Isocrates) - urn:cts:greekLit:tlg0010Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
orator (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0010.suda001 -
Panathenaicus
urn:cts:greekLit:tlg0010.suda002 -
Panegyricus
urn:cts:greekLit:tlg0010.suda003 -
Helen
urn:cts:greekLit:tlg0010.suda004 -
Areopagiticus
urn:cts:greekLit:tlg0010.suda005 -
On the peace
urn:cts:greekLit:tlg0010.suda006 -
Busiris
urn:cts:greekLit:tlg0010.suda007 -
Archidamus
urn:cts:greekLit:tlg0010.suda008 -
Against the Sophists
urn:cts:greekLit:tlg0010.suda009 -
To Demonicus
urn:cts:greekLit:tlg0010.suda010 -
Antidosis
urn:cts:greekLit:tlg0010.suda011 -
Trapeziticus
| alpha | 331 | [ | Ἀγωνιάν· Ἰσοκράτης ἀντὶ τοῦ ἀγωνίζεσθαι. | ] |
| alpha | 334 | [ | Ἀγωνιῶ: κινδυνεύω· καὶ τὸ φοβοῦμαι. Πολύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις. καὶ Ἀγωνιῶν, δεδιώς. ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα. ἠγωνία δὲ τοὺς στρατιώτας, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ Ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἰσοκράτης. | ] |
| alpha | 441 | [ | Ἀδελφειός: ὁ ἀδελφός· Ἀδελφιδοῦς δὲ ὁ ἀνεψιός. καὶ τὸν ἀδελφίδοῦν. καὶ Ἀδελφίζειν, ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσοκράτης καί ὁ Μιλήσιος Ἑκαταῖος καὶ Ἀπολλοφάνης ἐχρήσαντο. καὶ τὸ θηλυκὸν τὴν ἀδελφιδὴν, ἡ ἀδελφιδὴ, τῆς ἀδελφιδῆς. ὅτι Ἀλυάττης ὁ τῶν Λυδῶν βασιλεὺς ᾔσχυνε τὴν ἑαυτοῦ ἀδελφὴν. | ] |
| alpha | 904 | [ | Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. | ] |
| alpha | 1740 | [ | Ἀμφιλαφῆ: διπλοῦν, τεχνικόν τε καὶ σοφιστικόν. ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις. καὶ Ἀμφιλαφής, μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἐστιν. οὐχ ἡμάρτανε δὲ οὐδὲ ἀμφιλαφοῦς περιουσίας. ἐν Ἐπιγράμμασι· ἰτέαι, ἥ θ’ ἱερὰ κἀμφιλαφὴς πλάτανος. | ] |
| alpha | 2191 | [ | Ἀνδροτίων, Ἄνδρωνος, Ἀθηναῖος, ῥήτωρ καὶ δημαγωγὸς, μαθητὴς Ἰσοκράτους. | ] |
| alpha | 2202 | [ | Ἀναιρεθείς: ἀντὶ τοῦ ἀναληφθείς. οὕτως Ἰσοκράτης. καὶ Ἀναιρεῖν, τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, κοὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν. καὶ ἔτι τὸ ἀπολλύναι, καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. καὶ Ἀναίρεσις, ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν ἔρριψεν εἰς ἀναίρεσιν τῷ βουλομένῳ. καὶ Ἀναιρεῖται, λαμβάνει. ὁ δὲ ἀναιρεῖται τὸ μεῖζον μέρος τοῦ κρεαδίου. καὶ Ἀναιρεῖσθαι, ἀναδέχεσθαι, ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν τὰ διωμολογημένα πρὸς Καρχηδονίους, ὁμήρους σφᾶς δοῦναι καὶ τοὺς ἐλέφαντας καὶ τὰς τριήρεις καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. καὶ αὖθις· οὐ τὴν τυχοῦσαν πρόνοιαν ἐποιοῦντο Ῥωμαῖοι τοῦ μὴ κατάρχοντες φαίνεσθαι μήδ’ ἀναιρούμενοι τοὺς πολέμους. καὶ Ἡρόδοτος Ἀναιρεόμενον ἀντὶ τοῦ ἐν γαστρὶ συλλαμβανόμενον. καὶ Ἀναιρούμενοι, ἀναλαμβανόμενοι, ἐπιχειροῦντες. | ] |
| alpha | 2664 | [ | Ἀντίθεσις: σχῆμα λέξεώς ἐστι, καθ’ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἄθροα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ. | ] |
| alpha | 2923 | [ | Ἀπαριθμησόμενος: ἀποδώσων, καταβαλούμενος. ὁ δὲ Γέτης ἀφίκετο ὡς ἀπαριθμησόμενός τι τῶν ἐνιαυσιαίων χρημάτων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. καὶ Ἀπαριθμῶν, ἀντὶ τοῦ ἀποπληρῶν ἀπαριθμόν. Ἰσοκράτης. καὶ Ἀπαριθμῶ σε, αἰτιατικῇ. | ] |
| alpha | 3377 | [ | Ἀπολαύειν· γενικῇ. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, ὡς Ἰσοκράτης· δέδοικα μή τι κακὸν ἀπολαύσαιμι. καὶ Μαρκελλῖνος περὶ Θουκυδίδου [+] φησίν· οὔτε Κλέων οὕτε Βρασίδας, ὁ αἴτιος τῆς συμφορᾶς, ἀπήλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου. | ] |
| alpha | 3383 | [ | Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων. οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Σωκράτης ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. | ] |
| alpha | 3764 | [ | Ἀργέου υἱός· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν, τἀδελφοῦ δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. ὅτι τῷ Θηραμένει, τῷ Ἰσοκράτους διδασκάλῳ, πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, ἥ τε τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. ζήτει ἐν τῷ δεξιός. | ] |
| alpha | 4074 | [ | Ἀρχαῖος: ὁ παλαιός. Ἰσοκράτης μὲν ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι· Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς [+] εἰπών· οὕτως δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς· ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. | ] |
| alpha | 4264 | [ | Ἀστυδάμας, ὁ πρεσβύτης, υἱὸς Μορσίμου τοῦ Φιλοκλέους, τραγικῶν ἀμφοτέρων, Ἀθηναῖος, τραγικός. ἔγραψε τραγῳδίας σμʹ, ἐνίκησε ιεʹ. ἀκροασάμενος δὲ ἦν Ἰσοκράτους καὶ ἐτράπη ἐπὶ τραγῳδίαν. | ] |
| alpha | 4426 | [ | Αὐθέντης: ὁ αὐτόχειρ, ἢ ὁ αὑτὸν ἀναιρῶν. διὸ παῤ Ἰσοκράτει αὐθέντης. Λυσίας ἰδίως αὐτὸ ἔταξεν ἐπὶ τῶν λʹ· καίτοι δι’ ἑτέρων εἰργάζοντο τοὺς φόνους. ὁ γὰρ αὐθέντης ἀεὶ τὸν αὐτόχειρα σημαίνει. καὶ Αὐθεντήσαντα, κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. ὅτι Μιθριδάτης διετάξατο τοὺς Ῥωμαίους ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰς τὰς πόλεις, τὸ βασιλικὸν σφράγισμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξας ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπως μὴ προμαθόντες τινὲς φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖς ἐκέλευσε πάνθ’ ὅντινα Ῥωμαῖον εὕρωσι· καὶ ἆθλα οὐ μόνον τοῖς αὐτοένταις σφῶν ἐσομένοις, ἀλλὰ καὶ τοῖς δήμοις, παῤ οἷς ἂν ἀποθάνωσι, πρὸς τὸ πλῆθος τῶν τελευτησάντων ἔθηκε· τιμωρίαν τε τοῖς φεισομένοις τινὸς αὐτῶν μεγάλην ὥρισε. παράγεται δὲ αὐθέντης οὕτως. ἔστι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνος. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέσει τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντης καὶ μετὰ τῆς αὐτὸ ἀντωνυμίας αὐτοέντης. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τροπῇ τοῦ τ εἰς θ, αὐθέντης, ὁ αὐτόχειρ. ἐπεκράτησε δὲ ἡ συνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεσπότης· ὅπερ ἐστὶν ἀκυρολεξία. | ] |
| alpha | 4556 | [ | Ἀφαρεύς, Ἀθηναῖος, ῥήτωρ, υἱὸς τοῦ σοφιστοῦ Ἱππίου καὶ Πλαθάνης, πρόγονος δὲ Ἰσοκράτους τοῦ ῥήτορος, ἀκμάσας κατὰ τὴν ςεʹ Ὀλυμπιάδα, ὅτε καὶ Πλάτων ὁ φιλόσοφος. | ] |
| delta | 234 | [ | Δεξιός· ὁ εὐπαίδευτος. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριστοφάνης· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι, καὶ φύσει Θηραμένους. οὗτος ὁ Θηραμένης τῶν τὰ πολιτικὰ πραττόντων ἦν. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένης οὗτος διδάσκαλος Ἰσοκράτους, Ἅγνωνος παῖς, Στιριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγή, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸς τοὺς καιροὺς καὶ τὸ συμφέρον ἑαυτῷ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δημεύεσθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειον ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτος ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἅγνωνος. ὁ δὲ Θουκυδίδης αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺς ὡς ἅρπαγας. | ] |
| delta | 454 | [ | Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. | ] |
| delta | 557 | [ | Διάθεσις καὶ Διατίθεσθαι· ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ’ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ’ Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατίθεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ’ ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς διακοσμήσεως. | ] |
| delta | 558 | [ | Διάθεσις· Ἰσοκράτης ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερίδης καὶ Δημοσθένης. | ] |
| delta | 956 | [ | Διεσκαριφησάμεθα· ἀντὶ τοῦ διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ φρύγανον. ἔστι δὲ τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύσητα. οὕτως Ἰσοκράτης. σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. | ] |
| epsilon | 2327 | [ | Ἐπιθέτους ἑορτάς· Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους ἑορτάς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζε. Λυσίας δὲ ἐπιθέτους ἐπιστολὰς λέγει τὰς δοθείσας τισὶν ὥστε διακομίσαι. καὶ ἐπιθεῖναι ἐπιστολάς, ἀντὶ τοῦ παραδοῦναι. καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκεν. | ] |
| epsilon | 2561 | [ | Ἐπισημαίνεσθαι· ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσοκράτης, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος. | ] |
| epsilon | 2605 | [ | Ἐπίσταθμος· Ἰσοκράτης Πανηγυρικῷ· Ἑκατόμνος ὁ Καρίας ἐπίσταθμος. ὃς οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος. | ] |
| epsilon | 3701 | [ | Εὔρρους· ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις. | ] |
| epsilon | 3930 | [ | Ἔφιππος, Κυμαῖος, υἱὸς Δημοφίλου, οἱ δὲ Ἀντιόχου, Ἰσοκράτους ἀκουστὴς τοῦ ῥήτορος, ἱστορικός· ἔσχε δὲ υἱὸν Δημόφιλον τὸν ἱστορικόν. ἦν δὲ ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὡς καὶ πρὸ τῆς Φιλίππου βασιλείας εἶναι τοῦ Μακεδόνος. ἔγραψεν ἀπὸ τῆς Ἰλίου πορθήσεως καὶ τῶν Τρωϊκῶν μέχρι τῶν αὑτοῦ χρόνων βιβλία λʹ, Περὶ ἀγαθῶν καὶ κακῶν βιβλία κδʹ, Παραδόξων τῶν ἑκασταχοῦ βιβλία ιεʹ, Εὑρεμάτων, ὧν ἕκαστος εὗρε, βιβλία βʹ. καὶ λοιπά. | ] |
| epsilon | 3953 | [ | Ἔφορος Κυμαῖος καὶ Θεόπομπος Δαμασιστράτου, Χῖος, ἄμφω Ἰσοκράτους μαθηταί, ἀπ’ ἐναντίων τό τε ἦθος καὶ τοὺς λόγους ὁρμώμενοι. ὁ μὲν γὰρ Ἔφορος ἦν τὸ ἦθος ἁπλοῦς, τὴν δὲ ἑρμηνείαν τῆς ἱστορίας ὕπτιος καὶ νωθρὸς καὶ μηδεμίαν ἔχων ἐπίτασιν· ὁ δὲ Θεόπομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῇ δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. ὁ γοῦν Ἰσοκράτης τὸν μὲν ἔφη χαλινοῦ δεῖσθαι, τὸν δὲ Ἔφορον κέντρου. φυγὰς δὲ γενόμενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος, ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρῳ [+], καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον [+] ἐγκωμιάσας πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται. | ] |
| eta | 229 | [ | Ἠλινδημένον· ἀντὶ τοῦ ἀνεστραμμένον. Δείναρχος ἐν τῷ κατὰ Φορμισίου. ὅπερ Ἰσοκράτης καλινδεῖσθαι λέγει. | ] |
| eta | 428 | [ | Ἤπειρον· τῷ Ἰσοκράτει σύνηθές ἐστι τὴν ὑπὸ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν. | ] |
| gamma | 388 | [ | Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά. | ] |
| iota | 620 | [ | Ἰσαῖος· εἷς μέν ἐστι τῶν δέκα ῥητόρων, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος. Δημήτριος δὲ Χαλκιδέα φησὶν αὐτὸν εἶναι. οὗτος ἐπαινεῖται καὶ ὡς ῥήτωρ καὶ ὡς Δημοσθένην ἀμισθὶ προαγαγών. ὅτι Ἰσαίου τοῦ ῥήτορος νεωτέρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις· τίς ἄριστος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν; πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν· ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. | ] |
| iota | 652 | [ | Ἰσοκράτης, Θεοδώρου αὐλοποιοῦ, Ἀθηναῖος, ῥήτωρ, γενόμενος ἐπὶ τῆς πϛʹ ὀλυμπιάδος, ὅ ἐστι μετὰ τὰ Πελοποννησιακά. καὶ διὰ μὲν τῆς φωνῆς τὴν ἀτονίαν καὶ τὸ ἀπαρρησίαστον δίκας οὐκ εἶπεν, ἐδίδαξε δὲ πλείστους, καὶ λόγους γέγραψε λβʹ· βιώσας δὲ ἔτη ϛʹ πρὸς τοῖς ρʹ ἐτελεύτησεν. ἀδελφοὶ δὲ αὐτῷ ἐγένοντο Τίσιππος καὶ Θεόμνηστος καὶ Θεόδωρος· διδάσκαλος δὲ Γοργίας, οἱ δὲ Τισίαν φασίν, οἱ δὲ Ἐργῖνον· οἱ δὲ Πρόδικον ἔφασαν, οἱ δὲ Θηραμένην. οἱ δὲ λόγοι αὐτοῦ πλεῖστοι. | ] |
| iota | 653 | [ | Ἰσοκράτης, Ἀμύκλα τοῦ φιλοσόφου, Ἀπολλωνίας τῆς ἐν τῷ Πόντῳ, ἢ Ἡρακλείας, ὡς Καλλίστρατος ὁ ῥήτωρ· μαθητὴς καὶ διάδοχος τοῦ μεγάλου Ἰσοκράτους, διακούσας δὲ καὶ Πλάτωνος τοῦ φιλοσόφου. οὗτος δὲ ὁ Ἰσοκράτης καὶ Θεοδέκτῃ τῷ ῥήτορι καὶ τραγῳδιοποιῷ καὶ Θεοπόμπῳ τῷ Χίῳ, ἅμα τῷ Ἐρυθραίῳ Ναυκρατίτῃ διηγωνίσατο περὶ λόγων εἰς τὸν ἐπιτάφιον Μαυσώλου τοῦ βασιλέως Ἁλικαρνασσοῦ. καὶ λόγοι αὐτοῦ εʹ· Ἀμφικτυωνικός, Προτρεπτικός, Περὶ τοῦ τάφον μὴ ποιῆσαι Φιλίππῳ, Περὶ τοῦ μετοικισθῆναι, Περὶ τῆς ἑαυτοῦ πολιτείας. | ] |
| iota | 654 | [ | Ἰσοκράτης εἶπεν· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων, οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. | ] |
| kappa | 179 | [ | Κακῶς εἰδότες· ἀντὶ τοῦ ἀγνοοῦντες. Ἰσοκράτης ἐν τῷ Περὶ εἰρήνης. | ] |
| kappa | 1174 | [ | Καινός· Ἰσοκράτης ἀντὶ τοῦ ὃς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. οὕτως δὲ καὶ Ἔφορος. | ] |
| kappa | 1778 | [ | Κλήμης, ἱστορικός· ἔγραψε Ῥωμαίων βασιλεῖς καὶ αὐτοκράτορας· καὶ Πρὸς Ἱερώνυμον περὶ τῶν Ἰσοκρατικῶν [+] σχημάτων· καὶ ἄλλα. | ] |
| kappa | 1790 | [ | Κληροῦχοι· κληροῦχοι ἐκαλοῦντο, οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις, ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντας. οὕτως Ἰσοκράτης ἐν Πανηγυρικῷ. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἥντινα δήποτε κατὰ κληρουχίαν. πῶς γάρ; οὐ γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησι τριηραρχεῖν. | ] |
| kappa | 1915 | [ | Κόκκος, ῥήτωρ, Ἀθηναῖος, μαθητὴς Ἰσοκράτους. λόγους ῥητορικούς. | ] |
| kappa | 2749 | [ | Κύρειον στράτευμα· Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ φησιν. ἔστι δὲ τὸ μετὰ Κύρου ἀναβεβηκὸς ἐπὶ Ξέρξην τὸν ἀδελφὸν αὐτοῦ. | ] |
| lambda | 649 | [ | Λογισμός· ἡ λογιστικὴ τέχνη· ὡς Ἰσοκράτης Βουσίριδι. ὅτι συμπάσχουσιν ἀλλήλοις ὅ τε λογισμὸς καὶ τὸ σῶμα· ὁ γὰρ λογισμὸς ἀτονώτερος γίνεται τοῦ σώματος πάσχοντος. | ] |
| lambda | 656 | [ | Λογοποιός· ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος. Ἰσοκράτης καὶ Ἡρόδοτος. ὅς ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. | ] |
| lambda | 858 | [ | Λυσίας, Κεφάλου, Συρακούσιος, ῥήτωρ, μαθητὴς Τισίου καὶ Νικίου, εἷς τῶν μετὰ Δημοσθένους ιʹ ῥητόρων. ἐτέχθη δ’ ἐν Ἀθήναις, μετοικήσαντος τοῦ Κεφάλου ἐκεῖσε. γεγονὼς δὲ ἐτῶν ιεʹ εἰς Θουρίους ᾤχετο σὺν ἀδελφοῖς δύο, κοινωνήσων τῆς ἀποικίας. εἶτα ἐκπεσὼν ἐκεῖθεν ἐπ’ Ἀττικισμῷ ἐπανῆλθεν εἰς Ἀθήνας, ἄγων ἔτος μζʹ. λόγοι δὲ αὐτοῦ λέγονται εἶναι γνήσιοι ὑπὲρ τοὺς τʹ· καὶ ἕτεροι πρὸς τούτοις ἀμφιδοξούμενοι. τῷ δὲ καθαρῷ τῆς φράσεως οὐδένα ἔσχε μιμητὴν πλὴν Ἰσοκράτους. ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας, ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζʹ, μίαν μὲν πραγματικὴν, τὰς δὲ λοιπὰς ἐρωτικάς· ὧν αἱ πέντε πρὸς μειράκια. | ] |
| mu | 242 | [ | Μασσαλία· Ἰσοκράτης φησὶν ἐν Ἀρχιδάμῳ, ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Ἀριστοτέλης. | ] |
| mu | 654 | [ | Μεσεγγυοῦνται· ἐγγυηταὶ γίνονται, ἢ ἐγγυητὰς ποιοῦνται. ὡς καὶ Ἰσοκράτης ἐν τῷ Κατὰ τῶν σοφιστῶν. | ] |
| omicron | 359 | [ | Ὀνήτωρ· πρὸς ὃν Δημοσθένης ἔγραψε τοὺς ἐξούλης λόγους. εἷς δὲ ἦν τῶν χορηγησάντων, οὗ καὶ Ἰσοκράτης ἐν τῷ Περὶ ἀντιδόσεως μέμνηται. | ] |
| omicron | 687 | [ | Ὅσιον· Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι· καὶ τὰ χρήματα, τά τε ἱερὰ καὶ τὰ ὅσια. καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. τὰ δημόσια ὅσια λέγοντες. καὶ Δημοσθένης δὲ ἐν τῷ κατὰ [+] Τιμοκράτους [+] σαφῶς διδάσκει τοῦτο. Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
| omicron | 835 | [ | Οὐηστῖνος, Ἰούλιος χρηματίσας, σοφιστής. Ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία ϟδʹ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους [+] βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου [+], Ἰσαίου [+], Ἰσοκράτους [+] καὶ Θρασυμάχου [+] τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων. | ] |
| phi | 141 | [ | Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. | ] |
| phi | 360 | [ | Φιλίσκος, Μιλήσιος, ῥήτωρ, Ἰσοκράτους ἀκουστὴς τοῦ ῥήτορος. ἐγένετο δὲ πρότερον αὐλητὴς παραδοξότατος· διὸ καὶ Αὐλοτρύπην Ἰσοκράτης αὐτὸν ἐκάλει. γέγραπται δὲ αὐτῷ τάδε· Μιλησιακός, Ἀμφικτυονικός, Τέχνη ῥητορικὴ ἐν βιβλίοις δυσίν, Ἰσοκράτους [+] ἀπόφασις. | ] |
| phi | 415 | [ | Φιλοσοφεῖν· ἀντὶ τοῦ πονεῖσθαι. φιλοσοφεῖ δὲ τοῦτο, ὅπως καταπράξηται τὸν γάμον. ἔφη Μένανδρος οὕτως, καὶ Ἰσοκράτης. | ] |
| phi | 436 | [ | Φιλοῦργος· οὗτος ἄσωτος ὢν ἐφωράθη ἐν Ἀθήναις τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνειον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. μέμνηται τούτου Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| phi | 838 | [ | Φυλή· Ἰσοκράτης ἐν τῷ Περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος φυλῆς. ὁ δὲ Μένανδρος τόπον νομίζει εἶναι Φυλήν. ὁ δὲ Φιλόχορος φρούριον αὐτό φησιν εἶναι. ζήτει ἐν τῷ φυλάρχης. | ] |
| pi | 320 | [ | Παραγραφή· οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν, ἀντὶ τοῦ ἀπὸ τῆς γραφῆς. καὶ ἔστι τὸ λεγόμενον παρ’ αὐτοῦ, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησιν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπερ ἐστὶν γεγραμμένου. | ] |
| pi | 364 | [ | Παράκλησις· ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. | ] |
| pi | 637 | [ | Παρρησίας· ἀντὶ τοῦ βλασφημίας, καὶ λοιδορίας. Ἰσοκράτης Βουσίριδι. | ] |
| pi | 1297 | [ | Περίστατοι· Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως· θαυματοποιΐαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις. ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. | ] |
| pi | 1915 | [ | Πολιτεία· ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας. καὶ Ἰσοκράτης ἐν Πανηγυρικῷ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+]. πολιτεῖαι καὶ αἱ ὁδοί· ζήτει ἐν τῷ βίος. | ] |
| pi | 2232 | [ | Πραττομένους· ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους, τέλους δὲ οὐδενὶ αἴσθησιν παρεχόμενος. | ] |
| pi | 2912 | [ | Προὔργου· πρὸ ἔργου, συμφέρον, πλέον. Ἰσοκράτης φησίν· ἵνα προὔργου τι γένηται. ἀντὶ τοῦ πλέον. προὔργου νενόμικα, καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγών, ὅσα προσῆκε ταῖς παλαιαῖς ἱστορίαις, ταῦτα προσαρμόσαι. | ] |
| pi | 2958 | [ | Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλοσοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσβύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν. | ] |
| sigma | 180 | [ | Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ, τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχὼν πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίστασθαι. δικάζων δὲ πικρότατος ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακοπραγίας. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν, προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτι οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς. | ] |
| sigma | 570 | [ | Σκηνίτης· Ἰσοκράτης Τραπεζιτικῷ· Πυθόδωρον γὰρ τὸν Σκηνίτην καλούμενον. ἔοικε δὲ ἐπωνύμιον εἶναι. μήποτε δὲ ὡς εἰς ἀγοραῖον λεγόμενον· ἐπεὶ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. καὶ Σκηνήτης βίος, ὁ ἀπερινόητος. καί, Σκηνὴν δέ, ἣν ἔχουσιν· οὐδὲ γὰρ ταύτην λαβόντες ἀναφέρουσιν. Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. ἔοικε δὲ σκεῦός τι εἶναι· ὅπερ οἱ μὲν κόσμον τινὰ γυναικεῖον εἶναί φασιν, οἱ δὲ σκιάδιον. καὶ Σκηνὴν ἐπήξατο, τουτέστι τένδαν, κατὰ γλῶσσαν. | ] |
| sigma | 1283 | [ | Συγγραφεῖς· εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ· ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο. καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητήν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος. ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. | ] |
| sigma | 1495 | [ | Συνέπεσε γενέσθαι· ἀντὶ τοῦ συνέβη. οὕτως Ἰσοκράτης. καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν φόνος συνέπιπτε πολύς, φύρδην ἐπ’ ἀλλήλοις μαχομένων. καί, συνέπεσε τῷ στρατηγῷ πρὸς τὰ γόνατα. ἀντὶ τοῦ προσέπεσε. καὶ αὖθις· τοῖς μὲν πρὸς τὰ γόνατα πιπτόντων. | ] |
| theta | 138 | [ | Θεοδέκτης, Ἀριστάνδρου, Φασηλίτης ἐκ Λυκίας, ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγῳδίας, μαθητὴς Πλάτωνος καὶ Ἰσοκράτους καὶ Ἀριστοτέλους. οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ, ὁ Ἀπολλωνιάτης, καὶ Θεόπομπος, ἐπὶ τῆς ργʹ ὀλυμπιάδος εἶπον ἐπιτάφιον ἐπὶ Μαυσώλῳ, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ᾗ εἶπε τραγῳδίᾳ. ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα. δράματα δὲ ἐδίδαξε νʹ. τελευτᾷ δὲ ἐν Ἀθήναις ἐτῶν ἑνὸς καὶ μʹ, ἔτι τοῦ πατρὸς αὐτοῦ περιόντος. ἔγραψε δὲ καὶ τέχνην ῥητορικὴν ἐν μέτρῳ, καὶ ἄλλα τινα καταλογάδην. | ] |
| theta | 172 | [ | Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ [+] ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα. | ] |
| theta | 206 | [ | Θέων, Ἀλεξανδρεύς, σοφιστής, ὃς ἐχρημάτισεν Αἴλιος. ἔγραψε Τέχνην, Περὶ προγυμνασμάτων, ὑπόμνημα εἰς Ξενοφῶντα [+], εἰς τὸν Ἰσοκράτην [+], εἰς Δημοσθένην [+], Ῥητορικὰς ὑποθέσεις· καὶ Ζητήματα περὶ συντάξεως λόγου, καὶ ἄλλα πλείονα. | ] |
| theta | 231 | [ | Θεράπναι· τόπος ἐστὶν ἐν Λακεδαιμονίᾳ, οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος. | ] |
| theta | 462 | [ | Θρασύμαχος, Χαλκηδόνιος σοφιστής, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος, ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο· μαθητὴς Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος. ἔγραψε Συμβουλευτικούς, Τέχνην ῥητορικήν, Παίγνια, Ἀφορμὰς ῥητορικάς. σχόλιον Μιχαὴλ μοναχοῦ τοῦ Νοσσαΐτου. ἤνεγκε καὶ ἡ καθ' ἡμᾶς πόλις φύσιν δεξιὰν εἰς μάθησιν· ἀλλ', ὡς ἔοικεν, οὐχ ὁ τόπος αἴτιος, ἀλλ' ὁ χρόνος, καθ' ὃν ἤκμασαν οἱ μεγαλοφυέστατοι ἄνδρες. τὰ νῦν δὲ θυννοσκοποῦσιν οἱ τῇδε καὶ λίνοις καὶ ὁρμιαῖς προσανέχουσι, τόν τε βίον ὄντες χειρογάστορες ὃς πολλὰ τῆς γνάθου χωρία ἐφημέριά τε φρονέουσιν, ὀλίγα ἢ οὐδὲν τῶν λόγων φροντίζοντες, ὧν ἀρχιερατεύειν ἔλαχε τῶν εἰς Τροιζῆνα βαδισάντων ὁ ἐξοχώτατος. ἴστωσαν οἱ τῆς παροιμίας εἰδήμονες. ζήτει τὴν παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν. | ] |
| upsilon | 16 | [ | Ὕβρις· ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας, αἰκία δὲ πληγαὶ μόνον. Λυσίας ἐν τῷ Περὶ αἰκίας πρὸς Ἰσοκράτην [+]· καίτοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν. | ] |
| upsilon | 294 | [ | Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ[ καὶ] Πλάτωνι τῷ φιλοσόφῳ[ καὶ] Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ. | ] |
| xi | 92 | [ | Ξυλλαβεῖν· διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὡς νῦν, ξυλλαβεῖν τὸν ἄνδρα. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐχὶ συλληψόμεθα αὐτόν; ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς Παραινέσεσιν· ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν. ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν, καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον. καὶ Δημοσθένης αʹ Φιλιππικῶν [+]. | ] |
| zeta | 38 | [ | Ζεῦξις, Ζεύξιδος. ὄνομα κύριον. Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. οὗτος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: