Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059.suda004 (Laws)

alpha 768[ Ἀθύρειν: τὸ παίζειν. Πλάτων Νόμοις· ἡ δ’ αὖ παῤ ἡμῖν Κόρη καὶ Δέσποινα εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. Ἀθύρω, ὁ ἐνεστώς. ]
alpha 1879[ Ἀναθολώσει: ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· ὅπως ἀναθολώσῃ. κυρίως δὲ ἐπὶ τῆς σηπίας, ἐπεὶ τὸ μέλαν αὐτῆς θολὸς καλεῖται. ]
alpha 3194[ Ἄπια: εἰδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρὰ Ἀλέξιδι καὶ ἐν Ἀγρίοις Φερεκράτους· πρὶν ἀνακυκῆσαι τοὺς ἀπίους ἁρπάζετε. ]
alpha 4067[ Ἀρύτεσθαι: σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. Ἀριστοφάνης Νεφέλαις· εἴτ’ ἄρα Νείλου προχοὰς ὑδάτων χρυσέοις ἀρύτεσθαι πρόχυσιν. καὶ Πλάτων Νόμοις· ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσα καὶ ὁπότε. ]
delta 284[ Δεῦρ’ ἀεί· ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ. πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲς ἀντὶ τοῦ ὡδὶ τιθέασιν. ]
epsilon 877[ Ἔλθῃ· ἀντὶ τοῦ ἐλθέτω. Νόμων θʹ· μήτε εἰς ἱερὸν ἔλθῃ μηδέν. ]
epsilon 2504[ Ἐπιώψατο· κατέλεξεν, ἐξελέξατο. ἔστι δ’ Ἀττικόν· ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους. οἷον κατέλεξεν, ἐξελέξατο. Πλάτων ἐν Νόμοις. ]
epsilon 2832[ Ἐπωβελία· τὸ ἕκτον τίμημα τῆς δίκης, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες αὐτοῖς τοῖς γραφεῖσιν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβελὸς ἦν. Ἐπωβελία οὖν ἡ ζημία. Ἐπωβελία οὖν ὁ τόκος, ὑπὸ Πλάτωνος Νόμων ιαʹ. ]
kappa 764[ Κατασκεδάζειν· γενικῇ. ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνωνται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν. οὕτως Ξενοφῶν ἐν τῷ ζʹ τῆς τοῦ Κύρου Ἀναβάσεως. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιε, καὶ συγκατεσκεδάσατο μετ’ αὐτοῦ τὸ κέρας. ]
kappa 1575[ Κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα, καὶ παρακοπέν. Νόμων ἑνδεκάτῳ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν. καὶ Πισίδης· πραγμάτων πάντως δύο κίβδηλός ἐστιν ἐργάτης εἷς, ὡς λόγος. Κίβδηλον μέν ἐστιν ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ᾖ δὲ μοχθηρὸν τῷ τρόπῳ. παρὰ τὸ κεύθειν τὸ δῆλον, ἢ παρὰ τὸ Χῖος καὶ τὸ βδελυκτόν· ἀπὸ ἱστορίας. ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μένων καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ περισκέπων καὶ περιστέλλων. κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὡς εἰσίν, ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη. ]
lambda 856[ Λύσῃ· ἀντὶ τοῦ λυσάτω. Νόμων θʹ. παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν, μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος παίσῃ τὸν πληγέντα. ]
nu 603[ Νῦν δή· ἀρτίως, ἢ μικρὸν ἔμπροσθεν. Πλάτων Νόμοις· ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὔπω ταῦτ’ ἐτίθεμεν· νῦν δὲ ἐπιλελήσμεθα; καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ· νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας πόθον ἐστέλλου, νῦν δὲ ψαμάθοισιν ἀκυμάντοις. καὶ ἐν Μελεάγρῳ· ὁρᾷς σὺ νῦν δή με ὡς ἐπράϋνας τύχην. Μάγνης δὲ ἐν Πυτακίδῃ· εἰπέ μοι· νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι, νῦν δὲ φής· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκε τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ δὴ ἐπὶ συνδέσμου. ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. ]
omicron 511[ Ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια. Σέλευκος δ’ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος [+] Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ· γενεᾷ Καβάρνους θῆκεν ἀβακλέας ὀργεῶνας. καὶ οἷον ὁ Αἰσχύλος ἐν Μυσοῖς, τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σώσοις δεσπότας παιωνίαις. περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν. ]
pi 1707[ Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. ]
pi 1709[ Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License