Sophocles) - urn:cts:greekLit:tlg0011Athens (Wikidata)
tragedy writer (Wikidata)
playwright (Wikidata)
writer (Wikidata)
priest (Wikidata)
politician (Wikidata)
philosopher (Wikidata)
urn:cts:greekLit:tlg0011.suda001 -
Philoctetes
urn:cts:greekLit:tlg0011.suda002 -
The Shepherds
urn:cts:greekLit:tlg0011.suda003 -
Electra
urn:cts:greekLit:tlg0011.suda004 -
Women of Colchis
urn:cts:greekLit:tlg0011.suda005 -
Triptolemos
urn:cts:greekLit:tlg0011.suda006 -
Inachus
urn:cts:greekLit:tlg0011.suda007
urn:cts:greekLit:tlg0011.suda008 -
Ajax
urn:cts:greekLit:tlg0011.suda009 -
Oenomaus
urn:cts:greekLit:tlg0011.suda010
urn:cts:greekLit:tlg0011.suda011
urn:cts:greekLit:tlg0011.suda012 -
Trachiniae
urn:cts:greekLit:tlg0011.suda013 -
Oedipus at Colonus
urn:cts:greekLit:tlg0011.suda014
urn:cts:greekLit:tlg0011.suda015
urn:cts:greekLit:tlg0011.suda016
urn:cts:greekLit:tlg0011.suda017
urn:cts:greekLit:tlg0011.suda018 -
Iphigenia
urn:cts:greekLit:tlg0011.suda019
urn:cts:greekLit:tlg0011.suda020
urn:cts:greekLit:tlg0011.suda021 -
Ichneutae
urn:cts:greekLit:tlg0011.suda022
urn:cts:greekLit:tlg0011.suda023
urn:cts:greekLit:tlg0011.suda024
urn:cts:greekLit:tlg0011.suda025
| alpha | 170 | [ | Ἀγάσματα: σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρηται. | ] |
| alpha | 283 | [ | Ἀγνώμονες: ἐναντιογνώμονες, ἀσύγγνωστοι. Σοφοκλῆς· Φοίβῳ τε κἀμοὶ μὴ γένησθ’ ἀγνώμονες. | ] |
| alpha | 328 | [ | Ἀγωνάρχαι· Σοφοκλῆς· καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινὲς θήσουσ’ Ἀχαιοῖς μήθ’ ὁ λυμεὼν ἐμός. καὶ παροιμία· Ἀγὼν οὺ κήψεις. τάττεται ἐπὶ τῶν μηδὲν ὀνιναμένων εἰ σκήψαιντο. καὶ Ἀγὼν πρόφασιν οὐκ ἀναμένει. ἡ παροιμία ἐπὶ τῶν φύσει ῥᾳθύμων καὶ ἀμελῶν· ἢ ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων. | ] |
| alpha | 383 | [ | Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δέ φασιν αὐτοὺς εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρους εὐοσμίας. καὶ Ἀγυιεὺς, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις· ὦ δέσποτα Ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. | ] |
| alpha | 395 | [ | Ἀγχιάλεια: πόλις. καὶ Ἀγχίαλος, ἡ ἐγγὺς τῆς θαλάσσης. οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοι εἰσίν. οἷά ἐστιν ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μὲν, οὐκ ἀμφίαλος δέ· αἱ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσι. Σοφοκλῆς· Τελαμώνιε παῖ τῆς ἀμφιρρύτου Σαλαμῖνος. καὶ αὖθις· θεῖον Ὅμηρον κλεινὸς ἐπ’ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ. | ] |
| alpha | 428 | [ | Ἀδάμαστος: παρθένος, ἄζυξ. Σοφοκλῆς· νῦν δ’ ἡ Διὸς γοργῶπις παρθένος θεὰ ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσῳ. | ] |
| alpha | 519 | [ | Ἄδωρα: κακόδωρα, τὰ ἐπὶ κακῷ διδόμενα. Σοφοκλῆς· ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. ὁ δὲ νοῦς, ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. καὶ Αἰλιανός· λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λάχει, τραγικὸς ἂν εἶπε ποιητὴς, ἑαυτοὺς κατέσφαξαν. | ] |
| alpha | 550 | [ | Ἄελπτον· Σοφοκλῆς· οὐκ ἔστ’ ἄελπτον οὐδὲν, ἀλλ’ ἁλίσκεται χὠ δεινὸς ὅρκος καὶ περισκελεῖς φρένες. Αἴας λέγει. Ἄελπτον δὲ ἀνέλπιστον. ἢ σκληρὸν, δυσχερές. | ] |
| alpha | 606 | [ | Ἀεί· εἰώθασι τὸ ἀεὶ καὶ ἐπ’ ὀλίγου χρόνου τάττειν, ὡς καὶ Ὅμηρος· ἔχων κότον ἐμμενὲς αἰεί. καὶ Σοφοκλῆς· ὡς λελοιπότα κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο. τουτέστι τὸ μακρὸν γῆρας, τὴν ζωήν. | ] |
| alpha | 632 | [ | Ἀεὶ παρθένους: τὰς Ἐριννῦς. μυθικὸν δέ ἐστι τοῦτο. ὑπονοεῖν δὲ χρὴ τὰς ἀδωροδοκήτους καὶ οὐχὶ χρανθῆναι δώροις δυναμένας ὑπὸ τῶν ἀδικούντων. Σοφοκλῆς· καλῶ δ’ ἀρωγοὺς τὰς ἀεί τε παρθένους σεμνὰς Ἐριννῦς τανύποδας. | ] |
| alpha | 651 | [ | Ἀηδών. καὶ ἀηδοῦς· ὡς Σαπφὼ κατὰ Μιτυληναίους. Σοφοκλῆς· οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ᾄσει δύσμορος· ἀλλ’ ὀξυτόνους ὠδὰς θρηνήσει, χερόπληκτοι δὲ στέρνοις πεσοῦνται δοῦποι. καὶ αὖθις· Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθις· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρε φρένας ἃ Ἴτυν αἰὲν ὀλοφύρεται ὄρνις ἀτυζομένα Διὸς ἄγγελος. Ἀττικῶς ἄραρέ με. αὕτη ἴση μοι ταῖς φρεσίν, ἀντὶ τοῦ σύμφωνα πράσσομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοσταί μου ταῖς φρεσί, τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀξίως τὸν Ἴτυν στενάζουσαν. Διὸς δὲ ἄγγελος ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ σημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηρος· χλωρηῒς ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος. ἢ ἄγγελος οἷον τέρας τὸ παῤ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως. καὶ Σαπφώ· ἦρος ἄγγελος ἡμερόφωνος ἀηδών. Ἀηδὼν δὲ ἀηδόνος, συστέλλει. | ] |
| alpha | 792 | [ | Ἀκάματα: ἀντὶ τοῦ ἀκαμάτως καὶ ἀδιαλείπτως· ἢ οὐ κεκμηκότως. Σοφοκλῆς· ὃν ἔγωγ’ ἀκάματα προσμένουσ’ ἄτεκνος τάλαινα. | ] |
| alpha | 904 | [ | Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. | ] |
| alpha | 1086 | [ | Ἀλλάχθητε: ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς. | ] |
| alpha | 1116 | [ | Ἄλεκτρα καὶ ἄνυμφα: ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομισμένα, διὰ τὴν μοιχείαν. τουτέστι δύσλεκτρα καὶ κακόνυμφα. Σοφοκλῆς· ἄλεκτῤ ἄνυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλήματα. | ] |
| alpha | 1180 | [ | Ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή, πάντ’ ἀκήκοας λόγον. Σοφοκλῆς. | ] |
| alpha | 1239 | [ | Ἀλιπαρῆ: ἀντὶ τοῦ αὐχμηράν. ἢ λιπαρῆ, ἐξ ἧς αὐτὸν λιπαρήσομεν. Σοφοκλῆς· κἀμοῦ ταλαίνης σμικρὰ μὲν τάδ’, ἀλλ’ ὅμως ἅχω δὸς αὐτῷ τήνδ’ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμόν, οὐ χλιδαῖς ἠσκημένον. | ] |
| alpha | 1311 | [ | Ἀλόγιστα παροίσομεν: ἀδιήγητα κακὰ βαστάξομεν. Σοφοκλῆς· ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν. | ] |
| alpha | 1421 | [ | Ἅλοιτο: κινοῖτο, ὁρμῷτο. αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας. | ] |
| alpha | 1428 | [ | Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. | ] |
| alpha | 1611 | [ | Ἀμνηστεῖ: ἀμνημονεῖ. Σοφοκλῆς· οὐ γάρ ποτ’ ἀμνηστεῖ γ’ ὁ φύσας, Ἑλλήνων ἄναξ. | ] |
| alpha | 1666 | [ | Ἀμυγνόν: τὸ μὴ μυσαρόν, ἀλλ’ ἁγνὸν καὶ καθαρόν. οὕτως Σοφοκλῆς. | ] |
| alpha | 1676 | [ | Ἀμύνασθαι: Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνασθαι, ὅτε οἱ κακό τι παθόντες ἀντιπράσσουσι τοὺς προδιαθέντας. καὶ Ἀμύναιντο, ἀμύναιεν. Κρατῖνος Πυλαίᾳ· αὐτοὺς παίδευσεν, ἔθρεψέ τε δημοσίοις χρήμασιν εἰς ἥβην, ἵνα οἵ ποτε λοιγὸν ἀμύναιντο. καὶ Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεσθαι δὲ τὸ κολάζειν. | ] |
| alpha | 1689 | [ | Ἀμυχνόν: τὸ μὴ μυσαρόν, ἀλλ’ ἁγνὸν καὶ καθαρόν. οὕτως Σοφοκλῆς. γράφεται δὲ καὶ Ἀμυχρόν. | ] |
| alpha | 1695 | [ | Ἀμφήμερον: τὸν ἀμφημερινὸν πυρετόν. Σοφοκλῆς Ποιμέσι· κρυμὸν φέρων γνάθοισιν ἐξ ἀμφημέρου. | ] |
| alpha | 1753 | [ | Ἀμφιπλήξ: ἡ ἀμφοτέρωθεν ἐλασία. ἡ ἑκατέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός. Σοφοκλῆς· καὶ σ’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά. τουτέστιν ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα. | ] |
| alpha | 1757 | [ | Ἀμφίπυρον: πανταχόθεν πυρούμενον. Σοφοκλῆς· τοὶ δ’ ὑψίβατον τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ’ ἐπίκαιρον. | ] |
| alpha | 1795 | [ | Ἄνα: ἀνάστηθι. Ὅμηρος. καὶ Σοφοκλῆς· ἀλλ’ ἄνα ἐξ ἑδράνων. ἀντὶ τοῦ ἀλλ’ ἀνάστηθι ἐκ τῶν θρόνων. καὶ Ἄνα, ἀντὶ τοῦ ἄναξ κατὰ ἀποκοπὴν τοῦ ξ. | ] |
| alpha | 1825 | [ | Ἀναγκαία τράπεζα: ἡ εὐτελὴς καὶ πενιχρά. καὶ Σοφοκλῆς φησίν· ὦ δέσποτ’ Αἶαν, τῆς ἀναγκαίας τύχης οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. διπλῶς φησι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς εἰ εἴποιμεν, ἀναγκαίως τὸ πῦρ ξανθὸν καὶ τὸ γάλα λευκόν, ποτέ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου, ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φήσι, τουτέστι τῆς δυστυχίας· καὶ Ἰάμβλιχος· τὴν δὲ ἅλυσιν, οὐ γάρ ἐστιν ἡμῖν ἀναγκαία, προσέπεμψά σοι. | ] |
| alpha | 1912 | [ | Ἀνακωχεύει: παρὰ Σοφοκλεῖ τὸ ἀνασειράζει. καὶ Ἀνακωχεύειν, τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαντας τὰ ὀθόνια σαλεύειν. ἀνακωχεύειν δὲ κυρίως λέγεται, ὅταν χειμῶνος ὄντος ἐν πελάγει στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι, μὴ διαμαχόμενοι τῷ πνεύματι. μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν, ὅτι οὐ διημιλλήσατο, ἀλλ’ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ἠρέμα ἤλαυνεν. | ] |
| alpha | 1933 | [ | Ἀνάλγητος. καὶ δυσανάλγητος παρὰ Σοφοκλεῖ· τουτέστι δυσμετάκλητος, ἀναλγὴς, ἀπαθὴς, ἀνηλεὴς, σκληρός. δυσανάλγητος γὰρ εἴην τοιάνδε μὴ κατοικτείρων ἕδραν. καὶ Ἀναλγήτως, ἀναισθήτως, ἀπόνως. καὶ Ἀναλγήτων, ἀσυμπαθῶν· ἢ τῶν μηδ’ ὅλως ἀλγούντων ἐπί τινι ἢ πολυαλγήτων, τῶν εἰς πολλαχῇ ἡμᾶς ἐκβεβληκότων. Σοφοκλῆς· ὤ μοι ἀναλγήτων δισσῶν ἐθρόησας ἄναυδον ἔργον Ἀτρειδῶν τῷδ’ ἄχει. τουτέστι τῇ παρούσῃ συμφορᾷ. | ] |
| alpha | 2020 | [ | Ἀναμπλάκητοι: αἱ εἰς μηδὲν ἁμαρτάνουσαι, ἀλλὰ πάντων κρατοῦσαι. ἢ ἄφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι, ἀφανεῖς, ἃς οὐκ ἔστιν ἀποφυγεῖν. Σοφοκλῆς· δειναὶ δ’ ἅμ’ ἕπονται κῆρες ἀναμπλάκητοι. τούτεστι τοῦ Λαΐου. | ] |
| alpha | 2046 | [ | Ἀναρίθμητος: ἄπειρος. Σοφοκλῆς· ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται. καὶ Ἀνάριθμοι, πλεῖστοι, ἄπειροι. εἰς ἐμοὶ ἄνθρωπος τρισμύριοι· οἱ δ’ ἀνάριθμοι οὐδείς. ταῦτ’ αὐδῶ καὶ παρὰ Περσεφόνῃ, φησὶν Ἡράκλειτος. | ] |
| alpha | 2133 | [ | Ἀναχαιτίζει· αἰτιατικῇ. ἀναποδίζει, ἐκκόπτει. Ἀναχαιτίζειν· Σοφοκλῆς τὸ ἀπειθεῖν καὶ ἀντιτείνειν. | ] |
| alpha | 2206 | [ | Ἄναιτος: ἀβλαβὴς καὶ ἀναιτίατος. Σοφοκλῆς· πόλις δέ σοι κακῶν ἄναιτος τῶνδ’ ἀπαλλαχθῇ χθονός. | ] |
| alpha | 2337 | [ | Ἄνετέ μ’, ἄνετε παρήγοροι. τάδε γὰρ ἄλυτα κεκλήσεται. οὐδέποτ’ ἐκ καμάτων παύσομαι, ἀνάριθμος ὧδε θρήνων: Σοφοκλέου ἐξ Ἠλέκτρας πρὸς τὸν χορόν. ἀντὶ τοῦ ἐάσατε, παύσασθέ με παραμυθούμεναι, ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν. τὸ γὰρ θρηνεῖν τόν πατέρα ἄλυτόν μοι ἔσται, ὅ ἐστιν οὐδέποτε παύσομαι, ἀλλ’ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι· οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς, ἀλλὰ δαψιλῶς χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομος, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖς καὶ οὔποτε χωρὶς οὗσα τῆς τῶν δακρύων νομῆς. κεῖται δὲ καὶ ἀνάριθμος, τουτέστιν ἐν θρήνοις ἀριθμηθήσομαι, ἀεὶ θρηνοῦσα. | ] |
| alpha | 2351 | [ | Ἀνέφελον: ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον. Σοφοκλῆς· ἀνέφελον ἐπέβαλες οὔποτε καταλύσιμον, οὐδέποτε λησόμενον ἡμέτερον οἷον ἔφυ κακόν. ἀντὶ τοῦ οὐ καταλυόμενον, λήθης τυχεῖν μὴ δυνάμενον. | ] |
| alpha | 2363 | [ | Ἀνέχει: ἀνυψοῖ, τιμᾷ. Σοφοκλῆς· ἐπεί σε λέχος δοριάλωτον στέρξας ἀνέχει θούριος Αἴας. ἀντὶ τοῦ ἐπεί σε τιμᾷ ὁ Αἴας δοριάλωτον, στέρξας τὸ λέχος σου. ἢ οὕτως· ἀλλ’ ἐπεί σε ἀνέχει ὁ Αἴας δοριάλωτον λέχος σου στέρξας. πρὸς Τέκμησσαν δὲ ὁ λόγος, γυναῖκα Αἴαντος αἰχμάλωτον. ἢ Ἀνέχει, ἀντὶ τοῦ ὑπερκεῖται. μέχρι ἐς τὸ ὄρος, ὃ ταύτης ἀνέχει. καὶ πόνοις τε ἀνέχων ῥᾷστα, καὶ σκληρῷ βίῳ καὶ τραχεῖ ἐνειθισμένος. καὶ Σοφοκλῆς· οὐκ ἀνέχουσι τῶν πόνων. ἀντὶ τοῦ οὐ περιγίνονται τῶν πόνων. ἢ Ἀνέχειν, ἀντὶ τοῦ ἐπέχειν. κωλύειν. ἀνέχειν τε αὐτοῦ τὰς ἐπὶ πλεῖον ὁρμὰς καὶ ἐκδρομὰς καὶ πρὸς ἑαυτὸν τὴν σχολὴν ἄγειν. | ] |
| alpha | 2379 | [ | Ἀνειμέναι: ἐκλελυμέναι. παρειμέναι. καὶ παρὰ Σοφοκλεῖ ἀνειμένη, ἀντὶ τοῦ ἄνεσιν ἔχουσα πανταχόθεν. ἀνειμένη μὲν, ὡς ἔοικας, οὖ ἐκτρέφῃ· οὐ γὰρ πάρεστ’ Αἴγισθος. καὶ Ἀνειμένον ἄλσος, τὸ τῷ θεῷ ἀφιερωμένον. καὶ τὸ ἠνεῳγμένον. καὶ τὸ ῥᾳθύμως τι ποιεῖν. ἀδύνατόν τε ἦν αὐτοῖς οὕτως ἀνειμένα πως καὶ πονουμένοις ἐπικρατήσειν. καὶ, ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν. ἀντὶ τοῦ ἀνεῳγμένων. | ] |
| alpha | 2542 | [ | Ἀνθυπουργῆσαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφοκλῆς Κολχίσιν· ἢ φὴς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν; ὅτι ὁ Ἀριστοτέλης τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκεν. | ] |
| alpha | 2574 | [ | Ἀν’ οὖς ἔχων: ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων. καὶ Σοφοκλῆς· τὸν οἴνωπ’ ἀνέχουσα κισσόν. ἀντὶ τοῦ ἄνω ἔχουσα. | ] |
| alpha | 2616 | [ | Ἀντάρης νυκτερὶς ὄψεσι· φησὶ Σοφοκλῆς. | ] |
| alpha | 2652 | [ | Ἀντιάσας: μετασχών. ἐν Ἐπιγράμμασι δῶρα φέρει τρομεροῦ γήραος ἀντιάσας. καὶ αὖθις Σοφοκλῆς· ἀλλ’ ἀντιάζω, πανωλέθρους τὸ πᾶν ἡμᾶς τ’ ὀλέσθαι κἀξερημῶσαι γένος. | ] |
| alpha | 2714 | [ | Ἀντιπέτρου βήματος: ἀντὶ γὰρ πέτρας χαλκοῦς ἦν. ἢ ἰσοπέτρου βήματος, τοῦ κατ’ ἴσον βεβηκότος τῷ πέτρῳ. χαλκοῦς δὲ ἦν ὁ οὐδός. Σοφοκλῆς· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματος ἔξω πόδα κλίνῃς. χαλκὸς αὐτὴ ἡ ὅλη· χαλκοῦς δὲ ἀνδρίας τὸ μετουσιαστικὸν ὡς. χρυσὸς καὶ χρυσοῦς. | ] |
| alpha | 2819 | [ | Ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων σημαῖνον τοιόνδε τι· ἄξιός ἐστιν ὁ μισθὸς, ὥστε λαβεῖν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτον ἐχρήσατο τῷ σχήματι τούτῳ· ῥηΐτεροι γὰρ ἔσεσθε· κείνου τεθνεῶτος ἐναιρέμεν. καὶ πάλιν· ἡ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆς· γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὕτως ἀνὴρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ὁ δὲ νοῦς· ῥᾴον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγὴν τὴν ὀργήν. καὶ Ἄξιος τριχός· ἐπὶ τοῦ εὐτελοῦς καὶ τυχόντος· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία ἐστίν. Ἀριστοφάνης· εἴ ’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. ἀντὶ τοῦ τὸ τυχόν. καὶ Ἄξιος οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία, Ἄξιος ὀβελίσκου, καὶ Ἀπὸ ὀβελίσκου, παροιμία ἐπὶ τῶν σφόδρα τιμίων. καὶ Ἄξιος τοῦ παντός. | ] |
| alpha | 2875 | [ | Ἀπάκτου· Σοφοκλῆς· ἀλλ’ ὡς τάχος τὸν παῖδα τόνδ’ ἤδη δέχου, καὶ δῶμ’ ἀπάκτου. | ] |
| alpha | 2881 | [ | Ἀπαλέξασθαι: ἀντιτάξασθαι. Σοφοκλῆς· οὐδὲν σθένομεν πρὸς ταῦτ’ ἀπαλέξασθαι σοῦ χωρὶς, ἄναξ. καὶ Ἀπαλεξῆσαι, κωλῦσαι. καὶ Ἀπαλέξοντες, ὁμοίως. | ] |
| alpha | 3016 | [ | Ἀπελωβήθη: ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονε. Σοφοκλῆς· μανίᾳ γὰρ ἁλοὺς ἡμῖν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη. | ] |
| alpha | 3031 | [ | Ἀπεπλίξατο· Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐκ ἂν ἐλαφρῶς ἀπεπλίξατο. ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης ἀπεσείσατο καὶ ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. | ] |
| alpha | 3066 | [ | Ἀπεστάτει: ἀπεῖχεν, ἀπεχωρίζετο. Εὐνάπιος· καὶ γὰρ οὐκ ἀπεστάτει τῆς τοῦ Λέοντος ἐπωνυμίας. οὕτω γὰρ καὶ τὸ ζῷον ποιεῖν εἴωθεν. Οὐκ ἀπεστάτει, οὐ παρήλλαττε. Σοφοκλῆς· μέγας, χηράζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. περὶ Λαΐου φησὶν Ἰοκάστη. | ] |
| alpha | 3093 | [ | Ἀπευθύνει: κολάζει. καὶ Ἀπευθύνοντα, τιμωρίαν ἀπαιτοῦντα. Σοφοκλῆς· δεσμοῖς ἀπευθύνοντα. | ] |
| alpha | 3114 | [ | Ἄπει: ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς. | ] |
| alpha | 3420 | [ | Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰς ἢ περὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε Φιλόστρατος ὁ Λήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος ὁ Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος ὁ Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. | ] |
| alpha | 3491 | [ | Ἀποπτος· ἐξικέτευσε, τῆς ἐμῆς χειρὸς θιγὼν, ἀγροὺς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, ὡς πλεῖστον εἴη τοῦτ’ ἄποπτος ἄστεος. ἄποπτος γὰρ ὁ ἀθεώρητος. Σοφοκλῆς· ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾗς, ὅμως φώνημ’ ἀκούω. | ] |
| alpha | 3598 | [ | Ἀπότιμος: οὕτως Σοφοκλῆς ἀπότιμον θεὸν τὸν λοιμόν, τουτέστι τὸν μὴ μετέχοντα τῆς τιμῆς τῶν θεῶν. θεῶν γάρ ἐστι τὸ εὐεργετεῖν τοὺς ἀνθρώπους· ὁ δὲ φθείρει καὶ ἀπόλλυσιν. | ] |
| alpha | 3619 | [ | Ἀποτρύειν· Σοφοκλῆς· οὐκ ἀποτρύειν ἐλπίδα τὴν ἀγαθὴν χρῆναί σε, ἀνάλγητα γὰρ οὐδ’ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνητοῖσι Ζεύς. | ] |
| alpha | 3679 | [ | Ἀπωστός: ἐκδεδιωγμένος. Σοφοκλῆς· τέλος δ’ ἀπωστὸς γῆς ἀπορριφθήσομαι· Τεῦκρός φησιν Αἴαντος ἀναιρεθέντος. δοῦλος λόγοισιν ἀντ’ ἐλευθέρου φανείς. καὶ αὖθις· ἀπωστὸς πρότερον ὑπὸ Θησέως ἐξ Ἀθηνῶν γενόμενος. καὶ Ἀπωστόν, τὸ ἀπωθητόν. | ] |
| alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
| alpha | 3816 | [ | Ἀραῖος: ἀρῇ ὑποκείμενος. μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, Εἴ σέ τι δέδρακ’, ὀλοίμην. καὶ Σοφοκλῆς· εἰ δὲ μὴ, μενῶ σ’ ἐγὼ καὶ νέρθεν ἀραῖος εἰσαεὶ βαρύς. ὁ Ἡρακλῆς φησι τελευτῶν πρὸς τὸν υἱὸν αὐτοῦ. Ἀραιὸς δὲ ὁ ἀσθενής. Ἀραιῶς δὲ ἐπιρρηματικῶς μὴ ἡρμοσμένως. εὗρον δὲ τὴν θύραν τοῦ μνήματος ἀραιῶς ἐπικειμένην. | ] |
| alpha | 3827 | [ | Ἀρέσκεια. καὶ Ἀρέσκω· πρὸς αἰτιατικὴν σύνταξιν καὶ Σοφοκλῆς καὶ Ἀριστοφάνης· σὲ δὲ ταῦτ’ ἀρέσκει. καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον. δοτικῇ. | ] |
| alpha | 3860 | [ | Ἀρητόν: τὸ βλαβερόν. Ἄρρητον δὲ λόγον, κακόφημον, μὴ ῥηθῆναι ὀφείλοντα. Σοφοκλῆς· πῶς δῆτα λέγω λόγον ἄρρητον. ἀρρήτων ἀρρητότερον καὶ κακῶν πέρα γεγραφὼς ἢ καὶ πεπραχώς. τίς οὖν οὐ μισήσειεν ὑπερβολὴν ἀρρητουργίας ἑτέροις μὴ ἀπολελεῖφθαι; λαμβάνεται δὲ ἡ λέξις καὶ ἐπὶ ἀκαταληψίᾳ, ὡς τό· ἄρρητον τὸ θαῦμα τῆς σῆς κυήσεως, μητροπάρθενε. | ] |
| alpha | 3901 | [ | Ἀριστερά: τὰ μωρά· δεξιὰ δὲ τὰ συνετά. Σοφοκλῆς περὶ Αἴαντός φησιν· οὕ ποτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριστερὰ, παῖ Τελαμῶνος, ἔβης. | ] |
| alpha | 4086 | [ | Ἀρχέπλουτον: ἄρχοντα πλούτου, καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον. Σοφοκλῆς· καὶ μή μ’ ἄτιμον τῆσδ’ ἀποστείλητε γῆς, ἀλλ’ ἀρχέπλουτον. | ] |
| alpha | 4164 | [ | Ἀσκέπαρνον: ἄξεστον, ἄγλυφον, ἀπελέκητον, οὐκ εἰργασμένον. Σοφοκλῆς· κἀπὶ σεμνὸν ἑζόμην βάθρον τόδ’ ἀσκέπαρνον. | ] |
| alpha | 4194 | [ | Ἀσωτία: ἡ ἁμαρτία. ἑκάτερον ὁμοίως ἀποστρέφεσθαι, τό τε δέον μὴ ποιεῖσθαι ἀνάλωμα καὶ τὸ μὴ δέον ποιεῖσθαι, ὡς τοῦτο μὲν ἀσωτίαν οὖσαν, εἴτε μείζω εἴτε φαυλοτέραν, ἐκεῖνο δὲ σμικρολογίαν. καὶ Ἄσωτος, ὁ ἐξώλης, ὁ σῴζεσθαι μὴ ὀφείλων. Σοφοκλῆς· ἢ τῆς ἀσώτου Σισυφιδῶν γενεᾶς. καὶ Ἀσώτως, αἰσχρῶς. | ] |
| alpha | 4211 | [ | Ἀσπιδηφόροι: οἱ πολεμισταί. καὶ Ἀσπιδιώτης, ὁ ἀσπίδα κινῶν. καὶ Ἀσπιδόν, ἐπίρρημα, δίκην συνασπισμοῦ. καὶ Ἀσπιδοπηγεῖον, ἐν ᾧ ἡ ἀσπὶς πήγνυται. ὅπέρ ἐστιν ὅπλον σκουτάριον. καὶ ἡ τάξις. Ἀριστοφάνης· ἵστασθ’ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας καὶ Ἀσπιστῆρες, φυλακτῆρες. Σοφοκλῆς· ἀλλ’ ἄνδρες ἀσπιστῆρες εἰνάλιος λεὼς, ὑμῖν τ’ ἐκείνῳ τήνδ’ ἐπισκήπτω χάριν. | ] |
| alpha | 4213 | [ | Ἄσπλαγχνος: ἄτολμος, ταπεινὸς, δειλὸς, ψυχρός. Σοφοκλῆς· μή τοι φύσιν ἄσπλαγχνος ἐκείνου γεγονώς. φύσιν δὲ ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός. | ] |
| alpha | 4242 | [ | Ἄστιπτος: ἄβατος, ἀδιόδευτος. Σοφοκλῆς· ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς Λήμνου, βροτοῖς ἄστιπτος, οὐδ’ οἰκουμένη. | ] |
| alpha | 4293 | [ | Ἀσφαδάστῳ: ἀσκαρίστῳ, σπασμὸν μὴ ἔχοντι. ἀντὶ τοῦ συντόμως. ὅπως καιρίας πληγῆς γενομένης μὴ προσγενέσθαι σπασμὸν μηδὲ πολλὴν ἐν τῷ θανάτῳ διατριβήν. σφαδάζειν λέγεται τὸ σπᾶσθαι καὶ σφακελίζειν. Σοφοκλῆς· πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίσαι ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι, πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ. παραδεδομένον δὲ καθ’ ἱστορίαν, ὅτι κατὰ τὸ ἄλλο σῶμα ἄτρωτος ἦν ὁ Αἴας, κατὰ δὲ τὴν μασχάλην μόνην τρωτὸς διὰ τὸ τῇ Ἡρακλέους λεοντῇ σκεπάσαντα τοῦτο τὸ μέρος ἀσκέπαστον ἐᾶσαι, διὰ τὸ περικεῖσθαι ἐκεῖσε τὸν γωρυτόν. | ] |
| alpha | 4317 | [ | Ἀτάλλων: τρέφων. Σοφοκλῆς· κούφοις πνεύμασι βόσκου, νέαν ψυχὴν ἀτάλλων. Αἴας φησὶ πρὸς τὸ ἴδιον τέκνον. σημαίνει δὲ καὶ τὸ σκιρτῶν. | ] |
| alpha | 4320 | [ | Ἀτάρβητος: ἄφοβος, ἄτρομος. καὶ Ἀταρβήτως, ἀντὶ τοῦ ἀνειμένως παρὰ Σοφοκλεῖ· ἐχθρῶν δ’ ὕβρις ἀταρβήτως ὁρμᾷ. | ] |
| alpha | 4329 | [ | Ἄτεγκτος ἄνθρωπος παρηγορήμασιν: ὁ μὴ βρεχόμενος μήτε προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς ἡ πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μηδὲ ὑπὸ ὕδατος βρέχεσθαι. Σοφοκλῆς· ἀλλ’ ὧδ’ ἄτεγκτος καὶ ἀτελεύτητος φανείς. ἀντὶ τοῦ ἀσυμπαθὴς, ἀδάκρυτος. τέγγειν γὰρ τὸ βρέχειν. ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος κλητος, ἀμείλιχος. καὶ αὖθις· ὁ δὲ Μάρκος ἄτεγκτος ὢν καὶ στερρὸς, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον. καὶ αὖθις· λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν εἰς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς. Ἀτέγκτοις, τοῖς μήτε δάκρυσι μήτε ἱδρῶσιν ἀβρόχοις. Αἰλιανός· οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσαι πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι. καὶ Ἀτέγκτως, ἐσχάτως. καὶ τὰ μὲν πρῶτα ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινὸν, παρεῖχόν οἱ βλέπειν ταῦτα. καὶ αὗθις· ἱκανὰ πείθειν καὶ δυσωπεῖν τὰς ψυχὰς τῶν μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας ταύτας ἐχόντων. Αἰλιανός· ἦν δὲ ἄτεγκτος ὅδε ὁ παῖς καὶ ἀμείλικτος, καί οἱ ἐπέταττεν ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων. | ] |
| alpha | 4350 | [ | Ἄτη: ἡ βλάβη. Ὅμηρος· αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο. ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς εἷλε τὴν Ἄτην· ἣ κατ’ ἀνδρῶν κράατα βαίνει. Ἄτη δὲ ὁ διάβολος, ὁ ἀντικείμενος. Σοφοκλῆς· ἀλλ’ οὖν εὐνοίᾳ γ’ αὐδῶ, μήτηρ ὡς ἥτις πικτὴ, μὴ τίκτειν ἄτην ἄταις. καὶ αὖθις Σοφοκλῆς· ἐγὼ μὲν οὐδέν’ οἶδ’, ἐποικτείρω δέ νιν δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ, ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ. | ] |
| alpha | 4376 | [ | Ἀτώμενος: ἄτης πεπληρωμένος. ἴδοι μιν ὧδ’ ἀτώμενος Σοφοκλῆς. | ] |
| alpha | 4378 | [ | Ἄτρακτον: βέλος μεταφορικῶς. Σοφοκλῆς· πρὸς δὲ τού τοις, ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην δύστηνος ἐξέλκων πόδα. καὶ Προκόπιος· τινὸς τῶν ἐν ταῖς ἐπάλξεσιν ἀμυνομένων εὐστοχώτατα ἀφιέντος τὸν ἄτρακτον ἀνήρηται βλαβείς. καὶ Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμασι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον. Ἄτρακτος καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας. καὶ αὖθις· καὶ δακτυλότριπτον ἄτρακτον, σπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθις· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωστῆρα στρεπτάς εὔδρομον ἁρπεδόνας. | ] |
| alpha | 4527 | [ | Αὐτοσφαγῆ: τὸν ὑφ’ ἑαυτοῦ ἀναιρούμενον. Αἴας φησί· καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ’ ἐμὲ αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς πρὸς τῶν φιλτάτων ἐκγόνων ὀλοίατο. Σοφοκλῆς φησιν. | ] |
| alpha | 4554 | [ | Ἄφαντον φῶς: τὸ ἐκ πυρίτου λίθου. Σοφοκλῆς Φιλοκτήτῃ· ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί. οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντ’ ἐκπορίζει, πλὴν τοῦ μὴ νοσεῖν ἐμέ. | ] |
| alpha | 4683 | [ | Ἀχαιός, Πυθοδώρου ἢ Πυθοδωρίδου, Ἐρετριεὺς, τραγικὸς, γέγονε κατὰ τὴν οδʹ Ὀλυμπιάδα καὶ δράματα ἐδίδαξε μδʹ, οἱ δὲ λʹ ἱστορήκασιν, ἄλλοι κδʹ· ἐνίκησε δὲ αʹ. ἦν δὲ νεώτερος Σοφοκλέους ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ σὺν καὶ Εὐριπίδῃ ἀπὸ τῆς πγʹ Ὀλυμπιάδος. | ] |
| alpha | 4684 | [ | Ἀχέων: μετοχή ἐστιν· ἀντὶ τοῦ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι. Σοφοκλῆς· κρυπτᾷ τ’ ἀχέων ἐν ἥβᾳ. ἀντὶ τοῦ ἐν ἥβῃ κρυπτῇ λυπούμενος. | ] |
| alpha | 4685 | [ | Ἄχερδος. Σοφοκλῆς· κοίλης τ’ ἀχέρδου κἀπὸ λαΐνου τάφου. | ] |
| alpha | 4709 | [ | Ἅχω: ἀντὶ τοῦ ἃ ἔχω. Σοφοκλῆς· κἀμοῦ ταλαίνης σμικρὰ μὲν τάδ’, ἀλλ’ ὅμως ἅχω. | ] |
| beta | 30 | [ | Βάθρα· χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τούτου βάθρα καλλύνων καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τὰς εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. καὶ Βάθρον, θεμέλιον. καὶ Βάθρα, ἀγάλματα. ἀπολυομένου δὲ αὐτοῦ τοὺς βλαυτίους καὶ πρὸς βάθρον προσηρεικότος τὸν ἕτερον πόδα, προσδραμών τις τῶν στρατιωτῶν μετ’ ἐγχειριδίου τοῦτον ἀπέτεμε. καὶ Σοφοκλῆς· Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου. τουτέστι τὸ θεμέλιον, τὸ ἕδρασμα, δι’ ὃν ἵσταται ἡ Σαλαμίς. Βάθρον καὶ ἐφ’ οὗ κάθηνται ἐν τοῖς συλλόγοις. | ] |
| beta | 95 | [ | Βάξιν: φήμην. Σοφοκλῆς· εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζεις πρός γ’ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος φέροντι τήνδε βάξιν. ἀντὶ τοῦ οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. | ] |
| beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
| beta | 210 | [ | Βαιαί: μικραί. καὶ Βαιός, ἰδίως ἀντὶ τοῦ εἷς. Σοφοκλῆς· πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων λοχίτας ἄνδρας; καὶ ἐν Αἰχμαλωτίσιν· ἔσπεισα βαιᾶς κύλικος ὥστε δεύτερα. καὶ αὖθις· ὁ δ’ εἶπε πρός με βαιὰ, ἀεὶ δ’ ὑμνούμενα· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦσ’ ἔληξ’· ὁ δ’ ἐσσύθη μόνος. | ] |
| beta | 324 | [ | Βλαύτη: εἶδος ὑποδήματος. Σοφοκλῆς· σπεύδειν ἀπὸ ῥυτῆρος. τουτέστιν ἀπὸ βλαύτης· ὡς ἕκαστος ἔχει σχήματος. καὶ αὖθις· ὁ σκήπων καὶ ταῦτα τὰ βλαυτία, πότνια Kύπρι, ἄγκειται κυνικοῦ σκῦλα Ποσωχάρεος. | ] |
| beta | 330 | [ | Βλέποντες: ἀντὶ τοῦ ζῶντες. οὕτως Σοφοκλῆς· οἱ δ’ αὐ γελώντων κἀπιχαιρόντων κακοῖς τοῖς τοῦδ’. ἴσως τοι, κ εἰ βλέποντα μὴ ’πόθουν, θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. | ] |
| beta | 399 | [ | Βοσκήσομεν: θρέψομεν. καὶ Βόσκουσαν, τρέφουσαν. Σοφοκλῆς περὶ Οἰδίποδος· ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθ’ ἄνακτος ἡλίου, τοιόνδ’ ἄγος ἀκάλυπτον οὕτω δείκνυται, τὸ μήτε γῆ μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. | ] |
| beta | 511 | [ | Βραβεῖς: οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Σοφοκλῆς· ὅσον γὰρ εἰσεκήρυξαν βραβεῖς δρόμων διαύλων πένταθλ’, ἃ νομίζεται. | ] |
| gamma | 94 | [ | Γεγράψομαι: δεήσομαι. ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι. Σοφοκλῆς φησι. | ] |
| gamma | 250 | [ | Γηρωβοσκῶ: γηροτροφῶ. Σοφοκλῆ· ὅπως γένηται γηροβοσκὸς βοσκὸς εἰς ἀεὶ, μέχρις ἂν μυχούς κίχωσι τοῦ κάτω θεοῦ. | ] |
| gamma | 277 | [ | Γλάμων: ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους αὐτοὺς ἔχων, ὡς Χάρων. Γλάμων ὁ ἀκάθαρτος. καὶ Σοφοκλῆς ἐπὶ ὀρνέου· τοὺς γλαμυροὺς κατὰ φορβάν. Ἀριστοφάνης Βατράχοις· κ’ Ἀρχέδημος ὁ γλάμων. σκορόδων ὁμοῦ τρίψαντ’ ὀπῷ τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας. εἰώθασιν οἱ ἰατροὶ καὶ πατρίδας ὑπ’ ἀλαζονείας τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν. διαβόητος δὲ ἦν ὁ Λακωνικὸς τιθύμαλλος· ἔστι δὲ εἶδος βοτάνης δριμυτάτης παρὰ Λάκωσιν εὑρισκόμενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τούς ὀφθαλμούς. τί δ’ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ; οὗτος ἐκωμῳδεῖτο ὡς συκοφάντης καὶ ξένος καὶ κλέπτης. Γλάμων δὲ ὁ ἔχων τοὺς ὀφθαλμοὺς μεστοὺς ἀκαθαρσίας. | ] |
| gamma | 341 | [ | Γνώμην ἐμήν: ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν γνώμην καὶ οἴησιν. Γνώμη· παρὰ Σοφοκλεῖ γνώμη ἐν Αἴαντι Μαστιγοφόρῳ· γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς ἐπ’ ὄμμασι. χαράν φησι τὴν ἐπὶ τῷ δοκεῖν τοὺς Ἕλληνας ἀνηρῆσθαι. ταύτης οὖν τῆς χαρᾶς ἀπεῖρξα δυσφόρους γνώμας ἐμβαλοῦσα τοῖς ὄμμασιν. οὐκ ἔκλεψά φησι τὴν ὄψιν ὥστε μὴ ὁρᾶν· ἀλλ’ ἐπ’ αὐτῇ δύσφορον γνώμην ἐπέβαλον ὡς οἴεσθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆς διανοίας. | ] |
| delta | 119 | [ | Δαίμων· ἡ ἑκάστου τύχη. Ἀριστοφάνης ἐν Πλούτῳ· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ Σοφοκλῆς· γενναῖος ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος. τουτέστι τῆς τύχης. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆς, φησίν, ἐρευνῶντος, καὶ τὰ ἐν ταῖς ψυχαῖς τῶν πλησίον διὰ τεκμάρσεων ζητοῦντος, μὴ αἰσθανομένου, ὅτι ἀρκεῖ πρὸς μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνησίως θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ καὶ ἀνθρώπων φίλια διὰ συγγένειαν, ἔστι δ’ ὅτε καὶ τρόπον τινὰ δι’ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωσις αὕτη τῆς στερισκούσης τὰ λευκὰ καὶ μέλανα. | ] |
| delta | 225 | [ | Δεξιὰ κυρίου· ἡ ἄνωθεν ῥοπὴ καὶ ἡ ἀγαθὴ ἐνέργεια παρὰ τῇ θείᾳ γραφῇ. Δεξιὰ ἔλεγον οἱ παλαιοὶ τὰ συνετά, ἀριστερὰ δὲ τὰ μωρά. Σοφοκλῆς· οὔποτε γὰρ φρένοθέν γ’ ἐπ’ ἀριστερά, παῖ Τελαμῶνος, ἔβης. | ] |
| delta | 331 | [ | Δεινά· οὐχὶ δεινὰ ταῦτα τύπτειν τουτονί. ἀντὶ τοῦ μεγάλα. καὶ Σοφοκλῆς· γνοὺς δ’ ὁ ἐξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος, ἔξω περισπᾷ κἀνακωχεύει. ἀντὶ τοῦ ἔμπειρος. | ] |
| delta | 380 | [ | Δηΐα· καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶς πολεμία, Ἀττικῶς δύστηνε. Σοφοκλῆς· ὦ δηΐα Τέκμησσα, δύσμορον γένος. | ] |
| delta | 859 | [ | Διδάσκαλον· ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδῶν. καὶ Σοφοκλῆς· οἱ δ’ ἀκοσμοῦντες βροτῶν διδασκάλων λόγοισι γίνονται κακοί. | ] |
| delta | 932 | [ | Διέξοδοι· ἐκπνοαί, ἐκκρίσεις. λήθουσι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ σπαρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου Σοφοκλέους. | ] |
| delta | 1145 | [ | Διογένης· ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις· ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν εἰς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοσῶν ποτε ὁ παῖς. ἡ δέ, ὡς εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις, λέγει ταῦτα· λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήϋνον ἀμειδέα μηδ’ ἐπιτείνειν κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρον καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς. ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατὴρ ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων, ὁ τοῦ Σοφοκλέους, ἀπεδείξατο, τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον διελύσατο. | ] |
| delta | 1256 | [ | Δίπαλτος· ἀμφοτέραις ταῖς χερσίν. οἷον περιδεξίως, παντὶ σθένει. Σοφοκλῆς· πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι. ἢ οὕτως· ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια. | ] |
| delta | 1281 | [ | Διοίσεται· Σοφοκλῆς· τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος. ἀντὶ τοῦ διάξει, βιώσεται. | ] |
| delta | 1292 | [ | Διφρηλατῶν· ἁρματηλατῶν. Σοφοκλῆς· σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμόν. ὁ Αἴας φησί. καὶ Διφρηλάτης. | ] |
| delta | 1364 | [ | Δόξα· Σοφοκλῆς· τί δῆτα δόξης ἢ καλῆς μοι κληδόνος μάτην ῥεούσης ὠφέλημα γίνεται; εἰ τάς τ’ Ἀθήνας φασὶ θεοσεβεστάτας εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν· κἀμοί γε ποῦ ταῦτ’ ἐστίν; | ] |
| delta | 1368 | [ | Δόξαν· ἀρέσαν, βεβουλευμένον. δόξαν δὲ τοῖς Αἰγυπτίοις τὸν μὲν ἕτερον αὐτόθι μένειν, τὸν δὲ ἕτερον εἰς τὰς προσχώρους πόλεις ἀφικόμενον, ἐφ’ οἷς ποιήσεται εἰρήνην, ὁρίσαι. καὶ αὖθις· δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖσθαι. Σοφοκλῆς· σοὶ μὲν δοκεῖν ταῦτ’ ἐστίν, ἐμοὶ δ’ ἄγαν φρονεῖν. οἷον σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ σαφῶς ἐπίσταμαι. | ] |
| delta | 1370 | [ | Δοξάσαι· ὑπονοῆσαι, εἰκάσαι. Ἀριστοφάνης· δοξάσαι ἐστὶ κόραι, τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. καὶ Σοφοκλῆς· δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων τάδ’ ἐν χεροῖν στέφη λαβούσῃ. ὅτι τὸν σπουδαῖον οὐ δεῖ δοξάσαι, τουτέστι ψεύδει μὴ συγκατατίθεσθαι. | ] |
| delta | 1492 | [ | Δράκαυλος· Σοφοκλῆς Τυμπανισταῖς. ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ’ αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέκροπος θυγατράσιν. ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι, προσημερεύουσα τῇ θεῷ. | ] |
| delta | 1504 | [ | Δραπέτης κλῆρος· ὁ μετὰ πανουργίας γινόμενος. τοῦτο δὲ ἱστόρηται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων· ὅτι πανοῦργος ὁ Κρεσφόντης βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν ἐνέβαλε κληρουμένων περὶ Μεσσήνης. Σοφοκλῆς· οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς· ἀλλ’ ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν. καὶ Δραπέτισι θηλυκῶς παρὰ Κρατίνῳ. | ] |
| delta | 1642 | [ | Δύσθυμος· κακόβουλος. Σοφοκλῆς· ἐγὼ μὲν οὐκ εἰμὶ τοῖς πεπραμένοις δύσθυμος· εἰ δέ σοι δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν ἔχουσα τοὺς πέλας ψέγε. | ] |
| delta | 1668 | [ | Δύσοργος· ὀξύχολος. Σοφοκλῆς· τοιαῦτ’ ἀνὴρ δύσοργος ἐν γήρᾳ βαρὺς ἐρεῖ πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος. σχόλιον· πρὸς οὐδέν, ἀντὶ τοῦ ἀληθές, ἢ αἴτιον ἐμοί. καὶ αὖθις· ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν, δηχθεὶς πρὸς ἃ’ ξήκουσεν ὧδ’ ἠμείψατο. | ] |
| delta | 1696 | [ | Δύστηνος· ταλαίπωρος, δυστυχής, ἄθλιος. τάττεται δὲ παρὰ Σοφοκλεῖ δυστηνοτάτη ἐπὶ τοῦ ἐξωλεστάτη, οὐκ ἐπὶ τοῦ οἴκτου, ἐν οἷς φησιν· ἰὼ παῖ δυστανοτάτας Ἠλέκτρα μητρός. οὐ γάρ ἐστιν νῦν ἐπὶ οἴκτου. | ] |
| delta | 1697 | [ | Δύστηνος· ἐπὶ τοῦ ἀθλίου παρὰ Σοφοκλεῖ· τῇ τε δυστήνῳ τροφῷ. ἦπου τάλαινα τήνδ’ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. | ] |
| delta | 1701 | [ | Δυστράπελος· δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγεῖν τὸ πάθος. οὕτως λέγουσι καὶ δυστράπελον ὄρυγμα, τὸ οὐκ εὐδιάλυτον. ἢ ὁ ἀμετακίνητος ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ, τὸν αὐτὸν δὲ καὶ ἀτράπελον. Σοφοκλῆς· κεῖται ὁ δυστράπελος, τουτέστιν ὁ δύσκολος, ὁ δυσώνυμος Αἴας. ὡς καὶ αὐτὸς εἶπεν ὁ Αἴας· αἶ, αἶ, τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς· νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοί, καὶ τοῖς τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω. | ] |
| alphaiota | 7 | [ | Αἰανὴς κύκλος· σκοτεινός, ἀδιάλειπτος. Σοφοκλῆς· νυκτὸς αἰανὴς κύκλος. ἢ Αἰανῆς, θρηνητικῆς. παρὰ τὸ αἰάζω, τὸ θρηνῶ. | ] |
| alphaiota | 95 | [ | Αἰένυπνος· ὁ θάνατος, ὁ ἀεὶ κοιμώμενος. ὑφ’ ἓν δὲ ἀναγνωστέον. Σοφοκλῆς· σέ τοι κικλήσκω τὴν αἰένυπνον. ἀείυπνος δὲ ὁ ἀεὶ κοιμώμενος. | ] |
| alphaiota | 133 | [ | Αἴθοπος· διαπύρου. θερμοῦ ἐν ταῖς μάχαις. ὁ δὲ Σοφοκλῆς ἐπὶ τοῦ παρακεκινηκότος ἐχρήσατο. οἵαν ἐδήλωσας ἀνδρὸς αἴθοπος ἀγγελίαν ἄτλατον οὐδὲ φευκτόν. | ] |
| alphaiota | 187 | [ | Αἷμα· καὶ τὸ γένος. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. καὶ τὸ ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Σοφοκλῆς δ’ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἷμά φησιν. | ] |
| alphaiota | 231 | [ | Αἰνῶ· παραιτοῦμαι. Σοφοκλῆς. καὶ ἐπαινῶ. καὶ Αἰνῶ σε. | ] |
| alphaiota | 256 | [ | Αἰῶνα· ζωήν, βίον. Σοφοκλῆς· ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν, πρὶν ἂν θάνῃ τις, οὔτ’ εἰ χρηστός, οὔτ’ εἰ κακός. ἐγὼ δὲ τὸν ἐμὸν καὶ πρὶν εἰς ᾅδου μολεῖν, ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν. | ] |
| alphaiota | 296 | [ | Αἱρεῖ· ἀναιρεῖ, φονεύει. Σοφοκλῆς· πόλεμος γὰρ οὐδέν’ ἄνδρ’ ἑκὼν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. | ] |
| alphaiota | 356 | [ | Αἰσχρόν· Σοφοκλῆς· αἰσχρὸν γάρ ἐστι τοῦ μακροῦ χρῄζειν βίου κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται. τουτέστιν ὅστις ἀεὶ ἐν κακοῖς ἐξετάζεται. αἰσχροῦ εἴδη δʹ· ἄδικον, δειλόν, ἄκοσμον, ἄμορφον. | ] |
| epsilon | 45 | [ | Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. | ] |
| epsilon | 79 | [ | Ἐγκαταζεύξας· συνθείς, συναρμόσας. νέας βουλὰς νέοις ἐγκαταζεύξας τρόποις. Σοφοκλῆς. | ] |
| epsilon | 184 | [ | Ἔγχος· ἀλληγορικῶς παρὰ Σοφοκλεῖ ἡ βοήθεια, παρὰ τὸ ἔχεσθαι. οὐδὲ νῷ φροντίδος ἔγχος. οἷον οὐκ ἔστι τῷ νῷ φροντίδος ἔγχος, τουτέστι βουλῆς καὶ προμηθείας ἔργον. | ] |
| epsilon | 255 | [ | Ἑδώλια· τὰ σανιδώματα τῶν πλοίων· κυρίως, ἐφ’ ὧν οἱ ἐρέται καθέζονται. καθέδραι. ἢ ἑδράσματα, Σοφοκλῆς· ἀρχαιόπλουτα πατρὸς ἑδώλια. ἀντὶ τοῦ ἀρχαῖα οἰκήματα. | ] |
| epsilon | 257 | [ | Ἑδωλιάσαι καὶ Ἰκριῶσαι· ἑκατέρῳ αὐτῶν ἐχρήσαντο. τὸ μὲν οὖν ἑδωλιάσαι οἷον συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντιθέντων, τὸ δὲ ἰκριῶσαι δύναιτ’ ἂν καὶ ὡς κοινότερον λεχθὲν νοεῖσθαι· πολλοὶ γὰρ τῶν ἰδιωτῶν ἰκρίας καλοῦσι τὰς ἐκ τῶν μακρῶν ξύλων συντιθεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. καὶ Ἑδωλίοισι παρὰ Ἡροδότῳ ὑποστρώμασι νηός. Σοφοκλῆς· ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος. | ] |
| epsilon | 265 | [ | Ἑδράνων· θρόνων. Σοφοκλῆς· ἀλλ’ ἄναξ ἑδράνων, ὅπου μακραίωνι στηρίζῃ σχολῇ. καὶ ἐν Ἐπιγράμμασι· νηῶν θ’ ἕδρανον ἀσταθέων ἄγκυραν. ἀντὶ τοῦ ἕδρασμα. | ] |
| epsilon | 399 | [ | Ἐκδίκους· δικαίους καὶ ἔξω τοῦ δικαίου ὄντας. ὁ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος. ἀντὶ τοῦ ἄδικος. καὶ Σοφοκλῆς· Θῆβαι δ’ οὐκ ἐπαίδευσαν κακόν. οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν. σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν τὴν αὐτὸς αὑτοῦ. καί σ’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. | ] |
| epsilon | 688 | [ | Ἐκτριβήσεται· διατρίψει ἐν τοῖς κακοῖς· ἢ ἀπολεῖται. ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν, ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται. Σοφοκλῆς· σοῦ γὰρ οὐκ ἔστι βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε. | ] |
| epsilon | 739 | [ | Ἑλλάνικος, Μιτυληναῖος, ἱστορικός, υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος· οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτησεν ἐν Περπερηνῇ τῇ κατ’ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς. | ] |
| epsilon | 928 | [ | Ἐμασχαλίσθη· ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ πλήρη μασχαλισμάτων εἴρηκε τὸν μασχαλισμόν. καὶ ἐν Ἠλέκτρᾳ. | ] |
| epsilon | 969 | [ | Ἔμελλε· παρ’ Ὁμήρῳ ἀντὶ τοῦ ἐῴκει. ἅ ρ’ οὐ τελέεσθαι ἔμελλε. καὶ Σοφοκλῆς· ἔμελλες, ἔμελλες, τάλας. ἀντὶ τοῦ ἐῴκεις, δῆλος ἦς. | ] |
| epsilon | 1016 | [ | Ἔμπης· Ἰωνικῶς. ἔμπας δὲ καὶ ἔμπα, Ἀττικῶς. Σοφοκλῆς· δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ. | ] |
| epsilon | 1027 | [ | Ἔμπληκτοι· κοῦφοι, εὐμετάβλητοι. καὶ Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. καὶ Σοφοκλῆς· τοιοίδε μέν τοι φῶτες ἔμπληκτοι βροτῶν. τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ καὶ ἀρετῇ. | ] |
| epsilon | 1067 | [ | Ἐμφανές· ἐπίθετον τῆς ἡμέρας· ὡς καὶ τὸ τῆς νυκτός, νύκτα μέλαιναν. Σοφοκλῆς· εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε αἴανθ’ ὑπὸ σκηναῖσιν. | ] |
| epsilon | 1153 | [ | Ἐνδατούμενος· τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος. Σοφοκλῆς Τραχινίαις. | ] |
| epsilon | 1400 | [ | Ἔννους· ὁ συνετός. Σοφοκλῆς· ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. ἔννους ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γινώσκει. εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς χρησμὸς ἠκύρωται, δηλονότι καὶ τὰ νῦν, ἃ ἐμαντεύσατο ὁ Τειρεσίας. καὶ αὖθις· ταῦτα δράσας ὕστερον ἔννους ἐγένετο, καὶ ἐσωφρόνησεν. | ] |
| epsilon | 1484 | [ | Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος· Σοφοκλῆς. ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν, ἐπεὶ ἔσται γελοιότατον, ὡς τιμῶντος τὴν ἀφροσύνην. | ] |
| epsilon | 1498 | [ | Ἐνυάλιος· πολεμικός. Σοφοκλῆς. διαστέλλει γὰρ τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου, ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ. Ἀρριανός· οἱ δὲ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο. καὶ αὖθις· φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν, ἀλαλάζοντες τῷ Ἐνυαλίῳ. | ] |
| epsilon | 1538 | [ | Ἐξ ἀναγκαίας τύχης· οἷον ἀναγκαστῷ μόρῳ, καὶ οὐκ ἐκ ταὐτομάτου. ἐκ βίας, οὐκ ἰδίῳ θανάτῳ. Σοφοκλῆς· τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης. | ] |
| epsilon | 1596 | [ | Ἔξεδρος· ἔξεδρον χρόαν ἔχων. τουτέστι παρηλλαγμένην. καὶ Σοφοκλῆς· οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἀνήρ. οἰωνοὶ ἐλέγοντο ἔξεδροί τε εἶναι καὶ μηδαμῆ χρηστοί. | ] |
| epsilon | 1606 | [ | Ἐξεκίνησεν· ἐξεδίωξε. Σοφοκλῆς· παίζων κατ’ ἄλσος ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ἔλαφον. | ] |
| epsilon | 1659 | [ | Ἐξεστεμμένοι· ἀντὶ τοῦ κεκοσμημένοι. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Σοφοκλῆς· ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι. | ] |
| epsilon | 1734 | [ | Ἐξημημένος· ἀφῃρημένος. Σοφοκλῆς· εἰ δέ τις στρατοῦ βίᾳ σ’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος. | ] |
| epsilon | 1775 | [ | Ἐξισοῖ· ἴσα πράσσει. Σοφοκλῆς· μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ. ἀντὶ τοῦ οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι. | ] |
| epsilon | 1846 | [ | Ἔξωρα· Σοφοκλῆς· ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσηκότα. | ] |
| epsilon | 1999 | [ | Ἐπαυχῶ· βεβαίως οἶδα. Σοφοκλῆς. ὡς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο δεδορκότ’ , ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι. | ] |
| epsilon | 2122 | [ | Ἐπεικάζω· στοχάζομαι. Σοφοκλῆς· ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ. | ] |
| epsilon | 2252 | [ | Ἐπιβρόντητος· ὁ ἐμβρόντητος. Σοφοκλῆς· ὡς ὁ στρατηγὸς οὑ’πιβρόντητος μολών. | ] |
| epsilon | 2576 | [ | Ἐπισκήνους· Σοφοκλῆς· μηδ’ ἐπισκήνους γόους δάκρυε. | ] |
| epsilon | 2579 | [ | Ἐπισκήψω· σημειώσομαι, ἐπιστήσω τὸν νοῦν. Σοφοκλῆς· ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν. | ] |
| epsilon | 2580 | [ | Ἐπίσκιον· Σοφοκλῆς· ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν. | ] |
| epsilon | 2616 | [ | Ἐπιστάτις· θηλυκῶς. ἀρχή τις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ ἄλλου τινός. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Τιμόκλει’ ἐπιστάτει· Λύσιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆς· ποιμνίων ἐπιστάταις. τουτέστι τοῖς κυσί. Δίων δὲ ὁ Κοκκιανὸς λέγει· οἱ δὲ ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον. | ] |
| epsilon | 2637 | [ | Ἐπίστω· γίνωσκε. τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα. καὶ αὖθις Σοφοκλῆς· καὶ ταῦτ’ ἐπίστω καὶ γράφε φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς, τὸ δ’ ἄλγος ἐκ θείας τύχης. οὐ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν. καὶ Ἀριστοφάνης· σύγγνωθί μοι· σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ἀντὶ τοῦ οὐ δύναμαι. | ] |
| epsilon | 2655 | [ | Ἐπισχών· κρατήσας, βραδύνας. Σοφοκλῆς· σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν, ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν γέροντι πατρί. | ] |
| epsilon | 2699 | [ | Ἐπιτίμια· τὰ ἐπὶ τιμῇ τινος γινόμενα. Σοφοκλῆς· ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια. | ] |
| epsilon | 2700 | [ | Ἐπιτίμια· οἱ μισθοί. Σοφοκλῆς· γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια. τουτέστιν τοὺς μισθούς. | ] |
| epsilon | 2833 | [ | Ἐπῳδός· ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. καὶ Ἐπῳδή, ἡ γοητεία. Πολύβιος· πάσης ἐπῳδῆς καὶ περιάμματος πεῖραν ἐλάμβανον. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. | ] |
| epsilon | 2839 | [ | Ἐπώμοτον· Σοφοκλῆς· ὄμνυμ’ ἔγωγε Ζῆν’ ἔχων ἐπώμοτον. τουτέστι τοῦ ὅρκου ἐγγυητήν. | ] |
| epsilon | 2909 | [ | Ἔργον εἰπεῖν· χαλεπὸν εἰπεῖν. καὶ Σοφοκλῆς· ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην· ἀντὶ τοῦ ὄφελος. ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί. | ] |
| epsilon | 3015 | [ | Ἑρκεῖος Ζεύς· ᾧ βωμοὶ ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυνται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. μετῆν δὲ τῆς πολιτείας, οἷς εἴη Ζεὺς Ἑρκεῖος. Ἑρκίον δὲ τὸ περίφραγμα τῆς αὐλῆς, ἢ ἡ τοῦ δώματος στέγη· ἑρκίον γὰρ τὸ δῶμα. Σοφοκλῆς· πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκίου στέγης, μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. καὶ Ἕρκιος, ὁ συνοχεύς, ὁ φύλαξ. | ] |
| epsilon | 3393 | [ | Εὐγενής· ὑπὲρ γένους ἤπερ πατρίδος. ἐπὶ δὲ τῆς τελευτῆς, ἐπεὶ ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν, καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. Σοφοκλῆς· ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. πάντ’ ἀκήκοας λόγον. | ] |
| epsilon | 3394 | [ | Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα διαφανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου [+], Σοφοκλέους [+], Εὐριπίδου [+], ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια ληγόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά. | ] |
| epsilon | 3402 | [ | Εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων· ἀντὶ τοῦ κακοδαιμονέστατος. ἐν εἰρωνείᾳ. στροβίλους φησὶν Ἀριστοφάνης τοὺς υἱοὺς Καρκίνου τοῦ ποιητοῦ, οὓς ἀνωτέρω ὄρτυγας καὶ γυλιοτραχήλους εἴρηκε διὰ τὸ τραχὺ τοῦ σώματος. ἢ πρὸς τὸ τοῦ καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι καθάπερ καὶ οἱ στρόβιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι· ἐπεὶ καὶ οἱ στρόβιλοι κώνων ἔχουσι δίκην. ἢ ὅτι στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε, καθὸ καὶ ἀλλαχοῦ γυλιαύχενας. καὶ Σοφοκλῆς· οὐ πάνυ μοίρας εὐδαιμονῆσαι πρώτης. ἀντὶ τοῦ, οὐκ ἀγαθῆς, ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας· τοὐναντίον δέ, κατὰ δυσδαιμονίαν ἐσχάτην. | ] |
| epsilon | 3551 | [ | Εὐλάβεια· παρὰ Σοφοκλεῖ ἔννοια καὶ σκέψις. ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν εὐλάβεια τῶν ποιουμένων. οὐ γὰρ τὸν φόβον φησὶ νῦν. | ] |
| epsilon | 3580 | [ | Εὐμενίδες· αἱ Ἐριννύες, αἵ εἰσι καταχθόνιοι δαίμονες. μεταβαλεῖν δέ φασιν αὐτὰς τὸ ὄνομα ἐπὶ Ὀρέστῃ. τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς αὐτῷ γενομένας, κριθέντι νικᾶν παρ’ Ἀθηναίοις, καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄϊν μέλαιναν. Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. Σοφοκλῆς· αἱ γὰρ ἔμφοβοι θεαί σφ’ ἔχουσι, γῆς τε καὶ σκότους κόραι. καὶ παροιμία· ἄλλα δ’ ἀλλαχοῦ καλά. παρ’ ὅσον τὰς Εὐμενίδας ἄλλοι ἄλλως καλοῦσιν. ἄλλα οὖν ὀνόματα παρ’ ἄλλοις καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας κατ’ εὐφημισμὸν τὰς Ἐριννύας. | ] |
| epsilon | 3668 | [ | Εὐπρόσωπος· εὐπροσήγορος. Σοφοκλῆς· ἦπου Τελαμὼν δέξαιτ’ ἂν εὐπρόσωπος. | ] |
| epsilon | 3689 | [ | Εὔρινος· εὐόσφρητος. Σοφοκλῆς· κυνὸς εὔρινος βάσις. τουτέστιν ἡ βάδισις. | ] |
| epsilon | 3729 | [ | Εὐρύσακες· ὁ μεγάλην ἔχων ἀσπίδα. Σοφοκλῆς· ἀλλ’ αὐτό μοι σὺ λαβών, ὦ παῖ, ἐπώνυμον Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπταβόειον ἄρρηκτον σάκος. | ] |
| epsilon | 3742 | [ | Εὐσκευοῦμεν· καλῶς παρεσκευάσμεθα, καὶ ἔχομεν πάντα, ὧν δεῖ πρὸς θάνατον. οὕτω μὲν εὐσκευοῦμεν. Σοφοκλῆς. | ] |
| epsilon | 3793 | [ | Εὐφημησμός. Εὐφήμου στόμα φροντίδος, ἡ φωνή. στόμα γὰρ ἡ φωνή. Ὅμηρος· πολέμου στόμα. καὶ Σοφοκλῆς· χαλκοστόμου κώδωνος. ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες. ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὔφημον οὖν τὴν σιωπηλήν· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τίθεται. | ] |
| epsilon | 3850 | [ | Ἔφεδρος· ταυλιστὴς τρίτος, καὶ ἐνεδρεύων. Ἀριστοφάνης Βατράχοις· νυνὶ δ’ ἔμελλε Κλειδημίδης ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθαι. Ἔφεδρός ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἔφεδρον δὲ λέγει ὁ Σοφοκλῆς τὸν Αἴαντα, ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστι μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός. τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. λέγει γάρ, καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος. | ] |
| epsilon | 3869 | [ | Ἐφ’ ἑστίας· ἀντὶ τοῦ κατ’ οἶκον. καὶ Ἐφέστιον, ἀντὶ τοῦ ἐπὶ τὴν οἰκίαν γενόμενον, τουτέστιν ἔποικον. Σοφοκλῆς· εἶτα τόνδ’ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον. | ] |
| epsilon | 3967 | [ | Ἔφριξα· τὰς τρίχας ὠρθώθην, ἐπυκνώθην. Ὅμηρος· ἔφριξε δὲ μάχη. καὶ Σοφοκλῆς· ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμην. ἀντὶ τοῦ ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην. | ] |
| epsilon | 4016 | [ | Ἐχθραντέος· Σοφοκλῆς· ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθραντέος, ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον τοιαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα. δεῖ, φησί, προσέχειν τοῖς ἐχθροῖς, ὡς αὖθις φίλοις ἐσομένοις· καὶ τοῖς φίλοις, ὡς ἐχθροῖς. συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν. | ] |
| epsilon | 4020 | [ | Ἔχθιον· ἐχθρότατον. Σοφοκλῆς· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. | ] |
| zeta | 16 | [ | Ζαμενής· Σοφοκλῆς· ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ. οἷον ὀργίλος καὶ λοίδορος, καὶ βίαιος. | ] |
| zeta | 56 | [ | Ζῆλος· Σοφοκλῆς· ἴδε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ, οἵας λατρείας ἀνθ’ οἵου ζήλου τρέφει. | ] |
| zeta | 61 | [ | Ζηλοῦν· Σοφοκλῆς· καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὅθ’ οὕνεκ’ οὐδὲν τῶνδ’ ἐπαισθάνῃ κακῶν. ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος. τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακόν, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. | ] |
| zeta | 110 | [ | Ζῶ· δοτικῇ. Σοφοκλῆς· οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ. | ] |
| zeta | 131 | [ | Ζῶμα· ἡ ζώνη. Σοφοκλῆς· δὸς αὐτῷ τῆνδ’ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. τὴν ζώνην λέγων, οὐ τὸ ἔνδυμα. | ] |
| zeta | 166 | [ | Ζώσας· ἐναργεστέρας, οὐκ ἀπολλυμένας. Σοφοκλῆς· ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. τουτέστι ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας. ἀντὶ τοῦ οὐ σφάλλεται, ἀλλὰ τοῦ ἀποβησομένου στοχάζεται καλῶς. | ] |
| epsiloniota | 45 | [ | Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. | ] |
| epsiloniota | 46 | [ | Εἴδωλον· ὁμοίωμα εἴδους. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν. τοιαῦτα τοίνυν ἐσορῶν ὑπέρκοπον μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδ’ ὄγκον αἴρῃ μηδέν’ , εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια. τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. | ] |
| epsiloniota | 60 | [ | Εἰκάθειν· ὑποχωρεῖν, ὑπείκειν. Σοφοκλῆς· ἀλλὰ τῷ χρόνῳ στένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν. | ] |
| epsiloniota | 142 | [ | Εἱμαρμένη· γένεσις. ὅτι εἰρηκὼς Σοφοκλῆς περὶ Αἴαντος, εἷρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε Αἴανθ’ ὑπὸ σκηναῖσιν, ἀνατρέπει τὴν εἱμαρμένην. οἱ φιλοσόφοι ἕνα φασὶν εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ ἄλλαις ὀνομασίαις ὀνομάζεσθαι. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὅλων εἰρομένη, ἢ λόγος καθ’ ὃν ὁ κόσμος διεξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσις ἀπαράβατος, δι’ αἰτίαν ἀναπόδραστον· ἢ δύναμις κινητικὴ τῆς ὕλης. οἱ δὲ Χριστὸν θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. | ] |
| epsiloniota | 339 | [ | Εἴτοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴτοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Σοφοκλῆς. | ] |
| eta | 74 | [ | Ἠγρίωσαι· ἀντὶ τοῦ σκληρύνῃ. Σοφοκλῆς· σὺ δ’ ἠγρίωσαι κοὔτε σύμβουλον δέχῃ, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος. | ] |
| eta | 283 | [ | Ἦμαρ· ἡμέρα. τὸ ἦμαρ ψιλοῦται· τὰ γὰρ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οἷον ἡδονή, ἦδος· ἅμα, ἄμυδις· οὕτως ἡμέρα, ἦμαρ. ὁ δὲ Ἡρωδιανός φησιν, ὅτι τὰ εἰς ος οὐδέτερα, εἰ ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦνται· οἷον αἶσχος, εὖχος, εὖρος, ἦθος· οὕτω καὶ ἦμος καὶ ἦμαρ. Σοφοκλῆς· τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; σχόλια· τὶ γὰρ ἡμέρα μία ἔχει, προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλλομένη τοῦ θανεῖν, τέρπειν τὸν ἄνθρωπον. | ] |
| eta | 403 | [ | Ἠνύσατε· ἐφθείρατε. καὶ Ὅμηρος· ἦ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. καὶ Σοφοκλῆς· ἠνύσατε ἐκτοπίαν φλόγα πήματος. ἐκτοπίαν δὲ ἀντὶ τοῦ ξένην καὶ ἀκόλαστον. ἀντὶ τοῦ ἐκτοπίαν γενέσθαι, ὅ ἐστιν ἐκτὸς καὶ ἀπὸ τῶν τόπων τῆς πόλεως. | ] |
| iota | 42 | [ | Ἰάπτων· βλάπτων, ὑβρίζων. Σοφοκλῆς· λόγοις ἰάπτων ἴδε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ. | ] |
| iota | 48 | [ | Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων, τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις, ὅπερ ἐστὶν ἄρηξις· τὰ δὲ θεραπεύεται παντελῶς, ὅπερ ἐστὶν ἴασις. φησὶν οὖν Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασις οὐκ ἔνεστιν ἰδεῖν; τουτέστι κατ’ οὐδένα τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτιον. | ] |
| iota | 74 | [ | Ἰάψαι· ἐπιβαλεῖν. καὶ Ἰάψῃς, ἐπιβάλῃς ἢ συλλάβοις ἡμῖν. ὀρχήματος αὐγὴν τοῦδ’ ἂν ξυνὼν ἰάψῃς. Σοφοκλῆς. | ] |
| iota | 131 | [ | Ἴδριας· ἐμπείρους. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἄν. καὶ ἐν Ἐπιγράμμασι Ἰδρίτης· ἰδρίτα καὶ γαίης, ἰδρίτα καὶ πελάγευς. Σοφοκλῆς· εἰ γὰρ πέφυκα τῶνδε τῶν λόγων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. τουτέστι ζηλῶ σε. | ] |
| iota | 215 | [ | Ἱείς· ἀφιείς, τοξεύων. Σοφοκλῆς· ἀπὸ κοινοῦ τὸ τίς. κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι· κατ’ εὐτελοῦς δὲ ἱείς τις οὐκ ἂν πείθοι τὸν ἀκούοντα, πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει. τροπικῶς ἀπὸ τοξευόντων κατὰ μεγάλου σώματος, οἳ οὐχ ἁμαρτάνουσι. πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον. | ] |
| iota | 223 | [ | Ἰηΐων· τῶν μετ’ εὐχῆς γινομένων· ἢ τῶν λοιμικῶν· Ἰήϊος γὰρ Ἀπόλλων, εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος. αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς. οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν. Σοφοκλῆς· οὐδὲ ἰηΐων καμάτων ἀνέχουσι γυναῖκες. τουτέστιν οὐ περιγίνονται τῶν πόνων. | ] |
| iota | 451 | [ | Ἰοφῶν, Ἀθηναῖος, τραγικός, υἱὸς Σοφοκλέους τοῦ τραγικοῦ γνήσιος ἀπὸ Νικοστράτης· γέγονε δὲ αὐτῷ καὶ νόθος υἱὸς Ἀρίστων ἀπὸ Θεοδωρίδος Σικυωνίας. δράματα δὲ Ἰοφῶν ἐδίδαξε νʹ· ὧν ἐστιν Ἀχιλλεύς, Τήλεφος, Ἀκταίων, Ἰλίου πέρσις, Δεξαμενός, Βάκχαι, Πενθεύς, καὶ ἄλλα τινὰ μετὰ τοῦ πατρὸς Σοφοκλέους. | ] |
| iota | 571 | [ | Ἱππομανῆ· μεγάλως μαινόμενον· ἢ τὸν ἐπὶ ἵππους μαινόμενον καὶ ἱππικόν· ἢ πρὸς τὸν λειμῶνα ἐκληπτέον. τὸ δὲ ἵππος ἐπὶ τοῦ μεγάλου τάσσεται· ὡς ἱπποσέλινον καὶ ἱππογνώμων, ὁ μεγαλογνώμων. εἰ δὲ ἐπὶ τοῦ λειμῶνος, τὸν ἄγαν ἀνθοῦντα καὶ ἐνυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος. ἢ ὁ εὐανθής, ἐφ’ ᾧ οἱ ἵπποι μαίνονται. Σοφοκλῆς· σὲ τὸν ἱππομανῆ λειμῶν’ ἐπιβάντα. | ] |
| iota | 705 | [ | Ἴστωρ, ὑπερίστωρ, πανσύρτῳ, παμμήνῳ πολλῶν δεινῶν στυγνῶν τ’ ἀχέων· Σοφοκλῆς. κἀ γὼ τοῦδ’ ἴστωρ, ἀντὶ τοῦ κἀ γὼ τούτου ἐπιστήμων εἰμί, ὅτι ταλαίπωρός εἰμι· οἶδα, ὅτι δειλαία εἰμί, αὐτῷ τούτῳ τῷ πανσύρτῳ τῶν πολλῶν ἀχέων, τουτέστι τῷ πάντα σύροντι τὰ κακά. ἢ πανσύρτῳ, τῷ μετὰ πάσης ὁρμῆς τῶν κακῶν ὡρμημένῳ. παμμήνῳ δὲ τῷ πολυχρονίῳ καὶ διηνεκεῖ. δειλαία οὖν εἰμι, ὅτι πάντα τὰ ἄχη εἰς ἡμᾶς συνεσύρη καὶ διηνεκῆ παρέμεινεν. | ] |
| iota | 737 | [ | Ἴτε· δεῦτε, ἢ ἀπέλθετε. Σοφοκλῆς· ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες. | ] |
| theta | 184 | [ | Θεοσέπτου· βροντῆς θεοσέπτου, ὑπὸ θεῶν καταπεμφθείσης, θείας τινὸς καὶ τετιμημένης. βροντῆς μυκησαμένης θεοσέπτου. Ἀριστοφάνης Νεφέλαις. Σοφοκλῆς δὲ λέγει· ἥκοι γὰρ ἂν θεία νόσος. τουτέστιν ἡ ἐκ θεοῦ κατασκήψασα εἴς τινα. περὶ τῆς μανίας Αἴαντος. | ] |
| theta | 192 | [ | Θεοῖς τέθνηκεν οὗτος οὐ κείνοισι· θεῶν βουλομένων. οἱ γὰρ Ἕλληνες τὴν τοιαύτην αὐτῷ αἰτίαν παρέσχον. Σοφοκλῆς περὶ Αἴαντος. | ] |
| theta | 225 | [ | Θεωροί· οἱ εἰς θυσίαν πεμπόμενοι καὶ εἰς τὰς ἑορτάς. καὶ Θεωρὶς ναῦς, δι' ἧς πεμπόμενοι ἐπὶ τὰς θυσίας τὰς ἀποδήμους ὑπὲρ τῆς πατρίδος, ἢ καὶ ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας καὶ ἄλλας πανηγύρεις οἱ θεωροὶ ἐστέλλοντο, καὶ εἰς χρηστήρια. Σοφοκλῆς· θεωρὸς ὡς ἔφασκεν ἐκδημῶν. Θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταί, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τοῦ θείου φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα. | ] |
| theta | 246 | [ | Θερμόν· παράδοξον. Ἀριστοφάνης Πλούτῳ· ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν, ἀνθρωπαρίω κακοδαίμονε. καὶ Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν, ὅστις κεναῖς ἐλπίσι θερμαίνεται. | ] |
| theta | 324 | [ | Θηγάνη· ἡ ἀκόνη. σιδηροβρῶτι θηγάνῃ νεηκονής. Σοφοκλῆς. | ] |
| theta | 395 | [ | Θοάζετε· κατὰ διάλυσιν, ἀντὶ τοῦ θάσσετε. ἢ θοῶς προκάθησθε. Σοφοκλῆς· τίνας ποθ ' ἕδρας τάσδε μοι θοάζετε; | ] |
| theta | 448 | [ | Θωΰσσοντες· ὑλακτοῦντες. Ὅμηρος· βαρύβρωμα θωΰσσοντες. καὶ Θωϋκτὴρ κύων, ὁ ὑλακτικός. καὶ Θώϋξεν, ἀνεβόησε. Σοφοκλῆς· καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, παίσας κάρα θώϋξεν. καὶ θώϋξεν, ἐκάλεσεν, ἐβόησεν. | ] |
| theta | 480 | [ | Θρηνεῖν ἐπῳδάς· ἐπιφωνεῖν καὶ ἐπᾴδειν. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι. τουτέστιν οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. καὶ ἐν Ποιμέσι· λόγῳ γὰρ οὐδὲν ἕλκος οἶδά που χανόν. | ] |
| theta | 533 | [ | Θύελλα· συστροφὴ ἀνέμου. καὶ πνεῦμα κατελθὸν ἐς τὸ πεδίον πολὺ θύελλάν τε καὶ στροβίλους ἤγειρεν, ὥστε τὸ καθεστηκὸς νυκτὸς διαφέρειν οὐδέν. καὶ αὖθις Σοφοκλῆς· οὔτε ποντία θύελλα κινηθεῖσα τῷ τότε χρόνῳ. | ] |
| kappa | 11 | [ | Καγχάζει· ἀθρόως γελᾷ. Εὐνάπιος· οἱ δὲ Οὖννοι πλατὺ καγχάσαντες ᾤχοντο. καὶ Σοφοκλῆς· πάντων καγχαζόντων γλώσσαις. τουτέστι βλασφημούντων. ὁ δὲ κατὰ θυμὸν ἐνεκάγχασεν, ἠγανάκτει δὲ πρὸς τὸν ἀέρα καὶ συνεχῶς ἐβρυχᾶτο. καὶ Καγχασμός, ὁ ἔκχυτος γέλως. | ] |
| kappa | 48 | [ | Καθελών· Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀποκτείνας. καὶ Στησίχορος δὲ καὶ Σοφοκλῆς οὕτως ἐχρήσαντο τῷ ὀνόματι. | ] |
| kappa | 141 | [ | Κακανδρία· δειλία. Σοφοκλῆς· τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ σέ, φίλτατ’ Αἶαν. Τεῦκρός φησι περὶ Αἴαντος τελευτῆς. | ] |
| kappa | 318 | [ | Κανοῦν· κανίσκιον. παρὰ τὴν τῶν Διονυσίων ἑορτὴν Ἀθήνησιν αἱ εὐγενίδες γυναῖκες ἐκανηφόρουν. ἦν δὲ ἐκ χρυσοῦ πεποιημένα τὰ κανᾶ, ἐφ’ ὧν τὰς ἀπαρχὰς πάντων ἐτίθεσαν. κανοῦν δὲ ἀπὸ τοῦ κνεῖν. ἐν τῷ κανῷ γὰρ ἐκρύπτετο ἡ μάχαιρα καὶ ταῖς σολαῖς καὶ τοῖς στέμμασιν. κανοῦν δ’ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντες τόπον ἀπράγμονα· Σοφοκλῆς. τὰ πρὸς θυσίαν κομίζουσιν, ἵνα οἰκήσαντες ἐπὶ τῇ ἱδρύσει θύσωσι. χύτραις γὰρ ἵδρυον. οἱ δέ φασιν, ὅτι ἀμυντήρια τῶν ὀρνέων ἐβάσταζον· ἀντὶ ὅπλου μὲν κανοῦν, ἀντὶ δὲ περικεφαλαίας χύτραν, ἵνα μὴ ἐφιπτάμενα τὰ ὄρνεα τύπτῃ αὐτούς. τὰς δὲ μυρρίνας, πρὸς τὸ ἀποσοβεῖν. | ] |
| kappa | 337 | [ | Κάπηλος· ἓν ἀνθ’ ἑνός τινες οἴονται εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ. πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος ἐς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός. πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἐγγίνεται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπώλης καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλεγον. ἔστι δὲ καὶ παρὰ Σώφρονι ἐν ταῖς Ἀκεστρίαις. ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καπηλεῖα καλεῖ· κάπηλα προφέρων τεχνήματα. | ] |
| kappa | 425 | [ | Κάρτα· ἐκ τῶν Σοφοκλέους. Αἴας φησὶ πρὸς τὸ ἴδιον τέκνον· τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακόν, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθοις. | ] |
| kappa | 758 | [ | Καταρτύσων· παρασκευάσων, εὐτρεπίσων. Σοφοκλῆς· ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν; καὶ Ὅμηρος· Κλυταιμνήστρα δόλον ἤρτυεν. | ] |
| kappa | 781 | [ | Κατασπείρας· ἀρχὴν κακῶν παρασχών. τὸ γὰρ σπείρας ἐπὶ πλήθους κακῶν τακτέον. ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. Σοφοκλῆς. | ] |
| kappa | 789 | [ | Καταστάτης. Σοφοκλῆς· ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων. ἀντὶ τοῦ εὐτρεπιστήν. | ] |
| kappa | 894 | [ | Καταινέσαντος· συγκαταθεμένου. τοῦ δὲ καταινέσαντος τὸ νῦν εἶναι κατίασιν ὑπόσπονδοι. καὶ Πολύβιος· ὀλίγοι δέ τινες ἦσαν οἱ καταινέσαντες, οἱ δὲ πλείονες ἀντέπιπτον. λέγεται δὲ Καταινοῦντες ἀντὶ τοῦ συγκατατιθέμενοι. καὶ Σοφοκλῆς· καὶ καταίνεσον, μήποτε προδώσειν τάσδ’ ἑκών. | ] |
| kappa | 1015 | [ | Κατεύχεσθαι· τὸ καταρᾶσθαι. οὕτως Πλάτων. καὶ Σοφοκλῆς· κατεύχομαι δὲ τὸν δεδρακότα τάδε. ἀντὶ τοῦ καταρῶμαι. καὶ Αἰλιανός· αἱ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λακωνικῷ αἵματι ἐπικλυσθῆναι ἑαυτὰς ἀπέσφαξαν. Κατεύχομαι δὲ τὸ ὑπερεύχομαι γενικῇ. | ] |
| kappa | 1052 | [ | Κατηναρισμένας· ἐπὶ τῆς λείας ἐχρήσατο Σοφοκλῆς. καὶ ἔστιν ἄκυρον· τὸ γὰρ σκυλεύειν ἐναρίζειν· ὅτι τὰ ἔναρα σκῦλα, παρὰ τὸ ἀρηρέναι, καὶ ἐντὸς αὐτῶν εἶναι ἡμᾶς. καὶ τὸ παρ’ Ὁμήρῳ τοιοῦτον· ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν. πῶς γὰρ οἷόν τε ἐστὶ σκυλεύειν τοὺς λέοντας, εἰ μὴ εἴη καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τὸ σκυλεύειν; Καλλίμαχος ἐπὶ τῆς λεοντείου δορᾶς· τὸ δὲ σκύλος ἀνδρὶ καλύπτρη γινόμενον νιφετοῦ καὶ βελέων ἔρυμα. | ] |
| kappa | 1125 | [ | Κάτοισθα· γινώσκεις, ἐπίστασαι. Σοφοκλῆς· κάτοισθ’ , ἐγὼ θεοῖς οὐδὲν ἀρκεῖν εἴμ’ ὀφειλέτης ἔτι; τουτέστιν οὐκ ἐν τούτῳ εἰμί, ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. οὐκέτι τοῖς θεοῖς ὀφείλω ἐγὼ ἐπαρκεῖν· ἀντὶ τοῦ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν. | ] |
| kappa | 1186 | [ | Καίρια· τὰ συμφέροντα. τίνι γάρ ποτ’ , ὦ φιλία γενέθλα, πρόσφορον ἀκούσαιμ’ ἔπος; τίνι φρονοῦντι καίρια; ἀντὶ τοῦ παρὰ τίνος ἀκούσαιμι τὰ συμφέροντα; οὕτως Σοφοκλῆς. | ] |
| kappa | 1187 | [ | Καίριον· εὔκαιρον. καὶ Καιρὸς λέγεται ὁ ἐκ τοῦ πλήθους τῶν ἀδικημάτων συναγόμενος ἀριθμὸς παρὰ θεοῦ, καὶ προκαλούμενος ἕως καιροῦ. Σοφοκλῆς· ἢ δρᾶν ἀμείνων εὑρέθη τὰ καίρια; καὶ αὖθις· καιρὸν δ’ ἐφήκεις. ἀντὶ τοῦ ἐπικαίρως ἥκεις. ἐπελθεῖν εὔστοχος, ἀναχωρῆσαι καίριος, ἐνεδρεῦσαι τεχνίτης, μάχης ἐργάτης. | ] |
| kappa | 1322 | [ | Κενόν· ἀνθρώπων ἔρημον. Σοφοκλῆς πρὸς Οἰδίπουν· ἀλλ’ εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσι κάλλιον ἢ κενὸν κρατεῖν. ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. | ] |
| kappa | 1757 | [ | Κλεισθένης· Σοφοκλῆς· καὶ πῶς ἂν ἔτι γένοιτ’ εὔτακτος πόλις, ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν ἕστηκ’ ἔχων, Κλεισθένης δὲ κερκίδα; ὡς γυναικώδης γὰρ διεβέβλητο Κλεισθένης. | ] |
| kappa | 1788 | [ | Κληροῦχον· μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν. Σοφοκλῆς· αἴδεσαι δὲ μητέρα πολλῶν ἐτῶν κληροῦχον. καὶ Ἀππιανός· Βολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ καταπλαγέντες ἐστράτευον ἐπὶ Ῥωμαίους καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους. | ] |
| kappa | 1841 | [ | Κλύει· ἀκούει. καί πως ὁ κλύων τοῦ λέγοντος χαίρει μᾶλλον, τοῖς σοῖς ἄχεσι καθυβρίζων. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις. καὶ Σοφοκλῆς· ἦπου τάλαινα τήνδ’ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. | ] |
| kappa | 2175 | [ | Κ’ οὐδείς με γ’ ἂν πείσῃ τὸ οὐκ ἐλθεῖν ἐπ’ ἐκείνου. Σοφοκλέους ἡ διαίρεσις. | ] |
| kappa | 2220 | [ | Κωδωνοφορεῖται· ἀντὶ τοῦ δοκιμάζεται ἡ τῶν φυλάκων φρουρά. Κώδων καλεῖται καὶ τὸ πλατὺ τῆς σάλπιγγος. Σοφοκλῆς· χαλκοστόμου κώδωνος. πολλὰ δέ εἰσιν εἴδη σαλπίγγων· Λιβυστικαί, Αἰγύπτιαι, Τυρσηνικαί. πρῶτος Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. διὰ τοῦτο φησὶ Τυρρηνικῆς. | ] |
| kappa | 2543 | [ | Κοίλου κρατῆρος· τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς· ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται. Σοφοκλῆς· κοίλου πέλας κρατῆρος. | ] |
| kappa | 2547 | [ | Κοιμίσαι· ἐπὶ θανάτου Σοφοκλῆς· Πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι. καὶ Ὅμηρος· κοιμήσατο χάλκεον ὕπνον. | ] |
| kappa | 2774 | [ | Κῦρος· ἐπιτυχία. Σοφοκλῆς· πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. ἐπιτευκτικὴ καὶ κυρία. | ] |
| kappa | 2783 | [ | Κυροῖ· κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε. τὸ κυρῶ περισπωμένως ἡ συνήθεια καὶ Ἀττικοί. ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ, κύροι λέγοντες, ἀντὶ τοῦ κυροίη. κεῖται δὲ καὶ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ παρὰ Σοφοκλεῖ. | ] |
| lambda | 47 | [ | Λάκαινα κύων· Σοφοκλῆς· κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. | ] |
| lambda | 146 | [ | Λατρεία· δουλεία ἐπὶ μισθῷ. Σοφοκλῆς Αἴας· λατρείας ἀνθ’ ὅσου ζήλου τρέφει. | ] |
| lambda | 234 | [ | Λεκτός· ἐπίλεκτος. οἱ δέ τ’ ἠϊθέων λεκτοί. Σοφοκλῆς. | ] |
| lambda | 325 | [ | Λευκὴ στάθμη· ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων· ἢ ἐπὶ τῶν μηδὲν συνιέντων. Σοφοκλῆς Κιδαλίωνι· τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη. ἐν λευκῷ γὰρ λευκὴ στάθμη οὐδὲν δύναται δεικνύναι. στάθμη δέ ἐστι σπάρτος τεκτονική. | ] |
| lambda | 356 | [ | Λείας· πραίδας ἀπὸ πολεμίων. καὶ Λείας, τὰ ποίμνια, τὰ βοσκήματα, παρὰ Σοφοκλεῖ· ἔνθεν καὶ λῃστὴς κατὰ τὸ κύριον. Ὅμηρος· ληΐδα δ’ ἐκ πεδίου συνηλάσαμεν ἤλιθα πολλήν. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας. καὶ αὖθις· πολλὰ μὲν λάφυρα, πολλὴν δὲ λείαν περιεβάλλοντο. καὶ Ληΐζω, τὸ πραιδεύω. καὶ ἀλλαχοῦ Ὅμηρος· ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα. καὶ αὖθις· Σκυθῶν ἐπιδραμόντων τὴν Ῥωμαίων χώραν καὶ πολλὴν λείαν παρασυράντων, ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὀργισθεὶς καὶ βοήσας μειζόνως ἐρράγη τὰ τῆς φωνῆς αἴτια καὶ ἐτελεύτησε. | ] |
| lambda | 420 | [ | Λήθωσι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ σπαρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου Σοφοκλέους. καὶ ζήτει ἐν τῷ διέξοδοι. | ] |
| lambda | 437 | [ | Ληκυθιστής· ὁ μικρόφωνος. οὕτως Σοφοκλῆς. καὶ Ληκυθισμός. περιενεγκεῖν εὐστρόφως καὶ κεκλασμένως τὸν ληκυθισμὸν τῶν αἰσχρῶν καὶ γελοίων ᾀσμάτων. τουτέστι τὴν εὐφωνίαν. | ] |
| lambda | 476 | [ | Λῆστις· ἡ λήθη. Σοφοκλῆς· καὶ τὰ λοίσθ’ αὐτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ ἢ λῆστιν ἔχεις ἢ δι’ οὐδενὸς ποιῇ. ἢ τοῦ ζῆν ἐπιλέλησαι, ἢ οὐ φροντίζεις. Οἰδίπους. ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. τουτέστι διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει. προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ’ ἐμοῦ, ὅταν ἀποθάνω, ζῶντα με γηροβοσκήσεις. | ] |
| lambda | 545 | [ | Λιμήν· Σοφοκλῆς· τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστος ἔσθ’ ἑταιρείας λιμήν. ἵν’ ᾖ τῆς ἑταιρείας φιλία. | ] |
| lambda | 582 | [ | Λιπαρεῖ χειρί· ἀντὶ τοῦ λιπαρῶς, καὶ συνεχῶς. καὶ Λιπαρεῖ, πλουσίᾳ ἀφθόνῳ. Σοφοκλῆς· Ἄπολλον, ἥ σε πολλὰ δὴ ἀφ’ ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί. νῦν δ’, ὦ Λύκει’ Ἄπολλον, ἐξ οἵων ἔχω, αἰτῶ, προπιτνῶ, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποις τἀπιτίμια. | ] |
| lambda | 839 | [ | Λυμεών· ὁ φθορεύς. Σοφοκλῆς· καὶ τἀμὰ τεύχη μήτ’ ἀγωνάρχαι τινες θήσουσ’ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός. Αἴας φησί. | ] |
| lambda | 853 | [ | Λυσανίας πατρῴων μεγάλων κακῶν· ὁ λύων τοῦ πατρὸς τὰς ἀνίας. ὠνοματοπεποίηται ἡ λέξις. Σοφοκλῆς· Ζεὺς νόστον ἄγοι τὸν νικομάχαν καὶ παυσανίαν καὶ Ἀτρείδαν. | ] |
| mu | 25 | [ | Μάγος· μάγους ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας ἑαυτοῖς. ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακοὺς μάγους ἔλεγον. Σοφοκλῆς· ὑφεὶς μάγον τοιόνδε μηχανορράφον. | ] |
| mu | 73 | [ | Μακραίωνας· μακροβίους. Σοφοκλῆς· οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. ἀντὶ τοῦ οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. | ] |
| mu | 74 | [ | Μακραίωνι σχολῇ· πολυχρονίῳ, βραδεῖ ἀγῶνι. Σοφοκλῆς. | ] |
| mu | 236 | [ | Μαρτύρομαι· μάρτυρας καλῶ. Σοφοκλῆς· μαρτύρομαι τούσδ’ , οὐ σέ· πρὸς δὲ τοὺς φίλους οἷ’ ἀνταμείβῃ ῥήματ’ , ἤν σε ἕλω ποτέ. Κρέων φησὶ πρὸς Οἰδίπουν. καὶ Αἰλιανός· ἀλλὰ τοσοῦτον μαρτυρόμεθ’ , ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν. μαρτύρομαί σοι χελιδόνα. ἴσον τῷ ἀποδείκνυμι. ἄκουσον λαός μου, καὶ λαλήσω σοι Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. διὰ τοῦ ο μικροῦ. οἱ δὲ διὰ τοῦ ω μεγάλου. | ] |
| mu | 274 | [ | Μασχαλισθῆναι· εἰώθασι τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη, ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ. ἢ ὅτι ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτά, ἵνα, φησίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα. καὶ Ἀπολλώνιος· ἐξάργματα τέμνες θανόντος. περὶ τοῦ Ἰάσονος. ἢ ὅτι οἱ δρῶντες ἐμφύλιον πόλεμον ἠκρωτηρίαζον τοὺς ἀναιρεθέντας, ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι, καὶ περιῆπτον ἑαυτοῖς, τὰ ἄκρα συνείροντες, διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι, διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι δεινὸν παρ’ ἐκείνων. ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα· ὃ μασχαλισθῆναι ἔλεγον. Σοφοκλῆς· σκέψαι γάρ, εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ’ ὁὐν τάφοισι δέξασθαι νέκυς, ὑφ’ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενὴς ἐμασχαλίσθη, κἀπὶ λουτροῖσι κάρα κηλῖδας ἐξέμαξε. περὶ τοῦ Ἀγαμέμνονος. | ] |
| mu | 275 | [ | Μασχαλίσματα· Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖσθαι τὴν λέξιν, ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες, καὶ μασχαλίσματα προσηγόρευσαν. σημαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. | ] |
| mu | 327 | [ | Μαιμόωσα καὶ Μαιμῶσα· ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα, ἡ τοῦ αἵματος γευστικῶς ἔχουσα, τοῦ μ πλεονάζοντος. καὶ Σοφοκλῆς ἐπὶ τοῦ διψῶσαν· καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; καὶ αὖθις· δεινὸν μαιμώσαις ἐγκονέουσα κυσί. | ] |
| mu | 415 | [ | Μεθέσθαι· καταλιπεῖν. Σοφοκλῆς· καὶ δὸς ἀνδράσιν φίλοις γνώμησι φατῆσαι, τάσδε φροντίδας μεθέσθαι. | ] |
| mu | 496 | [ | Μέλητος, Λάρου, Ἀθηναῖος, ῥήτωρ. οὗτος ἐγράψατο Σωκράτην μετὰ Ἀνύτου. πεποίηνται δὲ αὐτῷ καὶ τραγῳδίαι. κατελιθώθη δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδʹ. | ] |
| mu | 507 | [ | Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | ] |
| mu | 538 | [ | Μέλλω· ἐπὶ τοῦ βραδύνω. καὶ ἐπὶ τοῦ ἐσομένου χρόνου παρὰ Θουκυδίδῃ. καὶ Σοφοκλῆς· μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθειρα. καὶ Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω, πλὴν ὅταν μέλλω’ ξεμεῖν. τουτέστιν εἰ ὅλως λέγεις, τότε εἰπέ, ὅτε μέλλω ἐξεμεῖν· ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγεις· ἢ οὕτως· τότε, φησί, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι, ἐὰν εἴπῃς. | ] |
| mu | 820 | [ | Μέτοικοι· μέρος ἐστὶ τῶν πολιτῶν οἱ μέτοικοι εὐτελές, ὡς τὰ ἄχυρα τῶν κριθῶν. Ἀριστοφάνης· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Μέτοικοι δὲ οἱ ἀφ’ ἑτέρας πόλεως μεταστάντες καὶ εἰς ἑτέραν οἰκοῦντες. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, ᾤου δυνατὸς εἶναι λέγειν. παρὰ Σοφοκλεῖ δὲ μέτοικος ἀντὶ τοῦ ἔνοικος· εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι. ἀντὶ τοῦ ἔνοικος. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικος, ὡς ἡμεῖς φαμεν, εἴρηται. μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν. τοῦτο δὲ σημαίνει ἔνοικον. Αἰσχύλος τοὺς οἰωνοὺς τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκους. καὶ αὖθις· Ζωβίαν ὑποδεξαμένην Ἀριστογείτονα φυγόντα καὶ ἀξιοῦσαν εὖ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακε. καὶ αὖθις· τοῦτον δὲ ἐπίπρασκον, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. | ] |
| mu | 944 | [ | Μὴ μή μ’, ἄναξ· τὸ πλῆρες, μὴ μή μοι. Σοφοκλῆς· μὴ μή μ’, ἄναξ, κακὰν φάτιν ἄρῃ. | ] |
| mu | 967 | [ | Μὴ οὐχί· Σοφοκλῆς· κόμπος πάρεστι, κοὐκ ἀπαρνοῦμαι τὸ μή. τὸ μὴ οὐχὶ βάψαι τὸ ξίφος ἐν τῷ στρατῷ. | ] |
| mu | 1019 | [ | Μηχανορράφος· ἐπινοητὴς κακῶν, κατασκευαστής. τὰ φαῦλα μηχανώμενος. ὑφεὶς μάγον τοιόνδε μηχανορράφον. Σοφοκλῆς φησι. καὶ αὖθις· ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ φάσκοιμ’ ἂν ἀνθρώποισι μηχανᾶν θεούς. | ] |
| mu | 1102 | [ | Μινύρεται· ᾄδει. κλαίει, θρηνεῖ, εὐφώνως λέγει. Σοφοκλῆς· ἔνθα λίγεια μινύρεται θαμίζουσα μάλιστ’ ἀηδὼν χλωραῖς ὑπὸ βήσσαις. | ] |
| mu | 1153 | [ | Μνείαν· τὴν μνήμην. Σοφοκλῆς. | ] |
| mu | 1225 | [ | Μονόζωνοι· ἔφοδοι βάρβαροι· ἢ ἀπελάται μάχιμοι. Σοφοκλῆς· εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς τοῦτ’ ἐστὶν ἤδη τοὖργον εἰς ἐμὲ ῥέπον. | ] |
| mu | 1293 | [ | Μοῦσαι καλαὶ κ’ Ἄπολλον, οἷς ἐγὼ σπένδω· σύνταξις κατ’ ἐπικράτειαν τοῦ ἄρρενος, ὥσπερ καὶ παρὰ Σοφοκλεῖ· λύγδην ἔκλαιον πάντες. δύο θηλειῶν οὐσῶν καὶ ἑνὸς ἄρρενος, Οἰδίποδος καὶ τῶν δύο ἀδελφῶν. αἱ Μοῦσαι δὲ πτερῷ Σειρήνων ἐστεφανοῦντο. | ] |
| nu | 172 | [ | Νέμος ἐπάκτιον· τὸ ἄλσος, τὸ ὄρος τὸ παράλιον. Σοφοκλῆς· πάραλά τ’ ἄντρα, νέμος ἐπάκτιον. οἱ δὲ ἀγχοῦ τῆς χηλῆς τοῦ ὄρους ηὐλίζοντο, ὡς τὴν ὕλην καὶ τὸ ἐκ ταύτης νέμος πρόβλημα εἶναι. | ] |
| nu | 201 | [ | Νεορράντῳ· νεαρῷ ἀπὸ τοῦ αἵματος. Σοφοκλῆς· καὶ μοί τις αὐτὸν σὺν νεορράντῳ ξίφει πηδῶντα ἰδὼν ἐδήλωσε. | ] |
| nu | 221 | [ | Νεοχάρακτα· νεωστὶ κεχαραγμένα. Σοφοκλῆς· ἴχνη τὰ κείνου νεοχάρακτα. ὁπόταν γὰρ νεωστὶ αἱ ἀποχαράξεις τῶν ζῴων γένωνται, μᾶλλον ἐπακολουθοῦσιν οἱ κυνηγέται, πρὶν ὑπὸ ἀνέμου ἀφανισθῇ ἡ ὀδμή. | ] |
| nu | 233 | [ | Νεωρῆ· νεωστὶ ἠρτημένον· ἢ ἐκ νέου τινὸς καὶ ὥραν ἔχοντος νέαν. ὁρῶ νεωρῆ βόστρυχον τετμημένον. καὶ Σοφοκλῆς· φόβον νεωρῆ τῆς ἐμῆς ἐπεισόδου. | ] |
| nu | 256 | [ | Νέσσος· ὁ Κένταυρος, περὶ οὗ φησι Σοφοκλῆς. Δηϊάνειρά φησιν· οὕτως ἔχει γ’ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ’ οὐ προσωμίλησά τω. ἀλλ’ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ’ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶναι μὴ πειρωμένη. | ] |
| nu | 271 | [ | Νευροσπαδὴς ἄτρακτος· παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ. ὃν ἀφίησί τις τῇ νευρᾷ ἐπισπώμενος αὐτόν. | ] |
| nu | 330 | [ | Νηρηΐδες· νύμφαι. νʹ τὸν ἀριθμόν εἰσι. Σοφοκλῆς· τῶν ἑκατομπόδων Νηρηΐδων ἀκόλουθοι. | ] |
| nu | 356 | [ | Νηφάλιος θυσία παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ· ὥς φησι Πολέμων. καὶ ξύλα δὲ νηφάλια, τὰ μὴ ἀμπέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν θύμων. καὶ πρώτη ἐστιν αὕτη ὕλη πρὸς τὰς ἐμπύρους θυσίας, παρ’ ὃ καὶ τοὔ νομα λαβεῖν τὸν θύμον, ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς. εἰσὶ δέ τινες τοπαράπαν ἄσπονδοι θυσίαι, κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. Σοφοκλῆς· οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῶν ἀντέκυρσ’ ὁδοιπορῶν, νήφων ἀοίνοις. πρὸς τὰς Εὐμενίδας λέγων. αἳ ἄοινοι λέγονται, ὡς ἀεὶ νήφουσαι καὶ μὴ μέθην παρέχουσαι. τοῦτο δὲ διὰ τὸ τῆς θείας δίκης ἄϋπνον. | ] |
| nu | 413 | [ | Νίν· αὐτάς. Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ὢν εἴποι λεώς νιν. Σοφοκλῆς· σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποιεῖς τοὖργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται. καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω τίνας λόγους ἐροῦσι. | ] |
| nu | 480 | [ | Νόμος· θεσμός, συνήθεια. Νόμος παρὰ Σοφοκλεῖ ἡ φύσις τοῦ γεγεννηκότος καὶ τὸ ἔθος. Νόμος καὶ ἡ ἱστορία. ὁ Ἀπόστολος· ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε. ὅτι τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σωτηρίᾳ τῶν χρωμένων. | ] |
| nu | 539 | [ | Νῶιν· ἡμῖν. Ἀριστοφάνης· μείζω μὲν οὐδέν, προσφορωτέραν δέ. ἔφασκε νῶιν φράσειν τὸν Τηρέα. κράτιστον οὖν νῶιν ἀποθανεῖν ἀνδρικώτατα. βέλτιον ἡμῖν αἷμα ταύρειον πιεῖν· ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. περὶ Θεμιστοκλέους οὖν Σοφοκλῆς φησιν· ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν. | ] |
| nu | 550 | [ | Νωμῶν· κρίνων, ἐξετάζων. ὦ πάντα νωμῶν Τειρεσία. Σοφοκλῆς· ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ. | ] |
| xi | 14 | [ | Ξανῶ· κοπιάσω. Σοφοκλῆς Ποιμέσιν· Ἕκτωρ τοῖς Ἀχαιοῖς βουλόμενος μάχεσθαι φησίν· ἡδὺ ξανῆσαι καὶ προγυμνάσαι χέρα. | ] |
| xi | 113 | [ | Ξυναλλαγή· ἀμοιβή, παραμυθία, συνάντησις. λήγει δ’ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. Σοφοκλῆς. ἢ ξυναλλαγή, ἡ ὁμιλία. | ] |
| xi | 131 | [ | Ξυνέρξετε· ἀποκλείσατε. Σοφοκλῆς· οὐ ξυνέρξεθ’ ὡς τάχος. | ] |
| xi | 144 | [ | Ξυνθήματα· ὑπομνήματα. Σοφοκλῆς· οὗ τὰ Θησέως Πειρίθου τε κεῖται πιστὰ ξυνθήματα, ἃ ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς ᾅδου καταβάσεως. καὶ αὖθις· ὥσπερ ἀπὸ ξυνθήματος αὐτοκράτορα τοῦτον ἐπευφήμησεν ὁ στρατός. οὐκ ἀφ’ ἑνὸς ξυνθήματος, ἀλλὰ διεσπασμένως καὶ οὐκ εἰς ἓν ξυμβαίνουσαν τὴν βοήν. | ] |
| xi | 148 | [ | Ξυνουσίᾳ· τῷ ἔργῳ, τῇ πείρᾳ. ταῦτ’ ἐστίν, ὦ ξέν’ , οὐ λόγοις τιμώμενα, ἀλλὰ τῇ ξυνουσίᾳ πλέω. Σοφοκλῆς. | ] |
| omicron | 21 | [ | Ὄγκος· τὸ βάρος. Σοφοκλῆς· μικρὸς προσήκεις ὄγκος ἐν μικρῷ κύτει. περὶ τῶν Ὀρέστου λειψάνων. καὶ ἐν Τραχινίαις· ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον; καὶ Εὔογκον, τὸ εὐβάστακτον. | ] |
| omicron | 26 | [ | Ὄγμος· ἡ κατὰ στίχον ἔφοδος τῶν θεριστῶν. καὶ ὄγμοι σταχύων. καὶ Σοφοκλῆς· φορβῆς χρείᾳ στίβον ὀγμεύει τόνδε πέλας που. καὶ Ἐπόγμιος Δημήτηρ, ἡ ἔφορος τοῦ θέρους. ἐν Ἐπιγράμμασι· τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον. | ] |
| omicron | 46 | [ | Ὀδός· οὐδός. Σοφοκλῆς· ἐπεὶ δ’ ἀφῖκτο τὸν καταφράκτην ὀδόν, ( τουτέστι τὴν φλιάν) , χαλκοῖσι γῆθεν ἐρριζωμένον. περὶ τοῦ ᾅδου φησί. | ] |
| omicron | 116 | [ | Ὀκνῶ· φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππικῶν [+] αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. | ] |
| omicron | 117 | [ | Ὀκνῶν· ἀναδυόμενος. Σοφοκλῆς· φιλεῖ γὰρ ὀκνεῖν πᾶς ἀνὴρ πράσσων μέγα. | ] |
| omicron | 132 | [ | Ὀλβίζειν· μακαρίζειν, εὐδαίμονα ἡγεῖσθαι. Σοφοκλῆς· μηδέν’ ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάσῃ, μηδὲν ἀλγεινὸν παθών. | ] |
| omicron | 138 | [ | Ὀλέθριον· μέχρι θανάτου. Σοφοκλῆς· ὀλέθριον αἰκίζει. | ] |
| omicron | 227 | [ | Ὅμαυλος· ὁμόθρους, ὁμόφωνος. στονόεσσά τε γῆρυς ὅμαυλος. Σοφοκλῆς. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| omicron | 303 | [ | Ὄμπνιον νέφος· μέγα, πολύ, ηὐξημένον. Σοφοκλῆς Θησεῖ. καὶ Ὄμπνιος χείρ, ἡ πλουσία. | ] |
| omicron | 329 | [ | Ὀναίατο· ἀπολαύσειαν. Σοφοκλῆς· μηδέποτ’ ἀγλαΐας ὀναίατο· τουτέστιν ἡδονῆς, δόξης· τοιάδ’ ἀνύσαντες ἔργα. ἤτοι τὸν ἐμὸν πατέρα ἀνελόντες. | ] |
| omicron | 400 | [ | Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροωμένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενομένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς [+] παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. | ] |
| omicron | 488 | [ | Ὀπτῆρας· κατασκόπους. καί μοί τις αὐτὸν σὺν νεορράντῳ ξίφει ὀπτὴρ ἐσιδὼν πηδῶντα φράζει. Σοφοκλῆς. | ] |
| omicron | 999 | [ | Ὀφειλέτης· χρεώστης. Σοφοκλῆς· κάτοισθ’ ὡς ἐγὼ θεοῖς οὐδὲν ἀρκεῖν εἰμ’ ὀφειλέτης ἔτι. τουτέστιν οὐκέτι ἐν τούτῳ εἰμὶ ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. | ] |
| omicron | 1064 | [ | Ὄχοις· Σοφοκλῆς· μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις. | ] |
| omega | 96 | [ | Ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας· ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος, ἢ ὁ ὠμὸς καὶ καρτερικός, ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος, ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος. Σοφοκλῆς· ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ἀπὸ τῶν καρπῶν, οἳ ὅτε εἰσὶν ὠμοί, καὶ σκληρότεροί εἰσι καὶ ἰταμοί. | ] |
| omega | 140 | [ | Ὦ παῖ· Σοφοκλῆς· ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ’ ἄλλ’ ὅμοιος· καὶ γένοι’ ἂν οὐ κακός. | ] |
| omega | 159 | [ | Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφοκλέους [+], Ἀλκαίου [+], εἰς Ὅμηρον [+]. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. | ] |
| omega | 213 | [ | Ὡς· λίαν. Παρμενίδῃ [+]· θαυμασίως ὡς δυσανάπειστον. Σοφοκλῆς· θαυμαστὰ γὰρ τὸ τόξον ὡς ὀλισθάνει. λβʹ δὲ σημαίνει τὸ ὡς τοῦτο. | ] |
| omega | 220 | [ | Ὥς γ’ ἐμοὶ κριτῇ· ἀντὶ τοῦ ὡς ἐμοὶ χρῆσθαι κριτῇ. Σοφοκλῆς· Ἔρεβος φαεννότατον, ὡς ἐμοί. παρέλκει τὸ ὡς· ἐμοὶ κριτῇ. | ] |
| pi | 20 | [ | Πάθας· πάθη, ξυμφοράς. ὁ δὲ ἐπῆγε τήν τε ἀποστέρησιν τῶν χρημάτων καὶ τὴν καταδίκην καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας. Πάθας θηλυκῶς. Σοφοκλῆς· καὶ τὰς μὲν ἔνδον οὐκ ἔχω λέγειν πάθας. | ] |
| pi | 104 | [ | Παλίνσκιον· Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν. καὶ Σοφοκλῆς· χειμῶνι παλινσκίῳ. ἀντὶ τοῦ ζοφερῷ. | ] |
| pi | 107 | [ | Παλιντριβῆ· Σοφοκλῆς· πῶς οὐδὲν κακὸν ἀπώλετο. ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ χαίρουσ’ ἀναστρέφοντες ἐξ ᾅδου, τὰ δὲ δίκαια καὶ χρήστ’ ἀποστέλλουσ’ ἀεί. | ] |
| pi | 243 | [ | Παντουργῷ· πάντα πράττοντι καὶ μηδὲν ὑποστελλομένῳ· ἢ πανούργῳ καὶ ἀναιδεῖ. Σοφοκλῆς· φωτὶ παντουργῷ φρένας ἔπραξαν ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη. | ] |
| pi | 414 | [ | Παραπλήκτῳ· τῇ μανικῇ. Σοφοκλῆς. παραπλήκτῳ χειρὶ συγκατακτάς. καὶ Αἰλιανός· ὁ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκούρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστώς, καὶ πληγεὶς καιρίως ἐξέγρετο. | ] |
| pi | 449 | [ | Παραστιχίς· Ἡρακλείδης ὁ Ποντικὸς εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις, ὡς Σοφοκλέους. αἰσθόμενος δὲ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός. τοῦ δὲ ἀρνουμένου καὶ ἀπιστοῦντος, ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε παγκάλως. | ] |
| pi | 480 | [ | Πάραυλος· ὁ ἐν ἀγροῖς. ἢ Πάραυλος, παρατεταμένη. ἢ ἐγγύς· παρὰ τὴν αὐλήν. ἢ θρηνητική· παρὰ τοὺς αὐλούς. Σοφοκλῆς· τίνος βοὴ πάραυλος ἐξέβη νάπους. | ] |
| pi | 593 | [ | Παρείμην· συγχωρήσαιμι. Σοφοκλῆς· οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. τουτέστιν οὐκ ἂν συγχωρήσαιμι. | ] |
| pi | 657 | [ | Παρίστασαι· καταδουλοῖς καὶ ὑποχείριον ποιεῖς. ἢ ἀντὶ τοῦ μεθίστασαι. Σοφοκλῆς· ἄγεις θ’ , ἃ χρῄζεις, καὶ παρίστασαι βίᾳ, καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι. εἰώθεσαν δὲ οὕτω λέγειν· καὶ ἀντὶ τοῦ ἐφυγάδευσαν ἡμεῖς ἂν εἴποιμεν, μετεστήσαντο· οἱ δὲ παρεστήσαντο. | ] |
| pi | 707 | [ | Παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι [+]· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. | ] |
| pi | 963 | [ | Πενθερά· τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ. καὶ πενθερός, ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει. ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι· καί σ’, ὦ γεραιέ, τήν τε παῖδα μὴ δοὺς ἐμοί, γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός. καὶ ὁ Πρωτεσίλαος τῷ Ἀλκάθῳ φησίν· ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι, παῖδά μοι ξυνοικίσας. Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ. Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· σὺ δ’ ὦ μεγίστων τυγχάνουσα πενθερῶν. ἀντὶ τοῦ γαμβρῶν. | ] |
| pi | 1042 | [ | Πέρδικος ἱερόν· παρὰ τῇ ἀκροπόλει. Εὐπαλάμῳ γὰρ ἐγένοντο παῖδες Δαίδαλος καὶ Πέρδιξ· ἧς υἱὸς Κάλως· ᾧ φθονήσας ὁ Δαίδαλος τῆς τέχνης ἔρριψεν αὐτὸν κατὰ τῆς ἀκροπόλεως· ἐφ’ ᾧ ἡ Πέρδιξ ἑαυτὴν ἀνήρτησεν, Ἀθηναῖοι δὲ αὐτὴν ἐτίμησαν. Σοφοκλῆς δὲ ἐν Κωμικοῖς τὸν ὑπὸ Δαιδάλου ἀναιρεθέντα Πέρδικα εἶναι τοὔ νομα. | ] |
| pi | 1076 | [ | Περιβάδην· ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ· πλίξ γὰρ τὸ βῆμα. καὶ πλίγματα, τὰ πηδήματα. | ] |
| pi | 1290 | [ | Περισπᾶν· ἐξαπατᾶν. καὶ τὸ μετὰ βίας ἀφαιρεῖσθαί τι. Περισπᾷ δὲ παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ φυλαξάμενος αὐτοῖς συμπεσοῦσιν ἐμπεσεῖν, ἔξω ἀπ’ αὐτῶν περισπᾷ· τουτέστι τοῖς ἡνιόχοις. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ἐς Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν. | ] |
| pi | 1304 | [ | Περιστείλας· διαχειρισάμενος, περισφίγξας ἐν τῇ γῇ. Σοφοκλῆς· ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγώ. | ] |
| pi | 1448 | [ | Πεῖρα· ὁ δόλος, καὶ ἡ ἀπάτη, καὶ ἡ τέχνη. ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλασσαν |