[ Σοφίαν Πλάτων ἡγεῖται ἰδιαίτατα μὲν τὴν τῶν νοητῶν καὶ ὄντως ὄντων ἐπιστήμην· ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματος κεχωρισμένην. ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆς θείας φιλοσοφίας. κοινῶς δὲ λέγεται παρ’ αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἷον ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]
sigma 893[ Σώφρων, Συρακούσιος, Ἀγαθοκλέους καὶ Δαμνασυλλίδος. τοῖς δὲ χρόνοις ἦν κατὰ Ξέρξην κα Εὐριπίδην. καὶ ἔγραψε Μίμους ἀνδρείους, Μίμους γυναικείους· εἰσὶ δὲ καταλογάδην, διαλέκτῳ Δωρίδι. καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ αὐτοῖς ἐντυγχάνειν, ὡς καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔσθ’ ὅτε. ]
sigma 928[ Σπεύσιππος, Εὐρυμέδοντος, ἀδελφιδοῦς Πλάτωνος τοῦ φιλοσόφου ἀπὸ Ποτώνης τῆς αὐτοῦ ἀδελφῆς, ἀκουστὴς αὐτοῦ Πλάτωνος καὶ διάδοχος γενόμενος τῆς Ἀκαδημίας ἐπὶ τῆς ρηʹ Ὀλυμπιάδος. συνέγραψε πλεῖστα, καὶ μάλιστα φιλόσοφα. αὐστηρὸς τὴν γνώμην καὶ εἰς ἄκρον ὀξύθυμος. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]
sigma 982[ Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. ]
sigma 1114[ Στίλπων, Μεγαρεύς, φιλόσοφος, γεγονὼς παρὰ τῷ πρώτῳ Πτολεμαίῳ, μαθητὴς Πασικλέους τοῦ Θηβαίου· ὃς ἠκροάσατο Κράτητος τοῦ ἀδελφοῦ καὶ Διοκλείδου τοῦ Μεγαρέως· ὁ δὲ Εὐκλείδου τοῦ Πλάτωνος γνωρίμου. προέστη δὲ καὶ τῆς Μεγαρικῆς σχολῆς καὶ ἔγραψε διαλόγους οὐκ ἐλάττους τῶν κʹ. ]
sigma 1318[ Συηνία καὶ Κυηνία· ἀμαθία, σκαιότης. παρὰ Φερεκράτει. καὶ συηνεῖν Πλάτων ὁ φιλόσοφος τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. καὶ Συηνία, πόλις. Συΐνη δὲ συκέα. ]
sigma 1662[ Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. ]
sigma 1684[ Σύστασις. καὶ Συσταθῆναι, ὁμοδίαιτον καὶ φίλον γενέσθαι. ἐλθόντα δι’ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ’ Ἀριστίππου συσταθῆναι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License