Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Thucydides (Thucydides) - urn:cts:greekLit:tlg0003

Places of birth (Wikidata Statement)

Alimos Municipality (Wikidata)

Halimous (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0003.suda001 - History of the Peloponnesian War

alpha 314[ Ἄγος: μίασμα, ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ αἱ ἱέρειαι παναγεῖς, καὶ ἄλλα τινά. Θουκυδίδης· πέμψαντες οἱ Λακεδαιμόνιοι πρέσβεις ἐκέλευον τοὺς Ἀθηναίους τὸ ἄγος ἐλαύνειν τῆς θεοῦ. ἦν δὲ τὸ κατὰ Κύλωνα τὸν Ὀλυμπιονίκην τὸν Ἀθηναῖον τὸν πάλαι. καὶ ἤλασαν τοὺς ἐναγεῖς. Ἀγὸς δὲ ὀξυτόνως ὁ ἡγεμών. ]
alpha 327[ Ἀγών: ἡ πρὸς τοὺς ἀγῶνας ἄσκησις. Ἀγῶνα· καὶ Ὅμηρος τὸν τόπον αὐτὸν ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδης πέμπτῃ· προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον. ]
alpha 521[ Ἀδραμύτειον· οὕτως Εὔπολις. καὶ Ἀδραμυτηνὸς δέ· καὶ Θουκυδίδης Ἀτραμύττειον. ]
alpha 537[ Ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται. Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δ’ ἐπὶ ταύτης τῆς λέξεως. ἀδύνατον δέ ἐστιν, ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι· οἷον ἡ γῆ ἵπταται. ἀδύνατα ἔχοντος τοῦ στρατηγοῦ κύβον ἀναρρίψαι πολέμου τοσοῦτον. ]
alpha 730[ Ἀθήναιον· ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος, ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς· τὸ δὲ Ποσειδάνειον, δῆλον ὅτι Δωριαῖον. ]
alpha 871[ Ἀκηρύκτως ἐμίγνυντο: παρὰ Θουκυδίδῃ· τουτέστιν ἄνευ κηρυκείου, ὡς πρὸς φίλους δῆθεν. οἱ γὰρ πρὸς ἐχθρούς ἀπιόντες ἀσφαλείας ἕνεκεν ὅσοι ἐβούλοντο μετὰ κηρυκείου ἀπῇεσαν, οὓς ἀνόσιον ἡγοῦντο καὶ ἀσεβὲς κακουργεῖν. ]
alpha 1020[ Ἀκροτελεύτιον ἔπος: κυρίως τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ πεζοῦ. παρὰ δὲ Θουκυδίδῃ, τὸ ἄκρον τοῦ τέλους τοῦ στίχου. καλεῖται δὲ ἄκρον καὶ ἡ ἀρχὴ τοῦ στίχου. ]
alpha 1168[ Ἄλλη: ἀντὶ τοῦ ἄλλως ἡ κατ’ ἄλλο. Θουκυδίδης. ]
alpha 1183[ Ἀληλεσμένον· Θουκυδίδης· σῖτόν τε ἀληλεσμένον τὸν βουλόμενον ἀργυρίου πολλοῦ ὠνήσασθαι. καὶ Ἀληλεσμένον βίον οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων, οἷον κατειργασμένον, πρὸς τροφὴν ἕτοιμον. καὶ Ἀληλεσμένος βίος, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. ἄλλη δὲ παροιμία φησίν· οὐ γὰρ ἄκανθαι. ἔοικε δὲ ὑπομιμνήσκειν τὴν τοῦ βίου μεταβολήν, ἀγρίου καὶ ἀκανθώδους πρότερον ὄντος, πρὶν ἐπιμέλειαν τῆς γῆς καὶ τῶν σπερμάτων γενέσθαι. ὅθεν ἀπὸ τῆς ὕστερον ἐπιμελείας ῥηθῆναι τὸ ἀληλεσμένον βίον. ]
alpha 1188[ Ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης. καὶ Θουκυδίδης· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. ]
alpha 1600[ Ἅμιπποι: ξυνωρίς, φησί, κατὰ τὸ παλαιὸν ἐλέγετο δύο ἵπποι συνεζευγμένοι τῶν τραχήλων. ἦν δ’ ἐπὶ μὲν τοῦ ἑτέρου ἡνίοχος, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτης. καὶ νῦν δὲ χρῶνται περὶ ἀρχῆς Ἀλίβυες, οἱ προσαγορευόμενοι Ζευγνῖται. τὸ δὲ αὐτὸ καὶ ἅμιππον καλεῖται. οὕτως Θουκυδίδης. ]
alpha 1601[ Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι. ]
alpha 1676[ Ἀμύνασθαι: Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι, Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδιδόναι, Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνασθαι, ὅτε οἱ κακό τι παθόντες ἀντιπράσσουσι τοὺς προδιαθέντας. καὶ Ἀμύναιντο, ἀμύναιεν. Κρατῖνος Πυλαίᾳ· αὐτοὺς παίδευσεν, ἔθρεψέ τε δημοσίοις χρήμασιν εἰς ἥβην, ἵνα οἵ ποτε λοιγὸν ἀμύναιντο. καὶ Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεσθαι δὲ τὸ κολάζειν. ]
alpha 1697[ Ἀμφηρικόν· πέμπει δὲ σκαφίδιον ἀμφηρικόν. καὶ Θουκυδίδης· ἀκάτιον ἀμφηρικὸν ὡς λῃσταί, ἐκ πολλοῦ τεθεραπευκότες τὴν ἄνοιξιν τῶν πυλῶν ἐκόμιζον τὸ πλοῖον ἁμάξῃ. ]
alpha 1786[ Ἀμφότερα: ἀντὶ τοῦ κατὰ ἀμφότερα. Θουκυδίδης. Ἀμφοτεροδέξιος· ὁ δὲ τὴν λαιὰν ἀντὶ δεξιᾶς ἔχων, ἀρρωστοτέραν ἔχει αὐτήν. ζήτει ἐν τῷ δύσεργος. ]
alpha 1922[ Ἀνακτᾶσθαι· αἰτιατικῇ. Θουκυδίδης ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι κοὶ ἀπολαβεῖν. ]
alpha 1946[ Ἀναλοῦντες: ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης· καὶ Ἀναλῶν καὶ Ἀναλοῦν, τὸ ἀναιρεῖν. ]
alpha 1973[ Ἀνανεοῦσθαι. ὡς ἡμεῖς Θουκυδίδης εʹ καὶ Πλούτοις Κρατῖνος. ]
alpha 2018[ Ἀναπίπτειν: οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. Θουκυδίδης αʹ· καὶ νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν. ]
alpha 2074[ Ἀνασπᾷ: ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδης. ἢ Ἀνασπᾶν, τὸ ἀντλεῖν ὕδωρ. κάδους ἀνασπῶν, φησὶ Φερεκράτης. καὶ Ἀνασπῶν, οὐδετέρως, διὰ τοῦ ω μεγάλου. ]
alpha 2153[ Ἀνδρακάδα: ἀνδρακάς. κατ’ ἄνδρα, χωρίς. Κρατῖνος Βουκόλοις. τὸ ἴσον καὶ ἀντικείμενον καλεῖ Θουκυδίδης. ἢ Ἀνδρακάς, κατὰ δέκα ἄνδρας. ]
alpha 2294[ Ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες. Θουκυδίδης· οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτως. καὶ Ἰώσηπος· ἄξιον δέ μοι τυγχάνειν σοῦ χρηστοῦ, ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν. ]
alpha 2325[ Ἀνέσπακε· Θουκυδίδης. ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζομένῃ· πέποθε γὰρ, ὧ φίλοι θεοὶ, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους. ]
alpha 2362[ Ἀνέχει: σῴζει· οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν. ἀντὶ τοῦ σῴζουσι. καὶ αὖθις τὴν πορθουμένην ἀνέχονται σιγήν. ἢ Ἀνέχειν, βαστάζειν. ὡς τὸν πηλὸν ἐς ἀχανὲς ἐκπίπτειν βάθος καὶ μηδὲν ἐπιπολῆς ἀνέχειν δύνασθαι. ]
alpha 2365[ Ἀνεχρήσαντο: διέφθειραν. οὕτως Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὲς παρειλήφασιν. ]
alpha 2405[ Ἀνήκει: Ἀντιφῶν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνῆκα ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης ἀνήκοντος ἀντὶ τοῦ διαφέροντος. καὶ Ἀνήκοντες, ἀνελθόντες. τῆς μὲν ἐν τῷ λέγειν δυνάμεως οὐκ ἐπὶ τοσοῦτον ἀνήκοντες, ὥστε μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰς ὄχλων προαγωγήν, τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν μέγα δυνηθέντες οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον. ]
alpha 2614[ Ἀνταπαιτῆσαι κἀπαιτῆσαι: Θουκυδίδης γʹ καὶ δʹ. καὶ Ἀνταποδοῦναι καὶ Ἀνταπολαμβάνειν Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου. ]
alpha 2655[ Ἀντιβόλησις καὶ Ἀντιβολία: παράκλησις, ἱκετηρία. Θουκυδίδης· πρὸς γὰρ ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι, ἐς ἀπορίαν καθιστᾶσιν ἄγειν τε σφᾶς ἀξιοῦντες. καὶ Ἀνιτιβολῆσαι, ἀπαντῆσαι, μετασχεῖν. καὶ Ἀντιβολῶ, τὸ ἱκετεύω. πεποίηται δὲ παρὰ τὸ ἄντομαι καὶ βάλλω. ]
alpha 2680[ Ἀντιλογιῶν· Θουκυδίδης αʹ. καὶ Ἀντιλογῆσαι· Νεφέλαις Ἀριστοφάνης. ]
alpha 2745[ Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖος, τῶν δήμων Ῥαμνούσιος· διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς προγινώσκεται· ἀλλ’ ὅμως ἦρξε τοῦ δικανικοῦ χαρακτῆρος μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέσθαι διδάσκαλος. ἐκαλεῖτο δὲ Νέστωρ. ]
alpha 2838[ Ἀξυνεσία· Θουκυδίδης γʹ. ]
alpha 2879[ Ἀπαλγήσαντας: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ παυσαμένους ἀλγεῖν, ὥσπερ τὸ ἀπολοφυράμενοι. ]
alpha 2916[ Ἀπαράκλητοι: αὐτόματοι. Θουκυδίδης· τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν. ]
alpha 2970[ Ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ]
alpha 2979[ Ἄπεδον: τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης. οἱ δὲ Ἀθηναῖοι κατέβησαν εἰς χωρίον ἄπεδόν τι καὶ ἐστρατοπεδεύσαντο βουλόμενοι ἐκ τῶν οἰκείων λαβεῖν τι ἐδώδιμον. ἀνώμαλον ἰσόπεδον. ]
alpha 3012[ Ἀπέλθῃ: ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδης. Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι. ]
alpha 3067[ Ἀπεσταύρουν: σταυροῖς ἔφραττον. Θουκυδίδης· λίθοις δὲ καὶ πλίνθοις χρώμενοι καὶ κόπτοντες δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ πη δέοιτό τι. ]
alpha 3107[ Ἀπεχρᾶτο: Ἡρόδοτος μὲν ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνήρουν. ]
alpha 3150[ Ἀπήλαυσε: μετέσχεν. οὕτε Κλέων οὔτε Βρασίδας, ὁ τῆς συμφορᾶς αἴτιος, ἀπήλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου. Μαρκελλῖνός φησι περὶ Θουκυδίδου [+]. ]
alpha 3237[ Ἄπλουστέρας: Θουκυδίδης λέγει νῆας, οὐ τὰς ἄπλους παντελῶς, ἀλλὰ τὰς διὰ πληρώματος ἔνδειαν ἀπλόους ἱσταμένας. ]
alpha 3263[ Ἀπογενέσθαι: ἢ ὑστερῆσαι σημαίνει ἢ ἀποθανεῖν. ἄμφω τυσαια Θουκυδίδης. ]
alpha 3269[ Ἀπόγνοια: ἀπόγνωσις. Θουκυδίδης· ἐνέπρησαν δὲ τὰ πλοῖα, ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρατεῖν τῆς γῆς. ]
alpha 3377[ Ἀπολαύειν· γενικῇ. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, ὡς Ἰσοκράτης· δέδοικα μή τι κακὸν ἀπολαύσαιμι. καὶ Μαρκελλῖνος περὶ Θουκυδίδου [+] φησίν· οὔτε Κλέων οὕτε Βρασίδας, ὁ αἴτιος τῆς συμφορᾶς, ἀπήλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου. ]
alpha 3418[ Ἀπολλώνιον: βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος. ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διὸνύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα, ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δωριαῖον. ]
alpha 3514[ Ἀποσαλεύσας: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας, τουτέστι τῷ ἀλιμένῳ τόπῳ, ἔνθα σάλος γίνεται. ]
alpha 3520[ Ἀποσιμῶσαι: τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προθεῖναι γυμνήν. Φίλιππος. Θουκυδίδης δὲ τὸ μετεωρίσαι τὰς ναῦς. ]
alpha 3561[ Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. ]
alpha 3593[ Ἀποτειχίζων: ἀποφράσσων. ἀποτειχίσας δὲ τὴν γαστέρο οὐδενὶ τῶν φαρμάκων ἔτι εἰμὶ ἁλώσιμος, οὐδ’ ἂν ἄδην ἐμφορῶμαι τοῦ φαρμάκου. καὶ Ἀποτειχίσαι, τὸ λαβεῖν τειχίον, καὶ ἀποτειχίσαι καὶ ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ Ἀποτετειχισμένος, ὁ ἀπειλημμένος, ὁ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. καὶ Ἀποτείχισις, ἡ τῶν τειχῶν ἀφαίρεσις. ]
alpha 3594[ Ἀπὸ τῆς ἴσης· Θουκυδίδης· οὐδ’ αὐτοὶ ἀπὸ τῆς ἴσης κοινὰς στρατιὰς ἐποιοῦντο. οἷον ἀπὸ τῆς ἰδίας ἕκαστος οὐσίας τὸ φθάνον. ]
alpha 3661[ Ἀποψυχεῖν: τὸ ἀποθνῄσκειν ἐν πρώτη Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ ξηραίνειν. ὡς τό, ἀποψύχειν ἐν τῷ κλιβάνῳ λίνα τὰ ὑγρανθέντα. ]
alpha 3713[ Ἀποίκησις: ἡ μετοίκησις. Ἀποικίζω δὲ τὸ ῥῆμα. καὶ Ἀποικίσαι, κτίσαι πόλιν ἐν ἐρήμῳ. καὶ Ἄποικοι, οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. ἔποικοι δὲ ἐν πόλει παρὰ Θουκυδίδη. ]
alpha 3733[ Ἄραντες· παρὰ Θουκυδίδη ἐπὶ θαλάσσης εἴρηται. ἔστι δὲ ὅτε καὶ ἐπὶ γῆς. ]
alpha 3799[ Ἀργυροῦν καὶ Χρυσοῦν: τὸ δ’ ἀργύρεον καὶ χρύσεον Ἰακὰ, τὸ δὲ χρύσειον κτητικόν. Θουκυδίδης α'. χρῆσίν τ’ ἔχει τῶν χρυσείων μετάλλων. ὥσπερ καὶ ἀργύρεια λέγεται δευτέρᾳ. μέχρι Λαυρίου, τἀργύρεια μέταλλά ἐστιν Ἀθηναίοις. ]
alpha 3831[ Ἀρετή: Ἀνδοκίδης καὶ Θουκυδίδης ἀντὶ τοῦ εὐδοξία. ὅτι ἀποβλητὴ ἡ ἀρετὴ διὰ μέθην ἢ μελαγχολίαν, ἀναπόβλητος δὲ διὰ βεβαίαν κατάληψιν· καὶ αὐτάρκη δὲ αὐτήν φασιν εἶναι. οἱ δὲ οὐκ αὐτάρκη εἶναι, ἀλλὰ χρεία ἐστὶν ἰσχύος καὶ ὑγείας καὶ χορηγίας. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων ἐστίν· ἀντικείμενα δέ εἰσιν, ὅσα τῆ ἀναιρέσει τῶν ἐναντίων συνίσταται· τυφλότης, ὄψις, κατάφασις, ἀπόφασις καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ὑπερήφανος. ὅτι ἀρετῆς κτῆμα, ὅταν ἀπίδοι τις εἰς τὴν Ῥωμαίων εὐταξίαν, ἐπιγνώσεται εἶναι ἀρετῆς κτῆμο, οὐ τύχης δῶρον. ]
alpha 3998[ Ἀρρωστία: ἡ ἀσθένεια. Ἀρρωστία δὲ τοῦ στρατεύειν, ἀντὶ τοῦ ἀπροθυμία. Θουκυδίδης. ]
alpha 4214[ Ἀσπονδεί: ἄνευ φιλίας, ἢ χωρὶς θυσίας. καὶ Ἄσπονδοι ἐχθροί, ἀδιάλλακτοι. Θουκυδίδης· οἱ δὲ τοὺς νεκροὺς ἀσπόνδους ἀπέδοσαν. ὅτι ἀστόργους τοὺς ἀπηνεῖς καὶ ἀφίλους φασίν, ἀσπόνδους δὲ τοὺς ἀδιαλλάκτους καὶ μνησικάκους, ἀνελεήμονας δὲ τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον. ]
alpha 4379[ Ἀτραμύτειον· Θουκυδίδης. Ἀτραμυτινὸς δέ. ]
alpha 4486[ Αὐτοβοεί: τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλάγματι. οὕτως Θουκυδίδης. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτος. ]
alpha 4493[ Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθάθ’ αὐτόθεν. Ἀριστοφάνης Ἀχαρνεῦσι. καὶ αὖθις· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡς ἔχουσιν, ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώσηπος· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βασιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντος χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίσαντες ἤδη τὴν παρεμβολὴν αἱρήσειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδης· χειμὼν ἦν, καὶ τοῖς Ἀθηναίοις τὸν πόλεμον αὐτόθεν ποιεῖσθαι οὔπω ἐδόκει. ]
alpha 4618[ Ἀφίκετο: ἐλήλυθεν, ἦλθεν. ὁ δὲ στρατὸς ἀφίκετο τῆς Ἀττικῆς ἐς Οἰνόην, ᾗπερ ἔμελλον εἰσβαλεῖν. οὕτω φησὶ Θουκυδίδης τὴν σύνταξιν. καὶ Ἀφῖκται, παραγέγονεν. καὶ Ἀφῖκτο. ]
beta 427[ Βουλεύοντι: ἀντὶ τοῦ συμβουλεύοντι. Θουκυδίδης. ]
beta 435[ Βουλής, βουλῆντος κλίνεται παρὰ Θουκυδίδῃ. σημαίνει δὲ τὸν βουλευτήν. ]
gamma 323[ Γνάθους· ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· ἀπόπληκτος ἐγένετο τὰς γνάθους. ]
delta 64[ Δαπανᾶν· αἰτιατικῇ. οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τῇ ἀσωτίᾳ· οὕτω Δημοσθένης· καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ τὴν πόλιν δαπανᾶν φησιν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν. ]
delta 207[ Δελφίς· πρὸς ναυμαχίαν πολεμιστήριον ὄργανον. ὅθεν καὶ δελφινοφόρον ναῦν Θουκυδίδης ἐν τῇ ζʹ φησίν· ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν εὔπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμέναι ἐκώλυον. ]
delta 234[ Δεξιός· ὁ εὐπαίδευτος. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριστοφάνης· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι, καὶ φύσει Θηραμένους. οὗτος ὁ Θηραμένης τῶν τὰ πολιτικὰ πραττόντων ἦν. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένης οὗτος διδάσκαλος Ἰσοκράτους, Ἅγνωνος παῖς, Στιριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγή, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸς τοὺς καιροὺς καὶ τὸ συμφέρον ἑαυτῷ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δημεύεσθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειον ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτος ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἅγνωνος. ὁ δὲ Θουκυδίδης αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺς ὡς ἅρπαγας. ]
delta 428[ Δημήτρειος καρπός· ὁ τῆς Δήμητρος. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δωριαῖον. ]
delta 500[ Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐντεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. ]
delta 510[ Διαβούλομαι· ἀναπείσω. Θουκυδίδης. ]
delta 521[ Διαγνώμη· διάγνωσις, καὶ διάκρισις. ὥσπερ καὶ καταβοή. ἡ λέξις ἰδικὴ Θουκυδίδου. ]
delta 625[ Διαλέγουσαν· διοικοδομοῦσαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. καὶ Διαλέγου, διορύττου. Θουκυδίδης. ]
delta 657[ Διαμώμενος· θερίζων. καὶ Διαμώμενοι, διασκάπτοντες, ζητοῦντες. Θουκυδίδης· διαμώμενοι τὸν κάχληκα ἐπὶ τῇ θαλάσσῃ ἔπινον οἷον εἰκὸς ὕδωρ. καὶ αὖθις· οἱ δὲ ἐσκήνουν ἐπὶ τῆς χιόνος διαμώμενοι καὶ μεταξὺ ἐκκαθαίροντες. ]
delta 827[ Διάφορα· ἀναλώματα. Θουκυδίδης. ]
delta 874[ Δίδυμος, ὁ Κλαύδιος χρηματίσας, γραμματικός. Περὶ τῶν ἡμαρτημένων παρὰ τὴν ἀναλογίαν Θουκυδίδῃ [+], Περὶ τῆς παρὰ Ῥωμαίοις ἀναλογίας, Ἐπιτομὴν τῶν Ἡρακλέωνος [+]· καὶ ἄλλα τινά. ]
delta 892[ Διέβαλεν· ἐξηπάτησε. καὶ Θουκυδίδης οὕτως κέχρηται καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. διέβαλέ μ’ ἡ γραῦς. ἀντὶ τοῦ ἐξηπάτησε. ]
delta 901[ Διεθρόησαν· Θουκυδίδης· οἱ δὲ πρέσβεις τῶν Ἀθηναίων διεθρόησαν, ὡς χρήματα πολλὰ ἴδοιεν. ἀντὶ τοῦ διελάλησαν, διεθορύβησαν. ]
delta 980[ Διέφερον· παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διήνυον ἢ ὑπέμενον ἢ ἐπιμελῶς ἐξήνυον. οἱ δὲ Ἀθηναῖοι τὸν πόλεμον διέφερον. ]
delta 1085[ Δικαιώσεις· Λυσίας τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κολάσεις λέγει. ]
delta 1324[ Δόκησις ἀληθείας· περιφραστικῶς ἡ ἀλήθεια παρὰ Θουκυδίδῃ. ]
delta 1440[ Δωδεκάκρουνος· κρήνη Ἀθήνησιν ἦν. Θουκυδίδης Ἐννεάκρουνον. ]
delta 1473[ Δώρων δόκησιν· τὴν δωροδοκίαν. Θουκυδίδης. ]
epsilon 7[ Ἐάν· ὁλοκλήρως οἱ περὶ Θουκυδίδην τότε λέγουσιν ὅτε προτέτακται ὁ η, ὅταν δὲ μὴ οὕτως ἔχῃ τάξεως, συνῃρημένως λέγει. ἐν δευτέρᾳ· ἢ ἐὰν οἱ πολέμιοι νηΐτῃ στρατῷ ἐπιπλέωσιν. ἢ ἐὰν βιασθῇ ὑπάρχει τοῖς ἀποστήσασι πολεμίοις. ]
epsilon 28[ Ἐβιάζοντο· καὶ ἐπὶ τῶν πασχόντων Θουκυδίδης. ]
epsilon 53[ Ἐγεύσαντο· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης καὶ Θουκυδίδης. ]
epsilon 122[ Ἐγκρατέστερος. Θουκυδίδης· τήν τε ἀρχὴν ἐγκρατεστέραν ἐποίησαν καὶ κατεστήσαντο, καὶ αὐτοὶ ἐπὶ μέγα δυνάμεως ἐχώρησαν. ]
epsilon 123[ Ἐγκράτεια· διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξις ἀήττητος ἡδονῶν. ὅτι ἔστι δεικνύναι μεταλαβόντας, ὡς ποτὲ μὲν ὁ σπουδαῖος οὐ σώφρων, μεταλαβόντα τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δύναταί τις δεικνύναι τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων[ πρὸς] ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἄλληλα σωφροσύνη. οὕτω καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ἔδωκεν εἰς τὸ ἀπέδωκε· καὶ ὁ Θουκυδίδης βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως, μεταλαμβάνοντες ἀεὶ τὰ ὀνόματα πρὸς τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν, τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν, τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν πανοῦργον εἰς τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον εἰς τὸν ἄσωτον, τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτω καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ [+] παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας ἠλιθίους μεταλαμβάνει. δεῖξαι δὲ θέλοντες ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν αὐτοκρατοῦντα( τοῦτο γὰρ σημαίνει τὸ ὄνομα) , καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἀκολάστου. ]
epsilon 229[ Ἐδῄουν· παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διέκοπτον, διέφθειρον. ἅπασαν κατεδῄουν τὴν ἀνατολικὴν χώραν. καὶ Ἐδῄωσαν, ὁμοίως. ]
epsilon 264[ Ἕδραν· τὴν μονὴν εἴρηκεν εʹ Θουκυδίδης. καλοῦσι καὶ τὸ μέρος τοῦ σώματος ὡς ἡμεῖς ἕδραν. ]
epsilon 307[ Ἐθελοντηδόν· Θουκυδίδης, διὰ τοῦ η. ]
epsilon 605[ Ἐκκρεμαννύμενοι· ἀπηρτημένοι. Θουκυδίδης· τῶν τε ξυσκήνων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι. ]
epsilon 994[ Ἐμπαλασσόμενοι· ἐμπίπτοντες εἰς τὸ ὕδωρ. Θουκυδίδης· οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον ἐς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. παραστάντες δὲ οἱ Συρακούσιοι ἔβαλλον τοὺς Ἀθηναίους. ]
epsilon 1032[ Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. ]
epsilon 1208[ Ἐννεάκρουνον· κρήνη Ἀθήνησιν ἦν δωδεκάκρουνος. Θουκυδίδης δὲ ἐννεάκρουνος. ]
epsilon 1282[ Ἐνείλλοντες· Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ]
epsilon 1508[ Ἐν χρῷ παραπλέων· παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πλησίον. ἔστι γὰρ ἡ ἀποκοπή, ἦν γὰρ ἐν χρωτί. εἴρηται δὲ ἀπὸ τῆς κουρᾶς τῆς ἄχρι τοῦ χρωτὸς γινομένης. ]
epsilon 1540[ Ἐξαναχωρεῖ· Θουκυδίδης. ]
epsilon 1558[ Ἐξαργυρῶσαι, οὐκ ἐξαργυρίσαι· Θουκυδίδης ηʹ· οὐδ’ ἢν δέῃ τελευτῶντα τὴν ἑαυτοῦ στρωμνὴν ἐξαργυρῶσαι. ]
epsilon 1627[ Ἐξένευσαν· ἐξεκολύμβησαν. Θουκυδίδης· τὰς δὲ ἄλλας ναῦς ἐπικαταλαβόντες ἐξέωσάν τε πρὸς τὴν γῆν καὶ πολλοὺς ἀπέκτειναν, ὅσοι μὴ ἐξένευσαν αὐτῶν. ]
epsilon 1882[ Ἐωθώς· χωρὶς τοῦ ι Ἄρχιππος, καὶ Ἀραρὼς ἔωθας, καὶ Θουκυδίδης ἐώθεσαν. ]
epsilon 1965[ Ἐπανεῖπον· ἐκήρυξαν. Θουκυδίδης ηʹ· τῶν δὲ διαφυγόντων θάνατον διαγνόντες ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι. ]
epsilon 1973[ Ἐπάντους· ὑψηλοῦ. Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι βαλλόμενοι ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος, διϊκνοῦντο γὰρ ῥᾷον οἱ ἄνωθεν, οὐ δυνάμενοι βιάσασθαι ἀνεχώρουν. ]
epsilon 2118[ Ἐπειδή· ἔστι μὲν σύνδεσμος παρασυναπτικός, λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφ’ οὗ· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο καὶ Ὅμηρος πρότερον. ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπε, περὶ τοῦ σκήπτρου. ]
epsilon 2206[ Ἐπήρεια· βλάβη. Θουκυδίδης· τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς. καὶ αὖθις· καὶ παρήγγειλε παραφυλάσσειν, μὴ ἄρα πού τις ἀπὸ τῆς ἄλλης στρατιᾶς ἐνὼν ἐπηρεάζοι αὐτοῖς. ἀντὶ τοῦ βλάπτοι. καὶ αὖθις· ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα εἰς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι. κυρίως δὲ Ἐπήρεια, ἡ τοῦ πολέμου καταδρομή. ἐκ τοῦ Ἄρης, Ἄρεως. ]
epsilon 2208[ Ἐπηρμένοι· πρόχειροι, εὐτρεπεῖς. Θουκυδίδης· οἱ οὖν Ἕλληνες ἐπηρμένοι ἦσαν διὰ τὴν τῶν Ἀθηναίων κακοπραγίαν, οὐκ ἀποστατέον τοῦ πολέμου εἴη. ]
epsilon 2237[ Ἐπιβόημα· Θουκυδίδης· ὁ δὲ εἴτε τὸ ἐπιβόημα εἴτε καὶ αὐτὸ ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν ἐξαίφνης, τὸ στράτευμα ἀπῆγε. τουτέστιν ἐπιφώνημα. καὶ Ἐπιβοώμενος, ἀντὶ τοῦ ἐπικαλούμενος. ]
epsilon 2326[ Ἐπιθεραπεύων· ἀντὶ τοῦ διορθούμενος, προμηθούμενος. Θουκυδίδης· ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ. ]
epsilon 2329[ Ἐπιθειάσας· ἐπιθαυμάσας, τὸ θεῖον εἰσδεδεγμένος, θεοφορούμενος. Θουκυδίδης· Ἀρχίδαμός τινα ἐπιθειάσας καθίστη ἐς τὸν πόλεμον τὸν στρατόν. ]
epsilon 2506[ Ἐπιπαρένησαν· Θουκυδίδης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν, ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως, ὅσον ἐδύναντο. ἀντὶ τοῦ ἐσώρευσαν. ]
epsilon 2517[ Ἐπίπλους· Θουκυδίδης· ρνʹ νηῶν ἐπίπλουν ἐξαρτύοντες οἱ Ἀθηναῖοι πρὸς τὸν πόλεμον. ]
epsilon 2658[ Ἐπιτακτοί· στρατιῶται οἱ προστεταγμένοι τὴν μάχην ἐφορᾶν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. καὶ αὖθις· Σωκράτης δὲ ἦν ἐπιστάτης καὶ οὔτε ἐψήφιζε οὔτε κατεχειροτόνει. ]
epsilon 2774[ Ἐπιχειρητέα· ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ Θουκυδίδης τὰ τοιαῦτα. ]
epsilon 2781[ Ἐπιχρῆσθαι· τὸ πολλάκις κεχρῆσθαι παρὰ Θουκυδίδῃ. ]
epsilon 2848[ Ἐπωτίδες· Θουκυδίδης· καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρώραις παχείας ὡς ἐπὶ ξʹ πήχεις, ἐντός τε καὶ ἔξωθεν. Ἐπωτίδες εἰσὶ τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα. ]
epsilon 2877[ Ἔποικος· μέτοικος. Ἔποικοι παρὰ Θουκυδίδῃ οἱ ἐν πόλει, ἄποικοι δὲ οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. ἀλλ’ ἅπερ ἥτις ἔποικος ἀνάξια. ]
epsilon 3257[ Ἔσχε· κατέπαυσε. Θουκυδίδης· αἱ δὲ τριήρεις πλέουσαι εἰς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας. καὶ Αἰλιανός· οὐ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα. ἀντὶ τοῦ ἠδυνήθησαν. ]
epsilon 3320[ Ἐτιμήσασθε· ἀντὶ τοῦ ἠγοράσατε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. ]
epsilon 3363[ Εὐαγόρας, Λίνδιος, ἱστορικός. ἔγραψε Βίον Τιμαγένους [+] καὶ ἑτέρων λογίων, Ζητήσεις κατὰ στοιχεῖον Θουκυδίδου [+], Τέχνην ῥητορικὴν ἐν βιβλίοις εʹ, τῶν παρὰ Θουκυδίδῃ [+] ζητουμένων κατὰ λέξιν, ἱστορίαν τε περιέχουσαν τὰς Αἰγυπτίων βασιλείας. ]
epsilon 3460[ Εὔηθες· ἐπὶ τοῦ βελτίονος καὶ Θουκυδίδης ἐν γʹ καὶ ὁ φιλόσοφος. ]
epsilon 3523[ Εὐθὺς καὶ Εὐθέως· ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθὺ διαφέρει τούτων. οὐ γὰρ τὸ παραχρῆμα σημαίνει, ἀλλὰ τὸ ἕως καὶ εἰς. οἷον... παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως. ]
epsilon 3558[ Εὔλαχα· τὸ ἄροτρον, παρὰ Θουκυδίδῃ ἐν χρησμῷ τινι. Δώριος δὲ ἡ λέξις. ]
epsilon 3616[ Εὐοργήτως· ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ ὁ τρόπος παρὰ Θουκυδίδῃ. ]
epsilon 3950[ Ἐφόρμους· Θουκυδίδης· οἱ Ἀθηναῖοι τοὺς ἐφόρμους ἐπ’ ἀμφοτέροις τοῖς λιμέσιν ἐποιοῦντο. τὰς ἐφορμίσεις. ]
epsilon 3954[ Ἐφόρουν· ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν δὲ τὴν ὕλην εἰς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἀνύτειν μέλλοι ἐπιβαλλόμενον. ]
epsilon 3981[ Ἐχέγγυος· ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. παρὰ δὲ Θουκυδίδῃ ἰσχυρόν, ἐγγυῆσαι δυνάμενον. ]
epsiloniota 109[ Εἴλλειν· εἴργειν, κωλύειν. παλαιὰ ἡ λέξις. Ἀριστοφάνης Νεφέλαις· μὴ νῦν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἔφελκε. ἔνθεν καὶ τὸ ἰλλάσιν. καὶ ἐν συνθέσει Ἐνείλλειν παρὰ Θουκυδίδῃ· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐπέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην. ]
eta 8[ ᾜα· δισυλλάβως τὸ ἐπορευόμην, σὺν τῷ ι γράφεται. οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι, καὶ ἤϊσαν, τὸ ᾔεσαν. καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον, ὅτι ἀκμάζοντές τε ἤϊσαν ἐς αὐτόν. Ἴωνες ᾔεσαν καὶ ἤϊσαν. Ἀριστοφάνης Ὁλκάσιν. ἐπεὶ δ’ ἐγενόμην οἷπερ ἤϊ’ ἐπὶ ξύλα. ]
eta 552[ Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου [+], ὑπομνήματα εἰς Ἡρόδοτον [+], Ξενοφῶντα [+], Θουκυδίδην [+], Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας. ]
iota 121[ Ἰδιῶται· ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἀριστοφάνης δὲ ἐν Βατράχοις ἰδιώτας τοὺς ἰδίους λέγει· περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας· κατὰ παραγωγὴν ἴδιος, ἰδιώτης. ἰδιώτης δὲ λέγεται, ὁ πρὸς γένος ἴδιος, καὶ ὁ ἀμαθής. καὶ ἐν Πλούτῳ ἴδιον τὸ ἰδιωτικόν φησιν. ]
iota 203[ Ἱερῶσθαι· φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι. σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι, καὶ οἷον καθιερῶσθαι. ]
iota 276[ Ἴκριον. ἰκρίῳ Ἰουδαῖοι τὸν σωτῆρα προσήλωσαν. ἴκριον γὰρ ἐπὶ τοῦ τάφου κεῖσθαι τοῦ κενοταφίου. Θουκυδίδης. γνώρισμα ἐπιχώριον καὶ νόμιμον Ἀττικὸν τῶν ἐπὶ δυστυχίᾳ τετελευτηκότων καὶ μὴ ἐν Ἀθήναις ταφέντων. ]
theta 172[ Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ [+] ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα. ]
theta 414[ Θουκυδίδης, Ὀλώρου, Ἀθηναῖος, παῖδα δὲ ἔσχε Τιμόθεον. ἦν δὲ ἀπὸ μὲν πατρὸς Μιλτιάδου τοῦ στρατηγοῦ τὸ γένος ἕλκων, ἀπὸ δὲ μητρὸς Ὀλώρου τοῦ Θρᾳκῶν βασιλέως· μαθητὴς Ἀντιφῶντος. ἤκμαζε κατὰ τὴν πζʹ Ὀλυμπιάδα· ἔγραψε δὲ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. οὗτος ἤκουσεν ἔτι παῖς τυγχάνων Ἡροδότου ἐπὶ τῆς Ὀλυμπίας τὰς ἱστορίας διερχομένου, ἃς συνεγράψατο, καὶ κινηθεὶς ὑπό τινος ἐνθουσιασμοῦ πλήρης δακρύων ἐγένετο. καὶ ὁ Ἡρόδοτος κατανοήσας τὴν αὐτοῦ φύσιν πρὸς τὸν πατέρα Θουκυδίδου Ὄλωρον ἔφη· μακαρίζω σε τῆς εὐτεκνίας, Ὄλωρε· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. καὶ οὐκ ἐψεύσθη γε τῆς ἀποφάσεως. οὗτος ὁ Θουκυδίδης ἀνὴρ ἦν πολὺς ταῖς τέχναις, κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίαις καὶ συμβουλίαις καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ὁ συγγραφεὺς οὗτος μεταβαίνει ἀπὸ τῶν θηλυκῶν εἰς οὐδέτερον· οἷον, τρέπονται εἰς Μακεδονίαν, ἐφ ' ὅπερ καὶ πρότερον. καὶ Θουκυδίδειος γραφή. ]
kappa 42[ Καθαιρήσετε· καθελεῖτε. καὶ Θουκυδίδης, καὶ τῶν ἄλλων οἱ πλείους. ]
kappa 46[ Καθέδρα· ἡ ἐπίσχεσις παρὰ Θουκυδίδῃ. ]
kappa 260[ Καλῶς· ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως παρὰ Θουκυδίδῃ. οἷς κόσμος καλῶς τοῦτο δρᾶν. τουτέστι τὸ λῃστεύειν. οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον νυκτὸς οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν. ]
kappa 540[ Καταδύσαντες τὰς ναῦς· παρὰ Θουκυδίδῃ καὶ ἐπὶ τοῦ τρώσαντες, οὐχὶ δὲ ἐπὶ τοῦ βαπτίσαντες. ]
kappa 598[ Κατάκρας· ἐπίρρημα. Θουκυδίδης· ὁ δὲ Βρασίδας ἐπὶ τὰ μετέωρα τῆς πόλεως ἐτράπετο βουλόμενος κατάκρας καὶ βεβαίως ἑλεῖν αὐτήν. καὶ αὖθις· ἐλπίσαντες τὴν πόλιν ἔχεσθαι κατάκρας παραδιδόασι σφᾶς αὐτούς. ἀντὶ τοῦ ἐξ ὁλοκλήρου. ]
kappa 637[ Καταλῦσαι· παρὰ Θουκυδίδῃ ἐπὶ τῶν ὀχουμένων ἐπὶ ἅρματος. κατάγειν δὲ ἐπὶ νηός. ]
kappa 856[ Καταφρόνησιν· ὁ Θουκυδίδης τὴν ὑπερφρόνησίν φησιν· ἐπίτασιν γὰρ ἡ κατά πρόθεσις σημαίνει. οἷον οὐ δύνασθε εἰπεῖν, ὅτι διὰ τὸ ἔχειν τὰ τρία ταῦτα, οἷον ἀξυνεσίαν, μαλακίαν, ἀμέλειαν, οὐ πολεμοῦμεν, ἀλλὰ διὰ τὴν καταφρόνησιν· ὅ ἐστι διὰ τὸ ἄγαν φρονεῖν, καὶ οἷον ὑπερφρονεῖν. καταφρόνησιν γὰρ τὴν ἀφροσύνην λέγει. ]
kappa 972[ Κατεργάσασθαι· ἀντὶ τοῦ καταπονῆσαι. Θουκυδίδης. ]
kappa 1295[ Κελεύω· δοτικῇ καὶ αἰτιατικῇ. οὐκ ἐπὶ μειζόνων μόνον κεῖται παρὰ Θουκυδίδῃ, ἀλλὰ καὶ ἐπ’ ἐλαττόνων. ]
kappa 1367[ Κέρας, κέρως, κέρᾳ· ἐπὶ τῆς παρατάξεως· Θουκυδίδης ηʹ· τοῦ εὐωνύμου κέρως. ἐν τῇ αὐτῇ· καὶ οἱ μὲν Ἀργεῖοι τῷ σφετέρῳ αὐτῶν κέρᾳ. καὶ ἐν πᾶσιν οὕτως. ]
kappa 1772[ Κληῗδα· οὕτω καὶ οἱ τραγικοὶ καὶ Θουκυδίδης. ]
kappa 1840[ Κλυδώνιον· κυκᾶ. καὶ κλύδωνα ἄμφω. Θουκυδίδης βʹ· καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν. καὶ Κλυδώνισμα. καὶ Κλυδωνῶ ῥῆμα, καὶ Κλυδωνίζω. ]
kappa 2248[ Κωλύμη· κώλυμα, κώλυσις, ἐμπόδιον. ἔστι δὲ ἡ λέξις Θουκυδίδου. ]
kappa 2259[ Κώμην· οἱ πλεῖστοι τὸν στενωπὸν καὶ τὴν οἷον γειτνίασιν, οἱ δὲ τοὺς ἐν τῇ πόλει δήμους κώμας φασὶ προσαγορεύεσθαι. καὶ κωμήτας, τοὺς δημότας ἐν τῇ πόλει καὶ οἷον ἐν τῇ αὐτῇ τάξει καὶ μοίρᾳ τῆς πόλεως οἰκοῦντας. οὕτως Ἀριστοφάνης. εἴρηκε δὲ καὶ Θουκυδίδης κώμας τοὺς δήμους ἐν αʹ· κατὰ κώμας δὲ τῷ παλαιῷ τρόπῳ οἰκηθεῖσα. ]
kappa 2297[ Κωπῆρες πλοῖον· ὡς ἡμεῖς· καὶ Θουκυδίδης ἐν δʹ. καὶ ἡ δοτικὴ τῷ κωπήρει. ]
kappa 2488[ Κρωβύλος· ὁ μαλλὸς τῶν παιδίων. καὶ ὁ πλόκαμος, ὃν διέβαλλον οἱ τὸν χρυσοῦν τέττιγα φοροῦντες, ἀνάδημα, κόσμος, ὁ τῶν τριχῶν πεπλεγμένος κόσμος. ἐν Ἐπιγράμμασι· ἅλικες αἵ τε κόμαι καὶ ὁ κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶμος ὁ τετραέτης. Ξενοφῶν· εἶχον δὲ κράνη σκύτινα οἷά περ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγυτάτω τιαροειδῆ. Κρωβύλος κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην. ]
kappa 2489[ Κρωβύλος· πλέγμα τριχῶν εἰς ὀξὺ λῆγον. ἐκαλεῖτο δὲ τοῦτο ἐπ’ ἀνδρῶν, κόρυμβος δὲ ἐπὶ γυναικῶν, σκορπίος δὲ ἐπὶ παίδων. καὶ Θουκυδίδης· κρωβύλους ἀναδούμενοι. ἢ κρωβύλον, παρ’ Ἀθηναίοις τὸ πρὸς κεφαλῆς προσείλημα. ]
lambda 100[ Λαμπρῶς· τὸ φανερῶς, οὐ τὸ ἐνδόξως. καὶ παρὰ Θουκυδίδῃ· καὶ λελυμένων λαμπρῶς τῶν σπονδῶν. καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. καὶ αὖθις· καὶ τὴν ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυε. ]
lambda 200[ Λαισποδίας τὴν φύσιν· ἀντὶ τοῦ τὴν κνήμην ἔχει σαπράν· Λαισποδίας γὰρ καὶ Δαμασίας ὡς κακόκνημοι διεβάλλοντο. τοῦτον δὲ τὸν Λαισποδίαν καὶ στρατηγῆσαί φησι Θουκυδίδης ἐν τῇ ηʹ. ἦν δὲ καὶ φιλόδικος. εἶχε δὲ καὶ περὶ τὰς κνήμας αἰτίας τινάς· διὸ καὶ κατὰ σκελῶν ἐφόρει τὸ ἱμάτιον. ἢ ὡς Ἰξίων ἐν ταῖς λέξεσιν ὁ ἀκρατὴς περὶ τὰ ἀφροδίσια ὥστε καὶ κτήνη σποδεῖν. ]
lambda 225[ Λέγω· τὸ λαλῶ· σημαίνει δὲ καὶ τὸ μετρῶ καὶ τὸ κοιμῶμαι καὶ τὸ συλλέγω καὶ τὸ λαγχάνω. ἀπὸ οὖν τοῦ λέξω μέλλοντος λέξω ἐνεστώς, ἔνθεν λέξετο· καὶ ὄρσω, ὄρσεο. Λέγω καὶ τὸ οἰκοδομῶ. καὶ διαλέγουσαν, διοικοδομοῦσαν. καὶ διαλέγουσι, διορύττουσι. Θουκυδίδης. ]
lambda 293[ Λεπτὰ πλοῖα· τὰ μικρά. ηʹ Θουκυδίδης. ]
lambda 353[ Λεῖα· παρὰ Θουκυδίδῃ τὰ λιτά, πρὸς ἀντιδιαστολὴν τῶν ὑφαντῶν καὶ πεποικιλμένων. ]
lambda 557[ Λιμὸς Μηλιαῖος· ἐπὶ τῶν χαλεπῶν. ἐν γὰρ τοῖς Πελοποννησιακοῖς κατὰ πάντων Νικίαν πέμψαντες Ἀθηναῖοι ἐπὶ τοσοῦτον ἐπολιόρκησαν αὐτοὺς ὥστε λιμῷ διαφθεῖραι. τῷ δὲ πρώτῳ ἔτει Νικίας Μῆλον παρεστήσατο οὐ μόνον μηχανῶν προσαγωγῇ, ἀλλὰ καὶ λιμῷ, διὰ τὸ ἀποστῆναι αὐτῶν, πρῴην ὑποτελῆ οὖσαν. ἢ ἀντὶ τοῦ μεγίστῳ. Μῆλος δὲ πόλις Θεσσαλίας. οἱ δὲ Μήλιοι πολιορκούμενοι λιμῷ ὑπὸ Ἀθηναίων ἐπείσθησαν καὶ προδεδώκασιν ἑαυτούς. καὶ Λιμῷ Μηλίῳ, παροιμία. ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ. ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ. ]
lambda 574[ Λίπα· λιπαρὸν κατὰ ἀποκοπήν. Θουκυδίδης· λίπα γὰρ ἀλείψεσθαι ὅπως μὴ ἀδικῶνται. καὶ Αἰλιανός· ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλείφονται. ]
lambda 636[ Λογάδην· ἐπιλέκτως. Θουκυδίδης· σιδήρια λιθουργικὰ οὐκ ἔχοντες, λογάδην φέροντες τοὺς λίθους ξυνετίθεσαν, ὡς ἕκαστόν τι ξυμβαίνοι. καὶ Λογάδες λίθοι. ἐκ λογάδων λίθων ἐκτισμένος. τουτέστι τῶν εὐτελῶν καὶ μικρῶν. ]
mu 35[ Μᾶζα· κυρίως ἡ τροφή, ἡ ἀπὸ γάλακτος καὶ σίτου, παρὰ τὸ μάζεσθαι. προπερισπᾶται. ἐπὶ δὲ τοῦ κανθάρου Ἀριστοφάνης καταχρηστικῶς κέχρηται. οὐ γὰρ τὴν ἐξ ἀλφίτων φυραθεῖσαν δηλοῦν θέλει, οὐ γὰρ αὕτη κανθάρων τροφή, ἀλλὰ τὸ ἀποπάτημα, τουτέστι τὴν κόπρον. πίτυρα δέ τινα ἔματτον οἱ οἰκέται· κόπρον γὰρ φυρᾶν ἄπιστον. αἶρ’ , αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. καὶ παροιμία ἐπὶ τῶν ἀλλοτρίοις πόνοις ἐγκαυχωμένων· μᾶζαν μεμαχὼς τὴν ὑπ’ ἐμοῦ μεμαγμένην. καὶ πρῴην γ’ ἐμοῦ μᾶζαν μεμαχότος Λακωνικήν, πανουργοτάτως παραδραμών, ὑφαρπάσας αὐτὴν παρέθηκε τὴν ὑπ’ ἐμοῦ μεμαγμένην καὶ ἐν ἑτοίμῳ γενομένην. τοῦτο δὲ ἀπὸ ἱστορίας εἴληφεν, ἧς μέμνηται Θουκυδίδης. ]
mu 106[ Μάλιστα· ἀντὶ τοῦ ἀκριβῶς ὁ Θουκυδίδης λαμβάνει. ]
mu 538[ Μέλλω· ἐπὶ τοῦ βραδύνω. καὶ ἐπὶ τοῦ ἐσομένου χρόνου παρὰ Θουκυδίδῃ. καὶ Σοφοκλῆς· μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθειρα. καὶ Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω, πλὴν ὅταν μέλλω’ ξεμεῖν. τουτέστιν εἰ ὅλως λέγεις, τότε εἰπέ, ὅτε μέλλω ἐξεμεῖν· ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε καὶ ὅτε λέγεις· ἢ οὕτως· τότε, φησί, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι, ἐὰν εἴπῃς. ]
mu 726[ Μεταποιεῖσθαι· ἀντὶ τοῦ ποιεῖσθαι. Πλάτων Πολιτικοῖς· ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης. ἀντιποιουμένους. Θουκυδίδης ἐν τῇ λοιμικῇ καταστάσει· καὶ μάλισθ’ οἱ ἀρετῆς μεταποιούμενοι. σημαίνει ἀντιποιούμενοι. ]
mu 729[ Μεταπύργιον· ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων. οὕτως καὶ Θουκυδίδης καὶ Λυσίας. ]
mu 745[ Μεταχειρίζειν· ἀντὶ τοῦ μεταχειρίζεσθαι. Θουκυδίδης δʹ. ]
mu 772[ Μετέωρος· ὁ ἤδη πρὸς πρᾶξίν τινα ηὐτρεπισμένος. μετῆλθε τὰς πόλεις μετεώρους πρὸς ἀπόστασιν οὔσας. καὶ αὖθις· πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. καὶ Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ τοὺς πολλοὺς ἐσπάρασσεν. ἦσαν δὲ μετέωροι ταῖς ψυχαῖς καὶ πρὸς τὸ μέλλον ἔτι σαλεύοντες. καὶ αὖθις· ὁ δὲ μετέωρος ἦν πρὸς πᾶσαν καινοτομίαν· διὸ καὶ προθύμως ὑπήκουσε τοῖς παρακαλουμένοις. μετέωρος ἦν ἡ Ἑλλάς. παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ ἐκεκίνηντο καὶ οὐχ ἡσύχαζον. ]
mu 773[ Μετεώρους νῆας· παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πελαγίους καὶ μὴ ἐπ’ ἀγκυρῶν ἱσταμένας, ἀλλ’ ἀπεχούσας τῆς γῆς. ἐκ μεταφορᾶς τῶν ἀπεχόντων τῆς γῆς καὶ ἐν ὄρει ὄντων. ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆν καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι. ]
nu 45[ Ναυάγιον· παρὰ Θουκυδίδῃ οὐδετέρως μέν, ὅταν τι τῆς νηὸς ἀπολεσθῇ, οἷον πηδάλιον ἤ τι τοιοῦτον. ναυαγία δὲ θηλυκῶς πᾶσα ἡ τῆς νηὸς ἀπώλεια. ]
nu 191[ Νεοκαταστάτοις ἀνθρώποις· φησὶ Θουκυδίδης. ἀντὶ τοῦ νεωστὶ κατῳκισμένοις. ]
nu 244[ Νεωτερίζειν. Θουκυδίδης· τῆς ἡμέρας τὸ πνῖγος ἐλύπει, νύκτες δὲ μετοπωριναὶ καὶ ψυχραὶ τῇ μεταβολῇ ἀσθένειαν ἐνεωτέριζον. ὁ δὲ βάρβαρος οὐδὲ ἐπὶ τὴν νεωτερίζουσαν τὰ πράγματα τύχην ἔσχεν ἀνενεγκεῖν τὴν αἰτίαν, ὡς ἂν ἔννομόν τινα καὶ ὕπαιθρον ἀγωνισάμενος μάχην. ]
nu 494[ Νόσον ἔχειν· ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν. Εὐριπίδης Ἀντιόπῃ. Νόσος λεγόμενον ἐγκατασκῆψαι· πρὸς τὸ σημαινόμενον ἡ σύνταξις, πρᾶγμα δηλονότι. παρὰ Θουκυδίδῃ. ]
nu 518[ Νουμήνιος, ῥήτωρ. Περὶ τῶν τῆς λέξεως σχημάτων, Ὑποθέσεις τῶν Θουκυδίδου [+] καὶ Δημοσθένους [+], Χρειῶν συναγωγήν, Ἀδριανῷ [+] παραμυθητικὸν εἰς Ἀντίνοον. ]
xi 20[ Ξεναγῶν· ξενοδοχῶν. παρὰ Θουκυδίδῃ οἱ ἄρχοντες τῶν μισθοφόρων· ξένους γὰρ ἐκάλουν τοὺς μισθοφόρους. οἱ τε ξεναγοὶ ἑκάστης πόλεως ξυνεφεστῶτες ἠνάγκαζον ἐς τὸ ἔργον. ]
xi 110[ Ξυμφοράν φησι Θουκυδίδης τὴν ἀπὸ περιστάσεως δυστυχίαν, καὶ οὐκ ἐξ οἰκείας ἀβουλίας κακοπραγίαν ἤτοι κακίαν. καὶ γὰρ αἱ τῆς φύσεως ἐλαττώσεις καὶ διαπτώσεις κακίαι πάντως εἰσίν. ἢ ξυμφοράς, τὰς ἀποτυχίας. ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι ἢ διὰ τὰς διανοίας τοῦ ἀνθρώπου. ]
xi 111[ Ξύν· Θουκυδίδης ἀντὶ τοῦ σύν· καὶ τὰ ἄλλα τὰ ὅμοια. οὕτως καὶ οἱ παλαιοὶ πάντες. ]
xi 128[ Ξυννενημένων· σεσωρευμένων. Θουκυδίδης· τῶν νεκρῶν ὁμοῦ ἐπ’ ἀλλήλοις ξυννενημένων ὀσμαὶ ἦσαν οὐκ ἀνεκτοί. ]
xi 164[ Ξύσκηνος· Θουκυδίδης· τῶν τε ξυσκήνων ἤδη ἀπιόντων ἐκκρεμανύμενοι. ]
omicron 171[ Ὁλκάς· παρὰ Θουκυδίδῃ ἡ ἐμπορικὴ ναῦς. καὶ Ὁλκάδες, πλοῖα. ἐν ταῖς δὴ λεγομέναις ὁλκάσι μακραῖς τὰ βαρβαρικὰ διεβίβασαν πλήθη. ]
omicron 250[ Ὅμηρον· παρὰ Θουκυδίδῃ ἐνέχυρον, τὸ εἰς εἰρήνην διδόμενον. ἐπὶ συνθήκαις. Αἰλιανός· ὁ δὲ ὑφαιρεῖται τὸν κώδωνα καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ. Ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμβαλεῖν. Θεόπομπος δὲ ὁμηρεῖν φησι παρὰ τοῖς Ἀχαιοῖς λέγεσθαι τὸ ἀκολουθεῖν. τοὺς οὖν ἐπ’ ἀκολουθίᾳ τῶν ὡμολογημένων διδομένους ἐντεῦθεν ὁμήρους φασὶ λέγεσθαι. ]
omicron 302[ Ὁμωχαίτας· Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμορροφίους. Βοιωτικὴ δὲ ἡ λέξις. Ὁμωχαίτας δαίμονας, τοὺς συμμετέχοντας τῶν αὐτῶν ναῶν καὶ τῶν αὐτῶν ἱερῶν. ]
omicron 468[ Ὁπλίτης· ὡς μὴ ἐρέσσων παραλαμβάνεται παρὰ Θουκυδίδῃ· ὁ δὲ ναύτης ὡς κοινωνὸς τῆς εἰρεσίας ἀναλαμβάνεται. ]
omicron 502[ Ὀργᾶν· ἐπιθυμεῖν. καὶ Ὀργῶντες παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ ἐπιθυμοῦντες. Ἡρόδοτος ἰδὼν Θουκυδίδην ὑπὸ ἐνθουσιασμοῦ τινος δακρύοντα, ἔφη, μακαρίζω σε, Ὄλορε, τῆς εὐτεκνίας· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. ]
omicron 514[ Ὀργῇ παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διανοίᾳ, τρόπῳ, σκοπῷ. ]
omicron 706[ Ὄσπριον· εἶδος σπέρματος. λέγεται δὲ καὶ χέδροψ τὸ ὄσπριον παρὰ Θουκυδίδῃ. ]
omicron 835[ Οὐηστῖνος, Ἰούλιος χρηματίσας, σοφιστής. Ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία ϟδʹ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους [+] βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου [+], Ἰσαίου [+], Ἰσοκράτους [+] καὶ Θρασυμάχου [+] τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων. ]
omicron 928[ Οὔπως· οὐδένα τρόπον. καὶ Θουκυδίδης εʹ. καὶ Ὅμηρος· ὦ γέρον, οὔ πως ἔγωγε τοῦτο τελέεσθαι ὀΐω. ]
omega 108[ Ὤνευον· παρὰ Θουκυδίδῃ ἐκίνουν καὶ περιῆγον· ὄνος γὰρ τοῦ μύλωνος τὸ κινούμενον· καὶ αἱ τοιαῦται μηχαναὶ ὄνοι. Θουκυδίδης· ὤνευον ἀναδούμενοι τοὺς σταυρούς. τουτέστιν ὄνοις ἐχρῶντο. ἔστι δὲ ὄνος μηχανὴ ἐπ’ ἄκρων τῶν ἀκατίων πηγνυμένη, ἀφ’ ἧς περιβάλλοντες βρόχοις τοὺς σταυροὺς ῥᾳδίως ἐκ τοῦ βυθοῦ ἀνέσπων. ἔστι γὰρ ἡ μηχανὴ ἐπὶ τοσοῦτον βιαιοτάτη, ὥστε καὶ σαγήνην βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνως ἕλκεσθαι. καλοῦσι δὲ τὴν μηχανὴν οἱ τοὺς χαμαὶ λείχοντας ἕλκοντες ἁλιεῖς ἠλακάτην. ἐρρωμενεστέρα δὲ πρὸς τὴν ἀνέλκυσιν καθίσταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆς τεθείη· ἐπ’ εὐθείας γὰρ ἡ ἀντίσπασις τῶν ἀνελκομένων γίνεται. ]
pi 154[ Πάνακτος· πόλις μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. Θουκυδίδης δὲ καὶ οὐδετέρως καλεῖ τὸ χωρίον, Μένανδρος δὲ ἀρρενικῶς. ]
pi 270[ Παραβαλέσθαι· τὸ ἐξαπατῆσαι. Θουκυδίδης αʹ. οὕτω καὶ Ὅμηρος· παραβλήδην ἀγορεύων. ]
pi 284[ Παραβεβάσθαι τὰς σπονδάς· τὸ παθητικὸν τοῦ παραβεβηκέναι, πάνυ ἀκολούθως Θουκυδίδης. ]
pi 310[ Παράγεσθαι· μεταπείθεσθαι. Θουκυδίδης· κελεύει αὐτοὺς μὴ λόγοις μόνον παράγεσθαι ἢ πέμψαι σφῶν αὐτῶν ἄνδρας, οἵτινες ἀπαγγελοῦσι. ]
pi 378[ Παρακωχή· παροχή· παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή. ]
pi 385[ Παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον. καί, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Προκόπιος· οἱ μὲν ἄλλοι τοῦ πλήθους ἐκλογιζόμενοι τὸν παράλογον, ἔδοξε μανιώδης εἶναι αὐτοῦ ἡ ἔννοια. καὶ αὖθις· τοῖς δὲ Ῥωμαίοις θάρσος καὶ ἀπιστία πρὸς τὰ γινόμενα παρέστη πλείων ἢ τοῖς τὰ παράλογα ὀνείρατα ὁρῶσιν. ὁ Παράλογος Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι ἐν παντὶ δὴ ἀθυμίας ἦσαν, καὶ ὁ παράλογος αὐτοῖς μέγας ἦν· πολὺ δὲ μείζων ἔτι τῆς στρατιᾶς ὁ μετάμελος. καὶ αὖθις· οἱ δὲ σοφίσμασι καὶ παραγωγαῖς ἐκκρούοντες ἡμᾶς ἀεί τε καὶ καθημέραν κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. ]
pi 419[ Παραπολύ· παντελῶς. Θουκυδίδης ἐν αʹ· καὶ ἐνίκησαν οἱ Κερκυραῖοι παραπολύ. ]
pi 452[ Παρὰ σφὰς ὃς οὐκ ἐσπλεῖν· παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ σχεδόν, ὡς τὸ μονονουχί. ]
pi 501[ Παραιρήσεται· ἀφαιρήσεται. Θουκυδίδης· διέφθειρον σφᾶς αὐτούς, οἱ μὲν ἀπὸ κλινῶν σπάρτοις, οἱ δὲ ἐκ τῶν ἱματίων παραιρήματα ποιοῦντες( τουτέστιν ἀφαιρέματα) ἀπήγχοντο. ]
pi 535[ Παρελθεῖν· τὸ αὐτίκα δηλοῖ παρὰ Θουκυδίδῃ. τὸ δὲ ἐπελθεῖν, τὸ ἀναβαλλόμενον χρόνῳ δὲ τοῦτο διαπράξασθαι. ]
pi 542[ Παρέλυσαν· ἀπήλλαξαν, μετέστησαν· Θουκυδίδης ζʹ· τὸν μὲν Νικίαν οὐ παρέλυσαν τῆς ἀρχῆς. ]
pi 550[ Παρένησαν· Θουκυδίδης· ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο. ]
pi 558[ Παρεξειρεσίαν· τὸ ἔξω τῶν ἐρεσσόντων. ἐν τετάρτῃ Θουκυδίδης. Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν, καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν. ]
pi 559[ Παρεξειρεσίας· παρὰ Θουκυδίδῃ τὸ κατὰ τὴν πρώραν πρὸ τῶν κωπῶν· ὡς ἂν εἴποι τις τὸ παρὲξ τῆς εἰρεσίας. ]
pi 689[ Παροκωχή· παροχὴ παρὰ Θουκυδίδῃ, ὡς ἡ ἀνακωχὴ καὶ διακωχή. ]
pi 707[ Παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι [+]· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. ]
pi 763[ Πασσυδεί· παντελῶς. ὁ Θουκυδίδης· εἰ μὴ οὕτως τε πασσυδεὶ διεφθάρθαι. ὅπερ ἀγνοήσαντές τινες γράφουσι πασσυδί. ἔστι καὶ ἐν Αὐτομόλοις Φερεκράτου. ]
pi 838[ Παιᾶνας· κώμους, εὐφημίας. Παιᾶνες δύο ἦσαν· Ἐνυάλιος, ὅτε ἦρχον· ὃς καὶ πρὸ τῆς μάχης ἐγίνετο· καὶ ἕτερος, ὅτε ἐνίκων. ὅτι δύο παιᾶνας ᾖδον οἱ παλαιοί, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡς ἐπίπλουν λέγει Θουκυδίδης, ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον. ]
pi 945[ Πελιδνόν· μέλαν. λέγεται καὶ Πελιτνὸν παρὰ Θουκυδίδῃ. καὶ Πελιδνωθεῖσα, ὠχριάσασα. καὶ Πελιδνωμένη, ἀντὶ τοῦ μελαινομένη. ]
pi 946[ Πελιδνόν· τὸ μεταξὺ ὠχρότητος καὶ μελανίας· οἱονεὶ μολιβδοειδές. παρὰ Θουκυδίδῃ. ]
pi 959[ Πέμπειν· τὸ πομπεύειν. Μένανδρος ὙποβολιμαίῳἈγροίκῳ· μικρὰ Παναθήναια ἐπεὶ δι’ ἀγορᾶς πέμποντά σε, Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ’ ἅρματος. καὶ πέμψαντες, τὸ πομπεύσαντες, παρὰ Θουκυδίδῃ. καὶ Πέμπομαι· αἰτιατικῇ. ]
pi 1204[ Περίνεως· τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν, ὡς λειπόνεως, τοὺς λειποτάκτας. Θουκυδίδης. τοὺς δὲ περίνεως( πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησαν) , οὓς ἐς τὸ ναυτικὸν ὀλιγανδροῦν κατέταξεν. οἱ δὲ ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι δῆλοι ἦσαν. ]
pi 1219[ Περιορᾶσθαι· καραδοκεῖν, ἀποθεωρεῖν, περισκέπτεσθαι, φροντίζειν. Θουκυδίδης· καὶ τοὺς Μεγαρέας... περιορωμένους τὸν πόλεμον, λέγει. καί, ὁ Βρασίδας τῆς μάχης περιορώμενος. οἱ δὲ πρὸς τῷ ποταμῷ κατέμειναν περιορώμενοι τὸ γενησόμενον. τουτέστι καραδοκοῦντες, προσδοκῶντες. ]
pi 1234[ Περιωπὴ καὶ Πίσυνοι καὶ Πύστεις. πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. καὶ Ἀγαθίας δὲ τὴν περίσκεψιν λέγει· ὁ δὲ Ναρσῆς ἧστο ἐς ὑπερῷόν τι δωμάτιον, ἐν περιωπῇ τοῦ πεδίου. τουτέστιν ἐν περισκέψει. καὶ Σιμόκατος· καὶ οὖν ᾄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἀφανές. ]
pi 1253[ Περιπλεῖν καὶ διεκπλεῖν διαφέρει παρὰ Θουκυδίδῃ· τὸ μὲν γὰρ περιπλεῖν ἐν τῇ εὐρυχωρία καθίστασθαι, οἷον χορευούσης καὶ ἀναστρεφομένης ἐφ’ ὅπερ βούλεται τῆς νεώς. καὶ ἡ περι πρόθεσις αὐτὸ τοῦτο δηλοῖ, τὸ ἐν κύκλῳ περιθέειν. τὸ δὲ διεκπλεῖν, τὸ τεμόντα τὴν τάξιν τῶν ἐναντίων εἰς τοὐπίσω γενέσθαι. ]
pi 1260[ Περιπόλους· τοὺς φύλακας, ἢ ζητητάς. ἀπὸ τοῦ περιπολεῖν. Ἀριστοφάνης Ὄρνισιν· οὐκοῦν δῆτα περιπόλους ἐχρῆν πέμψαι; τὸ δὲ ἑξῆς, οὐκ ἐχρῆν περιπόλους πέμψαι; Θουκυδίδης· οἱ δὲ καὶ οἱ περίπολοι ἐνήδρευσαν. ]
pi 1335[ Περιοίσειν· τὸ περιέσεσθαι καὶ ἀνθέξειν. Θουκυδίδης ζʹ. σημαίνει καὶ τὸ ἀνοίσειν ἐκ τῆς νόσου. ]
pi 1452[ Πειρᾶν· τοὺς λόγους περὶ συνουσίας προφέρειν. καὶ πειραθῆναι, τὸ ἀκοῦσαι λόγους τοιούτους. Θουκυδίδης· πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καταγορεύει τῷ Ἀριστογείτονι. σημαίνει ἡ λέξις καὶ τὸ ἄλλως διαπειρᾶσθαι. Πειρᾶν γὰρ κυρίως τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης. ]
pi 1574[ Πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀππιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλοτιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα. ]
pi 1724[ Πλεονεκτῶ· τὸ πλέον ἔχω· γενικῇ· καὶ τῶν Θουκυδίδου λόγων πλεονεκτεῖ. πλεονεκτῶ δὲ τὸ ἀδικῶ· αἰτιατικῇ. ὡς τό, πλεονεκτεῖ ἡμᾶς ὁ διάβολος. ]
pi 1744[ Πλῆθος· παρὰ Θουκυδίδῃ καὶ ἐπ’ ὀλίγων λέγεται. ]
pi 1865[ Πολλά· ἀντὶ τοῦ πάντα εἴωθεν ὁ Θουκυδίδης χρῆσθαι. ]
pi 1881[ Πολεμησείειν· πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ. ὡς τὸ Ὁμηρικόν, τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο. οὕτως καὶ γαμησείειν Ἀττικοί φασι· καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσι. ]
pi 2008[ Πολυτελές· δαπανηρόν. Θουκυδίδης. τὸ γὰρ ἔχειν αὐτοὺς πρὸς τὸν ἐκ τῆς Δεκελείας πόλεμον πολυτελὲς ἐφαίνετο. καὶ Πολυτελέσι, πολυδαπάνοις. τέλος γὰρ τὸ δαπάνημα. καὶ Πολυτέλεια. ὅτι πολυτελῆ τὰ πολυδάπανα, ὡς ἀτελῆ τὰ ἀδάπανα. ]
pi 2026[ Πομπήν· τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης δʹ· ξύλων τε ναυπηγησίμων πομπῇ. καὶ Αἰλιανός· καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπιφανῆ, ἁρμάμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνήν. ]
pi 2098[ Πορφύριος, ὁ κατὰ Χριστιανῶν γράψας· ὃς κυρίως ἐκαλεῖτο Βασιλεύς· Τύριος, φιλόσοφος, μαθητὴς Ἀμελίου τοῦ Πλωτίνου μαθητοῦ, διδάσκαλος δὲ Ἰαμβλίχου, γεγονὼς ἐπὶ τῶν χρόνων Αὐρηλιανοῦ καὶ παρατείνας ἕως Διοκλητιανοῦ τοῦ βασιλέως. ἔγραψε βιβλία πάμπλειστα, φιλόσοφά τε καὶ ῥητορικὰ καὶ γραμματικά. ἦν δὲ καὶ Λογγίνου τοῦ κριτικοῦ ἀκροασάμενος. Περὶ θείων ὀνομάτων αʹ, Περὶ ἀρχῶν βʹ, Περὶ ὕλης Ϛʹ, Περὶ ψυχῆς πρὸς Βόηθον εʹ, Περὶ ἀποχῆς ἐμψύχων δʹ, Περὶ τοῦ Γνῶθι σαυτὸν δʹ, Περὶ ἀσωμάτων, Περὶ τοῦ μίαν εἶναι τὴν Πλάτωνος [+] καὶ Ἀριστοτέλους [+] αἵρεσιν ζʹ, Εἰς τὴν Ἰουλιανοῦ [+] τοῦ Χαλδαίου [+] φιλοσόφον ἱστορίαν ἐν βιβλίοις δʹ, Κατὰ [+] Χριστιανῶν [+] λόγους [+] ιεʹ, Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας. Πρὸς Ἀριστοτέλην [+] τοῦ εἶναι τὴν ψυχὴν ἐντελέχειαν, Φιλολόγου ἱστορίας βιβλία εʹ, Περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, Περὶ τῶν κατὰ Πίνδαρον [+] τοῦ Νείλου πηγῶν, Περὶ τῆς ἐξ Ὁμήρου [+] ὠφελείας τῶν βασιλέων βιβλία ιʹ, Συμμίκτων ζητημάτων ζʹ, Εἰς τὸ Θουκυδίδου [+] προοίμιον, Πρὸς Ἀριστείδην ζʹ, Εἰς τὴν Μινουκιανοῦ [+] τέχνην, καὶ ἄλλα πλεῖστα, καὶ μάλιστα ἀστρονομούμενα· ἐν οἷς καὶ Εἰσαγωγὴν ἀστρονομουμένων ἐν βιβλίοις τρισί· καὶ Γραμματικὰς ἀπορίας. οὗτός ἐστιν ὁ Πορφύριος ὁ τὴν κατὰ [+] Χριστιανῶν [+] ἐφύβριστον γλῶσσαν κινήσας. ]
pi 2103[ Ποσειδώνειον· διὰ διφθόγγου, ὡς Δωριαῖον. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς, καὶ Διονύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον, δῆλον ὅτι Δωριαῖον. ]
pi 2211[ Πράξαντες· Θουκυδίδης· οἱ δὲ μετ’ Ἀθηναίων πράξαντες( τουτέστι βουλευθέντες) ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας. ἔμελλον δὲ ἀνοιχθεισῶν εἰσπίπτειν τοῖς Ἀθηναίοις. ]
pi 2324[ Προβάλλεσθαι· ἀντὶ τοῦ προτείνεσθαι. Θουκυδίδης· τὰ δὲ Μηδικὰ καὶ ὅσα αὐτοὶ τάξονται δι’ ὄχλου μάλλον ἔσται ἀεὶ προβαλλομένοισι. καὶ ὁ Ῥήτωρ· τὴν ἀειλογίαν ὁρῶ ἀεὶ προβαλλομένους. ]
pi 2457[ Προκαλεῖσθαι· οὐ τὸ εἰς ἀγῶνα καὶ μάχην, ἀλλὰ τὸ εἰς συμβάσεις καὶ συνθήκας. Θουκυδίδης. οἱ δὲ δικανικοὶ ἐπὶ πάσης προκλήσεως. Ἀρχέλαος παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην· δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, ἐγένοντο συνθῆκαι. ]
pi 2465[ Προκεχωρηκότος· προεληλυθότος. Θουκυδίδης. ]
pi 2629[ Προσέκειτο· ἀντὶ τοῦ προσεῖχε. Θουκυδίδης ἐν αʹ. ]
pi 2702[ Πρόσισχε· τὸ πρόσεχε. Κρατῖνος· καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. καὶ Εὔπολις· πρόσισχε τὸν νοῦν τῇδε. καὶ Θουκυδίδης γʹ· παρανίσχον δὲ καὶ οἱ ἐκ τῆς πόλεως. οὕτως δὲ καὶ ὑπίσχομαι, τὸ ὑπισχνοῦμαι οἵ τε τραγικοί, καὶ Ἀριστοφάνης· τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι. ]
pi 2758[ Πρόσοδος· εἰσφορά, εἴσοδος, ἢ παρουσία, ὡς Θουκυδίδης καὶ ἕτεροι. ὁ δὲ Καῖσαρ ἐκ τῆς προσόδου μόνης τούτους κατέπληξε. τουτέστι παρουσίας. ]
pi 2896[ Πρότριτα· τῇ τρίτῃ ἐπάνω ἡμέρᾳ. Θουκυδίδης ἐν βʹ. τὴν τρίτην πρὸ τῆς ἐκφορᾶς. ]
pi 2917[ Προὔχοντο· προέβαλον. οὕτως καὶ Θουκυδίδης ἐχρήσατο ἐν αʹ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προὔχονται. ἀντὶ τοῦ προβάλλουσι, προτείνουσι. ]
pi 2970[ Πρωτόνεω· οἱ πρῶτον πλέοντες, ἢ πρῶτον εἴς τινα τόπον καταπεπλευκότες. Πρωτόνεως καὶ ἀρχένεως καὶ ἄλλα πολλὰ ὁμοίως· καὶ περίνεως Θουκυδίδης αʹ. ]
pi 3168[ Πύλη· ἐπὶ τείχους παρὰ Θουκυδίδῃ· θύρα δὲ ἐπὶ οἴκου. ]
rho 59[ Ῥαχίαν· οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προσαράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης. ]
rho 149[ Ῥητόν· ὡρισμένον. φανερόν. Θουκυδίδης· ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι, ὅπλα παραδόντας. καὶ αὖθις· ἐν οὐδενὶ χρόνῳ πώποτε ῥητόν τι χρυσίον ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ’ ἡμᾶς Σαρακηνοί. ]
rho 157[ Ῥία· ἀκρωτήρια ὄρους, ὄρθια, καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν εἰς ὀξὺ λήγειν. καὶ Θουκυδίδης· οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν ῥίων ἐς τὴν εὐρυχωρίαν φοβούμενοι. ]
sigma 1[ Σᾶ· τὰ σῷα λέγουσιν μονοσυλλάβως, ἀπὸ τοῦ σῷα συναιροῦντες· καὶ τὸν σῷον σῶν, καὶ σῷοι σοῖ· παρὰ δὲ Θουκυδίδῃ δισυλλάβως σῷοι. ]
sigma 11[ Σαβῖνος, σοφιστής, γεγονὼς ἐπὶ Ἀδριανοῦ Καίσαρος. ἔγραψεν Εἰσαγωγὴν καὶ ὑποθέσεις μελετικῆς ὕλης εἰς βιβλία δʹ, εἰς Θουκυδίδην [+] καὶ Ἀκουσίλαον [+] καὶ ἄλλους ὑπομνήματα· καὶ ἕτερά τινα ἐξηγητικά. ]
sigma 47[ Σαλαμινία ναῦς· δύο ἦσαν νῆες παρὰ τοῖς Ἀθηναίοις ὑπηρέτιδες ταχυδρόμοι, ἡ Πάραλος καὶ ἡ Σαλαμινία· ὧν ἡ μὲν Σαλαμινία τοὺς ἐγκαλουμένους εἰς κρίσιν ἦγεν· ἣν καὶ ἐπὶ Ἀλκιβιάδου φησὶ πεμφθῆναι Θουκυδίδης. ἡ δὲ Πάραλος τὰς θεωρίας ἀπῆγε, τουτέστι τὰ εἰς θυσίαν πεμπόμενα. ]
sigma 62[ Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν. ]
sigma 269[ Σέσωται καὶ Σεσωμένος· οἱ παλαιοὶ ἄνευ τοῦ ς. καὶ διεζωμένοι φησὶ Θουκυδίδης. οἱ δὲ νεώτεροι σέσωσμαι. ἐπ’ ἐνίων δ’ ἁπλῶς παραλείπουσι τὸ ς· κεκλειμένον, πεπρημένον. ]
sigma 323[ Σημεῖα ἀρθῆναι ἑκατέροις· παρὰ Θουκυδίδῃ. σύμβολά τινα εἶχον, ἃ κατὰ τὸν καιρὸν τῆς μάχης δεικνύμενα. καὶ ὅτε μὲν ἀνετείνετο τὰ σύμβολα, ἤρχοντο τῆς μάχης· ὅτε δὲ κατεσπῶντο, ἐπαύοντο. ]
sigma 502[ Σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος. ]
sigma 503[ Σίτου· τροφῆς. καὶ Σίτου δίκη· ὅταν γυνὴ ἀποδικεῖν ποιησαμένη πρὸς τὸν ἄνδρα διὰ τοῦ ἄρχοντος ἢ καὶ ὑπὸ τοῦ ἀνδρὸς ἐκπεμφθεῖσα, μὴ ἀπολαμβάνῃ τὴν προῖκα, καὶ διαγένηται χρόνος, καὶ δίκην εἰσάγῃ πρὸς αὐτὸν καὶ ἀπαιτῇ προῖκα καὶ τροφάς, ἀφ’ ἧς ἀπηλλάγη ἡμέρας, αὕτη καλεῖται δίκη σίτου. καὶ Σίτου ἐκβολή· Θουκυδίδης, ὅταν ὁ στάχυς τῆς κάλυκος ἐκφύηται, οὐχ ὅταν ἐκ τῆς γῆς ἀναδίδοται τὰ σπέρματα. ]
sigma 824[ Σῷ· μονοσυλλάβως οἱ σῷοι· καὶ παρὰ Θουκυδίδῃ. οἱ δὲ συνηθέστερον γράφουσι σῷοι. καὶ Σῶν, μονοσυλλάβως, ἀντὶ τοῦ σῳζομένων, ὁλοκλήρων. ὁλόκληρόν τε καὶ σῶν καὶ ἀρτεμῆ ἐργασάμενον. ]
sigma 890[ Σωφροσύνη· ἡ ἰδιωτεία παρὰ Θουκυδίδῃ καὶ ἡ ἀπραγμοσύνη. ]
sigma 979[ Σταγειρίτης· ὁ Ἀριστοτέλης, ἀπὸ τόπου κληθείς. Πισίδης· ποίους στρατηγοὺς ἢ Σταγειρίτας ἔχων ἐπῆλθες εἰς γῆν εὐτυχούντων βαρβάρων. διόλου τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον, ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου. τουτέστιν ὁ Δημοσθένης τὸν Θουκυδίδην. ]
sigma 1050[ Στέριφος· στεῖρος, καὶ ἄγονος. παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν. αὐτὸς δὲ διὰ τοῦ ἕλους, ᾗ στεριφότατός τε ἦν καὶ ἥκιστα ἀπὸ τῶν ἐναντίων ἑωρᾶτο, ὑπερέβη. καὶ Θουκυδίδης· τὰς πρώρας τῶν νεῶν ξυντεμόντες ἐς ἔλασσον στεριφοτέρας ἐποίησαν. ἀντὶ τοῦ στερεωτέρας. ]
sigma 1262[ Στύραξ· τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθασι. καὶ Θουκυδίδης φησί· στυρακίῳ ἀκοντίῳ ἀντὶ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. καὶ Στυρακίζω, ἕλκω. ]
sigma 1283[ Συγγραφεῖς· εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ· ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο. καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητήν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος. ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. ]
sigma 1296[ Συγκομιδή· ὡς ἐπὶ καρπῶν. Θουκυδίδης ἐν γʹ· καὶ ἐν συγκομιδῇ καρποῦ ἦσαν. καὶ Λυσίας ἐν τῷ πρὸς Ξενοφῶντα· συγκομίσας δὲ δῶρα καὶ ἀποδόμενος τὸ ἀργύριον. ἡ σὺν πρόθεσις, κατὰ διάστασιν συγκομιδή. ]
sigma 1701[ Σφαγάς· τὰς κατακλεῖδας. Θουκυδίδης· καὶ ὀϊστοὺς καθίεσαν ἐς τὰς σφαγάς. ]
sigma 1800[ Σχολαίτερον· ἀργότερον. μαστιγοφόροι τε παριόντες ἐπετάχυνον τῆς ὁδοῦ τοὺς σχολαίτερον προσιόντας. ὁ δὲ ἀπεφθέγγετο παροιμιῶδές τι καὶ βαρβαρικόν τε καὶ ἀφελές, ἐνεργὸν δὲ ὅμως καὶ χρήσιμον· ὡς δεῖ πρότερον ἀποσοβεῖν τὰς μελίττας, καὶ ἔπειτα τὸ μέλι σχολαίτερον αἱρεῖσθαι. Σχολαιότης λέγεται ἡ μέλλησις, καὶ ἡ ἐπιμονή. Θουκυδίδης· ἡ δὲ ἐν τῷ Ἰσθμῷ γενομένη ἐπιμονὴ καὶ κατὰ τὴν ἄλλην πορείαν ἡ σχολαιότης διέβαλεν αὐτόν. ]
sigma 1806[ Σχόντες· δοτικῇ. ὀκείλαντες, προσορμισθέντες. Θουκυδίδης· καὶ σχόντες ἐς τὰ καταντικρὺ Κυθήρων τῆς Λακωνικῆς, τῆς τε γῆς ἔστιν ἃ ἐδῄωσαν, καὶ ἐτείχισαν ἰσθμῶδές τι χωρίον. ]
tau 130[ Ταρσός· ἐκ μέρους· ἢ τὸ πλάτος τοῦ ποδός, ἢ τὸ ἄκρον τῆς χειρός. καὶ πλέγμα. Θουκυδίδης· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ]
tau 138[ Ταρροί· τάλαροι καὶ ταρσοί. καὶ τὰ πλατύσματα τῶν κωπῶν. αὐτὸ τὸ πτέρωμα. καὶ Θουκυδίδης οὕτως. ]
tau 377[ Τεττιγοφόροι· οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, σύμβολον τοῦ γηγενεῖς εἶναι. Θουκυδίδης αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. ἢ ὅτι μουσικοί· μουσικὸς γὰρ ὁ τέττιξ. γηγενεῖς δέ, διότι καὶ Ἐρεχθεύς, ὁ οἰκιστὴς τῶν Ἀθηνῶν, ἀπὸ τῆς γῆς ἐτέχθη. ]
tau 381[ Τετιημένα· Θουκυδίδης· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιημένα χρημάτων. ]
tau 460[ Τειχιόεις· ὁ τετειχισμένος. Τειχῶν καὶ πόλεως διαστολὴν ἐποιήσατο Θουκυδίδης· καὶ ἔοικε κυριωτέραν τῆς πόλεως τὴν λέξιν ἐπὶ τῶν οἰκιῶν λαμβάνειν. ]
tau 550[ Τιβέριος, φιλόσοφος καὶ σοφιστής. Περὶ ἰδεῶν λόγου βιβλία γʹ, Περὶ παρασκευῆς, Περὶ μεταποιήσεως, Περὶ ἱστορίας, Περὶ λόγου τάξεως καὶ συνθέσεως, Περὶ διαιρέσεως λόγου, Περὶ μεταβολῆς λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοσθένους [+] καὶ Ξενοφῶντος [+], Περὶ Ἡροδότου [+] καὶ Θουκυδίδου [+]. ]
tau 915[ Τραυματισθῆναι· ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης αʹ. ]
tau 941[ Τριακοντούτης· παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν. καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ τριακοντούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀριστοφάνης. ]
tau 1049[ Τρόπαια· νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι. ]
tau 1234[ Τύχη· τύχη παρ’ Ἕλλησιν ἀπρονόητος κόσμου διοίκησις ἢ φορὰ ἐξ ἀδήλων εἰς ἄδηλον καὶ αὐτόματον, οἱ δὲ Χριστιανοὶ θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι. Τύχην δὲ λέγει ὁ Θουκυδίδης τὸν πόλεμον. Τύχη· οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην καλεῖν εἰώθασιν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, εἴπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. καὶ παροιμία· Τύχη Εὔριπος· ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. Τύχη λέγεται καὶ τὸ ἐπιτήδευμα. ὡς φέρε εἰπεῖν, ὁ παρεστὼς οὗτος πρῶτον εἰπάτω τοὔ νομα, τὴν πατρίδα, τὴν τύχην, ἔπειτα καὶ τὸ σέβας. ]
omicroniota 177[ Οἰστά· φορητά. Θουκυδίδης· ὅμως δὲ ὑπὸ μεγέθους τοῦ ἐπικρεμαμένου ἔτι κινδύνου οἰστὰ αὐτοῖς ἐφαίνετο. καὶ αὖθις· καῦμά τε ἐπιφλέγειν ἔλεγον οὐδαμῆ οἰστόν. καὶ αὖθις· καὶ εἰ μὲν ἐπὶ μικροῖς εἴη διάφορον κακόν, οἰστὸν δὲ ὅμως πόσῳ γίνεται. ]
omicroniota 183[ Οἰσυΐναις· Θουκυδίδης· ναύταις ἐξώπλισεν ἀσπίσι φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς. καὶ Εὐνάπιος· οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες καὶ κράνη οἰσύϊνα, πλοκήν τινα πάτριον πεπλεγμένα. καὶ Οἰσύϊνον. σχοινίον ἰτέας. ]
upsilon 134[ Ὑπάγειν εἰς δίκην· τὸ ἄγειν. καὶ Θουκυδίδης, καὶ ἄλλοι. ]
upsilon 140[ Ὑπαγωγάς· τὰς ἀναχωρήσεις. διώξεις τε καὶ ὑπαγωγάς, φησὶ Θουκυδίδης. καὶ αὖθις· καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. ἀντὶ τοῦ ὑπαναχώρησιν. ]
upsilon 249[ Ὑπέρβορος· δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρακίσθαι φησίν. ]
upsilon 526[ Ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιωμένοι ὑπὸ τῆς μέθης. ]
upsilon 550[ Ὑπονομηδόν· Θουκυδίδης· τοὺς ὀχετούς, οἳ ἐς τὴν πόλιν ὑπονομηδὸν ποτοῦ ὕδατος ἠγμένοι ἦσαν, κατέστρεψαν. ]
upsilon 742[ Ὕφυδροι· Θουκυδίδης· ἐσένεον δὲ κολυμβηταὶ ὕφυδροι, καλῴδια ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον. ὑπὸ τὸ ὕδωρ ὄντες. ]
phi 25[ Φάκελλον· φορτίον, ἢ εὐάλωτον. Θουκυδίδης· φοροῦντες ὕλης φακέλλους παρέβαλλον ἀπὸ τοῦ χώματος. καὶ Ἰώσηπος· φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ πῦρ ἐνῆκε. ]
phi 556[ Φοβερός· ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ καὶ Φερεκράτει. καὶ παρὰ Ἀρριανῷ· οἱ δὲ φοβεροὶ γινόμενοι ἔφευγον, ἀπολιπόντες τὰς πόλεις. καὶ αὖθις Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο. Φοβερὸς καὶ ὁ καταπληκτικός. Ἀννίβας δὲ λαμπρὸς ἤδη καὶ φοβερὸς ὢν ἤλαυνεν ἐπὶ τὴν Τυρρηνίαν. ]
phi 601[ Φορμηδόν· ψιαθηδόν. φορμὸς γὰρ ψίαθος παρὰ Θουκυδίδῃ, ἐναλλὰξ ἔχων τὸ πλέγμα. ]
phi 602[ Φορμηδόν· Θουκυδίδης· ξύλα τέμνοντες ἐκ τοῦ Κιθαιρῶνος παρῳκοδόμουν ἑκατέρωθεν φορμηδόν. ἀντὶ τοίχων τιθέντες, ὅπως μὴ διαχέοιτο ἐπιπολὺ τὸ χῶμα. καὶ αὖθις· καὶ τοὺς νεκροὺς οἱ Κερκυραῖοι φορμηδὸν ἐπὶ ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως. ]
phi 766[ Φρυνίχου πάλαισμα· αὕτη τέτακται κατὰ τῶν πανούργως καὶ συνετῶς σοφιζομένων. Ἱστορεῖ δὲ Θουκυδίδης, ὅτι Φρύνιχος, στρατηγὸς Ἀθηναίων ἐν Σάμῳ, μελλόντων τῶν στρατιωτῶν κατάγειν Ἀλκιβιάδην, ἐδήλωσε τῷ ναυάρχῳ Λακεδαιμονίων ὁ Φρύνιχος, ὅτι βούλοιτο αὐτῷ προδοῦναι τὸ στράτευμα. λαβόντος δὲ τὴν ἐπιστολὴν Ἀλκιβιάδου καὶ πέμψαντος τοῖς Ἀθηναίοις, παρὰ μικρὸν ἐλθὼν ἀπολέσθαι ὁ Φρύνιχος γράφει πάλιν τῷ ναυάρχῳ τὸ γεγονός, αἰτιώμενος καὶ φάσκων πάλιν αὐτῷ προδώσειν τὸ στράτευμα, εἰ ἐπέλθοι. σημήνας δὲ οὕτω προηγόρευσε τοῖς στρατιώταις, δευτέραν ἥξειν ἐπιστολὴν κατ’ αὐτοῦ παρ’ Ἀλκιβιάδου· καὶ πολεμίων ἔφοδον ἐσομένων φυλάξασθαι. συμβάντων δὲ οὕτως τούτων καὶ κομισθέντων μὲν τῶν γραμμάτων, γενομένης δὲ τῆς ἐφόδου, ἐπίστευσαν οἱ στρατιῶται πάντα, καὶ τὰ νῦν καὶ τὰ πρότερον, κατὰ τοῦ Φρυνίχου δι’ ἔχθραν ὑπὸ Ἀλκιβιάδου γεγενῆσθαι. καὶ αὖθις Ἀριστοφάνης· Φρυνίχου παλαίσμασιν, ἀντὶ τοῦ στρατηγήμασι· στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν οἱ Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντος τὸν πόλεμον. κωμικὸς ποιητής, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἦν δὲ στρατηγὸς Ἀθηναίων, ἐφ’ οὗ πολλοὶ τῶν τραγικῶν ἄτιμοι ἐγένοντο. γεγόνασι δὲ Φρύνιχοι τέσσαρες. ]
phi 830[ Φυλάσιμος· ὁ ἐκ τοῦ δήμου. καὶ Φυλασσόμενος, προορώμενος, προσκοπούμενος. οὐ μέντοι οὐδ’ ἀπέκλινε, φυλασσόμενος μὴ δοκοίη φεύγειν. οὕτω Ξενοφῶν. καὶ Θουκυδίδης. φυλάξαντες τὸν συχνὸν τῆς νυκτὸς ἔφυγον