Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Xenophon (Xenophon) - urn:cts:greekLit:tlg0032

Place of birth (Wikidata Statement)

Erchia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Corinth (Wikidata)

Significant Place (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

mercenary (Wikidata)

philosopher (Wikidata)

military personnel (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0032.suda001 - Anabasis
urn:cts:greekLit:tlg0032.suda002 - Hellenica
urn:cts:greekLit:tlg0032.suda003 - Hiero
urn:cts:greekLit:tlg0032.suda004 - Cyropaedia
urn:cts:greekLit:tlg0032.suda005 - Oeconomicus
urn:cts:greekLit:tlg0032.suda006 - Memorabilia
urn:cts:greekLit:tlg0032.suda007 - Polity of the Lacedaemonians
urn:cts:greekLit:tlg0032.suda008 - Symposium

alpha 108[ Ἀγαθά· ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει. καὶ Ἀγαθὰ Κιλίκων, λείπει τὸ ἔχει. Κιλίκων δὲ ὄνομα κύριον. εὔπορος δὲ ἦν. ]
alpha 168[ Ἀγασθῶ τινι: ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν· ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. ]
alpha 250[ Ἀγκράτος ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ]
alpha 269[ Ἀγλευκές: τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ. δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστὶ πάλιν παρὰ Ῥίνθωνι. καὶ Ἀγλευκέστερον, ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι. ]
alpha 322[ Ἀγώγιον: τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν. ]
alpha 330[ Ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι. ]
alpha 382[ Ἀγυιάν: τὸν στενωπὸν Ξενοφῶν. καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρ’ αὐτῷ. ]
alpha 964[ Ἄκρατος· Ξενοφῶν· πάνυ δὲ ἦν ὁ οἶνος ἄκρατος, εἰ μή τις ὕδωρ ἐπιχέοι. καὶ αὖθις· ἡ τρὶς ἐφεξῆς εἰδυῖα ἀκρήτου χειλοποτεῖν κύλικα. ]
alpha 1027[ Ἀκρώνυξ: τὸ ἄκρον τοῦ ὄνυχος καὶ τὸ ἄκρον τοῦ ὄρους. καὶ Ἀκρωνυχία ὁμοίως. ὁ δὲ φυλακῇ τινι ἐπὶ τῆς ἀκρωνυχίας ἐντυχὼν, ταύτῃ αἰφνιδίῳ προσβολῇ ἐτρέψατο. ἔστι δὲ καὶ Ἀκρωνυχία, ἡ ἀκρώρεια τοῦ ὄρους. καὶ Ξενοφῶν· ἐπεὶ δὲ ἑώρα Χειρίσοφος προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ ὄρους, ἀφ’ ἧς ἡ κατάβασις ἦν εἰς τὸ πεδίον. ἐνδοτέρω χωρούντων ἀκρωνυχία ὄρους ἐπανίστατο. ]
alpha 1111[ Ἀλεεινός: θερινός, θερμός. Ξενοφῶν· χιόνος δὲ ἐπιπεπτωκυίας ὄκνος ἦν πολὸς ἀνίστασθαι. κατακειμένων δὲ ἀλεεινὸς ἦν ὁ χειμών, ὅτῳ μὴ παραρρυείη. ]
alpha 1130[ Ἀλέξασθαι: ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμωμένους ἀλέξασθαὶ ἢ προπορευομένους ἐπιοῦσι τοῖς πολεμίοις μάχεσθαι. ]
alpha 1456[ Ἀλφιτοσιτῶ. καὶ γὰρ ὅστις ἀλφιτοσιτεῖ, ὕδατι μεμιγμένην ἀεὶ τὴν μάζαν ἐσθίει. Ξενοφῶν. ]
alpha 1515[ Ἄμαχος: ἀντὶ τοῦ μὴ μαχόμενος. Ξενοφῶν. καὶ Ἀμάχητοι, οἱ μήπω μεμαχημένοι. ]
alpha 1532[ Ἀμβολὰς γῆ. ἡ ὑπὸ τοῦ ὀρύγματος ὑψωθεῖσα. Ξενοφῶν· ὁ δὲ Κῦρος πύργους ἐποίει ἐπὶ τῆς ἀμβολάδος γῆς, ὅπως ὅτι πλεῖστα φυλακτήρια εἴη. ζήτει ἐν τῷ δακνόμενος, ὅτι τὸ οἰκοδομεῖν καὶ ἵππους τρέφειν καὶ ἀμβολὰς ποιεῖν ἐδόκει τοῖς Λάκωσι δαπανηρὰ εἶναι. ]
alpha 1586[ Ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοί. Ξενοφῶν. ]
alpha 1601[ Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι. ]
alpha 1741[ Ἀμφιλεξάντων: ἀντὶ τοῦ ἀμφισβητησάντων καὶ διενεχθέντων. οὕτως Ξενοφῶν. ἀμφιλεξάντων δε τι ἐνταῦθα τῶν τε τοῦ Μένωνος στρατιωτῶν καί τοῦ Κλεάρχου. ]
alpha 1803[ Ἀναβεβαμένοι: ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν. ]
alpha 1816[ Ἀναγαγών: ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν. ]
alpha 1840[ Ἀναγώνιστος: ὁ μὴ ἀγωνισάμενος. Ξενοφῶν. ]
alpha 1870[ Ἀναθέντας: ἀντὶ τοῦ ἐπιθέντας. Ξενοφῶν. ]
alpha 1925[ Ἀνακοινώσασθαι καὶ Ἀνακοινῶσαι: ἄμφω λέγουσι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖς Ἑλληνικαῖς. ]
alpha 1992[ Ἀνάξοιτο: ἀνασχήσοιτο. Ξενοφῶν. ]
alpha 2065[ Ἀνά: σημαίνει καὶ τὸ κατά. Ξενοφῶν· ἐλαύνων ἀνὰ κράτος ἱδροῦντι τῷ ἵππῳ. ]
alpha 2129[ Ἀναχάζοντες: ἀναχωροῦντες. Ξενοφῶν· ἐπιδιώκοντες καὶ πάλιν ἀναχάζοντες. ὀπίσω πορευόμενοι. ]
alpha 2137[ Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν. ]
alpha 2207[ Ἀνέβαλλεν· Ξενοφῶν· ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καὶ, ὁπότε παρείη, οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν. ]
alpha 2281[ Ἀνεξυνοῦτο: ἀνεκοινοῦτο. Ξενοφῶν. ]
alpha 2382[ Ἀνεῖν· Ξενοφῶν. ἐν γὰρ τοῖς τοιούτοις οἱ ἀγαθοὶ ἐπιπονεῖν ἐθέλουσι καὶ ἀνεῖν. ]
alpha 2494[ Ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς Γοναῖς· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἐξῆς· λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας. καὶ Ἀρισταγόρας Μαμμακύθῳ. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ. ]
alpha 2508[ Ἀνθηρά· Ξενοφῶν· ὥσπερ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον, οἷον ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν. ]
alpha 2543[ Ἀνὰ κράτος ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ]
alpha 2546[ Ἄνοδον: ἀδιέξοδον. Ξενοφῶν· τῇ μὲν γὰρ ἄνοδον, τῇ δὲ εὔοδον εὑρήσομεν τὸ ὄρος. ]
alpha 2550[ Ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Κύρου Ἀναβάσει καὶ τὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην. ]
alpha 2625[ Ἀντεμπλήσαντες: ἀνταποδόντες. Ξενοφῶν· οἱ δὲ θαρρεῖν ἐκέλευον, λέγοντες ὅτι οὕτε τέκνων στερήσοιτο τήν τε οἰκίαν αὐτοῦ ἀντεμπλήσαντες τῶν ἐπιτηδείων. ]
alpha 2719[ Ἀντιποιηθέντα: φιλονεικήσαντα. δεῖ γὰρ ἀντιποιηθέντας οὐ πρότερον χαρίσασθαι θελήσαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶς διακείμενον. Πολύβιος· ὁ δὲ Ἄρατος κατανοῶν τὸν Ἀντίγονον πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον· τοὺς δὲ βασιλεῖς φύσει μὲν οὐδένα νομίζοντας οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸς τῶν εἰρημένων βασιλέων καὶ συμπλέκειν τὰς χεῖρας. ἀντιποιούμενοι τῆς ἀρχῆς τῷ βασιλεῖ. Ξενοφῶν. καὶ αὖθις· οὐδὲν ἀντιποιησάμενοι τῆς ἐκείνου δεήσεως. ]
alpha 2877[ Ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος καὶ Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπαλλάξωμεν, ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ Ἀπαλλάξαι, ἀντὶ τοῦ φυγαδεῦσαι. ἐδεῖτο δὲ τὸ πλῆθος προσωτάτω Ἀρμενίας ἀπαλλάξαι Ἰωτόμην, ὡς οὔποτ’ ἂν ἀποσχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημος. καὶ Ἀπαλλάττω σε κόπων. ]
alpha 2945[ Ἀπαυθημερίζειν: αὐθημερὸν ἐπανέρχεσθαι. Ξενοφῶν· ἐπεὶ δὲ τὰ ἐπιτήδεια οὐκ ἦν λαμβάνειν ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στράτευμα. ]
alpha 2975[ Ἀπέδειξεν: ἀντὶ τοῦ παρέδωκε. Ξενοφῶν. ]
alpha 2987[ Ἀπεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν. ]
alpha 2995[ Ἀπεκόπησαν: ἀντὶ τοῦ ἀνεβλήθησαν. Ξενοφῶν. ]
alpha 3129[ Ἀπειργάσθαι: ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν. ]
alpha 3274[ Ἀπόγραφος· ὁ δὲ Ὀνησίκριτος ὡς ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει. τουτέστι τοῦ Ξενοφῶντος. ]
alpha 3381[ Ἀπόλεκτοι: ἐξαίρετοι. Ξενοφῶν· αἱ δὲ εἰς τοὺς δεσπότας ἀποκείμεναι ἀπόλεκτοι ἦσαν. ]
alpha 3908[ Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. ]
alpha 4013[ Ἁρποκρατίων, ὁ Αἴλιος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν δοκούντων τοῖς ῥήτορσιν ἠγνοῆσθαι, καὶ Ὑποθέσεις τῶν λόγων Ὑπερίδου, Περὶ τοῦ κατεψεῦσθαι τὴν Ἡροδότου ἱστορίαν, Περὶ τῶν παρὰ Ξενοφῶντι [+] τάξεων, Περὶ τέχνης ῥητορικῆς, Περὶ ἰδεῶν. ]
alpha 4053[ Ἀρτοσιτεῖ: ἄρτον ἐσθίει. Ξενοφῶν· ὅστις δὲ ἀρτοσιτεῖ, ὕδατι δεδευμένον τὸν ἄρτον. ]
alpha 4089[ Ἀρχεῖα: ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλάκια ἢ τὰ χωρία τῶν κριτῶν· ἢ ἀρχαῖα, ὡς Ξενοφῶν Ἰστοριῶν ηʹ. τοὺς δὲ υἱέας περιῆγεν ἐς τὴν ἐς τάχος γράφουσαν μοῖραν τῆς περὶ τὰ ἀρχεῖα διακονίας. ]
alpha 4674[ Ἀχαριστεῖν: μὴ χαρίζεσθαι. καὶ Ἀχαρίστως, τὸ μὴ εὐχαριστεῖν. Ξενοφῶν· οἶμαι γὰρ ὅτι οὐκ ἂν ἀχαρίστως ἐμοὶ ἔχειν οὔτε πρὸς ὑμῶν οὔτε πρὸς τῆς ἄλλης πάσης Ἑλλάδος. ]
alpha 4676[ Ἀχαρίστως· Ξενοφῶν· Κῦρος δὲ ἦγε Λυδῶν αἰχμαλώτους, καὶ οὓς μὲν ἑώρα καλλωπιζομένους καὶ πειρωμένους αὐτῷ χαριεῖσθαι, τούτους εἴα σὺν τοῖς ὅπλοις, οὓς δὲ ἑώρα ἀχαρίστως ἐπιμένοντας, τούτων τοὺς ἵππους παρέδωκε τοῖς Πέρσαις, τὰ δὲ ὅπλα κατέκαυσεν. Ἀχαρίστως οὖν ἄνευ χάριτος. ]
alphaiota 148[ Αἰθρία· ἔξω ὑπὸ τὸν ἀέρα. λέγεται δὲ καὶ ὕπαιθρον. καὶ ἡ εὐδία. Ξενοφῶν· οἱ δὲ τὰς οἰκίας ἐμπρήσαντες δίκην ἔδοσαν ὑπὸ τῆς αἰθρίας κακῶς σκηνοῦντες. ]
beta 285[ Βίκος: τὸ ἀγγεῖον. καὶ Βικίδιον διὰ τοῦ ι ἡ παράδοσις. Ξενοφῶν· Κῦρος γὰρ ἔπεμπε βίκους ἡμιδεεῖς οἴνου. καὶ Βίκος, τὸ σπέρμα. ]
beta 316[ Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάσκιος· καὶ παροξύνων τῷ λόγῳ τούς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην. καὶ Ξενοφῶν· εἶ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ βακτηρίᾳ. ]
beta 440[ Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὀρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσι. συμπίπτει τε τῆς βουλιμιάσεως πάθος, χιόνος οὔσης, πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαδυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθις διαδιδόμενον. ]
beta 565[ Βρωτόν: βρῶσιν, τροφήν. Ξενοφῶν· ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὁρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσιν. ]
chi 159[ Χαιρεφῶν· τῶν ἄγαν γνωρίμων ΣωκράτουςΧαιρεφῶν. οὐδὲν δὲ αὐτοῦ δοκεῖ σῴζεσθαι τῶν συγγραμμάτων. δοκεῖ γὰρ γενέσθαι πάνυ θερμὸς καὶ σφόδρα ἐχθρεῦσαι τἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφωνοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν ὁ Χαιρεφῶν Σφήττιος. ]
chi 303[ Χιλή· τροφή. καὶ Χιλός, ἀρσενικῶς, ἡ τροφή. Ξενοφῶν· τὰ δὲ κτήνη πάντα χιλῷ ἔνδον ἐτρέφοντο. διὰ τῆς ἑτέρης χώρης, τῇ χιλός τε ἵπποις καὶ ὕδατα ἦν. Ἡρόδοτος. ὅσος τε σῖτος καὶ χιλὸς ἐν τῇ χώρᾳ εἴσω τειχῶν κομίζεσθαι. ἀρσενικὸν ὁ χιλός. καὶ Ἀχιλλεύς, ὁ ἥρως, παρὰ τὸ μὴ μετασχεῖν χιλοῦ· μυελοῖς γὰρ ἐτρέφετο. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. ὅθεν τὸ ἐκκεχιλωμένην, ἀντὶ τοῦ ἐψευσμένην ἢ κεχερσωμένην, οἷον ἐξηλειμμένην. ]
chi 321[ Χιτωνίσκους· Ξενοφῶν· χιτωνίσκους δὲ ἐνεδεδύκεσαν ὑπὲρ γονάτων, πάχος ὡς λινὸν στρωματοδέσμου. ]
chi 340[ Χλιδή· τρυφή, ἔκλυσις, καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι. Ξενοφῶν· οὐκ ἐν χλιδῇ τεθράμμεθα, ἀλλὰ χωριτικῶς. καὶ αὖθις· συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· οὕτω μὲν οὖν ἐν τῷ τῶν Τούρκων ἡγεμόνι ἔνεστι χλιδῆς. καὶ Χλιδαῖς καρατόμοις, τοῖς ἀπὸ τοῦ κρατὸς τετμημένοις βοστρύχοις. λέγοι δ’ ἂν χλιδάς, ἤτοι καθόλου τοὺς πλοκάμους, οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς· ἢ παρόσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ. Σοφοκλῆς· ἡμεῖς δὲ τὸν πατρὸς τάφον λοιβαῖς τὸ πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν. ]
chi 579[ Χρυσόπολις· ἐμπόριον τῆς Χαλκηδονίας, ἔνθα οἱ Ἕλληνες οἱ σὺν Κύρῳ μισθοφορήσαντες ἔμειναν ἡμέρας ἑπτὰ λαφυροπωλοῦντες, ὥς φησι Ξενοφῶν. ]
delta 82[ Δασμός· μερισμός, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ πώλους εἰς δασμὸν βασιλεῖ τρεφομένους ιζʹ. καὶ αὖθις· Ἀθηναῖοι δὲ δείσαντες τὸν Μίνωος στόλον ὑπέστησαν δασμὸν οἴσειν εἰς Κρήτην, ὅν τινα ἂν ἐκεῖνοι δικαιώσειαν. ]
delta 314[ Δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. Δείλη πρωΐα, ἡ πρὸ ἀρίστου ὥρα, ἢ μετὰ τὸ ἄριστον. Ξενοφῶν· ἡνίκα δὲ δείλη ἐγένετο, ἐφάνη κονιορτός. καὶ κλίνεται δείλης. ]
delta 517[ Διαγγέλλω· δοτικῇ. καὶ Διαγγελλομένους, παρακελευομένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. ἢ ἀντὶ τοῦ φανερουμένους, δήλους γινομένους. ]
delta 758[ Διασκηνητέον· καταλυτέον. Ξενοφῶν· ἐδόκει διασκηνητέον εἶναι εἰς τὰς κώμας εἰς στέγας. ]
delta 1001[ Διηγκυλημένον· τὸ ἀκόντιον μεταχειριζόμενον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξενοφῶν· ὁ δὲ πᾶσι παρήγγελλε διηγκυλημένους ἰέναι, ὡς ὁπόταν σημήνῃ ἀκοντίζειν δεήσοι· καὶ τοὺς τοξότας ἐπιβεβλῆσθαι ἐπὶ ταῖς νευραῖς, ἢ οὕτως ὡς ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον. καὶ τοὺς γυμνῆτας λίθων ἔχειν μεστὰς διφθέρας. ]
delta 1518[ Δρεπανηφόρος· ξιφηφόρος. καὶ Δρεπανηφόροι. Ξενοφῶν· τὰ δὴ δρεπανηφόρα καλούμενα εἶχον δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα καὶ ὑπὸ τοῖς δίφροις ἐς γῆν βλέποντα ὡς διακόπτειν ὅτῳ ἐτύγχανον. ]
delta 1574[ Δυνατήν· ἐνδεχομένην. Ξενοφῶν ἔφη· ἡγήσασθαι δυνατὴν ὑποζυγίοις πορεύεσθαι ὁδόν. ]
delta 1676[ Δυσωποῦμαι· Δημοσθένης ἐν Φιλιππικοῖς [+] καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἀντὶ τοῦ φοβοῦμαι. ]
delta 1682[ Δυσπάριτον· δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δ’ εἰ εἴη δυσπάριτόν τι χωρίον. τὸ ἄβατον. ]
epsilon 90[ Ἐγκέλευστοι· μετὰ προστάξεως. Ξενοφῶν· προσῆγον τῷ Κυαξάρει δῶρα οἱ μὲν καθ’ ἑαυτοὺς, οἱ δὲ ὑπὸ Κύρου ἐγκέλευστοι. ]
epsilon 179[ Ἐγχεῖν· ἐγκεράσαι. Ξενοφῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν εὔχεσθαί τε τοῖς θεοῖς. ἢ ἀντὶ τοῦ σπεῖσαι. ]
epsilon 309[ Ἐθελοντής· βουλόμενος. ἢ χωρητός. Ξενοφῶν· διερωτᾶν, εἴ τίς ἐστιν, ὅστις ἀνὴρ ἀγαθὸς ἐθέλοι ἂν γενέσθαι, ὑποστὰς ἐθελοντὴς πορεύεσθαι. προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος. λέγεται καὶ Ἐθελοντίους. προσεδόκησεν ἐθελοντίους τοὺς Ἀραβίους ὁμολογήσειν. ]
epsilon 486[ Ἐκλώπευον· ἀντὶ τοῦ ἔκλεπτον. Ξενοφῶν ἐν τῇ Ἀναβάσει. ]
epsilon 589[ Ἐκπολεμῶσαι· αἰτιατικῇ. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι. γράφεται δὲ καὶ διὰ τοῦ η ἐκπολεμῆσαι, ὡς καὶ παρὰ Ξενοφῶντι. Ἐκπολεμῆσαι συντάσσεται μετὰ αἰτιατικῆς. Ἐκπολεμῶσαι δὲ τὸ πολεμίους ποιῆσαι, οἷον ἐπὶ πόλεμόν τινας παροξῦναι. ]
epsilon 894[ Ἑλόμενοι· βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπείθοντο οὐχ ἑλόμενοι, ἀλλ’ ὁρῶντες ὅτι μόνος ἐφρόνει οἷα ἔδει τὸν ἄρχοντα. ]
epsilon 1238[ Ἐνεός· ἄφωνος, κωφός, ἐξεστηκώς, νωδός, νωχελής, μετέωρος. Ξενοφῶν· τοῖς δὲ παισὶν ἐδείκνυσαν ὥσπερ ἐνεοῖς ὅ τι δέοι ποιεῖν. τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης. σημαίνει δὲ καὶ ὄνομα κύριον. ]
epsilon 1690[ Ἐξείη· συνεκεχώρητο, εἴθιστο. Ξενοφῶν· ᾔδεσαν γὰρ πάντες, ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι προσελθεῖν, καὶ εἰ καθεύδει ἐπεγειροῦντα εἰπεῖν, εἴ τις τι ἔχοι πρὸς πόλεμον. ]
epsilon 1719[ Ἐξήκει· παρῴχηκεν. Ξενοφῶν· ὁ δὲ χρόνος ἐξήκει. καὶ αὖθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην. ]
epsilon 1962[ Ἐπανετείνοντο· δοτικῇ. Ξενοφῶν· ἐπανετείνοντο δὲ καὶ μείζονες ἐλπίδες τοῖς ἀξίοις ἔπαινοί τε, καὶ εἴ τι ἐν τῷ ἐπιόντι χρόνῳ ἀγαθὸν εἶναι μεῖζον φαίνοιτο Ἐπανετείνοντο οὖν ἐν προσδοκίᾳ ἦσαν· ἢ ηὔξοντο, ἐμεγαλύνοντο. ]
epsilon 2049[ Ἐπεμαρτύραντο· μάρτυσιν ἐχρήσαντο. οἱ δὲ πιστὰ δόντες καὶ λαβόντες ἐπεμαρτύραντο τοὺς θεούς. οὕτως Ξενοφῶν. ]
epsilon 2086[ Ἐπεστάτει· ἦρχεν, ἡγεμόνευεν. Ξενοφῶν· ἐνταῦθα ἦν Κλέαρχον καταμαθεῖν ὡς ἐπεστάτει ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ δόρυ ἔχων, ἐν δὲ τῇ δεξιᾷ βακτηρίαν. ]
epsilon 2260[ Ἐπιγαυρωθείς· ἀνδρωθείς, θρασυνθείς. Ξενοφῶν· ὁ μὲν δὴ ταῦτα ἀκούσας καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύρου ἐπορεύετο. ]
epsilon 2466[ Ἐπιμεληταί· παρὰ Πέρσαις ἦσαν ἐπιμεληταί, ὥς φησιν Ξενοφῶν, οἳ τοὺς τετρωμένους ἐν πολέμῳ ἐθεράπευον. ]
epsilon 2535[ Ἐπίπροσθεν· γενικῇ. ἔμπροσθεν. τιμητικώτερον. Ξενοφῶν· τὸν δὲ Κῦρον ἀφελκύσαντες ἦγον, ἐπίπροσθεν ποιούμενον τοὺς προσάγοντας, ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον. ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέβειαν προτιμῶν ἐφαίνετο. ]
epsilon 2558[ Ἐπισάξαι· ἐπαναβῆναι. Ξενοφῶν· ἐὰν θόρυβος γένηται, δεῖ ἐπισάξαι τὸν ἵππον Πέρσῃ ἀνδρὶ καὶ θωρακισθέντα ἀναβῆναι ἐπὶ τὸν ἵππον. ταῦτα δὲ πάντα χαλεπὰ ποιεῖν νύκτωρ, καὶ θορύβου ὄντος. ]
epsilon 2685[ Ἐπιτήδεια· τὰ πρὸς τροφὴν ἁρμόδια. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ξενοφῶν· τὰ ἐπιτήδεια ἄφθονα παρῆν. Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας. ]
epsilon 2687[ Ἐπιτήδειος· φίλος, εὔνους. ἁρμόδιος. Ξενοφῶν· ὁ δὲ βακτηρίαν ἔχων, εἴ τις αὐτῷ δοκοίη βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἄν. ]
epsilon 2903[ Ἐργαστήριον· ἐν ᾧ τινα ἐργάζονται. Πολύβιος· οὐκ ἔστι, κατὰ τὸν Ξενοφῶντα, ὃς θεασάμενος τὴν πόλιν ἐκείνην οὐκ ἂν εἶπε πολέμου ἐργαστήριον. ]
epsilon 3493[ Εὐθημοσύνη· τάξις. ἱερὸν καὶ πολιτικὸν διήγημα τῆς τῶν Ἀλεξανδρέων εὐθημοσύνης ἐλέγετο. Ξενοφῶν· καλὸν μὲν οὖν ἡγεῖτο ὁ Κῦρος καὶ ἐν οἰκίᾳ εἶναι ἐπιτήδευμα τὴν εὐθημοσύνην. ὅταν γὰρ τίς του δέηται, δῆλόν ἐστιν, ὅπου δεῖ ἐλθόντα λαβεῖν. ]
epsilon 3520[ Εὐθυωρόν· ἀντὶ τοῦ κατ’ εὐθεῖαν. οὕτως Ἀντιφῶν καὶ Ξενοφῶν. Εὐθυωρόν, αὐτῇ τῇ ὥρᾳ. τὸ δὲ βέλος ἀνεῳγμένον προφθάσαν τὸ στόμα, ἐκεῖσε ἐμπεσὸν κατέπαυσε τὴν πτῆσιν. καὶ δὴ ὁ Κὼχ εὐθυωρὸν ἀπεβίω. ]
epsilon 3570[ Εὐλόφως· γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφελεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. καὶ αὖθις· εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος. ]
epsilon 3682[ Εὕρημα· ἐπίτευγμα, βούλευμα. δῆλον δέ, ὡς τῷ πολλὰ πεπαιδευμένῳ καὶ πολλὰ εἰδέναι γλιχομένῳ, καὶ ταῦτα εὕρημά ἐστι. τουτέστι βούλευμα, ἐπιτήδευμα. καὶ Εὑρήματα ὁμοίως, ἐπιτεύγματα, βουλεύματα. Ξενοφῶν· ἐπεὶ εἶδον ὑμᾶς εἰς πολλὰ κἀμήχανα ἐμπεπτωκότας, εὕρημα ἐποιησάμην, εἴ πως δυναίμην παρὰ βασιλέως αἰτήσασθαι, δοῦναί μοι ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. εὕρημα δὲ καὶ τοὺς Μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσιν. ]
epsiloniota 110[ Εἴλη· ἐπὶ τοῦ τάγματος. καὶ τοῦ πλήθους συστροφή. Ξενοφῶν. καὶ Εἴλη ἡ ὀπή. ἐξ οὗ καὶ εἰλεός, ἡ κατάδυσις. ]
epsiloniota 309[ Εἰσπιπλάς· Ξενοφῶν· ὁ δὲ Κῦρος εἰσπιπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπεν. ]
eta 43[ Ἡγεμών· ὁ τῆς ὁδοῦ ἡγούμενος. Ξενοφῶν· καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς. ]
eta 197[ Ἤλεγχον· ἐφανεροποίουν· ἢ ἀνέκρινον, ὡς Ξενοφῶν. οἱ δὲ τοὺς αἰχμαλώτους συναγαγόντες ἤλεγχον τὴν κύκλω πᾶσαν χώραν, τίς ἑκάστη εἴη. ]
eta 552[ Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου [+], ὑπομνήματα εἰς Ἡρόδοτον [+], Ξενοφῶντα [+], Θουκυδίδην [+], Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας. ]
gamma 199[ Γέρρον: ὅπλον. Ξενοφῶν· γέρρον ἐς τὴν ἀριστερὰν, κοπὶς ἢ σάγαρις ἐς τὴν δεξιάν. καὶ αὖθις· οἱ δὲ γέρρα ἔλαβον δασέων βοῶν ὠμοβόϊνα ἀμφὶ τὰ κʹ. ]
gamma 384[ Γονύων: γονάτων. Ξενοφῶν· ἐνῆσαν δὲ καὶ κάλαμοι, γόνατα οὐκ ἔχοντες. ]
gamma 463[ Γρύλλος· Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. καὶ Γρύλλος, ὁ χοῖρος. ]
gamma 482[ Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτης, καὶ οἱ γυμνῆται. τάξις πεζῶν. Ξενοφῶν· ὁ δὲ Χειρίσοφος ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφ’ αὑτὸν, τοὺς γυμνήτας ἅπαντας· οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἰναι. καὶ Γυμνήτης, ὁ γεγυμνωμένος. ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνής, γυμνῆτος, ὁπλίτου. καὶ αὖθις· εἵποντο δὲ καὶ γυμνῆτες ἐς υʹ ἀποκεκριμένοι ὡς ὁδοποιεῖν τὰ ἄβατα. ]
iota 226[ Ἵησιν· ἀφίησιν. σχίζων τις ξύλα, ὡς εἶδε τὸν Κλέαρχον προσιόντα, ἵησι τῇ ἀξίνῃ. Ξενοφῶν. ]
iota 755[ Ἴτυς· περιφέρεια ὅπλου. Ξενοφῶν· ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτοῦ τῆς ἴτυος. ἐν δὲ τούτῳ παραθεῖ αὐτοὺς Ἀριστώνυμος. καὶ ἐν Ἐπιγράμμασι· γυρῶν τ’ ἀγκίστρων καμπυλόεσσαν ἴτυν. ]
kappa 80[ Καθηκούσαις· διεκτρεχούσαις. Ξενοφῶν· ἐν πέτραις καθηκούσαις ἐπ’ αὐτὸν τὸν τόπον. ]
kappa 313[ Κανθήλιος· βραδὺς νοῆσαι, ἢ ἀφυής. ἢ ὄνος μέγας. Ξενοφῶν λέγει· ὅτι ἐν Βαβυλῶνι οἱ φοίνικες οὐ μεῖον ἢ πλεθριαῖοι τὸ μέγεθος γίνονται· οἳ δὴ πιεζόμενοι ὑπὸ βάρους ἄνω κυρτοῦνται, ὥσπερ ὄνοι κανθήλιοι. καὶ Πολύβιος· ἐν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὐτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου, συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα. ]
kappa 371[ Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου [+] τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. ]
kappa 412[ Καρπαία· εἶδος ὀρχήσεως. οὕτως Ξενοφῶν ἐν τῇ Ἀναβάσει. λέγει δὲ καὶ τὸ εἶδος ταύτης. ]
kappa 571[ Κατακαίνων· ἀναιρῶν, πλήττων. τοὺς μὲν κατακαίνων ἐν χερσί, τοὺς δὲ πλήττων, τοὺς δὲ φοβήσας. καὶ Ξενοφῶν· τοὺς μὲν κατακαίνοντες, τοὺς δὲ καταδιώξαντες. ]
kappa 764[ Κατασκεδάζειν· γενικῇ. ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνωνται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν. οὕτως Ξενοφῶν ἐν τῷ ζʹ τῆς τοῦ Κύρου Ἀναβάσεως. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιε, καὶ συγκατεσκεδάσατο μετ’ αὐτοῦ τὸ κέρας. ]
kappa 933[ Κατέκανεν· ἀνεῖλεν, ἐφόνευσε. Ξενοφῶν· ὁ δὲ Κῦρος ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου, καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς ἔτι εἶχε, τέλος δὲ κατέκανε. ]
kappa 1253[ Κεκονιαμένοις· ἀσβέστῳ κεχρισμένοις. οἶνος δὲ ἦν, ὃν ἐν λάκκοις κονιατοῖς εἶχον. Ξενοφῶν φησι. ]
kappa 1566[ Κηφισόδωρος, ἄλλος μέν, ὃς κεκωμῴδηται ὡς ὀνώδης· ἕτερος δὲ ὁ ὕπαρχος, ὃς ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν. ]
kappa 1803[ Κλίμακες· ξύλα ὀρθά. Διόδωρος· ἑξῆς δ’ ἐκομίζοντο κλίμακες ωʹ, παντευχίας πολυτελεῖς ἔχουσαι. καὶ Ξενοφῶν· οἱ δὲ ἄνθρωποι κατέβαινον κατὰ κλίμακας εἰς τὰς καταγείους οἰκίας. ]
kappa 1838[ Κλώψ· κλέπτης. Ξενοφῶν· εἰσὶ γυμνῆτες τῶν ἐφεπομένων ἡμῖν κλωπῶν. καὶ ἐν Ἐπιγράμμασι· τόξῳ μὲν κλῶπας βάλε, σάου δὲ φίλους. ]
kappa 2253[ Κωμάρχης· ὁ τῶν πόλεων ἄρχων παρὰ Ξενοφῶντι. ]
kappa 2488[ Κρωβύλος· ὁ μαλλὸς τῶν παιδίων. καὶ ὁ πλόκαμος, ὃν διέβαλλον οἱ τὸν χρυσοῦν τέττιγα φοροῦντες, ἀνάδημα, κόσμος, ὁ τῶν τριχῶν πεπλεγμένος κόσμος. ἐν Ἐπιγράμμασι· ἅλικες αἵ τε κόμαι καὶ ὁ κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶμος ὁ τετραέτης. Ξενοφῶν· εἶχον δὲ κράνη σκύτινα οἷά περ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγυτάτω τιαροειδῆ. Κρωβύλος κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην. ]
kappa 2561[ Κοινῶνας· κοινωνούς. Ξενοφῶν· ἀκροθίνια τοῖς θεοῖς καὶ τεμένη ὁ Κῦρος ἐκέλευσεν ἐξελεῖν, οὕσπερ κοινῶνας ἐνομίζετο τῶν καταπεπραγμένων. καὶ αὖθις· τὴν κεφαλὴν αὐτοῦ ἄξειν, καὶ ὅσοι κοινῶνες αὐτῷ τῆς φυγῆς ἐγένοντο. ]
mu 226[ Μάρσιππος· σάκκος, θυλάκιον, σακέλλιον. εἶδόν τινας ἐν πέτραις μαρσιππίους ἱματίων κατατιθεμένους. Ξενοφῶν. ]
mu 253[ Μάσσων· μακροτέρα. Ξενοφῶν· ἂν μὴ πολὺ μάσσων ὁδὸς ᾖ. ]
mu 507[ Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. ]
mu 855[ Μείου· ἐλάττονα τίθει. Ξενοφῶν· Κῦρος ἔφη πρὸς Ἀράσπαν τὸν κατάσκοπον, μηδὲν ἐλάσσου τἀληθοῦς μηδὲ μείου τὰ τῶν πολεμίων· κρεῖσσον γὰρ μείζω οἰηθέντας μείονα ἰδεῖν, ἢ μείω ἀκούσαντας ἰσχυρότερα εὑρίσκειν. ]
mu 1010[ Μητροφάνης, Κορνηλιανοῦ [+] ῥήτορος, Λεβαδεύς( πόλις δὲ Βοιωτίας ἡ Λεβάδεια) , σοφιστής. Περὶ τῶν χαρακτήρων Πλάτωνος [+], Ξενοφῶντος [+], Νικοστράτου [+], Φιλοστράτου [+], μελέτας, λόγους πανηγυρικούς. ]
mu 1215[ Μοναχῇ· ἐπίρρημα, ἀντὶ τοῦ μοναχῶς. Ξενοφῶν· ὡς ἐπὶ τῇ ὑπερβολῇ τοῦ ὄρους, ᾗπερ μοναχῇ εἴη πορεία, ἐπιθησόμενοι τοῖς Ἕλλησι. ]
mu 1259[ Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκκαίδεκα. ]
mu 1381[ Μυζεῖ καὶ Μύζει· θηλάζει, λείχει. Ξενοφῶν· ἔδει δέ, εἴ τις διψῴη, λαβόντα εἰς τὸ στόμα μυζεῖν τοὺς καλάμους· καὶ πάνυ ἄκρατος ἦν ὁ οἶνος, μή τις ὕδωρ ἐπιχέοι. ]
nu 33[ Νάπος οὐδέτερον καὶ θηλυκὸν ἡ Νάπη· ὀρεινὸς ὑλώδης τόπος. οἱονεὶ νάφη ὡς μὴ φῶς ἔχουσα διὰ δάσος. Ξενοφῶν οὐδετέρως λέγει τὸ νάπος, τὸ ἔδαφος. ἐπεὶ οἱ ἡγούμενοι ἐγένοντο ἐπὶ νάπει δυσβάτῳ καὶ μεγάλῳ, ἔστησαν ἀγνοοῦντες, εἰ διαβατέον εἴη τὸ νάπος. ]
nu 179[ Νενημένην καὶ Νενησμένην· σεσωρευμένην. Ξενοφῶν· εὕρῃς γὰρ θησαυροὺς ἐν ταῖς οἰκίαις ἄρτων νενημένων περυσινῶν. καὶ Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι, ὄντες λίθοι, ἀριθμός, πρόβατ’ , ἄλλως ἀμφορεῖς νενησμένοι; τουτέστιν ἀνόητοι. πρὸς τοὺς θεατάς φησι· διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος. ἀμφορεῖς δὲ ἀντὶ τοῦ ματαίως κέραμοι σεσωρευμένοι. νηῆσαι γὰρ τὸ σωρεῦσαι. καὶ νῆσαι δισυλλαβῶς. ]
nu 272[ Νευσούμενοι· κολυμβήσοντες. Ξενοφῶν· ἐκδύντες, ἔχοντες τὰ ἐγχειρίδια γυμνοὶ ὡς νευσούμενοι ἐπειρώμεθα διαβαίνειν. ]
omega 10[ Ὤγμευον· Ξενοφῶν ἐν βʹ ἀντὶ τοῦ ἐπορεύοντο. παρὰ τὸν ὀγμόν, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. ]
omega 270[ Ὠφέλιμον πρᾶγμα· ὅτι τοιοῦτον, ὥστε εὐλόγως αὐτὸ αἱρεῖσθαι πρὸς αὔξησιν καὶ προσθήκην. Ὀφέλλω γὰρ τὸ αὐξάνω. Ξενοφῶν· ἐπεὶ δὲ οὐδὲν ὠφέλιμον ἔλεγον, κατεσφάγησαν. ]
omicron 6[ Ὀβελός· καὶ Ὀβελίσκος, ἡ σούβλα. Ξενοφῶν· ἐπάταξεν ἔνδον βουπόρῳ τις ὀβελίσκῳ διαμπερὲς τὸν μηρὸν τοῦ ἐγγυτάτω. καὶ παροιμία· Τὸ θερμὸν τοῦ ὀβελοῦ. ἐπὶ τῶν τὰ χείρονα ἀντὶ τῶν κρειττόνων αἱρουμένων. ]
omicron 112[ Ὀκνεῖ· εὐλαβῶς ἔχει. Ξενοφῶν· ὀκνοῦντες, μὴ οἱ Ἕλληνες διαβάντες τὴν γέφυραν μείνειαν. ἀντὶ τοῦ εὐλαβούμενοι, δεδιότες. ]
omicron 212[ Ὁλοιτρόχους· στρογγύλους, τροχοειδεῖς λίθους. Ξενοφῶν· ἐκυλίνδουν οἱ βάρβαροι ὁλοιτρόχους ἁμαξιαίους, οἳ φερόμενοι διεσφενδονῶντο. ]
omicron 351[ Ὀνησίκριτος· ὄνομα κύριον. ὁ δὲ Ὀνησίκριτος ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει. τουτέστι τοῦ Ξενοφῶντος. ]
omicron 352[ Ὀνηθῆναι· ὠφεληθῆναι. Ξενοφῶν· ἔχρῃζον πρὸς τὰ χωρία προσβάλλειν καὶ τὴν στρατιὰν ὀνηθῆναί τι. ]
omicron 448[ Ὁπηνίκα· ὁπότε, ὅταν. Ξενοφῶν· οἱ δὲ ἐθύσαντο, ὅπως ὁπηνίκα δοκοίη τῆς ὥρας τὴν πορείαν ποιοῖντο. ]
phi 385[ Φιλομαθής· ὁ ἔμπειρος. Ξενοφῶν· δεῖ δὴ φιλομαθῆ τούτων ἁπάντων ὄντα, οὐχ οἷς ἂν μάθοις τούτοις μόνοις χρῆσθαι, ἀλλὰ καὶ ποιητὴν εἶναι τῶν πρὸς τοὺς πολεμίους μηχανημάτων. καὶ Φιλομαθεία. ]
phi 691[ Φραστῆρας· εἰδήμονας, ἐπιστήμονας. Ξενοφῶν· εἶχε δὲ τούτους ὁ Κῦρος ὁδῶν φραστῆρας καὶ ὑδάτων καὶ χιλοῦ. ]
phi 830[ Φυλάσιμος· ὁ ἐκ τοῦ δήμου. καὶ Φυλασσόμενος, προορώμενος, προσκοπούμενος. οὐ μέντοι οὐδ’ ἀπέκλινε, φυλασσόμενος μὴ δοκοίη φεύγειν. οὕτω Ξενοφῶν. καὶ Θουκυδίδης. φυλάξαντες τὸν συχνὸν τῆς νυκτὸς ἔφυγον. καὶ Φυλάσσω· αἰτιατικῇ. ]
pi 307[ Παραγγέλλοντας· οἱ δὲ Ἀρειανοὶ ὄντες προφάσει τοῦ δόγματος, ἀφικόμενοι ἐν Καρχηδόνι, περὶ τοὺς εἰς ἱερωσύνην παραγγέλλοντας, ὅπως ὁ Γεζέριχος παρασκευῆς ἔχει καὶ γνώμης, μαθεῖν. ἀντὶ τοῦ τελοῦντας. καὶ Ξενοφῶν· ὁ δὲ καταφεύγει ἐς τὸ ἑαυτοῦ στράτευμα καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα. καὶ αὖθις· στρατιὰν ὡς πλείστην εἰς τὸν πόλεμον παραγγέλλων. ἀντὶ τοῦ καταλέγων. ]
pi 427[ Παρασάγγης· εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι λʹ στάδια. Ξενοφῶν· ὁ δὲ Κῦρος, ὁπόσον, ἔφη, ἄπεστι τὸ στράτευμα; οἱ δὲ ὡς δύο παρασάγγας εἶπον. ]
pi 517[ Παρεγγυᾷ· δοτικῇ. παραδίδωσι, παραγγέλλει, παραινεῖ, παρακατατίθεται. Ξενοφῶν· βοώντων τῶν στρατιωτῶν καὶ παρεγγυώντων, ἔνθα δὴ ἔθεον ἅπαντες. καὶ αὖθις· ὅτου δὴ παρεγγυήσαντο οἱ στρατιῶται φέρουσι λίθους καὶ ποιοῦσι κολωνὸν μέγαν. ἐνταῦθα ἀνετίθεσαν δερμάτων πλῆθος καὶ βακτηρίας καὶ γέρρα. ]
pi 843[ Παιγνία· ἑορτή. ὥστε τἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ’ ἐκ τῶν γειτόνων. καὶ Ξενοφῶν· οἱ δὲ ναρθηκοφόροι ἐδίωκον σὺν πολλῷ γέλωτι καὶ παιγνίᾳ. ]
pi 1010[ Πεποδισμένοι· τοὺς πόδας κατεσχημένοι. Ξενοφῶν· πονηρόν ἐστι νυκτὸς στράτευμα Περσικόν· οἱ γὰρ ἵπποι αὐτοῖς δέδενται. ]
pi 1078[ Περιβαλλομένους· προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομένους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον ἄγουσιν. ]
pi 1096[ Περιδεῖν· περιδεσμεῖν, περιάπτειν. Ξενοφῶν· ὁ δὲ διδάσκει περὶ τοὺς πόδας τῶν ἵππων καὶ τῶν ὑποζυγίων σακκία περιδεῖν, ὅταν διὰ τῆς χιόνος ἄγωσι, διὰ τὸ μὴ καταδύεσθαι. ]
pi 1142[ Περίζυγα· Ξενοφῶν· ἔχειν δὲ χρὴ καὶ ἱμάντας· τούτων γὰρ τριβομένων καὶ ῥηγνυμένων ἀνάγκη ἀργεῖν, ἢν μή τις ἔχῃ περίζυγα. ]
pi 1574[ Πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀππιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλοτιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα. ]
pi 1671[ Πίτυς· εἶδος δένδρου κωνοφόρου, ἡ παρ’ ἡμῖν στροβιλέα. Ξενοφῶν· χωρίον πίτυσι διαλειπούσαις μεγάλαις, ἀνθ’ ὧν ἑστηκότες ἄνδρες τὶ ἂν πάθοιεν. καὶ Πιτύστεπτος, ὁ Πάν. Πανὸς τειχήεσσα πιτυστέπτοιο καλιή. ]
pi 1720[ Πλέθρον· τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων. ἢ πανταχόθεν ἔχον πόδας ληʹ. καὶ Πλεθριαῖον διάστημα. ὅτι τὸ πλέθρον ἔχει πόδας ρʹ. Ξενοφῶν φησι πλεθριαίους φοίνικας φύεσθαι ἐν Βαβυλῶνι ἢ καὶ μείζονας. σταδίου πηχῶν υʹ. ὅτι ἐξέδωκεν ἡ πόλις Ἀθηναίων τὰς θυγατέρας Ἀριστείδου, καὶ Λυσιμάχῳ τῷ παιδὶ βʹ δραχμὰς τῆς ἡμέρας ἐδίδου καὶ γῆς πεφυτευμένης ἐδωρήσατο νʹ πλέθρα καὶ ἀροσίμης ρʹ. ]
pi 1778[ Πλινθωτὸν δὲ ἢ πλινθία λέγεται, ὅταν ἐν τετραγώνῳ σχήματι ταυτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσόπλευρον καλεῖ. ]
pi 1841[ Ποδαπός· ποίου ἔθνους, ποίας χώρας. φησὶ Ξενοφῶν· ἐρωτώμενος δὲ ποδαπὸς εἴη, Πέρσης ἔφη εἶναι. καὶ αὖθις· ποδαπός; Ἀντιοχεύς. λύσις ὀνείρου Νικηφόρου πατριάρχου· πόδας καθαίρειν φροντίδων δηλοῖ λύσιν. πόδας πλατεῖς ἔχοντα σημαίνει λύπας. ποδῶν κοπέντων, μηδόλως ἄρχου τρίβου. ]
pi 1849[ Ποδοστράβη· ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. οὕτως Ὑπερίδης καὶ Ξενοφῶν. ]
pi 2366[ Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]
pi 2414[ Προηγόρει· προηγόρευε, προέλεγε. Ξενοφῶν· ἧκον πρέσβεις ἐκ Σινώπης διὰ τοὺς Κοτυωρίτας εἰς τοὺς Ἕλληνας. προηγόρει δὲ Ἑκατώνυμος, δεινὸς νομιζόμενος εἶναι λέγειν. ]
pi 2584[ Προσάγειν καὶ Παράγειν διαφέρει. προσάγουσι μὲν γὰρ πάντες οἱ παραταξάμενοι ᾗ ἂν ἄριστοι εἶεν μάχεσθαι· παράγουσι δὲ οἱ σώφρονες ᾗ ἂν ἀσφαλέστατα, οὐχ ᾗ ἂν τάχιστα ἀπέλθοιεν. παριέναι ἀνάγκη δὲ ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειργμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπιπολύ. οὕτως φησὶ Ξενοφῶν. καὶ Προσάγειν, ἀντὶ τοῦ οἰκειοῦσθαι, ἰδιοποιεῖσθαι. ὁ δὲ ἐμήνυε διὰ τῶν πρέσβεων, ὡς προσάγοιτο μὲν τὰ ἔθνη χρήμασι καὶ δώροις, καταγγέλλοι δὲ κοινὰ τὰ κερδαλέα τὰ ἀπὸ τοῦ πολέμου. ]
psi 48[ Ψευδενέδρα· Ξενοφῶν· ὡς δὲ ἐφοβοῦντο τὴν εἰς Τραπεζοῦντα κατάβασιν, πρανὴς γὰρ ἦν, ψευδενέδραν ἐποιήσαντο. ]
rho 20[ Ῥᾳδιουργός· πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ ῥᾳδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης. Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. Πολύβιος δέ φησι περὶ οἰκογενοῦς προδότου· τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν, ἴσως οὐ θαυμάσιον, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης, θαυμαστόν. καὶ αὖθις· οὐδὲν διαφέρει τὸ κατ’ ἰδίαν ἀδίκημα τῶν κοινῶν ἢ πλήθει καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μῆ ποιεῖν ἀλλήλοις τὰ δίκαια, καὶ συλλήβδην τὰς εἰς αὑτοὺς ἀθεσίας. ]
sigma 15[ Σάγαρις· κοπίς, ἢ πέλεκυς. λέγεται καὶ σάγαρι χωρὶς τοῦ ς. Ξενοφῶν· ὁ δὲ ἄνδρα συλλαβὼν ἧκεν ἄγων ἔχοντα τόξον Περσικὸν καὶ φαρέτραν καὶ σάγαριν, οἷάν περ αἱ Ἀμαζόνες ἔχουσι. ]
sigma 501[ Σιτομετρεῖν· τὸ σῖτον παρέχειν. καὶ Σιτομέτριον, ἡ σιτοδοσία. Πολύβιος· ὁ δὲ Φίλιππος διαδοὺς ὅτι μέλλει σιτομετρεῖν, ἐκήρυξεν, ὅσοι μὴ πλεῖον ἔχουσι λʹ ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς αὐτόν. καὶ Σιτοποιεῖσθαι παρὰ Ξενοφῶντι τὸ τροφὴν λαμβάνειν. σιτοποιεῖσθαί τε ἀνάγκη καὶ κοιμᾶσθαι. καὶ Σιτοπομπία. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]
sigma 1128[ Στολάς. Ξενοφῶν· τοξευθεὶς διὰ τῆς ἀσπίδος καὶ τῆς στολάδος εἰς τὰς πλευράς. ζήτει περὶ στολῆς Νουμᾶ ἐν τῷ χλαμύς. ]
sigma 1132[ Στόμα· τὸ ἔμπροσθεν μέρος τοῦ στρατοῦ. Ξενοφῶν· κελεύει ἀπὸ τοῦ στόματος συμπέμψαι ἄνδρας· μακρὰν γὰρ ἦν ἀπὸ τῆς οὐρᾶς λαβεῖν. ]
sigma 1588[ Συνθήκη· ὁμολογία. Ξενοφῶν· οἱ δὲ σὺν Κύρῳ ἀναβάντες Ἕλληνες πρὸς Πέρσας συνθήκας ἔθεντο, σφάξαντες ταῦρον καὶ λύκον καὶ κάπρον καὶ κριόν· εἰς ἀσπίδα βάπτοντες οἱ μὲν Ἕλληνες ξίφος, οἱ δὲ βάρβαροι λόγχην, ὀμόσαντες, μὴ προδώσειν ἀλλήλους, σύμμαχοί τε ἔσεσθαι. οἱ δὲ βάρβαροι προσώμοσαν καὶ ἡγήσεσθαι ἀδόλως. ]
sigma 1679[ Συσκευάζεσθαι· ἐπιφέρεσθαι. Ξενοφῶν· ὁ Κῦρος ἔφη τοῖς στρατιώταις συσκευάζεσθαι σῖτα ἡμερῶν εἴκοσιν, οἶνον δὲ τοσοῦτον ἕκαστον χρή, ὅσος ἱκανός ἐστιν ἐθίσαι ἡμᾶς αὐτοὺς ὑδροποτεῖν. ]
sigma 1680[ Συσκηνία· συνοικία. Ξενοφῶν· ὅτι ἐν τῷ ὁμοῦ σκηνοῦν τοὺς στρατιώτας ἐδόκουν ὠφελεῖσθαι πρὸς τὸν μέλλοντα ἀγῶνα· ἑώρων γὰρ ἀλλήλους ὁμοίως τρεφομένους, καὶ οὐκ ἦν πρόφασις μειονεξίας, ὥστε ὑφίεσθαί τινα κακιώτερον ἑτέρου εἶναι πρὸς τοὺς πολέμους. καὶ ὅτι ἐγίνωσκον ἀλλήλους, καὶ τὸ αἰσχύνεσθαι πᾶσιν ἐδόκει ἐγγίνεσθαι· οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες. ]
sigma 1700[ Συχνόν· πολύ, πυκνόν. Ξενοφών· ἅρματα διαλείποντα συχνὸν ἀπ’ ἀλλήλων. ἀντὶ τοῦ πολύ. ὁ δὲ συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς ἐφόνευσεν. ἀντὶ τοῦ πολλούς. πίονα τυρὸν δρέψεσθε, αὔην ἰσχάδα καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων. ]
tau 532[ Τηριβάζης· ὄνομα κύριον. Ξενοφῶν Τηρίβαζος. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καί, ὁπότε παρείη, οὐδεὶς ἄλλος τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν. ]
tau 550[ Τιβέριος, φιλόσοφος καὶ σοφιστής. Περὶ ἰδεῶν λόγου βιβλία γʹ, Περὶ παρασκευῆς, Περὶ μεταποιήσεως, Περὶ ἱστορίας, Περὶ λόγου τάξεως καὶ συνθέσεως, Περὶ διαιρέσεως λόγου, Περὶ μεταβολῆς λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοσθένους [+] καὶ Ξενοφῶντος [+], Περὶ Ἡροδότου [+] καὶ Θουκυδίδου [+]. ]
tau 1203[ Τύρσις· ὁ περίβολος τοῦ τείχους. Ξενοφῶν· οὕτω δὴ Κῦρος κύκλῳ διαμετρήσας περὶ τὸ τεῖχος, ἀπολιπὼν ὅσον τύρσεσι μεγάλαις ἀπὸ τοῦ ποταμοῦ ὤρυσσεν ἐνθένδε τοῦ τείχους τάφρον ὑπερμεγέθη, καὶ τὴν γῆν ἀνέβαλλον πρὸς ἑαυτούς. ]
theta 123[ Θεμιστογένης, Συρακούσιος, ἱστορικός. Κύρου ἀνάβασιν, ἥτις ἐν τοῖς Ξενοφῶντος φέρεται· καὶ ἄλλα τινὰ περὶ τῆς ἑαυτοῦ πατρίδος. ]
theta 172[ Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ [+] ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα. ]
theta 206[ Θέων, Ἀλεξανδρεύς, σοφιστής, ὃς ἐχρημάτισεν Αἴλιος. ἔγραψε Τέχνην, Περὶ προγυμνασμάτων, ὑπόμνημα εἰς Ξενοφῶντα [+], εἰς τὸν Ἰσοκράτην [+], εἰς Δημοσθένην [+], Ῥητορικὰς ὑποθέσεις· καὶ Ζητήματα περὶ συντάξεως λόγου, καὶ ἄλλα πλείονα. ]
theta 380[ Θίασος· τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔ νομα. θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων. οὕτως Ἰσαῖος. ]
upsilon 21[ Ὑβριστότερος. Ξενοφῶν· οἱ ἀμελεῖσθαι δοκοῦντες στρατιῶται, οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίνονται, οἱ δὲ πονηροὶ πολὺ ὑβριστότεροι. καὶ αὖθις· οὐδὲν ὑβριστικώτερον ὄχλου πρὸς ὀργὴν καὶ παρανομίαν ὁρμήσαντος. ]
upsilon 77[ Ὑεικόν· ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ [+]. ]
upsilon 85[ Ὑίδιον· Ξενοφῶν φησιν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑίδια τοῖς λίθοις. ]
upsilon 254[ Ὑπερδέξιον χωρίον· εἶχον δ’ ὑπερδέξιον οἷον χαλεπώτατον. Ξενοφῶν φησιν, ]
upsilon 420[ Ὑπῆγεν· ἀντὶ τοῦ ὑπετίθετο. Ξενοφῶν· ὁ δὲ Κλέαρχος ταῦθ’ ὑπῆγε, βουλόμενος καὶ αὐτὸν τὸν βασιλέα πρεσβεύειν συμβουλεῦσαι μὴ παραδοῦναι τὰ ὅπλα. ]
upsilon 517[ Ὑποκοριζόμενοι· διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους. ]
upsilon 556[ Ὑποπέμψαιεν· μετὰ δόλου ἐκπέμψαιεν. Ξενοφῶν· ἐγνώσθη ὅτι οἱ βάρβαροι τὸν ἄνθρωπον ὑποπέμψαιεν, ὀκνοῦντες, μὴ οἱ Ἕλληνες διαβάντες τὴν γέφυραν μείνειαν. ]
upsilon 584[ Ὑποστάς· ὑπομείνας, θαρσήσας. Ξενοφῶν· ὅς τις ὑποστὰς ἐθελοντὴς πορεύεσθαι· ὑφίστανται δὲ τῶν μὲν ὁπλιτῶν Ἀριστώνυμος. ]
upsilon 605[ Ὑποτεμέσθαι· ἀφελέσθαι. Ξενοφῶν· ἢν ἐπ’ ἐκείνους ἡμεῖς ἐλαύνωμεν, ὑποτεμοῦνται ἡμᾶς πάλιν ἐκεῖνοι· ἡμῖν δὲ οὔπω ἡ ἰσχὺς πάρεστιν. ]
upsilon 607[ Ὑποτεμνόμενος τὸν πλοῦν· ἀντὶ τοῦ διὰ τῶν συντομωτάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. οὕτω Ξενοφῶν φησιν. ]
xi 47[ Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, φιλόσοφος Σωκρατικός· ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο· αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν ϟεʹ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μʹ, ὧν καὶ ταῦτα· Κύρου παιδείας βιβλία ηʹ, Κύρου Ἀναβάσεως βιβλία ζʹ, Ἑλληνικῶν βιβλία ζʹ, Συμπόσιον· καὶ ἄλλα πολλά. ]
xi 48[ Ξενοφῶν, Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦρος δὲ ἦν μετὰ Τισσαφέρνην ὕπαρχος ὑπὸ Δαρείου τοῦ πατρὸς τῶν ἐν τῇ Ἀσίᾳ καταστάς. μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξης διαβληθέντα ὑπὸ Τισσαφέρνους ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυσάτιδος τῆς μητρὸς παραιτησαμένης αὐτὸν καὶ τὴν στρατιὰν αὐτῷ φυλαξάσης. ὁ δὲ ὡς Τισσαφέρνει πολεμῶν ἤθροισε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω στρατεύειν. υʹ δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν συστρατευσάντων ὁπλῖται καὶ πελτασταὶ ͵γφʹ. Ξενοφῶν δὲ συνανέβη. δέκα οὖν βαρβάρων μυριάδας συναθροίσας ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο. ὡς δὲ τὰ ἔθνη διῆλθεν, ἐφ’ ἃ στρατεύειν προεφασίζετο, συνέντες οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν. Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι, Κύρου μὴ συναιρομένου, συνῄεσαν. Κῦρος δὲ γυμνῇ τῇ κεφαλῇ πρὸς Τισσαφέρνην μαχόμενος, καίτοι Κλεάρχου ἀπαγορεύοντος αὐτῷ μὴ πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνες ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον προεβάλλοντο βασιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήσατο. βασιλεὺς δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χεῖρα ἀποκόψας τοῖς Ἕλλησιν ἔπεμπε, ζητῶν τὰ ὅπλα ὡς παρὰ νενικημένων· οἱ δὲ οὐκ ἔδοσαν. δόλῳ δὲ Τισσαφέρνης παραβὰς τοὺς ὅρκους προδίδωσι βασιλεῖ τοὺς Ἕλληνας καὶ Κλέαρχον καὶ Μένωνα, οὓς ἀναιρεῖ. καὶ Ξενοφῶν αὐτῶν στρατηγεῖ καὶ πάντας νικᾷ. ἐλθόντες δὲ εἰς Θρᾴκην ἐμίσθωσαν ἑαυτοὺς Σεύθῃ τῷ βασιλεῖ μύριοι διασωθέντες. ]
xi 91[ Ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαίριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔ νομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός. ]
zeta 177[ Ζυγάστροις· Ξενοφῶν· τὰ δὲ ἄλλα χρήματα παραδεχομένους ἐς ζυγάστροις στήσαντας ἐφ’ ἁμάξης κομίζειν, ἵνα ὅπη καιρὸς εἴη διαλαμβάνοιεν ἕκαστοι τὰ ἄξια. ζύγαστρον γὰρ ἡ ξυλίνη σορός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License