Pindar) - urn:cts:greekLit:tlg0033Cynocephalus (Wikidata)
poet (Wikidata)
mythographer (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0033.suda001
urn:cts:greekLit:tlg0033.suda002
urn:cts:greekLit:tlg0033.suda003 -
Olympic Odes
urn:cts:greekLit:tlg0033.suda004 -
Pythian Odes
urn:cts:greekLit:tlg0033.suda005
urn:cts:greekLit:tlg0033.suda006
urn:cts:greekLit:tlg0033.suda007
urn:cts:greekLit:tlg0033.suda008
urn:cts:greekLit:tlg0033.suda009
urn:cts:greekLit:tlg0033.suda010 -
Paeans
urn:cts:greekLit:tlg0033.suda011
urn:cts:greekLit:tlg0033.suda012
urn:cts:greekLit:tlg0033.suda013
urn:cts:greekLit:tlg0033.suda014
urn:cts:greekLit:tlg0033.suda015
urn:cts:greekLit:tlg0033.suda016
urn:cts:greekLit:tlg0033.suda017
| alpha | 133 | [ | Ἀγάλματα: τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ὅμηρος· βασιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡσίοδος τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ, Εὐριπίδης τὸν ἐπὶ νεκροῖς κόσμον. καὶ ἐφ’ ὧ τις ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέτας, χάρμα, καλλονὴ, κόσμος, καύχημα, θαλλοὶ, ἀνδριάντες, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. Ἀγαλμάτιον δὲ ὑποκοριστικῶς. | ] |
| alpha | 729 | [ | Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | ] |
| alpha | 1514 | [ | Ἄμαχον: δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. Αἰλιανός· ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν. καὶ αὖθις· ἐτίθετο ἕκαστος τὸ ἔργον ἐαυτοῦ ἀποδεῖξαι. ἑώρων γὰρ τὸν βασιλέα σπεύδοντα τοῦτο ἀμάχως. καὶ αὖθις· ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος. καὶ αὖθις· ἀδοκήτου χειμῶνος καταρραγέντος κατήνεχθη πλῆθος χιόνος ἄμαχον. καὶ αὖθις οὐ δυναστεία ἄμαχος. καὶ αὖθις· ἐς ὑπεροψίαν δὲ ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει. | ] |
| alpha | 1941 | [ | Ἄναλκις: ἀδύνατος, ἀσθενής. οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος· ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται. ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος. καὶ αὖθις ἡ τραγῳδία φησὶ περὶ Αἰγίσθου· ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. συνεργούσης γὰρ τῆς Κλυταιμνήστρας ἀνεῖλε τὸν Ἀγαμέμνονα. | ] |
| alpha | 2786 | [ | Ἀνύπαρκτον: τὸ μὴ ὑπάρχον. πρὸς τὸ Πινδαρικόν· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου ἀνυπαρκτότερον. ἐνταῦθα δέ ἐστιν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν. ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν. καὶ Ὅμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | ] |
| alpha | 3741 | [ | Ἄρασθαι: ἀπενέγκασθαι. ἢ λαβεῖν, φορτίσασθαι. ὅσῳ δὲ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον οὗτος πρὸς τὴν πειθὼ συνεστέλλετο, μεῖζόν γε ὃν ἢ καθ’ ἑαυτὸν ἄρασθαι φορτίον. καὶ γὰρ εἴ τίς με, ἔφη, πρὸς ἱερωσύνην ἐκάλει, ὁμολογῶν ἴναι τὸ χρῆμα θεοφιλέστατόν τε καὶ ὁσιώτατον, ὅμως τὸ ἐμαυτοῦ δέος ὡμολόγησα ἂν τῆς ἀσθενείας· ὑποκατακλινόμενός τε καὶ δυσωπούμενος πρὸς τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆς ἱερωσύνης ἀφίσταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονος, ὡς ἐκεῖνος, ἀλλὰ τοῦ κρείττονος κατ’ ἐμαυτόν. | ] |
| alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
| beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
| beta | 144 | [ | Βασιλεὺς μέγας: ὁ τῶν Περσῶν. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βασιλεὺς τυράννου. βασιλεὺς μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖς λαβὼν πέρασι, τύραννος δὲ, ὃς βιαίως τὴν ἀρχὴν σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἑκατέροις ὀνόμασιν. Ἱέρωνα γὰρ βασιλέα Πίνδαρος καλεῖ, τύραννον ὄντα, καὶ Διονύσιον· καὶ Εὔπολις Πεισίστρατον βασιλέα καλεῖ. καὶ τούς βασιλεῖς τυράννους. | ] |
| beta | 340 | [ | Βληχρόν: ἀσθενὲς παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαρος δὲ ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. | ] |
| delta | 37 | [ | Δαμασίφρων· ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. | ] |
| delta | 523 | [ | Διαγόρας, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιος, φιλόσοφος καὶ ᾀσμάτων ποιητής· ὃν εὐφυᾶ θεασάμενος Δημόκριτος ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος· ἤκμαζε τοίνυν οηʹ Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεος διότι τοῦτο ἐδόξαζεν, ἀφ’ οὗ τις ὁμότεχνος αἰτιαθεὶς ὑπ’ αὐτοῦ ὡς δὴ παιᾶνα ἀφελόμενος, ὃν αὐτὸς ἐπεποιήκει, ἐξωμόσατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕστερον ἐπιδειξάμενος αὐτὸν εὐημέρησεν. ἐντεῦθεν οὖν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς καλουμένους Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. κατοικήσας δὲ Κόρινθον ὁ Διαγόρας αὐτόθι τὸν βίον κατέστρεψεν. | ] |
| delta | 1496 | [ | Δράκων, Στρατονικεύς, γραμματικός. Τεχνικά, Ὀρθογραφίαν, Περὶ τῶν κατὰ συζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ μέτρων, Περὶ σατύρων, Περὶ τῶν Πινδάρου [+] μελῶν, Περὶ τῶν Σαπφοῦς [+] μέτρων, Περὶ τῶν Ἀλκαίου [+] μελῶν. | ] |
| alphaiota | 122 | [ | Αἰθὴρ θηλυκῶς Ὅμηρος· αἰθέρος ἐκ δίης. καὶ Πίνδαρος· φρήμας δι’ αἰθέρος. διότι πυρώδης ὢν οὐ τρέφει. καὶ αὖθις· ἀστεροειδέα νῶτα διφρεύουσ’ αἰθέρος ἱερᾶς. | ] |
| epsilon | 745 | [ | Ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη· Ἀριστοφάνης. τῆς ἀρχῆς Πινδάρου· ἐλασίβροντε παῖ Ῥέας· ἀντὶ τοῦ ὡς ὑπὸ βροντῆς ἐλαυνόμενα, τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι καὶ γέμουσι ψόφου. ἤτοι διὰ τὴν φωνὴν σκώπτει τὸν Κλέωνα, ὅτι τραχέως ἐφθέγγετο, ἢ ὡς ταχέως. | ] |
| epsilon | 2092 | [ | Ἐπέτειον· ἀπὸ τοῦ νῦν ἔτους. ἐπέτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. καὶ Ἐπέτειος, ὁ κατ’ ἔτος γινόμενος. | ] |
| epsilon | 3360 | [ | Εὐαγής· καλῶς περιηγμένος. μεταφορικὸς κύκλος. καὶ ἐν Ἐπιγράμμασι· Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτὰν κατέχει Πίνδαρον ἥδε κόνις. | ] |
| epsiloniota | 45 | [ | Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. | ] |
| epsiloniota | 83 | [ | Εἰκός· πρέπον, ἢ ἀκόλουθον, εὔλογον. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. τῶν τοῦ Καίσαρος κρατησάντων, οὐκ ἐπεδίωξάν τινα· ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μὴ καταλαβεῖν αὐτοὺς ἐδύναντο ἢ ἐφοβήθησαν ἐξοκεῖλαι εἰς τὰ βράχη. καὶ αὖθις· ταῦτά τε ἐπὶ τοῖς πρόσθεν ἐξηγγέλθη αὐτῷ καὶ ἄμφω τῷ εἰκότι ξυμβαίνειν ἐδόκει. καὶ αὖθις· καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κ ἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδούς, οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει. εἰκὸς γὰρ ἐγχειροῦντα πράσσειν κακῶς· παρὰ τὸ Πινδαρικόν, ῥέζοντά τι καὶ παθεῖν κακόν. καὶ Ἡρόδοτος· ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ εἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι. τῶν μηχανημάτων δ’ αἱ πληγαὶ φερόμεναι πρὸς τὸ εἰκὸς ἐξελύοντο. | ] |
| eta | 481 | [ | Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πλάτων Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διός. καί φασι δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ. Κλήμης. ἡ ἱστορία καὶ παρ’ Ἐπιχάρμῳ ἐν Κωμασταῖς ἢ Ἡφαίστῳ. | ] |
| iota | 424 | [ | Ἰοστέφανοι· Πίνδαρος· αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι. | ] |
| iota | 723 | [ | Ἰσχύων· ὃς καὶ πτερόεντ’ ἀετὸν κίχε καὶ θαλασσαῖον παραμείβεται δελφῖνα· Πίνδαρος τοῦτό φησιν. | ] |
| theta | 29 | [ | Θαλπνότερον· λαμπρότερον, θερμότερον. Πίνδαρος· μηκέτ ' ἀθλίου σκόπει θαλπνότερον ἄλλο ἐν ἡμέρᾳ φαεννὸν ἄστρον, ἐρήμας δι' αἰθέρος. | ] |
| theta | 180 | [ | Θεός· Ἀριστοφάνης· ὅταν τις θεῶν βλάπτῃ, δύναιτ ' ἂν οὐδ ' ἂν ἰσχύων φυγεῖν. ὅμοιον τούτῳ τὸ Πινδαρικόν· θεὸς καὶ πτερόεντ ' ἀετὸν ἔκιχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα. καὶ παροιμία· Θεὸς ἡ Ἀναίδεια. λέγεται κατὰ τῶν δι' ἀναισχυντίαν τινὰ ὠφελούντων. ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. | ] |
| kappa | 1107 | [ | Κάτωθε· χωρὶς τοῦ ν παρὰ Δωριεῦσι. καὶ Πίνδαρος ὁμοίως. ἀγρόθε γὰρ νέομαι παρὰ Χαρικλοῦς καὶ Φιλύρας. | ] |
| kappa | 1109 | [ | Κατωκάρα· οἱ Ἀττικοὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Ἀριστοφάνης· εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ κεφαλῆς. τὸ ἐπὶ κεφαλὴν πεσεῖν κατωκάρα λέγεται παρὰ Ἀττικοῖς, οὐ διῃρημένως, ἀλλ’ ὑφ’ ἕν. Πίνδαρος· οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. Ἀγαθίας· οἱ δὲ ἐκ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐμπίπτοντες ἀπώλλυντο. καὶ Ἀριστοφάνης· κατωκάρα ῥίψας με βουκολήσεται. περὶ κανθάρου λέγων. | ] |
| kappa | 2087 | [ | Κορίννα, Ἀχελῳοδώρου καὶ Προκρατίας, Θηβαία ἢ Ταναγραία, μαθήτρια Μύρτιδος· ἐπωνόμαστο δὲ Μυῖα· λυρική. ἐνίκησε δὲ πεντάκις ὡς λόγος Πίνδαρον. ἔγραψε βιβλία εʹ, καὶ ἐπιγράμματα καὶ νόμους λυρικούς. | ] |
| lambda | 673 | [ | Λοξίας· ὁ Ἀπόλλων, ὁ λοξὴν ἴα ἀποπέμπων· λοξῶς γὰρ ἐμαντεύετο· Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ἢ ὁ λοξὴν πορείαν ποιούμενος. ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. σιγᾶν δὲ χρή, μὴ λοξοῖς ἡμᾶς ὄμμασιν ἰδὼν ὁ φθόνος τραχεῖ βάλῃ λίθῳ, κατὰ Πίνδαρον. | ] |
| lambda | 775 | [ | Λυγκέως ὀξυωπέστερον βλέπειν· οὗτος ἐγένετο ἀδελφὸς Ἴδα· ὁ δὲ Ἀριστοφάνης ἐν Δαναΐσιν υἱὸς Αἰγύπτου. τοσοῦτον δὲ ὀξυωπέστατος ἦν, ὡς δι’ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφόν, ὥς φησι Πίνδαρος. καὶ Ἀπολλώνιος ἐν Ἀργοναύταις· εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. | ] |
| mu | 380 | [ | Μεγάνορος πλούτου· Πίνδαρος. ἰσχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός. νεῦρα γὰρ λέγεται πολέμου εἶναι, ὥς φησι Πίνδαρος. | ] |
| omega | 275 | [ | Ὦ’ φήμερε· ὦ ἄνθρωπε. οὕτω παρεισάγει Ἀριστοφάνης ἐν Νεφέλαις τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν. τοῦτο δὲ λέγει, ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι ἐλέγετο ὁ Σωκράτης Σειληνῷ παρεμφερὴς εἶναι· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους· ὦ τάλας, ἐφήμερε, νήπιε, βάζεις χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡς ὑπερηφανοῦντος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτω τὸ ἐφήμερον ἐποίησεν αὐτὸν λέγοντα. | ] |
| pi | 43 | [ | Παλαμήδης, Ἐλεατικός, γραμματικός. Κωμικὴν καὶ τραγικὴν λέξιν, Ὀνοματολόγον, ὑπόμνημα εἰς Πίνδαρον [+] τὸν ποιητήν. | ] |
| pi | 99 | [ | Παλιναίρετος· Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα, τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν. ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειροτονηθέντας. Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τῇ λέξει. | ] |
| pi | 1617 | [ | Πίνδαρος, Θηβῶν, Σκοπελίνου υἱός, κατὰ δέ τινας Δαϊφάντου· ὃ καὶ μᾶλλον ἀληθές· ὁ γὰρ Σκοπελίνου ἐστὶν ἀφανέστερος καὶ προσγενὴς Πινδάρου. τινὲς δὲ καὶ Παγωνίδου ἱστόρησαν αὐτόν. μαθητὴς δὲ Μυρτίδος γυναικός, γεγονὼς κατὰ τὴν ξεʹ ὀλυμπιάδα καὶ κατὰ τὴν Ξέρξου στρατείαν ὢν ἐτῶν μʹ. καὶ ἀδελφὸς μὲν ἦν αὐτῷ ὄνομα Ἐρωτίων καὶ υἱὸς Διόφαντος, θυγατέρες δὲ Εὔμητις καὶ Πρωτομάχη. καὶ συνέβη αὐτῷ τοῦ βίου τελευτὴ κατ’ εὐχάς· αἰτήσαντι γὰρ τὸ κάλλιστον αὐτῷ δοθῆναι τῶν ἐν τῷ βίῳ ἀθρόον αὐτὸν ἀποθανεῖν ἐν θεάτρῳ, ἀνακεκλιμένον εἰς τὰ τοῦ ἐρωμένου Θεοξένου αὐτοῦ γόνατα, ἐτῶν νεʹ. ἔγραψε δὲ ἐν βιβλίοις ιζʹ Δωρίδι διαλέκτῳ ταῦτα· Ὀλυμπιονίκας, Πυθιονίκας, Προσόδια, Παρθένια, Ἐνθρονισμούς, Βακχικά, Δαφνηφορικά, Παιᾶνας, Ὑπορχήματα, Ὕμνους, Διθυράμβους, Σκολιά, Ἐγκώμια, Θρήνους, δράματα τραγικὰ ιζʹ, ἐπιγράμματα ἐπικὰ καὶ καταλογάδην παραινέσεις τοῖς Ἕλλησι, καὶ ἄλλα πλεῖστα. | ] |
| pi | 1619 | [ | Περὶ Πινδάρου· ὅτι τὰς Θήβας τὴν πόλιν Ἀλέξανδρόν φασιν εἰς ἔδαφος κατασκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺς ἄλλους ἀνδραποδίσαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι ἀπαθεῖς ἐφύλαξεν, αἰδοῖ τῇ Πινδάρου, ὡς φησὶν Ἀρριανὸς ὁ ἱστορικὸς ἐν τῇ αʹ Ἀναβάσει Ἀλεξάνδρου [+]. | ] |
| pi | 2098 | [ | Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης Ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+] αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ [+] τοῦ Χαλδαίου [+] φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ [+] Χριστιανῶν [+] λόγους [+] ιεʹ, Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας. Πρὸς Ἀριστοτέλην [+] τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον [+] τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου [+] ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου [+] προοίμιον, Πρὸς Ἀριστείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ [+] τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ [+] Χριστιανῶν [+] ἐφύβριστον γλῶσσαν κινήσας. | ] |
| sigma | 599 | [ | Σκιὰ ὀνείρων· ἐπὶ τῶν ἀδήλων πραγμάτων. Δαμάσκιος· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα συγγραφώμεθα, σκιὰν ὀνείρων, κατὰ Πίνδαρον. | ] |
| sigma | 1768 | [ | Σχάσον· κατάπαυσον, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· σχασάμενος τὴν ἱππικήν. ἀντὶ τοῦ παυσάμενος τῆς ἱππικῆς. ἢ ἀποχωρήσας καὶ ἀποστὰς τοῦ παρόντος ἐπιτηδεύματος· ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων· σχάσαι γὰρ δὴ καὶ ὥσπερ διαστεῖλαι καὶ διασχίσαι τὸ ὕδωρ τὴν κώπην ἐρέσσουσαν. καὶ Πίνδαρος· κώπαν ἤδη ἔσται μοι σχάσαις. καί, σχάσας τὴν φροντίδα. τουτέστι παύσας, στήσας, ἀτρεμήσας. καὶ αὖθις· κώπην σχάσας. ἀντὶ τοῦ τὴν εἰρεσίαν καταπαύσας. ἔνιοι δὲ σχάσας, ἀντὶ τοῦ ἁπλώσας. | ] |
| tau | 732 | [ | Τὸ Ἡσιόδειον γῆρας· ἐπὶ τῶν ὑπεργήρων· φέρεται γὰρ καὶ ἐπίγραμμα Πινδάρου τοιοῦτον· χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφων ἀντιβολήσας, Ἡσίοδ’ , ἀνθρώποις μέτρον ἔχων σοφίης. | ] |
| tau | 1115 | [ | Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεονασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] διαλέκτων καὶ Σιμωνίδῃ [+] καὶ Πινδάρῳ [+] καὶ Ἀλκμᾶνι [+] καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀναλογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτικῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρακτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα. | ] |
| phi | 510 | [ | Φθόνος, νόσημα ψυχῆς ἀνθρωπικὸν καὶ ἐσθίον ψυχήν, ἣν ἂν καταλάβῃ, ὥσπερ ἰὸς τὸν σίδηρον. καὶ ὁ ἔρως ταὐτόν ἐστιν. οἷς ἐκεῖνος ἔχθιστον καλῶς τὸ θεῖον, περιτρέπων τὸ συμφυὲς ἀρρώστημα εἰς αὐτοὺς τοὺς ἐκφύσαντας αὐτά. καὶ ἴαμβοι· τὸ δευτερεῦον τοῦ φθόνου γράμμα ξέσας εὕροις ἐν αὐτῷ τὸν φόνον γεγραμμένον. καὶ Σοφοκλῆς· ὁ φθόνος ἕρπει πρὸς τὸν εὖ ἔχοντα. καὶ αὖθις· πιστὰ τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον. καὶ Πίνδαρος· ὄψον δὲ λόγοι φθονεροῖς. καὶ αὖθις· σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις ὅμως ἐσκοτίσθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου· δίκην γὰρ θανάτου ὦφλε. | ] |
| phi | 677 | [ | Φῶτα· ἄνδρα. οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος, ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται· ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἔνθ’ ἀρετὴ διαείδεται ἀνδρῶν, κατὰ τὸν Ποιητήν. | ] |
| phi | 710 | [ | Φρήμας· Πίνδαρος· φρήμας, δι’ αἰθέρος. διότι πυρώδης ὢν ὁ αἰθὴρ οὐ τρέφει. καὶ ζήτει ἐν τῷ αἰθήρ. | ] |
| chi | 33 | [ | Χαλκευτής. Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτὰν κατέχει Πίνδαρον ἥδε κόνις. | ] |
| chi | 478 | [ | Χρήματα, χρήματ’ ἀνήρ· αὕτη ἀποφθεγματική ἐστιν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. μέμνηται αὐτῆς Πίνδαρος καὶ Ἀλκαῖος. ὁμοία τῇ ὡς καὶ ἀρχὴ ἄνδρα δείκνυσι, καὶ τὴν κατὰ σαυτὸν ἔλα, καὶ τὸ γνῶθι σαυτόν. λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν ὑπὸ Ἀριστοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ ὑπό τινος Ἀργείου τὸ ὄνομα, οὕτως λέγων. ὁ δ’ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: