Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Herodotus (Herodotus) - urn:cts:greekLit:tlg0016

Place of birth (Wikidata Statement)

Halicarnassus (Wikidata) (Pleiades)

Places of death (Wikidata Statement)

Thurii (Wikidata) (Pleiades)

Pella (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Halicarnassus (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

writer (Wikidata)

geographer (Wikidata)

politician (Wikidata)

ethnologist (Wikidata)

Works

urn:cts:greekLit:tlg0016.suda001 - Histories

alpha 86[ Ἁβρόν: παρὰ Ἡροδότῳ καλὸν, αὔθαδες, σεμνὸν, τρυφερόν. ]
alpha 212[ Ἄγη. ἄκλιτόν ἐστι. θαῦμα, χαρὰ, ἀπιστία, ζῆλος, παῤ Ἡροδότῳ βασκανία, παῤ Ὁμήρῳ ἔκπληξις, πληγὴ, θραῦσις, κλάσις, ἀπώλεια· ἔνιοι, ἱερεῖα. Ἄγη μὲν οὖν παροξυτόνως ἡ ἔκπληξις· Ἀγὴ δὲ ἡ κλάσις τοῦ κύματος. ]
alpha 214[ Ἀγηλατεῖν: διώκειν, φυγαδεύειν, ἐπιτάττειν. Ἡρόδοτος, ὑβρίζειν. ]
alpha 215[ Ἀγηλατεῖν: ὡς ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν. ἐὰν μὲν δασέως, τὸ τὰ ἄγη ἀπελαύνειν· ἐὰν δὲ ψιλῶς, ἀντὶ τοῦ ἀπελάσειν. κλαίων δοκεῖς μοι καὶ σὺ χ’ ὡ συνθεὶς τάδε ἀγηλατήσειν. καὶ Ἡρόδοτος· ὁ δὲ σὺν μεγάλῃ χειρὶ ἀπικόμενος ἀγηλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων. ]
alpha 413[ Ἀγχότερος: ἐγγύτερος. Ἡρόδοτος· στεινοτέρη ἐφαίνετο καὶ ἀγχοτέρη ἡ εἰσβολή. ]
alpha 463[ Ἄδην: ἅλις ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἢ λάβρως, κατακόρως. ἐν Χαρμίδῃ· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην ἔχομεν. καὶ Ἡρόδοτος· ὡς δὲ ἄδην εἶχον κτείνοντες, τὰ λοιπὰ αὐτῶν ἤλαυνον. ἐπινεμομένου τε ἄδην τοῦ πυρὸς τὰς ἀγχοῦ τειχῶν οἰκίας, ταραχῆς ἐπλήσθη ἡ πόλις. καὶ αὖθις· οἱ δὲ οἴνῳ ἄδην ἐχρῶντο ἑσπέριοι καὶ ἐς νύκτα τελευτῶντες. καὶ αὖθις· οἱ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστοι εἰκῇ. καὶ αὖθις· τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοὶ τήν τε φύσιν ὄντες ἀκρατεῖς καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς Δημητριακοὺς καρποὺς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ, καὶ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο· ἐς δρόμους δὲ καὶ πόνους ἀδύνατα πάμπαν. καὶ ὑπὸ ἱδρῶτος καὶ ἄσθματος ὅπου τι δέοι ἐξελύοντο ταχέως. καὶ αὖθις· οἱ δὲ βασιλικοὶ ἐν ἐξουσίᾳ γενόμενοι τοῦ ἄδην τὰ δημόσια καταναλίσκειν Συβαριτικῶς τὸν νέον κραιπαλᾶν ἐνήργουν. ]
alpha 549[ Ἀελπτέοντες: ἀνελπιστοῦντες. Ἡρόδοτος· ἀελπτέοντες τοὺς Ἕλληνας ὑπερβαλέσθαι. ]
alpha 937[ Ἀκούει καλῶς: ἀντὶ τοῦ εὐφημεῖται. οὕτως Ἡρόδοτος. ὅτι τὸ ἀκούειν γίνεται οὐ κατ’ εἴσοδον τοῦ ἐκτὸς ἀέρος εἰς τὸ οὖς, ἀλλὰ κατὰ ἁφὴν πρὸς τὸν ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς ὠσί· τούτου δὲ τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶς, οὐκ εἰσιόντος τοῦ ὕδατος εἰς τὸ οὖς. εἰ γὰρ εἰσέλθοι, φθείρει μὲν καὶ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα, ὃς ὑπηρετεῖ τῇ ἀκοῇ, ἀμέσως δὲ τῆς μήνιγγος ἁπτόμενον βλάπτει αὐτὴν τῇ πληγῇ· καὶ προσέτι ἐναπομένον ἐν ταῖς κοιλότησι φθείρει καὶ βλάπτει τὸ αἰσθητήριον. πολλοὶ οὖν ἐντεῦθεν ἐβλάβησαν. ζήτει ἐν τῷ μήνιγξ πλατύτερον περὶ τῆς ἀκοῆς. ]
alpha 1140[ Ἀλεξόμενον: ἀμυνοῦντα. τὸν κακῶς ἄρξαντα κακῶσαι θέλειν, καθάπερ ἐπὶ τῶν κατ’ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικασταὶ πάσας τὰς τῶν συμβαινόντων βλάβας οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ’ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουσι. καὶ Ἀλεξομένους παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἀμυνουμένους ἢ ἐπιβοηθοῦντας. τριτημορὶς δὲ τῶν Μασσαγετῶν τοὺς περιλειφθέντας τῆς Κύρου στρατιῆς ἀλεξομένους ἐφόνευε. καὶ Ἀλέξασθαι, κωλύειν, ἀπείργειν. οἱ δὲ ἵπποι οὐκ ἦσαν αὐτῷ χρήσιμοι ἐς τὸ φεύγειν σὺν αὐτοῖς ἢ ἐπελαύνοντας ἀλέξασθαι τοὺς πολεμίους. καὶ αὖθις· εὔχετο δὲ ὁ Κῦρος τοσοῦτον ὑπερζῆν, ἔς τε νικῴη τοὺς εὖ καὶ κακῶς ποιοῦντας ἀλεξόμενος. ]
alpha 1251[ Ἁλισμένοι: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ συνηθροισμένοι. ἠκήκοε δὲ, ὡς ἁλισμένη εἴη ταύτῃ στρατιή. ]
alpha 1308[ Ἀλογία: ἡ ἀφροντισία. Ἡρόδοτος· ὁ δὲ κατάσκοπος εὗρε τοὺς Λακεδαιμονίους κτενιζομένους καὶ ἐθωύμαζεν, ἀλογίης τε ἐνεκύρησε πολλῆς. ὁ δὲ Ξέρξης ἀκούων ταῦτα οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν. ]
alpha 1497[ Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτος καὶ ἄλλοι Ἴωνες. ]
alpha 1531[ Ἀμβολάδην. ἀναβάλλων. Ἡρόδοτος καθ’ ὑπερβολήν. ]
alpha 1714[ Ἀμφιδέας: ἁλύσεις παρ’ Ἡροδότῳ. οἱ δὲ ψέλια. ]
alpha 1824[ Ἀναγινωσκομἐνους: ἀντὶ τοῦ ἀναπειθουμένους. οὕτως Ἀντιφῶν καὶ Ἰσαῖος καὶ Ἡρόδοτος. ]
alpha 1833[ Ἀνάγνωσις: ἀναγνώρισις ἢ ἀνάπεισις. Ἡρόδοτος. καὶ Ἀναγινώσκειν παρὰ ῥήτορσιν ἐπὶ τοῦ ἀναπείθειν. ἔστι γὰρ ἀναγινώσκειν τὸ γνῶναι διαλεχθέντα. ]
alpha 1904[ Ἀνακλῖναι: ἀνοῖξαι. Ὀμηρος. οὕτως καὶ Ἡρόδοτος. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν, οὐδ’ εἴσω παρελθεῖν ἰσχύσαι. ]
alpha 1911[ Ἀνακῶς παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἐπιμελῶς, φυλακτικῶς ἢ βασιλικῶς. καὶ Ἀνακῶς ἔχειν, φροντίζειν. προειρημένον τούτοις, ὅπως ἀνακῶς ἕξωσιν, εἴ τι ἐκ τῶν πολεμίων κατὰ τὸ ἀφανέστατον πειράζοιτο. ]
alpha 1972[ Ἀνανέμειν. ἶσον τῷ ἀναγινώσκειν. Ἐπίχαρμος. Ἡρόδοτος δὲ ἀνανέμεσθαι ἐπὶ τοῦ καταλέγειν τέθεικεν. ]
alpha 2026[ Ἀναποδίζειν: τὸ ἐξετάζειν, ὡσανεὶ συγκρούειν. Ἡρόδοτος. καὶ Ἀναποδιζόμενα, ἀντὶ τοῦ ἐξεταζόμενα. ἢ ἀντὶ τοῦ ἄνωθεν πολλάκις τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα. ]
alpha 2163[ Ἀνδρεών: ὁ μέγας οἶκος παῤ Ἡροδότῳ. ]
alpha 2202[ Ἀναιρεθείς: ἀντὶ τοῦ ἀναληφθείς. οὕτως Ἰσοκράτης. καὶ Ἀναιρεῖν, τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, κοὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν. καὶ ἔτι τὸ ἀπολλύναι, καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ Ἀναίρεσις, ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν ἔρριψεν εἰς ἀναίρεσιν τῷ βουλομένῳ. καὶ Ἀναιρεῖται, λαμβάνει. ὁ δὲ ἀναιρεῖται τὸ μεῖζον μέρος τοῦ κρεαδίου. καὶ Ἀναιρεῖσθαι, ἀναδέχεσθαι, ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν τὰ διωμολογημένα πρὸς Καρχηδονίους, ὁμήρους σφᾶς δοῦναι καὶ τοὺς ἐλέφαντας καὶ τὰς τριήρεις καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. καὶ αὖθις· οὐ τὴν τυχοῦσαν πρόνοιαν ἐποιοῦντο Ῥωμαῖοι τοῦ μὴ κατάρχοντες φαίνεσθαι μήδ’ ἀναιρούμενοι τοὺς πολέμους. καὶ Ἡρόδοτος Ἀναιρεόμενον ἀντὶ τοῦ ἐν γαστρὶ συλλαμβανόμενον. καὶ Ἀναιρούμενοι, ἀναλαμβανόμενοι, ἐπιχειροῦντες. ]
alpha 2203[ Ἀναισίμου: ἀνήλισκε, κατεδαπάνα. καὶ Ἀναισιμοῦν παρὰ Ἡροδότῳ ἀντὶ τοῦ δαπανᾶν, ἀναλίσκειν. καὶ Ἀναισιμῶσι, καταναλίσκωσι. τὰς δὲ γυναῖκας ἀπέπνιξαν, ἵνα μὴ τὸν σῖτον ἀναισιμῶσιν. ]
alpha 2210[ Ἀνέβησεν: ἀντὶ τοῦ ἀνεβίβασεν. Ἡρόδοτος. ]
alpha 2216[ Ἀνέγνωσαν: ἀνέπεισαν, ἀνεδίδαξαν. ἠρέθισαν. Ἡρόδοτος· τοῦς ὀνειροπόλους ἀνεσκολόπισεν, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον. ]
alpha 2224[ Ἀνέδραμεν: ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτος. ]
alpha 2238[ Ἀνεκώχευον: ἀνεχώρουν. Ἡρόδοτος· ἀνεκώχευον τὰς νέας, καραδοκέοντες καὶ οὗτοι τὸν πόλεμον, ἧ πεσέεται. ἀντὶ τοῦ τὰ ὀθόνια στήσαντες ἐσάλευον. ]
alpha 2249[ Ἀνέλῃ: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ χρήσει. καὶ Ἀνεῖλεν, ἀντὶ τοῦ ἔχρησεν, ὅ ἐστιν ἐχρησμοδότησεν. ]
alpha 2408[ Ἀνηκούστησεν: οὐκ εἰσήκουσεν. παρήκουσεν. ὁ δὲ μὴ ἀνηκουστῆσαι τοῦ ὑπάτου κατατολμήσας ἀφίκετο. καὶ Ἡρόδοτος· οἱ δὲ ἐμάχοντο ἀνηκουστήσαντες τοῖς στρατηγοῖσιν. ]
alpha 2497[ Ἀνθέρικες: αἱ τῶν σταχύων προβολαί. τὰ ἄκρα. Ἡρόδοτος δὲ τοὺς καυλούς φησι τῶν ἀσφοδέλων. εἰσὶ δὲ ἄθραυστοι. ἢ Ἀνθερίκων, ἀνθηρῶν ἢ λαμπρῶν. ]
alpha 2688[ Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτος· καὶ στρατὸν συλλέγειν ἀντίξοον Πέρσῃσι. καὶ Ἀντίξουν, ἐναντίον. Ἀγαθίας· ὁ δὲ ἐχώρει, οὐδὲν ἀντίξουν ἔσεσθαι ὑποτοπήσας. ]
alpha 2772[ Ἀνοίγει καὶ Ἀνοιγνύει, διχῶς. Ἀνοίγω γὰρ τὸ διαχωρίζω. καὶ Ἀνοιγομένοις τοῖς κτήνεσιν, ἀντὶ τοῦ σχιζομένοις. Ἡρόδοτος. ἀνοιγνυμένων δὲ τῶν τάφων ὑφ’ ἡλίῳ μάρτυρι καὶ τῶν ὀστῶν ἀτίμως ἐκκομιζομένων ἐς ταφὰς ἰδιώτιδας. δοτικῇ· καὶ μετὰ αἰτιατικῆς ὡς τό· ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ. ]
alpha 2928[ Ἀπαρτί: ἐπίρρημά ἐστιν ὡς ἀμογητί, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. Ἡρόδοτος· ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί. καὶ Φερεκράτης ἐν Κραπατάλλοις· φράσον μοι ἀπαρτὶ δήπου προλαβεῖν. καὶ Ἀριστοφάνης Πλούτῳ· τοὺς δεξιοὺς καὶ τοὺς σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. ]
alpha 2929[ Ἀπαρτίαν: ἀποσκευὴν, τέλος ἀπαρτισμοῦ. καὶ Ἀπαρτιζόντως, τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν. ὅρος γάρ ἐστι λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος. καὶ Ἀπαρτιλογία, ἀπηρτις μένος καὶ πλήρης ἀριθμὸς καὶ λόγος. οὕτως Λυσίας. Ἡρόδοτος δὲ ζʹ. λέγει δὲ Ξέρξης πρὸς Πύθιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδεεῖς ὦσιν αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων. ]
alpha 2996[ Ἀπεκορύφου: προφανῶς ἔλεγεν. Ἡρόδοτος· Ἀρταφέρνης, ὁ Ὑστάσπεος, Σαρδίων ὕπαρχος, ἀπεκορύφου σφι τάδε· εἰ μὲν διδοῦσι βασιλεῖ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο· εἰ δὲ μὴ διδοῦσιν, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευεν. ]
alpha 3107[ Ἀπεχρᾶτο: Ἡρόδοτος μὲν ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνήρουν. ]
alpha 3639[ Ἀποφορᾶν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν δούλων τοῖς δεσπόταις. ]
alpha 3652[ Ἀποχρᾶν: ἐξαρκεῖν. Ἡρόδοτος. καὶ Ἀποχρῶν, ἐξἀρκοῦν. τοῖς τε ἄλλοις ἐπάρας, καὶ ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφ’ αὑτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς. καὶ Ἀποχρώσης, ἀρκούσης. ]
alpha 3809[ Ἄρδιν: ἀκίδα βέλους, ἢ τὰ ἐκ χειρὸς ὅπλα. Ἡρόδοτος. καὶ Ἄρδις πληθυντικῶς, ἀντὶ τοῦ φαρέτρας. ]
alpha 3943[ Ἄρθμια: φίλια. Ἡρόδοτος· Ἀθηναίων μὴ ἐόντων ἡμῖν ἀρθμίων, τῷ δὲ βαρβάρῳ συμμάχων. καὶ Ἀρθμήσαντει, φίλοι γενόμενοι. ]
alpha 3994[ Ἀρρωδία: ὁ φόβος. Ἡρόδοτος· ἀρρωδία ἦν τὸ πεῖθον. ]
alpha 4006[ Ἅρπεζον· ὅτι τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ τινὲς ἅρπεζον καλοῦσιν. ]
alpha 4078[ Ἀρχαιρεσία: περὶ ἀρχῶν ἐκλογή. καὶ Ἀρχαιρεσίη, τὸ πρὸς χάριν πολλῶν ζῆν, ἢ τὸ ἐπιδόσεις χρημάτων ποιεῖσθαι. Ἡρόδοτος. ]
alpha 4562[ Ἁφὰς λύχνων· Ἡρόδοτος λέγει. ]
alpha 4563[ Ἀφάσσων: ψηλαφῶν. Ἡρόδοτος. ]
alpha 4584[ Ἀφέωκα: Δώριον. Ἀφεῖκα δὲ τὸ Ἀττικόν. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. ]
alpha 4596[ Ἀφεῖκα: τὸ Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. ]
alphaiota 60[ Αἰγίς· τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ στεμμάτων πεπλεγμένον δίκτυον. ὡς Λυκοῦργος καὶ Ἡρόδοτος. ἡ δὲ ἱέρεια Ἀθήνησι τὴν ἱερὰν αἰγίδα φέρουσα πρὸς τὰς νεογάμους εἰσήρχετο. ἐπὶ τῶν ἀναίδην οὖν ποιούντων τι τάττεται ἡ παροιμία. καὶ ὁ θώραξ· καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι. ]
alphaiota 74[ Αἰγυπιόν· οὕτως οἱ παλαιοί, ἀλλ’ οὐ γῦπα. Αἰγυπιῶν δὲ πληθυντικῶς, γυπῶν. Ἡρόδοτος. ἡ εὐθεῖα Αἰγυπιός, ὁ γύψ. ]
alphaiota 189[ Αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ· ἥν τινες ἅρπεζον. καὶ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον τοῦτο αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν. ]
beta 142[ Βάσσαρος. ἀλώπηξ κατὰ Ἡρόδοτον. ]
beta 228[ Βεκεσέληνε: ἤτοι ἀπόπληκτε καὶ σεληνόπληκτε· ἢ τὰ βʹ σύγκειται ὡς ἓν, τὸ βέκος καὶ ἡ σελήνη· ἀρχαῖα δὲ ἀμφότερα. ἢ ὅτι οἱ Λυδοὶ τὸν ἄρτον βέκος ἐκάλουν ἢ Φρύγες. διεβάλλοντο δὲ ὡς ἀνόητοι. ἀπὸ τῆς οὖν διαλέκτου σκώπτει αὐτούς. ἡ δὲ περὶ τοῦ βέκε ἱστορία, ἥ ἐστι φωνὴ Φρυγῶν σημαίνουσα τὸν ἄρτον, παρὰ Ἡροδότω φανερά ἐστιν ἐν βʹ. ]
beta 299[ Βιοῦται: ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος. ]
beta 389[ Βοπόρους: παρὰ Ἡροδότῳ ὀβελούς μεγάλους. ]
beta 436[ Βουλήσεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς: ὡς ἐπὶ κατάρας· ἐπεὶ ὡς λῃστευομένη διεβάλλετο ἡ Αἴγυπτος. ἢ βούλεται ὅτι πορρωτάτω εἶναι, ὅπου αὐτὸν οὐδὲν βλάψει ὑετός· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν. ὡς Ἡρόδοτος· ὕσθησαν γαρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑσθεῖσαι. ]
beta 598[ Βυσσόν: βάθος, ὀξυτόνως. βαρυτόνως δὲ σημαίνει βαφὴν ἐκ πορφύρας. καὶ Βυσσός, βυθὸς, παρὰ Ἡροδότῳ. ]
chi 303[ Χιλή· τροφή. καὶ Χιλός, ἀρσενικῶς, ἡ τροφή. Ξενοφῶν· τὰ δὲ κτήνη πάντα χιλῷ ἔνδον ἐτρέφοντο. διὰ τῆς ἑτέρης χώρης, τῇ χιλός τε ἵπποις καὶ ὕδατα ἦν. Ἡρόδοτος. ὅσος τε σῖτος καὶ χιλὸς ἐν τῇ χώρᾳ εἴσω τειχῶν κομίζεσθαι. ἀρσενικὸν ὁ χιλός. καὶ Ἀχιλλεύς, ὁ ἥρως, παρὰ τὸ μὴ μετασχεῖν χιλοῦ· μυελοῖς γὰρ ἐτρέφετο. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. ὅθεν τὸ ἐκκεχιλωμένην, ἀντὶ τοῦ ἐψευσμένην ἢ κεχερσωμένην, οἷον ἐξηλειμμένην. ]
chi 427[ Χώματα χοῦν· Ἡρόδοτος ἱστορεῖ, βʹ ἀντὶ τοῦ γῆν ὑψοῦν. ]
chi 474[ Χρῆμα· πρᾶγμα. μέγα τι χρῆμα καὶ θαυμάσιον, ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν, πρὸς ὅ τι ἂν ὁρμήσῃ τῶν ἐξ ἀρχῆς ἔργων. καὶ αὖθις· εἰκάζειν ἂν βοῶν ἀγέλῃ μεγίστῃ τὸ χρῆμα. περὶ βαρβαρικῆς παρατάξεως ὁ λόγος. Ἡρόδοτος· ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον. Ἀριστοφάνης· τὸ χρῆμα τῶν νυκτῶν ὅσον. τὸ μέγεθος, τὸ ἔκταμα. ἔθος δὲ τοῖς Ἀττικοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον ἵππος σπάνιόν τι χρῆμα· γυνὴ κακόν τι χρῆμα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν ἂν ἐξαίρειν βούλωνται. ὁ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος. ]
chi 475[ Χρῆμα· χρῆσις. Θουκυδίδης. Ἰώσηπος· ἦν δὲ σάββατον ἀργία παντὸς χρήματος ἡμέρα, τοῖς Ἰουδαίοις τιμιωτάτη. καὶ αὖθις· κινδυνεύει ἀποσβῆναι τῆς ἀληθείας τὸ χρῆμα. καὶ Χρήματα παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ πράγματα. ]
chi 595[ Χοιρίλος, Σάμιος, τινὲς δὲ Ἰασέα, ἄλλοι δὲ Ἁλικαρνασέα ἱστοροῦσι. γενέσθαι δὲ κατὰ Πανύασιν τοῖς χρόνοις, ἐπὶ δὲ τῶν Περσικῶν, ὀλυμπιάδι οεʹ, νεανίσκον ἤδη εἶναι· δοῦλόν τε Σαμίου τινὸς αὐτὸν γενέσθαι, εὐειδῆ πάνυ τὴν ὥραν· φυγεῖν τε ἐκ Σάμου καὶ Ἡροδότῳ τῷ ἱστορικῷ παρεδρεύσαντα λόγων ἐρασθῆναι· οὗτινος αὐτὸν καὶ παιδικὰ γεγονέναι φασίν. ἐπιθέσθαι δὲ ποιητικῇ καὶ τελευτῆσαι ἐν Μακεδονίᾳ παρὰ Ἀρχελάῳ, τῷ τότε αὐτῆς βασιλεῖ. ἔγραψε δὲ ταῦτα· τὴν Ἀθηναίων νίκην κατὰ Ξέρξου· ἐφ’ οὗ ποιήματος κατὰ στίχον στατῆρα χρυσοῦν ἔλαβε καὶ σὺν τοῖς Ὁμήρου ἀναγινώσκεσθαι ἐψηφίσθη· Λαμιακά· καὶ ἄλλα τινὰ ποιήματα αὐτοῦ φέρεται. ]
chi 609[ Χυτόν· χῶμα. καὶ ὁ ξεστὸς λίθος. Ἡρόδοτος. ]
delta 41[ Δαμάστης, Σιγειεύς, ἀπὸ Σιγείου τῆς Τρωάδος, Διωξίππου υἱός, γεγονὼς πρὸ τῶν Πελοποννησιακῶν, σύγχρονος Ἡροδότῳ, τῶν πλουσιωτάτων, ἱστορικός. γέγραφε Περὶ τῶν ἐν Ἑλλάδι γενομένων, Περὶ γονέων καὶ προγόνων τῶν εἰς Ἴλιον στρατευσαμένων βιβλία βʹ, Ἐθνῶν κατάλογον καὶ πόλεων, Περὶ ποιητῶν καὶ σοφιστῶν· καὶ ἄλλα συχνά. γέγονε δὲ Ἑλλανίκου μαθητής. ]
delta 76[ Δάσασθαι· διαμερίσασθαι. Ἡρόδοτος· ἐς τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν. ]
delta 224[ Δεξάμενος· ἀντὶ τοῦ λαβών. Ἡρόδοτος. ]
delta 367[ Δείσαντες· φοβηθέντες. καὶ Δείσας, φοβηθείς. Ἡρόδοτος· ὁ δὲ δείσας περὶ τοῖς Ἕλλησι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι. καὶ Ἀππιανός· δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. καὶ αὖθις· ὁ δὲ δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει. ]
delta 442[ Δημοκήδης, Καλλιφῶντος, ἱερέως ἐν Κνίδῳ γενομένου Ἀσκληπιοῦ, Κροτωνιάτης, ἰατρός· ὃς ἐν Αἰγίνῃ ἰάτρευσέ τε καὶ ἔγημε καὶ Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευσεν ἐπὶ χρυσίου ταλάντοις δύο· καὶ ὑπὸ Δαρείου τοῦ Πέρσου μετεπέμφθη καὶ συνεγένετο αὐτῷ χρόνον ἱκανόν. ἔγραψεν ἰατρικὸν βιβλίον. ὅτι Δαρεῖος ὁ βασιλεὺς ἐν ἄγρῃ θηρῶν ἀποθρώσκων ἀπὸ ἵππου ἐστράφη τὸν πόδα καί κως ἰσχυροτέρως· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺς δοκέοντας Αἰγυπτίων εἶναι πρώτους τὴν ἰατρικὴν τούτοισιν ἐχρῆτο. οἱ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφ’ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίησιν εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρ’ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσιν Ὀροίτεω ἀνδραπόδοισιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσιν ἐσθημένον. σταθέντα δὲ ἐς μέσον ἠρώτα ὁ Δαρεῖος, τὴν τέχνην εἰ ἐπίσταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τοπαράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος· καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν εἰς τὸ μέσον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάς, ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡς ἐπέτρεψεν, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἠπιάματα τὰ ἰσχυρὰ προσάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι. οὕτω φησὶν Ἡρόδοτος ὁ λογοποιός. ὅτι καὶ Ἄτοσσα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαστοῦ ἔσχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω. ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον, ἡ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο, ὃ ἂν αὐτῆς δεηθῇ· δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην φέρει. καὶ ᾐτήσατο τὴν εἰς Ἑλλάδα ἄφιξιν. ]
delta 862[ Διδαχή· ἀντὶ τοῦ διδασκαλία. Ἡρόδοτος γʹ. ]
delta 1078[ Δικαιοῦν· δύο δηλοῖ, τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν· οὕτως Ἡρόδοτος. δικαιῶν τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας, οἷς δὴ καὶ αὐτοὶ ἐς Ἀθηναίων τοὺς ἐνδόντας τὴν ἄκραν ὑπῆρξαν παρασπονδήσαντες. καὶ αὖθις Ἀππιανός· ξυμβάσεις ποιεῖν, ἐφ’ οἷς ἂν Γάβιοι δικαιῶσιν. ἀντὶ τοῦ δίκαιον εἶναι νομίζωσι. καὶ Ἰώσηπος· οἱ δὲ ἐφ’ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλά, ᾤχοντο εἴς τι χωρίον. ]
delta 1295[ Διφροφόροι· Στράττις ἐν Ἀταλάνταις. Διφροφορουμένους· Ἡρόδοτος· παρὰ Πέρσαις φορείοις φερομένους. καὶ τεθέντος αὐτῷ δίφρου τινός, ἱζήσας κήρυκας διεπέμπετο τοῖς ἐν τῷ τείχει σφᾶς ἐκδιδόναι παραινῶν. Δίφρος, καὶ τὸ ἅρμα. παρὰ τὸ δύο φέρειν, τὸν παραβάτην καὶ τὸν ἡνίοχον. ἐξ οὗ καὶ διφρηλάτης. ]
delta 1521[ Δρέπου· τρύγα. Ἡρόδοτος· τῶν δένδρων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες ἤσθιον. ]
epsilon 188[ Ἐγχριμφθεῖσα· προσπελασθεῖσα. καὶ Ἐγχρίψαι παρ’ Ἡροδότῳ, ἐμπεσεῖν, παραπολαῦσαι. ]
epsilon 257[ Ἑδωλιάσαι καὶ Ἰκριῶσαι· ἑκατέρῳ αὐτῶν ἐχρήσαντο. τὸ μὲν οὖν ἑδωλιάσαι οἷον συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντιθέντων, τὸ δὲ ἰκριῶσαι δύναιτ’ ἂν καὶ ὡς κοινότερον λεχθὲν νοεῖσθαι· πολλοὶ γὰρ τῶν ἰδιωτῶν ἰκρίας καλοῦσι τὰς ἐκ τῶν μακρῶν ξύλων συντιθεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. καὶ Ἑδωλίοισι παρὰ Ἡροδότῳ ὑποστρώμασι νηός. Σοφοκλῆς· ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος. ]
epsilon 360[ Ἑκαταῖος, Ἡγησάνδρου, Μιλήσιος, γέγονε κατὰ τοὺς Δαρείου χρόνους τοῦ μετὰ Καμβύσην βασιλεύσαντος, ὅτε καὶ Διονύσιος ἦν ὁ Μιλήσιος, ἐπὶ τῆς ξεʹ Ὀλυμπιάδος· ἱστοριογράφος. Ἡρόδοτος δὲ ὁ Ἁλικαρνασεὺς ὠφέληται τούτου νεώτερος ὤν· γέγονε γὰρ μετ’ αὐτόν. καὶ ἦν ἀκουστὴς ΠρωταγόρουἙκαταῖος. πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. ]
epsilon 514[ Ἔκνιζεν· ἔδακνεν. ἀπὸ τῆς πόας. Ἡρόδοτος. ]
epsilon 739[ Ἑλλάνικος, Μιτυληναῖος, ἱστορικός, υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος· οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτησεν ἐν Περπερηνῇ τῇ κατ’ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς. ]
epsilon 861[ Ἐλινύειν· στρατεύειν. διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ πότμον ἐλινύσειεν. ἀντὶ τοῦ τὴν δυστυχίαν παύσειεν. Ἡρόδοτος· διέβη δὲ ὁ στρατὸς ἐν ζʹ ἡμέρῃσι καὶ ζʹ εὐφρόνῃσιν ἐλινύσας καὶ οὐδένα χρόνον. καὶ Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. τουτέστι χρονίσας. καὶ ἐν Ἐπιγράμμασι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος. καὶ αὖθις· ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ αὖθις· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ μέλλειν διαρρυῇ ὁ καιρός. ]
epsilon 898[ Ἐλῶν· ἐλάσας. Ἡρόδοτος. καὶ Ἐλῶντες δὲ ἐλαύνοντες. ]
epsilon 904[ Ἐλόχησεν· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ εἰς λόχους κατέταξεν. ]
epsilon 1033[ Ἐμποδών· Ἡρόδοτος· τῶν Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ μὴ κτείνειν. ἀντὶ τοῦ προχείρους. ]
epsilon 1092[ Ἐναγίζειν· παρὰ Ἡροδότῳ τὸ χοὰς φέρειν, ἢ θύειν τοῖς κατοιχομένοις, ἢ τὸ διὰ πυρὸς δαπανᾶν. ]
epsilon 1290[ Ἐνέχραυε. τὸ σῶμα ἐπέπληττεν. Ἡρόδοτος· τὸ σῶμα ἐόντα ὑπομαργότερον. ὅκως γὰρ ἐντύχοι Σπαρτιητέων ἐνέχραυε τὸ πρόσωπον τῷ σκήπτρῳ. περὶ Κλεομένους τοῦ Σπαρτιάτου λέγων. ]
epsilon 1299[ Ἐνηβητήρια· ἐνευωχητήρια παρὰ Ἡροδότῳ. ]
epsilon 1417[ Ἐννώσας· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ διανοηθείς. ]
epsilon 1608[ Ἐξέκνισεν· ἐξέκοψεν. Ἡρόδοτος· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν. ]
epsilon 1639[ Ἐξέπλωσας· Ἡρόδοτος· πῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας; ἀντὶ τοῦ ἐξέπλευσας, τουτέστι παρετράπης καὶ ἐξώκειλας. ]
epsilon 1711[ Ἐξηγηταί· τρεῖς γίνονται πυθόχρηστοι, οἷς μέλλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια. καὶ Ἡρόδοτος· σὺ ἐς οἶκον τὸν βασιλέως ἐξηγητὴς γίνεται πρηγμάτων ἀγαθῶν, καὶ ταῦτα εὖ παρανέεις πάντα. Ἐξηγητής, ἰδίως ὁ ἐξηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους ὀνομαζόμενα ἐξηγοῦντο τοῖς δεομένοις. ]
epsilon 1750[ Ἐξηρτυμένος· παρὰ Ἡροδότῳ κατεσκευασμένος, ἡτοιμασμένος. ]
epsilon 1914[ Ἐπαγγέλλεται· παρακαλεῖ, ἀξιοῖ. οὕτως Ἡρόδοτος. ]
epsilon 1948[ Ἐπαμησάμενος· ἀνακινήσας. Ἡρόδοτος. ]
epsilon 2045[ Ἐπελέξαντο· ἀνέγνωσαν. εὑρόντες τὰ γράμματα ἐν τῷ ξύλῳ τοῦ διπτύχου, ταῦτα ἐπελέξαντο. Ἡρόδοτος. καὶ αὖθις· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμματα. ]
epsilon 2280[ Ἐπιδαψιλευόμενος· πολυτελῶς διαπραξάμενος. καὶ Ἡρόδοτος· τάς τε μητέρας καὶ ἀδελφεὰς ἐπιδαψιλεύμεθα ὑμῖν, ὡς παντελῶς μάθετε τιμώμενοι πρὸς ἡμέων. ]
epsilon 2313[ Ἐπιεικεστάτη· παρὰ Ἡροδότῳ μετρία, εὐγνώμων, καλῶς ἔχουσα. ]
epsilon 2355[ Ἐπικάρσιον· πλάγιον, οὐκ εὐθύ. Ἡρόδοτος. ]
epsilon 2432[ Ἐπίλαμπος· καταφανής, παρ’ Ἡροδότῳ. ]
epsilon 2438[ Ἐπιλεξάμενος· ἀναμετρήσας, ἀναλογισάμενος. ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος. καὶ Ἡρόδοτος· ὁ δὲ ἐπιλεξάμενος, ὡς ἢν δι’ αὐτοῦ κατέλθωσιν οἱ φυγάδες ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου. ἀντὶ τοῦ ἀναλογισάμενος. κεῖται δὲ καὶ ἐπὶ τοῦ ἀναγνούς. ὁ δὲ εὑρίσκει τὰ γεγραμμένα καὶ ἐπιλεξάμενος ἐλέγχει τὸ πᾶν, ὡς ἐγένετο. ]
epsilon 2462[ Ἐπιμέλεον· φροντίδος ἄξιον. Ἡρόδοτος· ὡς δὲ παρεξῄει ἡ γυνή, ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, πέμπει τῶν δορυφόρων τινὰς γνῶναι, ὅ τι χρήσαιτο τῷ ἵππῳ ἡ γυνή. ]
epsilon 2514[ Ἐπιπλέα· ἀνάμεστος, πεπληρωμένη. Ἡρόδοτος· καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παραθέντες. ]
epsilon 2629[ Ἐπίστιον· στρατιωτικὸν κατάλυμα. Ἡρόδοτος· ὁ δὲ ἀγηλατέει τὰ ἐπίστια Ἀθηναίων. ]
epsilon 2630[ Ἐπίστιος· παρὰ Ἡροδότῳ ὁ ἔποικος. ]
epsilon 2639[ Ἐπιστρεφέως· ἀντὶ τοῦ ἐπιμελῶς. παρὰ Ἡροδότῳ καὶ ἀπατητικῶς. ]
epsilon 2750[ Ἐπιφορήματα· παρὰ Ἡροδότῳ τραγήματα. ]
epsilon 3573[ Εὐμαρέη· ἀπόπατος παρὰ Ἡροδότῳ. ]
epsilon 3575[ Εὐμάρεια· ἡσυχία Ἡρόδοτος. τοῦτο φυγῆς τῷ Ἀννίβᾳ πλείονα εὐμάρειαν παρέσχε· διώκειν γὰρ οἱ τετρωμένοι ἦσαν ἥκιστοι. ]
epsilon 3606[ Εὔξεινος· ὄνομα πελάγους, ὁ πόντος. λέγει Ἡρόδοτος· πελαγέων γὰρ ἁπάντων ἐστὶ θαυμασιώτατος. ]
epsilon 3780[ Εὔτυκτα· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ῥᾴδια, ἕτοιμα εἰργασμένα· καλῶς κατεσκευασμένα. ]
epsiloniota 83[ Εἰκός· πρέπον, ἢ ἀκόλουθον, εὔλογον. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. τῶν τοῦ Καίσαρος κρατησάντων, οὐκ ἐπεδίωξάν τινα· ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μὴ καταλαβεῖν αὐτοὺς ἐδύναντο ἢ ἐφοβήθησαν ἐξοκεῖλαι εἰς τὰ βράχη. καὶ αὖθις· ταῦτά τε ἐπὶ τοῖς πρόσθεν ἐξηγγέλθη αὐτῷ καὶ ἄμφω τῷ εἰκότι ξυμβαίνειν ἐδόκει. καὶ αὖθις· καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κ ἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδούς, οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει. εἰκὸς γὰρ ἐγχειροῦντα πράσσειν κακῶς· παρὰ τὸ Πινδαρικόν, ῥέζοντά τι καὶ παθεῖν κακόν. καὶ Ἡρόδοτος· ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ εἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι. τῶν μηχανημάτων δ’ αἱ πληγαὶ φερόμεναι πρὸς τὸ εἰκὸς ἐξελύοντο. ]
epsiloniota 262[ Εἰσηγήσαιντο· Ἡρόδοτός φησι περὶ Περσῶν τοῦτον βουλεύεσθαι τὸν τρόπον. εἰ μὲν οὖν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας. ]
eta 18[ Ἡβηδόν· σὺν πάσῃ ἡλικίᾳ. παρὰ δὲ Ἡροδότῳ ἀντὶ τοῦ μετὰ αἰσχύνης, μετὰ ἀκολασίας. ]
eta 151[ Ἤθεα· παρὰ Ἡροδότῳ οἱ τόποι, ἐν οἷς ἀναστρέφονται. ]
eta 179[ Ἡκούσης· ἐχούσης, παρὰ Ἡροδότῳ. ]
eta 280[ Ἠμακτέων· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ δυσφορῶν. ]
eta 536[ Ἡρόδοτος, Λύξου καὶ Δρυοῦς, Ἁλικαρνασεύς, τῶν ἐπιφανῶν, καὶ ἀδελφὸν ἐσχηκὼς Θεόδωρον. μετέστη δ’ ἐν Σάμῳ διὰ Λύγδαμιν τὸν ἀπὸ Ἀρτεμισίας τρίτον τύραννον γενόμενον Ἁλικαρνασσοῦ· Πισίνδηλις γὰρ ἦν υἱὸς Ἀρτεμισίας, τοῦ δὲ Πισινδήλιδος Λύγδαμις. ἐν οὖν τῇ Σάμῳ καὶ τὴν Ἰάδα ἠσκήθη διάλεκτον καὶ ἔγραψεν ἱστορίαν ἐν βιβλίοις θʹ, ἀρξάμενος ἀπὸ Κύρου τοῦ Πέρσου καὶ Κανδαύλου τοῦ Λυδῶν βασιλέως. ἐλθὼν δὲ εἰς Ἁλικαρνασσὸν καὶ τὸν τύραννον ἐξελάσας, ἐπειδὴ ὕστερον εἶδεν ἑαυτὸν φθονούμενον ὑπὸ τῶν πολιτῶν, εἰς τὸ Θούριον ἀποικιζόμενον ὑπὸ Ἀθηναίων ἐθελοντὴς ἦλθε κἀκεῖ τελευτήσας ἐπὶ τῆς ἀγορᾶς τέθαπται. τινὲς δὲ ἐν Πέλλαις αὐτὸν τελευτῆσαί φασιν. ἐπιγράφονται δὲ οἱ λόγοι αὐτοῦ Μοῦσαι. περὶ Ἡροδότου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τίς οὖν ἀγνοεῖ τὸν Αἰθιόπων ὑπὲρ τοῦ παρ’ ἡμῖν τροφιμωτάτου σιτίου λόγον; ἁψάμενοι γὰρ τῆς μάζης θαυμάζειν ἔφασαν, ὅπως κόπρια σιτούμενοι ζῶμεν, εἴ τῳ πιστὸς ὁ Θούριος εἶναι λογοποιὸς δοκεῖ. ἰχθυοφάγων δὲ καὶ σαρκοφάγων ἀνθρώπων γένη μηδ’ ὄναρ ἰδόντα τὴν παρ’ ἡμῖν δίαιταν οἱ τὴν οἰκουμένην περιηγούμενοι γῆν ἱστοροῦσιν· ὧν εἴ τις παρ’ ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον. ]
eta 552[ Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου [+], ὑπομνήματα εἰς Ἡρόδοτον [+], Ξενοφῶντα [+], Θουκυδίδην [+], Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας. ]
eta 600[ Ἤσπαιρεν· Ἡρόδοτος· ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος φάμενος ἀποπλεύσεσθαι ἀπὸ Ἀρτεμισίου. ]
gamma 73[ Γαῦλος: ὁ ἐξ ἀλλοτρίων ζῶν ἢ ὁ εὐαπάτητος. ἡ πλοῖόν τι φορτηγὸν Φοινικικὸν, ἢ ἄκατος. Γαυλὸς δὲ ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, ὃ δέχεται τὸ γάλα. Ἡρόδοτος· γαύλους τε ἐνταῦθα καταδύσας. ἢ Γαυλός, ὁ τοῦ φρέατος ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον, ἐκ ξύλων κατεσκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουσιν. ἐπὶ δὲ τῶν γαλακτοδόχων ἀγγείων· γαυλούς τε γλαγοπῆγας. ἐν Ἐπιγράμμασι. ]
gamma 167[ Γεωπεῖναι: οἱ μικρὰν καὶ λυπρὰν ἔχοντες γῆν. παρὰ δὲ Ἡροδότῳ οἱ γῆς πεινῶντες καὶ ἀπορούμενοι. ]
gamma 205[ Γέρροιν: ἀπὸ σταυροῦ φησιν Εὔπολις. καὶ Δημοσθένης· τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ σκεπάσματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα σκεπάσματα καὶ Περσικὰ, οἷς ἀντ’ ἀσπίδων ἐχρῶντο. σημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθις Ἡρόδοτος· Κῦρος περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ συνὸν τοῖς στρατιώταις μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεσθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων σὺν ποδήρεσι καὶ ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο. ]
gamma 213[ Γεφυρίς: ξένη καὶ ἐπείσακτος. οἱ γὰρ Γεφυραῖοι ξένοι καὶ ἐπήλυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος. ]
gamma 401[ Γοργύρα: τὸ κατὰ γῆς ὄρυγμα. οὕτως Δείναρχος καὶ Ἡρόδοτος καὶ ἄλλοι. ]
iota 10[ Ἰακχάζουσι· λέγουσι, φυλάττουσιν. Ἡρόδοτος. ]
iota 245[ Ἰθὺ καὶ Ἰθὺς ἐπ’ εὐθείας. Ἡρόδοτος· ἐκ μὲν δὴ τῆς ἰθείας στρατὸν ἐπ’ αὐτὸν οὐκ ἐδόκεε πέμπειν, ἅτε οἰδεόντων ἔτι τῶν πραγμάτων. ἀντὶ τοῦ ἐκ τοῦ προφανοῦς, παρευθύ. ]
iota 578[ Ἵππος Νισαῖος· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νισαῖον. ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νισαῖον. ἐν δὲ Δίκτυϊ Ὀρφεὺς λέγει. ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾷ κείμενος. ]
kappa 218[ Καλλιερεῖσθαι· ἐπὶ τοῦ θύειν ἔντομα. Ἡρόδοτος. καὶ Καλλιέρημα, θυσία εὐπρόσδεκτος. ]
kappa 355[ Καραδοκήσοντα· Ἡρόδοτος. ὁ δὲ πέμπει εἰς Δελφοὺς Κάδμον καραδοκήσοντα τὴν μάχην, ᾗ πεσεῖται. ]
kappa 499[ Καταγινέων· καταλύων. Ἡρόδοτος. ]
kappa 510[ Καταγωγή· παρὰ Ἡροδότῳ πανδοκεῖον. ]
kappa 562[ Καταθρώσκοντα· καταπηδῶντα. Ἡρόδοτος· καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι. ]
kappa 730[ Καταπροΐξεται· καταφρονήσει, καταπροδώσει. οἷον προῖκα ἐκφύγοι. οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλωνα, ταυτὸ δρᾶν. Ἀριστοφάνης· οὔτοι, μὰ τὼ θεώ, σὺ καταπροίξῃ λέγουσα ταυτί. ἀντὶ τοῦ καταγελάσῃ μου χωρὶς ζημίας. προῖκα γὰρ ἔλεγον τὴν ζημίαν. Ἡρόδοτος· οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησόμενος καταπροΐξεται. ]
kappa 816[ Κατατέλεα· παρὰ Ἡροδότῳ τὰ ἀναλώματα, καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ καὶ τὸ συντελεῖν εἰς τάγμα. ]
kappa 860[ Καταχαίρων· Ἡρόδοτος· πάρεστι δ’ εἰκάζειν, εἴτ’ εὐνοίῃ ταῦτα ἐποίησας, εἴτε καὶ καταχαίρων. περὶ Δημαρήτου. ]
kappa 1179[ Καινοῦν· παρὰ Ἡροδότῳ τὸ λόγῳ τῷ καινῷ χρήσασθαι. ]
kappa 1630[ Κιννάμωμον· Ἡρόδοτος λέγει, ὄρνιθας φέρειν ταῦτα τὰ κάρφη· ἡμεῖς δὲ παρὰ Φοινίκων μαθόντες καλοῦμεν οὕτω. ]
kappa 1789[ Κληρούχους· γεωργούς. Ἡρόδοτος. ]
kappa 1854[ Κνάφος· παρὰ Ἡροδότῳ ἄκανθα ἕλκουσα ἱμάτια. ὅτι τὸ παλαιὸν οἱ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες τὰ ἱμάτια ἔκναπτον. ὁ δὲ σωρὸς ἐλέγετο κνάφος. ]
kappa 1888[ Κνυζημάτων· παρὰ Ἡροδότῳ. τουτέστι τῶν γοερῶν ἀποφθεγμάτων. ]
kappa 2000[ Κομιδή· ἡ ἀνάσωσις. Ἡρόδοτος. λέγεται δὲ καὶ ἡ ἄφιξις, ἡ δίοδος. Πολύβιος· τῆς εἰς τοὔμπροσθεν κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη. ]
kappa 2146[ Κόσμος· τάξις. καὶ Ἡρόδοτος· οἱ δὲ Πέρσαι ἡσσηθέντες ἔφευγον οὐδενὶ κόσμῳ. τουτέστι τάξει. ]
lambda 110[ Λᾶξιν· μίξιν, μερισμόν, κλῆρον. Ἡρόδοτος. ]
lambda 309[ Λέσχη· πολλὴ ὁμιλία, φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν ἀθροιζόμενοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο. οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ Φιλοσοφουμένων. Ἡρόδοτος· καίτοι γενομένης λέσχης, ὃς γένοιτο αὐτῶν ἄριστος. ἐμνήσθην, ὁσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδίη· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες. Λέσχη δὲ παρὰ Ἡσιόδῳ ἡ κάμινος. ]
lambda 320[ Λεύκη· παρὰ Ἡροδότῳ πάθος τι περὶ ὅλον τὸ σῶμα. ]
lambda 438[ Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. ΖήνωνΚιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. ]
lambda 441[ Λῆμα· ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’ , ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρατεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως. ]
lambda 656[ Λογοποιός· ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος. Ἰσοκράτης καὶ Ἡρόδοτος. ὅς ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. ]
lambda 807[ Λυκιουργίς· Δημοσθένης ἐν τῷ πρὸς [+] Τιμόθεον [+] κέχρηται τῇ λέξει. Δίδυμος δέ φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικός, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δ’ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλισιουργὶς καὶ τὰ ὅμοια. μήποτε οὖν γραπτέον καὶ παρὰ Ἡροδότῳ ἐν τῷ ηʹ ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιοεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει, οὕτως ὀνομάζηται τὰ ἐν Λυκίῳ εἰργασμένα. ]
mu 84[ Μακρῷ· ἀντὶ τοῦ κατὰ πολύ. Ἡρόδοτος· ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἐμάς. καὶ αὖθις· μακρῷ διέστηκε. ]
mu 472[ Μελεδαίνειν· ἐπιμελεῖσθαι. Ἡρόδοτος· τοὺς νοσέοντας κατέλιπεν ἐν τῇσι πόλισι μελεδαίνειν τε καὶ τρέφειν. ]
mu 475[ Μελεδωνοί· ἐπίτροποι· φροντισταὶ παρ’ Ἡροδότῳ, προεστηκότες. ὥσπερ οἱ τοῦ ἀμπελῶνος τοῦ παρὰ τῷ Εὐαγγελίῳ. ]
mu 507[ Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ [+]. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον. ]
mu 750[ Μεταίτιον· Ἡρόδοτος· τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον, οὐκ ἐδέκοντο τοὺς λόγους. ]
mu 763[ Μετεξέτεροι· παρ’ Ἡροδότῳ ἀντὶ τοῦ ἔνιοι. οἱ δὲ μετεξέτεροι αὐτῶν οἱ μὲν πρὸς κύβους, οἱ δὲ πρὸς ὕπνον ἐτρέποντο. ]
mu 783[ Μετεῖναι· μετιέναι, ἐπεξελθεῖν. Ἡρόδοτος· πρῶτον μὲν τοὺς μάγους, οἳ μετεῖναι τὸν Κῦρον ἀνέπεισαν, ἀνεσκολόπισε. ]
mu 1497[ Μυχοί· παρὰ Ἡροδότῳ καταδύσεις, τὰ ἔνδον. ]
nu 57[ Ναυκραρία· Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵνα ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου, ἢ Ναυκρατιτῶν ἐμπλεόντων. ἡ γὰρ Ναύκρατις τοπαλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ Ναυκραρικά, εἴη ἂν τὰ τῶν ἀρχόντων. ναυκράρους γὰρ τοπαλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν δηλοῖ. ἴσως παρὰ τὴν τῆς νηὸς κραῖραν εἴρηται τὸ ναυκραρικά. ]
nu 60[ Ναύλοχον· εὔδιον, ἐν ᾧ αἱ ναῦς λοχῶσιν, ἢ ἀναπαύονται. ὁ δὲ ναῦς προσέταξεν ἐν τοῖς ἀγκῶσι ναυλοχεῖν λανθάνοντας· ἐπειδὰν δὲ αἴσθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, διαβάλλειν ὡς τάχιστα. παρὰ δὲ Ἡροδότῳ λιμὴν ἢ εὐδία. οὕτω καὶ παρ’ Ὁμήρῳ. ]
nu 224[ Νεοχμώσαντες· νεωστὶ κινήσαντες. Ἡρόδοτος. ]
nu 238[ Νεῶσι· Δημοσθένης κατ’ Αἰσχίνου [+]. πόλις ἐστιν ἐν τῇ Φωκίδι. Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δὲ ἐν ϛʹ Ἀτθίδος Νεῶνας. ]
nu 417[ Νῖνος· πόλις Ἀσσυρίων αὕτη, ἣν ἔκτισε Νῖνος, ἀνὴρ Σεμιράμιδος, ἐν τῇ Ἀτουρίᾳ. ἐθνικὸν Νίνιος. χρῆσις τούτου παρὰ Ἡροδότῳ ἐν τῷ, κατὰ τὰς Νινίων καλεομένας πύλας. ]
nu 442[ Νίψα· πόλις Θρᾴκης, παρὰ Ἡροδότῳ. ]
omega 48[ Ὠκινάκης· οὐδ’ ἄλλως Ἀττικόν, ἀλλὰ Ἡρόδοτος οὕτως λέγει, τὸν ὠκινάκην. ]
omicron 211[ Ὁλοίτροχος· λίθος ὁλοίτροχος ἀπὸ μηχανῆς εἰς τὸν εὑρετὴν τοῦ τεχνήματος ἐμπεσὼν τοῦ τε στόματος ἐξήραξε καὶ τοὺς ὀφθαλμοὺς ἐξέωσεν ἄμφω. Ἡρόδοτος· καὶ δὴ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας, ὁλοιτρόχους ἀφίεσαν. καὶ αὖθις· ὁλοιτρόχους μεγάλους κατὰ τοῦ λόφου κυλίοντες. λίθους ὅλους τροχοειδεῖς. ]
omicron 237[ Ὁμαιχμία· ὁμομαχία, συμμαχία, φιλία. παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. Ἡρόδοτος· καὶ ὀλίγον μὲν χρόνον ὁμαιχμία ξυνέμεινεν· ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἐπολέμησαν πρὸς ἀλλήλους. καὶ αὖθις. ἐπηγάγετο δὲ ἐς ὁμαιχμίαν τοὺς Γότθους. καὶ αὖθις· ἐπὶ Ἀννίβα τοῦ Καρχηδονίου στρατηγοῦ τῆς Ἰταλίας ἁπάσης ἐς τὴν Ῥωμαίων συστάσης ὁμαιχμίαν. ]
omicron 502[ Ὀργᾶν· ἐπιθυμεῖν. καὶ Ὀργῶντες παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ ἐπιθυμοῦντες. Ἡρόδοτος ἰδὼν Θουκυδίδην ὑπὸ ἐνθουσιασμοῦ τινος δακρύοντα, ἔφη, μακαρίζω σε, Ὄλορε, τῆς εὐτεκνίας· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. ]
omicron 669[ Ὀρχηδόν· ὡς ἡβηδόν. Ἡρόδοτος. ]
omicron 865[ Οὐκ ἐκνεομένως· οὐ προσηκόντως. Ἡρόδοτος. ]
omicron 954[ Οὖρος· ὁ τῆς γῆς ὅρος καὶ φύλαξ. παρὰ δὲ Ἡροδότῳ οὖροι οἱ ὅροι, τὰ ὁροθέσια. ]
omicroniota 136[ Οἴνου πιεῖν. οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἶνον πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὸν ἄνθρωπον, ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; παρὰ τὸ Ὁμηρικόν· ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. Ἡρόδοτος δὲ λέγει Πέρσας τοῦτον κρατεῖν τὸν τύπον· εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας. οἴνου, ἔφη, τοσοῦτον πίνω, ὅσον τῷ ἡλίῳ σπένδω. ὁ Πῶρός φησιν, ὁ Ἰνδῶν βασιλεύς. ]
omicroniota 176[ Οἴσπη· ῥυπαρῶν προβάτων ἔρια. Ἡρόδοτος. καὶ Οἰσπώτη, ὁ ῥύπος τῶν ἐρίων. ]
omicroniota 178[ Οἰστρεῖ· ἐρεθίζει, ἐκμαίνει. Ἀππιανός· τῷ ὄντι πᾶσιν οἰστρώδης ἐνέπιπτεν ὁρμὴ καὶ προθυμία κατὰ τῶν βαρβάρων. καὶ αὖθις· καὶ ταῦτα μὲν ἔδρασεν ὥσπερ οἰστρηθεὶς καὶ κάτοινος γενόμενος. καὶ Αἰλιανός· καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο. ]
phi 42[ Φάλαρα· τὰς προμετωπίδας, τοὺς ἀσπιδίσκους, τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων. παρὰ δὲ Ἡροδότῳ τὰ περὶ τὰς γνάθους σκεπάσματα. ]
phi 107[ Φαρμάκοισι· παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ βαφαῖς. ]
phi 207[ Φερέγγυος· ἀσφαλής, ἀξιόπιστος ἐγγυητής. Ἡρόδοτος· αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυος εἰμὶ δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν. ]
phi 520[ Φλαυρότατον· ποιήσαντες δὲ ταῦτα ὑπολείπεσθαι τῆς στρατιᾶς τὸ φλαυρότατον. παρὰ Ἡροδότῳ. τουτέστι τὸ κακόν. καὶ αὖθις· τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. καὶ Φλαυρουργός, ὁ μικρὰ κακὰ ἐργασάμενος. Σοφοκλῆς· φλαυρουργοῦ τινος περιτεχνήματ’ ἀνδρός. ]
phi 608[ Φορμός· προκάλυμμα· ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι. καὶ Φορμοκοιτῶ, ἐν ψιαθίῳ κοιμῶμαι. Φορμὸς οὖν πλέγμα, ὡς κόφινος. φησὶν Ἡρόδοτος. ]
phi 714[ Φριμάξασθαι· παρὰ Ἡροδότῳ φρυάξασθαι. πεφυσῆσθαι. ]
phi 824[ Φύλακος· παρ’ Ἡροδότῳ· κατὰ τοῦτο τῆς ἀκροπόλιος, τῇ οὐδεὶς ἐτέτακτο φύλακος. ]
phi 826[ Φυλάξαντες· ἐπιτηρήσαντες. Ἡρόδοτος. καὶ Φυλάξασα, καιροφυλακήσασα, εὐκαίρως ἐπιτηρήσασα. Ἀρριανός· ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον. ]
pi 41[ Παλάμη· τέχνη. Ἡρόδοτος· ἔλεγέ σφιν ὡς δοκέοι ἔχειν παλάμην, τῇ ἐλπίζοι τῶν βασιλέως συμμάχων ἀποστήσειν τοὺς ἀρίστους. Παλάμῃ οὖν τῇ ἀρχῇ. ]
pi 248[ Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς, τερατοσκόπος καὶ ποιητὴς ἐπῶν· ὃς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίως δὲ καὶ Ἡρόδοτος Θούριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος· γέγονε γὰρ Πανύασις Πολυάρχου, ὁ δὲ Ἡρόδοτος Λύξου τοῦ Πολυάρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδότου, Πανυάσιδος ἀδελφήν, ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οηʹ ὀλυμπιάδα, κατὰ δέ τινας πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραννήσαντος Ἁλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ’ Ὅμηρον, κατὰ δέ τινας καὶ μετὰ Ἡσίοδον καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλειάδα ἐν βιβλίοις ιδʹ, εἰς ἔπη ͵θʹ, Ἰωνικὰ ἐν πενταμέτρῳ, ἔστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἔπη ͵ζʹ. ]
pi 506[ Παραιτεῖτο· παρεκάλει, ἐλιπάρει. ὁ δὲ ἐλθὼν παρῃτεῖτο τὸν Πέρσην· τυγχάνων δὲ οὐδενὸς ὧν ἐδέετο αὐτὸς ἔλυσεν. Ἡρόδοτος. ]
pi 582[ Παρέχοντας· Ἡρόδοτος· κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα, ἤπερ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ. καὶ Παρέχω· δοτικῇ. ]
pi 721[ Παρῴνησεν· ἀτάκτως ἐξύβρισε. Καμβύσης ὁ Κύρου παρῴνησεν εἰς τοὺς Αἰγυπτίους θεοὺς καὶ ἐξεμάνη καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε καὶ σφακελίσαντος ἐνόσησε καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος. καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσιάσαντες τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις. καὶ αὖθις· ὁ δὲ καὶ ἐν ταῖς τοῦ Διὸς θυγατράσι παρῴνησε, τό γε αὑτοῦ. ]
pi 830[ Παχεῖς· Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Ἀριστοφάνης· ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀντὶ τοῦ ἀναίσθητος καὶ παχὺς εἰς τὸ νοεῖν. καὶ Ἡρόδοτος· ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχης καὶ παχύς. πάχης μὲν λέγεται ὁ λιπαρός, παχὺς δὲ ὁ ἀναίσθητος ἢ ὁ πλούσιος. καὶ παχὺς καὶ ἀρχαῖος ἐπὶ τοῦ ἠλιθίου τάσσεται παρὰ τοῖς παλαιοῖς. ὅτι τὰ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φησὶν ὁ Στρεψιάδης, ἀποκαθαρθεὶς τὴν παχύτητα. ἁλσὶ διαβρεχόμενος· διαβάλλει τοῦτον Ἀριστοφάνης ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιούμενος. καὶ ζήτει ἐν τῷ ἁλσὶ διασμηχθείς. λύσις ὀνείρου· βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. ]
pi 1197[ Περιλέποντες· τὸν φλοιὸν περιαιροῦντες. Ἡρόδοτος· τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ ἐσθίοντες. ]
pi 1213[ Περίοδος· περιέλευσις, κύκλος. Ἡρόδοτος· οἱ δὲ Σπαρτιῆται μαθόντες ἐκ τῶν αὐτομόλων τῶν Περσέων τὴν περίοδον ἐβουλεύοντο, καὶ ἐσχίζοντο αὐτῶν αἱ γνῶμαι. ]
pi 1341[ Περιφόρητα· ἀκτά. Ἡρόδοτος. ]
pi 1383[ Πεσσόμενα· παρὰ Ἡροδότῳ ὀπτώμενα. ]
pi 1384[ Πεσσούς· κύβους. καὶ Πεσσοί, ψῆφοι, παρὰ Ἡροδότῳ, ἐν οἷς ἔπαιζον. ]
pi 1727[ Πλεῦνος· ἀντὶ τοῦ πλείονος. Ἡρόδοτος· ὡς δὲ τοῦ πλεῦνός τε ἐδέετο ἡ πολιορκίη, ἀπηλλάσσοντο. ]
pi 2452[ Πρόκα· εὐθύς, παραχρῆμα. Ἡρόδοτος· καὶ πρόκα τε φρίκης αὐτὸν ἐπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι. ]
pi 2490[ Πρόκροσσαι· ἄλλη ἐπ’ ἄλλῃ. Ἡρόδοτος· αἱ δὲ νῆες πρόκροσσαι ὡρμαίνοντο ἐς πόντον, ἐπὶ νʹ νέας. ]
pi 2534[ Πρόνοια· ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Πρόνοια, διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. ]
pi 2544[ Πρόοπτος· προφανής, πρόδηλος. Ἡρόδοτος· ἡμέας οὗτοι οἱ ἄνθρωποι προόπτως θανάτῳ μέλλουσι προδώσειν. ]
pi 2571[ Πρόπολος· δούλη, προπολεύουσα. ἢ θεράπων. καὶ θεράπαινα, πρόσφυξ. Ἀριστοφάνης Νεφέλαις· ἀλλὰ σαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισι. παρὰ δὲ Ἡροδότῳ Πρόπολος, ὁ νεωκόρος. ]
pi 2634[ Προσέληνοι· Ἡρόδοτος τοὺς Ἀρκάδας οὕτως λέγει, τουτέστιν ἀρχαίους, πρὸ τῆς σελήνης. ]
pi 2706[ Προσθεῖναι τὰς θύρας· ἀντὶ τοῦ ἐπικλεῖσαι. Ἡρόδοτος γʹ. ]
pi 2938[ Πρόχυσις· παρὰ Ἡροδότῳ τὸ ἀποσπεῖσαι. ]
psi 139[ Ψῶσαν· θάλπουσαν. Ἡρόδοτος. ]
psi 152[ Ψύλλα καὶ Ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστοφάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. ]
rho 64[ Ῥαχίης· φραγμοῦ· ἢ δέσμαι τῶν φραγμάτων. Ἡρόδοτος. ]
rho 156[ Ῥῆχος· φραγμός. Ἡρόδοτος. ]
rho 180[ Ῥιπῆς· ὁρμῆς, φορᾶς, βουλῆς. Ῥιπὶς δὲ πλέγμα παρ’ Ἡροδότῳ. ἐν Ἐπιγράμμασι· ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις. ]
rho 211[ Ῥοδώπιδος ἀνάθημα· ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἄδμονι Μιτυληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ. ]
sigma 38[ Σακεύουσι· τὸ ὑλίζουσι. παρ’ Ἡροδότῳ. ]
sigma 60[ Σαλούστιος, σοφιστής. ἔγραψεν εἰς Δημοσθένην [+] καὶ Ἡρόδοτον [+] ὑπόμνημα· καὶ ἄλλα. ]
sigma 451[ Σινάμωρον· πορνικόν. καὶ Σινάμωρος, ὁ κακόσχολος. Ἡρόδοτος. καὶ Σιναμωρουμένη, συνεχῶς ἀνδρὶ συνουσιάζουσα πρὸς μίξιν. ἀντὶ τοῦ γαμουμένη. οὕτως Ἀριστοφάνης. ]
sigma 560[ Σκέπη· παρὰ Ἡροδότῳ θήκη, δέρμα. ]
sigma 716[ Σκυτάλαι· στρογγύλα καὶ λεῖα ξύλα. παρὰ δὲ Ἡροδότῳ ῥάβδος. ]
sigma 721[ Σκύταλον· τὸ ῥόπαλον. ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην. Ἡρόδοτος· καὶ τοῖς σκυτάλοισιν ἔπαιον τοὺς Πέρσας. ὅ ἐστι βακτηρία ἀκροπαχής. Ἀριστοφάνης· τὸ σκύταλον ἐξήνεγκα τὸ τοῦ Λαμίου. ἦν δὲ πένης, ἀπὸ ξυλοφορίας ζῶν· διὸ καὶ βακτηρίαν ἐξενέγκας αὐτοῦ φησιν εἶναι· κωμῳδεῖται γὰρ ὡς δεσμοφύλαξ. τουτέστιν ἐκείνων τῶν σκυταλῶν, ὧν πέρδεται. ἀντὶ τοῦ ὧν φέρει. ἢ ἴσως ὑπὸ τοῦ βάρους ἐπέρδετο. ]
sigma 895[ Σώχουσι· τρίβουσιν. Ἡρόδοτος. ]
sigma 925[ Σπερχθείς· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ταραχθείς, θυμωθείς. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]
sigma 989[ Σταθμησάμενος· δοκιμάσας. Ἡρόδοτος· σταθμησάμενος γάρ, ὅκως ἐλελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωϋτοῦ. ]
sigma 1100[ Στιβία καὶ Στίβος· ἡ ὁδός. αὐτὸν προπέμψας τὸν ἐκείνου στίβον ᾔει. ἀρσενικὸν ὁ στίβος. καὶ Ἡρόδοτος· οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωϋτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἦσαν. καὶ Πολύβιος· κατὰ τὸν αὐτὸν στίβον. ]
sigma 1221[ Στρόφιον· τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λυόμενον. ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκοσμημένην. ἢ οὐκ ἐξείρηται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν οὐκ ἔχουσι λόγον. λέγεται καὶ στρόφος τὸ περὶ τὴν κεφαλὴν στρόφιον, ὅ ἐστιν ἐρεοῦν. Ἡρόδοτος. ]
sigma 1414[ Συμψήσας· συντρίψας. Ἡρόδοτος· τῶν τις ἱερῶν ἵππων τῶν λευκῶν ὑπὸ ὕβριος ἐσβὰς ἐς τὸν ποταμὸν διαβαίνειν ἐπειρᾶτο· ὁ δέ μιν συμψήσας ὑποβρύχιον οἰχώκεε φέρων. καὶ Ἰάμβλιχος· βιαζομένους δὲ τοὺς κολυμβητὰς συμψήσας ὁ ποταμὸς ἔφερε κάτω, καὶ οὐκέτι ἀπενόστησαν. ]
sigma 1494[ Συνέπαινοι· συγκατατιθέμενοι. Ἡρόδοτος· συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι. τουτέστιν ὁμόφρονες. καὶ αὖθις· δεῖ δὲ καὶ αὐτὸν βασιλέα συνέπαινον γίνεσθαι. ]
sigma 1569[ Συννήσας· συσσωρεύσας. Ἡρόδοτος· συννήσας πυρὴν μεγάλην ἐσέβαλεν ἐς τὸ πῦρ. καὶ Δαμάσκιος· καὶ ἄλλους ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συννήσαντας. ]
sigma 1667[ Συρμαία· τὸ καθαρτικὸν δι’ ἐμέτων καὶ κοιλίας. καὶ Συρμαΐζειν τὸ κενοῦσθαι, ἐκ ζειῶν καὶ ὕδατος. οὕτως Ἡρόδοτος. ἢ λάχανον σελίνῳ ἐοικός· ἢ βρῶμα διὰ στέατος καὶ μέλιτος. ]
sigma 1703[ Σφαγιάζειν· τὸ θυσίας ἐπιτελεῖν. Ἡρόδοτος· ὅς, ἐπεὶ ἐσφαγιάζετο Παυσανίης, καθήμενος ἐν τῇ τάξει ἐτραυματίσθη τοξεύματι τὰ πλευρά. ]
sigma 1812[ Σχοῖνος· μέτρον γεωργικόν· ὥς φησιν Ἡρόδοτος ἐν τῇ βʹ τῶν ἱστοριῶν. ]
sigma 1815[ Σχοινοτενές· παρὰ Ἡροδότῳ ἀντὶ τοῦ μακρόν, ὀρθόν. ]
tau 132[ Ταρσός· κυρίως τῶν ὀρνίθων ἡ πτέρωσις· ἀφ’ οὗ καὶ τῶν κωπῶν ὅμοιος ὁ σχηματισμός. οὕτως Ἡρόδοτος. ]
tau 134[ Ταρσοὶ καλάμων. οἱ δὲ Λαζοὶ βόθρους ὀρύξαντες καὶ δόρατα τοῖς βόθροις ἐγκαταπήξαντες ταρσοῖς καλάμων καὶ ὕλῃ μὴ βεβαίαν ἐχούσῃ βάσιν, ἀλλὰ πρὸς τὸ ἐπιφερόμενον ἄχθος ὀλισθαινούσῃ, τὰ στόματα τῶν ὀρυγμάτων ἐκάλυψαν· καὶ χοῦν ἐπιβαλόντες τά τε παρ’ ἑκάτερα χωρία γεωργήσαντες καὶ πυροὺς σπείραντες ἐτροπώσαντο τοὺς Ῥωμαίους. Ταρσοὶ καλάμων παρ’ Ἡροδότῳ ἡ πρασιά, οὗ ἐξήραινον τὴν πλίνθον. ]
tau 195[ Τάφρος· τὸ περὶ τὸ τεῖχος ὄρυγμα. καὶ Τάφρη θηλυκὸν παρ’ Ἡροδότῳ. ὀρύξαντες τάφρην εὐρέην ἐπέτειναν ξύλα ἀσθενέα ἐπ’ αὐτῆς. ]
tau 252[ Τελαμών· ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος. Ἰάμβλιχος· περιβαλὼν δὲ περὶ τὰς χεῖρας αὐτοῦ τοὺς τελαμῶνας προσέδησε τῇ κλίνῃ. καὶ ἡ εἰς λεπτὰ κατακεκομμένη ὀθόνη. Ἡρόδοτος· οἱ δὲ Πέρσαι περὶ πλείστου ἐποιήσαντο, σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες. ]
tau 303[ Τέμπη· μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι στενόταται διεκβολαί. καὶ οἱ σύνδενδροι τόποι. ἰδίως δὲ Μακεδονικὰ ὄρη οὕτω καλούμενα, καὶ οἱ στενοὶ τόποι. Ἡρόδοτος. ὅτι μετὰ τὴν ἐν Μαραθῶνι μάχην Θετταλοὶ ἐμήδισαν, δείσαντες τὴν ἀπόφραξιν τῶν Τεμπῶν. ]
tau 550[ Τιβέριος, φιλόσοφος καὶ σοφιστής. Περὶ ἰδεῶν λόγου βιβλία γʹ, Περὶ παρασκευῆς, Περὶ μεταποιήσεως, Περὶ ἱστορίας, Περὶ λόγου τάξεως καὶ συνθέσεως, Περὶ διαιρέσεως λόγου, Περὶ μεταβολῆς λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοσθένους [+] καὶ Ξενοφῶντος [+], Περὶ Ἡροδότου [+] καὶ Θουκυδίδου [+]. ]
tau 663[ Τίσαι καὶ Τίσασθαι· ἀποδοῦναι. ὁ δὲ Δαρεῖος, ὁ Περσῶν βασιλεύς, ὡς ἔσχε τὴν ἀρχήν, ἐπεθύμησεν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων ἕνεκεν. Ἡρόδοτος. ]
tau 675[ Τιτακίδαι· δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος. ]
tau 972[ Τριηκάδας· παρὰ Ἡροδότῳ δεῖπνα, ἢ δήμους, ἢ ἀριθμὸν τριάκοντα ἡμερῶν. ]
tau 1018[ Τριτημορίς· Ἡρόδοτος· ἑτέρη δὲ ἤϊε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσογαῖαν. ]
theta 8[ Θαλαμίδιοι κῶπαι· αἱ ἠρέμα ἐλαύνουσαι. Ἡρόδοτος· τοῦτον δῆσαι θαλαμίης διελόντας τῆς νηὸς κατὰ τοῦτο, ἔξω μὲν κεφαλὴν ποιεῦντας, ἔσω δὲ τὸ σῶμα. ]
theta 17[ Θαλῆς, Ἐξαμύου καὶ Κλεοβουλίνης, Μιλήσιος, ὡς δὲ Ἡρόδοτος Φοῖνιξ· γεγονὼς πρὸ Κροίσου, ἐπὶ τῆς λεʹ ὀλυμπιάδος, κατὰ δὲ Φλέγοντα γνωριζόμενος ἤδη ἐπὶ τῆς ζʹ. ἔγραψε περὶ μετεώρων ἐν ἔπεσι, Περὶ ἰσημερίας, καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ γηραιός, θεώμενος γυμνικὸν ἀγῶνα, πιληθεὶς δὲ ὑπὸ τοῦ ὄχλου καὶ ἐκλυθεὶς ὑπὸ τοῦ καύματος. πρῶτος δὲ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα καὶ πρῶτος τὴν ψυχὴν εἶπεν ἀθάνατον ἐκλείψεις τε καὶ ἰσημερίας κατείληφεν. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα· καὶ τὸ θρυλλούμενον· γνῶθι σαυτόν. τὸ γάρ, ἐγγύα, πάρα δ' ἄτα, Χίλωνός ἐστι μᾶλλον, ἰδιοποιησαμένου αὐτό· καὶ τό, μηδὲν ἄγαν. ]
theta 414[ Θουκυδίδης, Ὀλώρου, Ἀθηναῖος, παῖδα δὲ ἔσχε Τιμόθεον. ἦν δὲ ἀπὸ μὲν πατρὸς Μιλτιάδου τοῦ στρατηγοῦ τὸ γένος ἕλκων, ἀπὸ δὲ μητρὸς Ὀλώρου τοῦ Θρᾳκῶν βασιλέως· μαθητὴς Ἀντιφῶντος. ἤκμαζε κατὰ τὴν πζʹ Ὀλυμπιάδα· ἔγραψε δὲ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. οὗτος ἤκουσεν ἔτι παῖς τυγχάνων Ἡροδότου ἐπὶ τῆς Ὀλυμπίας τὰς ἱστορίας διερχομένου, ἃς συνεγράψατο, καὶ κινηθεὶς ὑπό τινος ἐνθουσιασμοῦ πλήρης δακρύων ἐγένετο. καὶ ὁ Ἡρόδοτος κατανοήσας τὴν αὐτοῦ φύσιν πρὸς τὸν πατέρα Θουκυδίδου Ὄλωρον ἔφη· μακαρίζω σε τῆς εὐτεκνίας, Ὄλωρε· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. καὶ οὐκ ἐψεύσθη γε τῆς ἀποφάσεως. οὗτος ὁ Θουκυδίδης ἀνὴρ ἦν πολὺς ταῖς τέχναις, κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίαις καὶ συμβουλίαις καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ὁ συγγραφεὺς οὗτος μεταβαίνει ἀπὸ τῶν θηλυκῶν εἰς οὐδέτερον· οἷον, τρέπονται εἰς Μακεδονίαν, ἐφ ' ὅπερ καὶ πρότερον. καὶ Θουκυδίδειος γραφή. ]
upsilon 12[ Ὑβρίζοντες· σκιρτῶντες. Ἡρόδοτος. ]
upsilon 206[ Ὑπεξέσχεν· ἀφίκετο. ὅτι Κάμιλλος ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπιφθονώτατος τοῖς πολίταις γενόμενος ἐγράφη ὑπὸ τῶν δημάρχων, ὡς μηδὲν ἐκ τῆς λείας τῶν πολεμίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. οὕτω Δίων. καὶ Ἡρόδοτος· ὁ δὲ δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχεν ἐς Θεσσαλίην. ἐντεῦθεν ἀφικόμενος ἐς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πρήγματα. ὑπεξέσχεν οὖν, ἀντὶ τοῦ, ἔφυγεν, ἀπέδρασεν. ]
upsilon 306[ Ὑπερθέντι· ἐξειπόντι, ἀνακοινωσαμένῳ. Ἡρόδοτος· ὁ δὲ Ἀρταφέρνης, ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀρισταγόρου λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο, παρεσκευάσαντο οʹ τριήρεας. ]
upsilon 433[ Ὑπῆρξαν· προκατήρξαντο. οὗτοι γὰρ πρῶτον ὑπῆρξαν ἀδικίης. Ἡρόδοτος. καὶ Αἰλιανός· ὁ δὲ ὑπήρξατο σωφρονεῖν. ]
upsilon 526[ Ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιωμένοι ὑπὸ τῆς μέθης. ]
upsilon 677[ Ὕσθης· βροχή. καὶ Ὕσθησαν. Ἡρόδοτος· ὕσθησαν γὰρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑσθεῖσαι· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν. ]
xi 31[ Ξενίην συνεθήκατο· παρὰ Ἡροδότῳ· ὡς ξένιον ἐδωρήσατο. ]
zeta 17[ Ζάμολξις· Πυθαγόρᾳ δουλεύσας, ὡς Ἡρόδοτος δʹ. Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν. Ἑλλάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς νόμοις φησίν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ καὶ ἔλεγεν, ὅτι οὔτ’ ἂν αὐτὸς ἀποθάνοι οὔθ’ οἱ μετὰ τούτου, ἀλλ’ ἕξουσι πάντα ἀγαθά. ἅμα δὲ ταῦτα λέγων ᾠκοδόμει οἴκημα κατάγαιον. ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρᾳκῶν ἐν τούτῳ διῃτᾶτο. οἱ δὲ Γέται ἐπόθουν αὐτόν. τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα ἐπίστευσαν. λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόρᾳ Μνησάρχου Σαμίῳ καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο. ἀλλὰ πολὺ πρότερος δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι καὶ τοὺς ἀποθανοῦντας ὡς Ζάμολξίν φασιν οἴχεσθαι, ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν. θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. ]
zeta 47[ Ζειραί· χιτῶνες ἀνακεκολαμμένοι, ἢ ἀνάκολοι. ἢ μίτρα. Ἡρόδοτος. ]
zeta 65[ Ζηλῶσαι· μιμήσασθαι. Ἡρόδοτος· ὧν εἴ τις παρ’ ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον. ]
zeta 122[ Ζωγρίη· Ἡρόδοτος· τὸν δὲ Ἱστιαῖον ζωγρίῃ ἔλαβεν. ἐζωγρήθη δὲ ὧδε. ὡς φεύγων κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω, καὶ ὡς καταιρεόμενος ὑπ’ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι, Περσίδα γλῶσσαν μετεὶς καταμηνύει ἑαυτὸν ὡς εἴη Ἱστιαῖος Μιλήσιος. καὶ αὖθις· ὑπὲρ δὴ τούτων τούτῳ ζωάγρια ἀποδιδούς, ᾗπερ οὖν δυνατὸν ἦν. ]
zeta 139[ Ζώνη· πορφυροῦν ἱμάτιον. Ἡρόδοτος. ]
zeta 186[ Ζυγομαχεῖν· ἀπὸ τῶν πωλούντων σταθμῷ καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ τῶν ὑποζυγίων ἢ βοῶν ἢ ἵππων ἤ τινων τοιούτων μὴ συμφώνως ἐργαζομένων. Ἡσίοδος· βόε δ’ ἐνναετήρω ἄρσενε κεκτῆσθαι· τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν. οὐκ ἂν τώγ’ ἐρίσαντε. Ἡρόδοτος δὲ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι εἶναι τὴν λέξιν, ὅταν περὶ τὰς καθέδρας διαφέρωνται οἱ ἐρέται. ζήτει στήλην ζυγελάτου ἐν τῷ Βασιλική. ]
zeta 195[ Ζυγοί· παρὰ Ἡροδότῳ αἱ καθέδραι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License