Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Euripides (Euripides) - urn:cts:greekLit:tlg0006

Places of birth (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Salamis Island (Wikidata) (Pleiades)

Salamis Island (Wikidata) (Pleiades)

Places of death (Wikidata Statement)

Macedonia (Wikidata)

Pella (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

tragedy writer (Wikidata)

playwright (Wikidata)

writer (Wikidata)

poet (Wikidata)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg0006.suda001 - Andromeda
urn:cts:greekLit:tlg0006.suda002 - Phoenix
urn:cts:greekLit:tlg0006.suda003 - Erechtheus
urn:cts:greekLit:tlg0006.suda004 - The Bacchae
urn:cts:greekLit:tlg0006.suda005 - Aegeus
urn:cts:greekLit:tlg0006.suda006 - Ixion
urn:cts:greekLit:tlg0006.suda007 - Hypsipyle
urn:cts:greekLit:tlg0006.suda008
urn:cts:greekLit:tlg0006.suda009 - Orestes
urn:cts:greekLit:tlg0006.suda010
urn:cts:greekLit:tlg0006.suda011 - Dictys
urn:cts:greekLit:tlg0006.suda012 - Alcestis
urn:cts:greekLit:tlg0006.suda013
urn:cts:greekLit:tlg0006.suda014 - Medea
urn:cts:greekLit:tlg0006.suda015 - Andromache
urn:cts:greekLit:tlg0006.suda016 - Antiope
urn:cts:greekLit:tlg0006.suda017 - Hippolytus
urn:cts:greekLit:tlg0006.suda018 - Meleager
urn:cts:greekLit:tlg0006.suda019 - Palamedes
urn:cts:greekLit:tlg0006.suda020 - Alexander
urn:cts:greekLit:tlg0006.suda021
urn:cts:greekLit:tlg0006.suda022
urn:cts:greekLit:tlg0006.suda023
urn:cts:greekLit:tlg0006.suda024 - Bellerophon
urn:cts:greekLit:tlg0006.suda025 - Hecuba
urn:cts:greekLit:tlg0006.suda026 - Sisyphus

alpha 133[ Ἀγάλματα: τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ὅμηρος· βασιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡσίοδος τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ, Εὐριπίδης τὸν ἐπὶ νεκροῖς κόσμον. καὶ ἐφ’ ὧ τις ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέτας, χάρμα, καλλονὴ, κόσμος, καύχημα, θαλλοὶ, ἀνδριάντες, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. Ἀγαλμάτιον δὲ ὑποκοριστικῶς. ]
alpha 1172[ Ἄληθες: ἀντὶ τοῦ ὄντως. ἀξιοῦσι δὲ ὀξύνειν τὴν πρώτην, ὅταν τοῦτο δηλοῖ τὸ ἐν ἐπερωτήσει λεγόμενον, οἷον ὄντως, ἀληθῶς. ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; Αἰσχύλος φησὶ πρὸς Εὐριπίδην· σὺ δή με ταῦτ’, στωμυλιοσυλεκτάδη, καὶ πτωχοποιέ, καὶ ῥακιοσυρραπτάδη. ἀληθὲς δὲ τὸ ἀντιδιαστελλόμενον τῷ ψεύδει. ἀλήθεια δέ ἐστι θείων τε καὶ ἀνθρωπίνων ἡγεμών. ]
alpha 1188[ Ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης. καὶ Θουκυδίδης· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. ]
alpha 1367[ Ἄλοχος. γαμετή. Εὐριπίδου ἐξ Ἀνδρομέδας· ἀγοῦ με, ὦ ξένε, εἴ τε δμωΐδ’ ἐθέλεις εἴτ’ ἄλοχον. ]
alpha 1404[ Ἁλωτόν: τὸ ληφθῆναι δυνάμενον. πᾶν τὸ ζητούμενον, ἁλωτόν· ἐκφεύγει δὲ τἀμελούμενον. καὶ Ἁλωτοί· ληπτοί, χειρωτοί. καὶ Εὐριπίδης· οὐ μή ποθ’ ἁλῶ κακὰ πράσσων. ]
alpha 1796[ Ἀναβάδην: ἐφ’ ὕψους, ἄνω τοὺς πόδας ἔχειν καὶ κοιμᾶσθαι. Ἀριστοφάνης· νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ἢ ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. καὶ αὖθις· πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδὸν; ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικὸν καὶ ὃ ἂν λέγη, τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον, ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών· πολλὰς δ’ ἰφθίμους ψυχὰς· αὐτοὺς δ’ ἑλώρια τεῦχε κύνεσσιν. οὕτως καὶ Ἀριστοφάνης. ὁ νοῦς μὲν ἔξω, οὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. καὶ Ἀναβάδην καθῇσθαι, μετέωρον καθέζεσθαι. ]
alpha 1842[ Ἀναγυράσιος: δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἧς ὁ δημότης Ἀναγυράσιος. καὶ Ἀναγυράσιος δαίμων. καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων. Ἀναγυράσιος δαίμων, ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα. ]
alpha 2039[ Ἀνάπτυξις: ἑρμηνεία, διασάφησις. καὶ Ἀναπτύξω, ἀντὶ τοῦ ἐπιδείξω. Εὐριπίδης. ]
alpha 2082[ Ἀνάστατοι: πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ πλάσσουσιν. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω πλακοῦντας ἑσπέρας χαρισίους. οἱ δὲ ἀμφιφῶντες γίνονται Μουνυχιῶνος μηνὸς ϛʹ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντες, ὡς μέν τινες ὅτι τότε γίγνονται, ὅτε ἥλιός τε καὶ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὁτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες ἐπ’ αὐτῶν. φθόις δέ εἰσι πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματά εἰσι πλατέα, κυκλοτερῆ· πέλανοι δὲ τὰ εἰς θεοὺς πέμματα· πόπανα δέ· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖς ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναισθήτων. ]
alpha 2154[ Ἀνδραποδίζω. αἰτιατικῇ. τὰς συνθήκας συνέχεον οἱ βάρβαροι τήν τε ὁμαιχμίαν ἐς τὸ φανερὸν ἀνδραποδίζονται. καὶ Ἀνδραποδισμός, αἰχμαλωσία. καὶ Ἀνδραποδιστής. διαβάλλονται οἱ Θετταλοὶ ὡς ἀνδραποδισταὶ καὶ ἄπιστοι. δῆλον δὲ καὶ ἀπὸ Ἰάσονος, ὃς ἠνδραπόδισε τὴν Μήδειαν. Εὐριπίδης· πολλοὶ παρῆσαν, ἄλλ’ ἄπιστοι Θετταλοί. εἴρηται δὲ ἀνδραποδιστὴς παρὰ τὸ ἀποδίδοσθαι ἄνδρα, τουτέστι πωλεῖν· ὁ τούς ἐλευθέρους καταδουλούμενος. ]
alpha 2373[ Ἀνειλήθυιαν: ἄτοκον. Εὐριπίδης. ]
alpha 2868[ Ἀπάγου: ἀντὶ τοῦ πρὸς αὐτὸν ἄπαγε. Εὐριπίδης. καὶ Ἀπάγω· αἰτιατικῇ. ]
alpha 3756[ Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν· Εὐριπίδου λόγος Βάκχαις. καὶ Ἀργαλέον, χαλεπόν. εἴρηται δὲ ἀπὸ τοῦ ἄλγους, ἀλγαλέον καὶ τροπῇ τοῦ λ εἰς τὸ ρ. ἔργον δὲ παρὰ τοῖς παλαιοῖς τὸ δυσχερές. ἐκ τούτου παραγωγὸν ἐργαλέον, καὶ τροπῇ· ὡς ἀπὸ τοῦ ἔπω ἀπύω, τὸ φωνῶ. ἀργαλέον δὲ, δύσκολον, δυσχερές. καὶ Ἀργαλέως ἐπιρρηματικόν. καὶ Ἀργαλεώτερον. ]
alpha 3819[ Ἄραιτο: λάβοι, κομίσειεν. Εὐριπίδης· οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος, ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσις. καὶ αὖθις· οὓς οὐκ ἂν ἄραιντ’ οὐδ’ ἑκατὸν Αἰγύπτιοι. πολλαχοῦ ὡς ἀχθοφορούντων Αἰγυπτίων μέμνηνται. ]
alpha 3893[ Ἀρίσταρχος, Τεγεάτης, ὁ τῶν τραγῳδιῶν ποιητὴς, νοσεῖ τινα νόσον· εἶτα αὐτὸν ἰᾶται ὁ Ἀσκληπιὸς καὶ προστάσσει χαριστήρια τῆς ὑγείας. ὁ δὲ ποιητὴς τὸ δρᾶμα τὸ ὁμώνυμόν οἱ νέμει. θεοὶ δὲ ὑγείας μὲν οὐκ ἄν ποτε μισθὸν αἰτήσαιεν οὐδ’ ἂν λάβοιεν. ἢ πῶς ἄν; εἴ γε τὰ μέγιστα ἡμῖν φρενὶ φιλανθρώπῳ καὶ ἀγαθῇ παρέχουσι προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοσούτου τῆς παναρκοῦς ἀμισθὶ μεταλαμβάνειν ἀκτῖνος, καὶ χρῆσιν ὕδατος καὶ πυρὸς συντέχνου μυρίας ἐπιγονὰς, καὶ ποικίλας ἅμα καὶ συνεργοὺς ἐπικουρίας, καὶ ἀέρος σπᾶν καὶ ἔχειν τροφὴν ζωῆς τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουσι δὲ ἄρα ἐν τοῖσδε τοῖς μικροῖς μήτε ἀχαρίστους εἶναι μήτε ἀμνήμονας ἡμᾶς, καὶ ἐν τούτοις ἀμείνονας ἀποφαίνοντες. οὗτος δὲ ὁ Ἀρίσταρχος σύγχρονος ἦν Εὐριπίδῃ· ὃς πρῶτος εἰς τὸ νῦν αὐτῶν μῆκος τὰ δράματα κατέστησε. καὶ ἐδίδαξε μὲν τραγῳδίας οʹ, ἐνίκησε δὲ βʹ, βιοὺς ὑπὲρ ἔτη ρʹ. ]
alpha 3909[ Ἀρίστιππος, Σωκράτους ὁμιλητὴς, ἐν πάσι τὴν ἡδονὴν ἀσπασάμενος καὶ ἐπίχαρις. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ’ Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδύς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων. ]
alpha 3959[ Ἀρκτεῦσαι· Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῆ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης δηλοῖ. ]
alpha 4084[ Ἀρχέλαος, Ἀπολλοδώρου ἢ Μίδωνος, Μιλήσιος, φιλόσοφος, φυσικὸς τὴν αἵρεσιν κληθείς. ὅτι ἀπὸ Ἰωνίας πρῶτος τὴν φυσιολογίαν ἤγαγεν· Ἀναξαγόρου μαθητὴς τοῦ Κλαζομενίου, τοῦ δὲ μαθητὴς Σωκράτης· οἱ δὲ καὶ Εὐριπίδην φασίν. συνέταξε δὲ φυσιολογίαν κοὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰσχρὸν οὐ φύσει εἶναι, ἀλλὰ νόμῳ. συνέτοξε καὶ ἄλλα τινά. ὅτι Βασίλειος, ἐπίσκοπος Εἰρηνουπόλεως, τὴν φρένα καὶ τὴν ἄσκησιν τῷ ὁμωνύμῳ Βασιλείῳ Καισαρείας ἐοικὼς, ἔγραψε κατὰ Ἀρχελάου πρεσβυτέρου Κολωνείας. ]
alpha 4235[ Ἀστεῖος: εὐσύνετος, εὐπρόσωπος, χαρίεις, καλὸς, γελοιώδης. καὶ Ἀστειοτέρῳ, ἀντὶ τοῦ συνετωτέρῳ. ὁ δὲ καιρὸν εὑρὼν τῷ ἀστειοτέρῳ δράματι πλανῆσαι τὸν ἠπατηκότα. περὶ Εὐριπίδου φησὶν Ἀριστοφάνης. καὶ Ἀστείους, ἀστεϊζομένους, πολιτευομένους. εὐφημότερον ἀστεΐζεσθαι, τὸ ὡραΐζεσθαι, γελωτοποιεῖν, ἅτινα σκώπτειν. καὶ Ἀστείως, πρεπόντως, φρονίμως. ]
alpha 4683[ Ἀχαιός, Πυθοδώρου ἢ Πυθοδωρίδου, Ἐρετριεὺς, τραγικὸς, γέγονε κατὰ τὴν οδʹ Ὀλυμπιάδα καὶ δράματα ἐδίδαξε μδʹ, οἱ δὲ λʹ ἱστορήκασιν, ἄλλοι κδʹ· ἐνίκησε δὲ αʹ. ἦν δὲ νεώτερος Σοφοκλέους ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ σὺν καὶ Εὐριπίδῃ ἀπὸ τῆς πγʹ Ὀλυμπιάδος. ]
beta 218[ Βέβηλος τόπος: ὁ βατὸς πᾶσι καὶ ἀκάθαρτος. καὶ βέβηλος ἀνήρ, ὁ ἀμύητος καὶ μιαρός. Εὐριπίδης· οὐ θέμις βεβήλοις ἅπτεσθαι δόμων. καὶ, ἀείδω ξυνετοῖσι, θύρας δ’ ἐπίθεσθε βέβηλοι. καὶ Βεβηλοῦνται, μιαίνονται. ]
beta 458[ Βοῦς ἕβδομος: πέμματα κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν προστιθέντες καὶ τὸ ἕβδομον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος, ὡς Εὐθυκλῆς ἐν Ἀταλάντῃ. ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ, ὃ καὶ οὕτως ἐκάλουν. ἔστι δὲ παρὰ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ καὶ παρ’ Ἀχαιῷ ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναισθήτων. καὶ Βοῦς ἐνάλιος, ἐπὶ τῶν μηδὲν χρησιμευόντων. ]
gamma 289[ Γλίσχρος: ταπεινὸς, κόλαξ. γενοῦ γλίσχρος, προσαιτῶν, λιπαρῶν τ’ Εὐριπίδη. λιπαρῶν· τὸ λι μακρόν. καὶ Γλίσχρων, ὁ ἐπιθυμητής· παρὰ τὸ γλίχεσθαι. καὶ Γλίσχρως, ὀλισθηρῶς. ]
delta 181[ Δεκατεύειν· δεκάτην δοῦναι. ἐφ’ οἷς οἱ Ἕλληνες ὤμοσαν, εἰ νικήσειαν, στρατεύσειν καὶ δεκατεύσειν ἅπαντας τῷ Πυθίῳ. ἐς δεκάτην παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει. τὴν δεκάτην γὰρ εἱστίων ἐπὶ τοῖς τικτομένοις, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισίν. Εὐριπίδης Αἰγεῖ· τίς σε μᾶτερ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν; ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς ζʹ φησὶν ἐπιτίθεσθαι τὰ ὀνόματα, γράφων οὕτως· πλεῖστα δὲ ἀναιρεῖται πρὸς τὴν ζʹ, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται. ]
delta 400[ Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰς βιβλίον Ἡρακλείτου διὰ τὸ δυσνόητον, Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δὲ αὐτὸ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόσμον τρόπων ἑνὸς τῶν ξυμπάντων. ἢ οὕτως· Δηλίου κολυμβητοῦ, ἐπὶ τῶν ἄκρως νηχομένων. Σωκράτει γὰρ δόντος τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ σύγγραμμα, ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι· ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰς τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιος κολυμβητής, ἐπὶ τῶν πάνυ ἐμπείρων νήχεσθαι. ]
delta 430[ Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γεγονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰς Ὅμηρον [+] ἐξήγησιν, εἰς Ἡσίοδον [+] ὁμοίως. ]
delta 753[ Διασκανδικίσεις· μὴ ἀποδειλιάσῃς, μὴ εὐριπιδίσῃς, μὴ ἀμελήσῃς. σκώπτει δὲ τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν. σκάνδιξ γὰρ εἶδος λαχάνου λεπτοῦ. καὶ ἀλλαχοῦ· σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος. ]
delta 984[ Δι’ ἔχθρας γενήσομαι· ἀντὶ τοῦ ἐχθρὸς ἔσομαι. Ἀριστοφάνης· οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δὲ ἥδομαι. τὸν Αἰσχύλον σοφόν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. ]
delta 1442[ Δωδεκαμήχανον· ἐπὶ τῶν παντοδαποῖς καὶ ποικίλοις χρωμένων ἤθεσι. Κυρήνη γάρ τις ἐπίσημος γέγονεν ἑταίρα, δωδεκαμήχανος ἐπικαλουμένη διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν. ἔστι δὲ παρὰ τὸ ἐξ Ὑψιπύλης Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον. καὶ Δωδεκαμήχανος πόρνη, ιβʹ σχήμασι χρωμένη, Κυρήνη τοὔ νομα. ]
delta 1680[ Δυσπάλαιστος· δυσκαταγώνιστος. οὕτως Εὐριπίδης. καὶ Δυσπαλές, δυσχερές, δυσκαταγώνιστον. ]
epsilon 53[ Ἐγεύσαντο· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης καὶ Θουκυδίδης. ]
epsilon 739[ Ἑλλάνικος, Μιτυληναῖος, ἱστορικός, υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος· οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτησεν ἐν Περπερηνῇ τῇ κατ’ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς. ]
epsilon 750[ Ἐλατήρ· πλακουντῶδες πέμμα πλατύ· ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. ἢ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τοῖς βωμοῖς. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν μουσῶν ἐννέ’ ἀριθμὸς ἔχει. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρ’ Εὐριπίδῃ. καὶ Ἐλατῆρος, πέμματος εἶδος ἀζύμου. Εὐριπίδης δὲ πεπτά. ]
epsilon 1137[ Ἐναύειν· τὸ ἱκετεύειν πρὸς τοῖς ναοῖς. εἰ δὲ ἐντεῦθεν Εὐριπίδης ἐναυσάμενος τὸν λόγον ἅπαντα, εἶτα μέντοι Φοίνικι περιτίθησιν. ]
epsilon 1152[ Ἐν γυάλοισιν· ἐν τοῖς κοιλώμασι. χαῖρε μελαμπέπλοις, Εὐριπίδη, ἐν γυάλοισι Πιερίας. ]
epsilon 1897[ Ἐώρημα· ὁ Βελλεροφόντης διὰ τοῦ Πηγάσου τοῦ πτερωτοῦ ἐπεθύμησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. καί φησιν Εὐριπίδης· ἄγ’ ὦ φίλον μοι Πηγάσου ταχύπτερον. μετέωρος δὲ αἴρεται ἐπὶ μηχανῆς. τοῦτο δὲ καλεῖται ἐώρημα. ἐν αὐτῇ δὲ κατῆγον τοὺς θεοὺς καὶ τοὺς ἐν ἀέρι πολοῦντας. ]
epsilon 3394[ Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα διαφανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου [+], Σοφοκλέους [+], Εὐριπίδου [+], ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια ληγόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά. ]
epsilon 3691[ Εὐριπίδειον ἔπος· τοῦ Εὐριπίδου. καὶ Εὐριπίδειος λόγος ὁμοίως. ὅτι ἔφη Εὐριπίδης, ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων. καὶ αὖθις· στῦλοι γὰρ οἴκων εἰσὶ παῖδες ἄρσενες. ]
epsilon 3692[ Εὐριπίδη Εὐριπίδιον· Ἀριστοφάνης. ἐρωτικὴν μιμεῖται φωνήν. οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑποκορισμῶν καλεῖν. ]
epsilon 3695[ Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην [+]. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔ νομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου( καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας) , οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου [+]. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς ϟγʹ Ὀλυμπιάδος. ]
epsilon 3795[ Εὐφημία. εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος, ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων, καὶ ἥκιστα ἀχθεινόν. εὐφημία γὰρ εὐκολώτατος πόνων. ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος. καὶ Εὐριπίδης· εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον. ]
zeta 48[ Ζῆ· ἀντὶ τοῦ ζῆθι. Εὐριπίδης. καὶ ἀντὶ τοῦ ζέει. Ζῆ χύτρα, ζῆ φιλία, ἐπὶ τῶν δείπνῳ συνιόντων εἰς φιλίαν. καὶ Ζῇ, ἀντὶ τοῦ ὑπάρχει, βιοῖ. ]
epsiloniota 22[ Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινόμενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. ]
epsiloniota 258[ Εἴσῃ· ἐπιγνοίης, λογίσῃ. Εὐριπίδης· εἰ σώσαιμί σε, ἐξ Ἀνδρομέδας, ὦ παρθέν’ , εἴσῃ μοι χάριν; ]
eta 36[ Ἡγέλοχος· τραγῳδὸς ὑποκριτής. ἔξεστι δ’ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἐπὶ τῶν διαφυγόντων τὰ λυπηρά. ὁ γὰρ Ἡγέλοχος οὗτος καὶ ἐν τῷ Ὀρέστῃ τοῦ Εὐριπίδου προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳ, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ( γαλήνην γὰρ τὸ πλῆρες) , αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν. τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. ἥμπουσα φρούδη. ]
eta 429[ Ἤπειρος· χέρσος γῆ· οἷον ἄπειρός τις οὖσα. ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ καταχρηστικῶς, κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· ἤπειρον εἰς ἄπειρον ἐκβαλλὼν πόδα. καὶ Ἠπειρωτὴ θάλασσα. ]
eta 459[ Ἡρακλεία λίθος· ἡ Μαγνῆτις, ἑλκυστικὴ τοῦ σιδήρου. Πισίδης· πάντας ὑφέλκων, οἷα Μαγνῆτις λίθος, ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει. Ἡρακλείαν λίθον τινὲς τὴν Μαγνησίαν ἀπέδοσαν, διὰ τὸ τὴν Ἡράκλειαν τῆς Μαγνησίας εἶναι. οἱ δέ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶτις, ἡ δὲ Μαγνῆτις ἀργύρῳ ὁμοία ἐστίν· ὡς Εὐριπίδης ἐν Οἰνεῖ· τὰς βροτῶν γνώμας σκοπῶν, ὥστε Μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν. οὐ λέγει νῦν ὑπὸ τῆς Μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι, πλανωμένων ὡς ἐπὶ ἀργύρῳ. ὅτι ἄποικοι Ἡρακλειῶται. ]
iota 217[ Ἰή· τοῦτο ψιλοῦται, ὅταν μὴ ᾖ ἐν ὕμνῳ· ἐκεῖ γὰρ δασύ ἐστιν. ὡς ἐφυμνίῳ δὲ κέχρηται Εὐριπίδης τῷ, ἰήκοπον οὐ πελάθεις ἐπ’ ἀρωγάν. ]
iota 386[ Ἰνοῖ κρεμαμένῃ πρὸ ποδῶν Εὐριπίδου. ]
kappa 262[ Καλῶς· τοῦτο ἐπὶ παραιτήσει καὶ ἀρνήσει χρῶνται. εἰρηκότος γὰρ τοῦ Διονύσου πρὸς Εὐριπίδην, ἐπίθες καὶ σὺ δὴ λιβανωτόν· ἐπήγαγε, καλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. διὸ λέγει ὁ Διόνυσος· ἴδιοί τινές σοι, κόμμα καινόν. εἰ καὶ τὰ λοιπὰ προσέσχε καλῶς τε καὶ εὖ. ]
kappa 981[ Κατερρινημένοις· εὐτελέσιν ἢ κατεξεσμένοις. ῥίνη γὰρ ἐργαλεῖον τεκτονικόν, ᾧ ῥινοῦσιν. ἢ εὐτελέσιν, ὅτι ἐξευτελίζομεν τῇ ῥίνῃ. Ἀριστοφάνης περὶ Εὐριπίδου· ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον. ]
kappa 1738[ Κλέπτης· ὁ τὰ ἀλλότρια ἀφαιρούμενος, παρὰ τὸ κλέπτω, τὸ ἐπιθυμῶ. καὶ κλέπτω, τὸ παραλογίζομαι. Ὅμηρος· μὴ κλέπτε νόῳ. κλέπτης δὲ ἀπὸ τοῦ καλύπτειν. λέγεται δὲ κλέπτης καὶ ὁ ἐπὶ βλάβῃ τινὶ βλάψας. καὶ αὖθις· κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν. ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπή, εἰ μὴ φωραθεὶς ὁ κλέπτων ὑπῆρχεν. Ἀριστοφάνης Πλούτῳ· εἴγε λαθεῖν αὐτὸν δεῖ, πῶς οὐ κόσμιόν ἐστι τὸ κλέπτειν. κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται παρὰ Ἀλκήστιδος Εὐριπίδου· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. ]
kappa 1785[ Κλῆρος Ἑρμοῦ· συνηθείᾳ ἀρχαίᾳ ἔβαλλον οἱ κληροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξῄρουν τοῦτο, τιμὴν τῷ θεῷ ταύτην ἀπονέμοντες· ἐλάγχανε δὲ ὁ μετὰ τὸν θεόν. Εὐριπίδης ἐν Αἰόλῳ μνημονεύει τοῦ ἔθους τούτου. ]
kappa 2023[ Κομψευριπικῶς· πανούργως, κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί. καὶ Ἀριστοφάνης· ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ; ]
lambda 76[ Λαλητέος· ἅπασ’ Ἀχαιῒς μνῆμα σόν, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος. ]
lambda 441[ Λῆμα· ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’ , ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρατεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως. ]
lambda 502[ Λιγνύς· ἡ ἀνάδοσις τοῦ καπνοῦ. Ἀριστοφάνης· λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσει Λικυμνίαισι βολαῖς. οὗτος ὁ Λικύμνιος ἐνεπύρισέ τινων οἰκίας. καὶ δρᾶμά ἐστιν Εὐριπίδου Λικύμνιος. ]
lambda 529[ Λίθων χοαί· ἄργυρος καὶ χρυσός. καὶ γὰρ Εὐριπίδης φησί· λευκοὺς λίθους ἔχοντες αὐχοῦσι μέγα. ]
lambda 579[ Λιπαρεῖ· παρακαλεῖ. τὸ λι μακρόν. γλίσχρος, προσαιτῶν λιπαρῶν τ’ Εὐριπίδη. ]
lambda 648[ Λογισμός· ἡ ἔκτισις. οὐδενὶ κόσμῳ ἐληΐσατο λογισμοὺς δῆθεν τῶν βεβιωμένων πραττόμενος. ἢ ἡ ἐξέτασις λέγεται λογισμός. ὁ δὲ πλοῦς λογισμῷ τοῦ πρόσω δυοῖν μηνοῖν ξυμβήσεσθαι εἰκασθείς. ἀντὶ τοῦ ἀπαριθμήσει. Λογισμὸς καὶ ἡ ἀπαρίθμησις. ὁ δὲ λογισμὸν τοῦ πλήθους ἐποιήσατο. καὶ Εὐριπίδης· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον δυοῖν ἐρίζειν. τουτέστιν οὐκ ἔχει πρόφασιν τὸ φιλονεικεῖν. ]
lambda 658[ Λόγος· λόγος ἐστὶ φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη. λόγος δὲ σημαίνει ϛʹ. διαφέρει δὲ λέξις καὶ λόγος· λέξις μὲν γὰρ ἄσημος γίνεται ὡς βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει. ἀρεταὶ δὲ τοῦ λόγου εʹ· Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, ἀποσκευή. Λόγος καὶ ἡ ὑπόθεσις. Ἀριστοφάνης· Εὐριπίδῃ λόγον παράσχῃς, καὶ τραγῳδία γένῃ. ζήτει λόγους ἀπορρήτους Χρυσίππου ἐν τῷ Χρυσίππος. ]
mu 291[ Μάττοντας· ἐσθίοντας πολλά. ἀπὸ τῆς ματτομένης μάζης. Ἀριστοφάνης· τούς θ’ Ἡρακλέας μάττοντας. αἰνίττεται δὲ ταῦτα εἰς Εὐριπίδην, ὃς ἐποίησεν Ἡρακλέα πεινῶντα καὶ Διόνυσον δειλὸν καὶ Δία μοιχὸν καὶ δοῦλον κλαίοντα. ]
mu 673[ Μεσῶ· τρίτης συζυγίας τῶν περισπωμένων. Εὐριπίδης Μηδείᾳ· ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. ]
mu 1000[ Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν· παρὰ τὸ ἐν Ἀνδρομάχῃ Εὐριπίδου. ἢ οὕτως· μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω. ]
nu 218[ ΝεοφρῶνΝεοφῶν, Σικυώνιος, τραγικός· οὗ φασιν εἶναι τὴν τοῦ Εὐριπίδου Μήδειαν [+]· ὃς πρῶτος εἰσήγαγε παιδαγωγοὺς καὶ οἰκετῶν βάσανον. ἐδίδαξε δὲ τραγῳδίας ρκʹ. συνῆν δὲ τὰ μετὰ ταῦτα Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ διότι φίλος ἦν Καλλισθένει τῷ φιλοσόφῳ, σὺν ἐκείνῳ καὶ αὐτὸν ἀνεῖλεν αἰκισμοῖς. ]
nu 397[ Νικόμαχος, Ἀθηναῖος, τραγικός· ὃς παραδόξως Εὐριπίδην καὶ Θέογνιν ἐνίκησε. τῶν δραμάτων ἐστὶν αὐτοῦ Οἰδίπους. ]
nu 494[ Νόσον ἔχειν· ἀντὶ τοῦ φαῦλον ἔθος ἔχειν. Εὐριπίδης Ἀντιόπῃ. Νόσος λεγόμενον ἐγκατασκῆψαι· πρὸς τὸ σημαινόμενον ἡ σύνταξις, πρᾶγμα δηλονότι. παρὰ Θουκυδίδῃ. ]
nu 603[ Νῦν δή· ἀρτίως, ἢ μικρὸν ἔμπροσθεν. Πλάτων Νόμοις· ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὔπω ταῦτ’ ἐτίθεμεν· νῦν δὲ ἐπιλελήσμεθα; καὶ Εὐριπίδης ἐν Ἱππολύτῳ· νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας πόθον ἐστέλλου, νῦν δὲ ψαμάθοισιν ἀκυμάντοις. καὶ ἐν Μελεάγρῳ· ὁρᾷς σὺ νῦν δή με ὡς ἐπράϋνας τύχην. Μάγνης δὲ ἐν Πυτακίδῃ· εἰπέ μοι· νῦν δὴ μὲν ὤμνυς μὴ γεγονέναι, νῦν δὲ φής· ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκε τὸ μὲν νῦν ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ δὴ ἐπὶ συνδέσμου. ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. ]
omicron 76[ Ὀζωτά· Ἀριστοφάνης περὶ Εὐριπίδου φησίν· ὀζωτὰ καὶ στιλφωτά· ἅπερ, ὡς αὐτός φησι, καταπυγοσύνη ταῦτά ἐστι πρὸς κρέας μέγα. ]
omicron 868[ Οὐκ ἔνδον, ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον; ὀρθῶς, ὦ γέρον. ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια, οὐκ ἔνδον· αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν· σκώπτει τὸν Εὐριπίδην ὡς συλλογιστικόν, καὶ οὗ ἐὰν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευάζοντα. οἷον ἡ γλῶσσ’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. καὶ πάλιν, αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών, πολλὰς δ’ ἰφθίμους ψυχάς, εἶτα, αὐτοὺς δ’ ἑλώρια τεῦχεν. οὕτω καὶ Ἀριστοφάνης· εἰπὼν γάρ, ὁ νοῦς μὲν ἔξω, ἐπήνεγκεν, αὐτὸς δ’ ἔνδον ποιεῖ τραγῳδίαν ἀναβάδην. τουτέστιν ἄνω τοὺς πόδας ἔχων. ἢ ἐπὶ ὑψηλοῦ τόπου κείμενος, ἢ καθήμενος. ]
omicron 983[ Οὐχὶ μᾶλλον· Ἀριστοφάνης· κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. παρῴδηται ἐξ Ἀλκήστιδος Εὐριπίδου. ἔχει δ’ οὕτως· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. ]
omicron 986[ Οὐ χρή· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Ἀριστοφάνης. Αἰσχύλος δὲ λέγει περὶ Ἀλκιβιάδου· μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασεῦσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξασθαι, ἢ καταδεξάμενον τροποφορεῖν. ὁ δὲ Διόνυσος πρὸς τάδε φησί· δυσκρίτως μέν γ’ ἔχω, σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς. σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης. ]
pi 54[ Παλαιγενές· πρεσβύτατον. Ἀριστοφάνης· χαῖρ’ , ὦ πρεσβῦτα παλαιγενές. οὐχ ὡς σεμνόν τινα προσηγόρευσε διὰ τὸν χρόνον· τοὺς γὰρ εὐήθεις ἀρχαίους καὶ παλαιοὺς ἔλεγον. ἀντὶ τοῦ ἀνόητε. καὶ Εὐριπίδης· ἀρχαῖον εἴρηκας. ἀντὶ τοῦ εὔηθες. εὐεργετῆσαι γὰρ τὸ σῶμ’ οὐ βούλομαι. ὅτι ἡ παλαιὰ ἐν πίθῳ εὑρέθη. καὶ ζήτει ἐν τῷ Ὠριγένης. ]
pi 356[ Παρακεκινδυνευμένον· ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάσφημον. Ἀριστοφάνης· γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροις ἔτι. τουτέστι φυσικόν τινα καὶ οὐ βεβιασμένον, ἢ γεννητικόν. ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα, Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἄνευ τῆς φρενός. Εὐριπίδης· ὄμνυμι δ’ ἱερὸν αἰθέρ’ οἴκησιν Διός. Ἀλεξάνδρου [+] δέ· καὶ χρόνου πρόβαινε πούς. καὶ ἐξ Ἱππολύτου Εὐριπίδου· ἡ γλῶσσ’ ὀμώμοχ’ , ἡ δὲ φρὴν ἀνώμοτος. ]
pi 715[ Παρῳδούμενος· λεγόμενος. καὶ Παρῳδία· οὕτω λέγεται ὅταν ἐκ τραγῳδίας μετενεχθῇ λόγος εἰς κωμῳδίαν· οἷόν ἐστι τό, ἄξιον γὰρ Ἑλλάδι, παρ’ Εὐριπίδῃ καὶ παρ’ Ἀριστοφάνει εἰρημένον. καὶ αὖθις· κατὰ δή τινα προφορὰν ᾀσθέντα καὶ παρῳδηθέντα ἡ περὶ ταῦτα μουσομανία τοῖς ἄστροις ἐπέψαυε. Προκόπιός φησι. καὶ Παρῳδήκει, ἄλλην ᾖσεν ᾠδήν. ἢ Παρῳδήκει, ἀντὶ τοῦ ὠγκώθη. ]
pi 927[ Πέλανος· γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος ἤτοι ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πέλανον τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα. ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ὅτι λευκόν ἐστιν· ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησί· ἐκ δ’ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. ]
pi 963[ Πενθερά· τῷ νυμφίῳ ἡ τῆς κόρης μήτηρ. καὶ πενθερός, ὁ πατήρ. Εὐριπίδης δὲ γαμβρὸν αὐτὸν παρὰ τάξιν λέγει. ὁ γοῦν Ἀλκμαίων τῷ Φηγεῖ φησι· καί σ’, ὦ γεραιέ, τήν τε παῖδα μὴ δοὺς ἐμοί, γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός. καὶ ὁ Πρωτεσίλαος τῷ Ἀλκάθῳ φησίν· ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι, παῖδά μοι ξυνοικίσας. Σοφοκλῆς δὲ τὸ ἔμπαλιν· εἶπε γὰρ πενθερὸν τὸν γαμβρὸν ἐν Ἰφιγενείᾳ. Ὀδυσσεύς φησι πρὸς Κλυταιμνήστραν περὶ Ἀχιλλέως· σὺ δ’ ὦ μεγίστων τυγχάνουσα πενθερῶν. ἀντὶ τοῦ γαμβρῶν. ]
pi 1732[ Πλεῖν· πλέον. Ἀριστοφάνης· καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ’ ἄξιον στατήρων. καὶ αὖθις· ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. καὶ αὖθις· πολὺ γὰρ ἐμμελέστερον, χέσαι πλεῖν ἢ λʹ ἡμέρας. καὶ αὖθις· πλεῖν ἢ σταδίῳ λαλίστερα Εὐριπίδης. ἀντὶ τοῦ πλέον φλυαρώτερα· ὡς ἐπὶ δρόμου. Ἀριστοφάνης· ἔτ’ ἔστ’ ἐνθάδε μειρακύλλια τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια. καὶ αὖθις· πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. ]
pi 1922[ Πόλος· οὐρανός. καὶ Πόλου, οὐρανοῦ ἢ κόσμου. Ἀριστοφάνης· ὀρνίθων πόλος. τὸ μέν τι παραφράζει τὸ προειρημένον τῶν ὀρνίθων, ὅτι τόπος αὐτῶν, ἐν ᾧ διατρίβουσι· τὸ δὲ καὶ πρὸς τὸν σχηματισμὸν τοῦ ὀνόματος παίζει, τόπος καὶ πόλος. ἑξῆς δὲ ἐτυμολογεῖ αὐτὸν ἀπὸ τοῦ πολεῖσθαι. πόλον δὲ οἱ παλαιοί, οὐχ ὡς οἱ νεώτεροι, σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθῳ· καὶ τὸν Ἀτλάντειον φρουρῶν πόλον. αὐτοῦ τε περιπολουμένου, καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ὥσπερ εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα, διὰ τοῦτο καλεῖται νῦν πόλος. ]
pi 2502[ Προμέρου κύνες· τοῦτον φασὶ βασιλικὸν δοῦλον ὄντα μισήσαι Εὐριπίδην καθ’ ὑπερβολήν, ὥστε καὶ κύνας ἀγρίους ἐπαφεῖναι αὐτῷ, οἵτινες αὐτὸν κατεθοινήσαντο. ]
pi 3241[ Πυρρώνειοι· οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. ]
rho 61[ Ῥαχίζειν· τὸ διαιρεῖν τὰ νῶτα καὶ μέρη τῆς ῥάχεως, ἤτοι διακόπτειν· ὥς φησιν Εὐριπίδης. ]
sigma 204[ Σελῆναι· πέμματα πλατέα κυκλοτερῆ. ὅτι καὶ ἐν Ἐρεχθεῖ τᾶς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα, κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης. ]
sigma 227[ Σεμνόν· ἐπὶ τοῦ ἀξιωματικοῦ λέγουσιν· ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν. Εὐριπίδης Μηδείᾳ· οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγονότας. καὶ ἐν Ἱππολύτῳ· μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον. καὶ ἔνδοξον. Εὐριπίδης Ἱππολύτῳ· πῶς οὖν σὺ σεμνὴν δαίμον’ οὐ προσεννέπεις. καὶ τὸ μέγα. καὶ τοὺς τιμίους. τοῖς δ’ αὖ σεμνοῖσι τῶν ὀρνίθων. Ἀριστοφάνης· ἀντὶ τοῦ τιμίοις. ὁ αὐτὸς σεμνότατος ὢν καὶ σπουδαστικώτατος, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις, οὐδενὸς ἥττων τῶν ἐπὶ χάρισι θαυμαζομένων. Δέξιππος· σεμνὸν γὰρ αὐτὸν ἀπέφαινε τά τε ἄλλα, καὶ ὅτι οἱ ὁ πατὴρ εὖ στρατηγήσειεν. ]
sigma 536[ Σκάνδιξ· θηλυκόν. λάχανον ἄγριον· παρ’ ὃ καὶ σκανδικοπώλην τὸν Εὐριπίδην λέγουσιν· ἐπεὶ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι. σκάνδικά μοι δός, μητρόθεν δεδεγμένος. καὶ μή μοι τὰ τοῦ σκανδικοπώλου παρατραγῴδει, σεμνὸν τὸ τῆς Πειρήνης ὕδωρ ἀποκαλοῦντος. Σκάνδικα οὖν λάχανα, οὐ τὰ ἐκ τῶν κηπίων, ἀλλὰ τὰ αὐτομάτως φυόμενα, ὥς φησιν Ἀνδοκίδης. μὴ γὰρ ἴδοιμέν ποτε πάλιν ἐκ τῶν ὀρέων τοὺς ἀνθρακευτὰς ἥκοντας, καὶ πρόβατα καὶ βοῦς καὶ τὰς ἁμάξας εἰς τὸ ἄστυ, καὶ γύναια καὶ πρεσβυτέρους ἄνδρας καὶ ἐργάτας ἐξοπλιζομένους, μηδὲ ἄγρια λάχανα καὶ σκάνδικας ἔτι φάγοιμεν. ]
sigma 713[ Σκύμνος· σκύλαξ λέοντος. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν. μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Αἰσχύλος λέγει περὶ Ἀλκιβιάδου, μὴ ἀνατρέφειν φρόνημα, ἐὰν δὲ ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασσεῦσαι. καὶ ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέξασθαι· ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν, μὴ καταδέξασθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰσχύλος σοφῶς εἶπεν, ὁ δὲ Εὐριπίδης σαφῶς. ]
sigma 815[ Σοφοκλῆς, Σωφίλου, Κολωνῆθεν, Ἀθηναῖος, τραγικός, τεχθεὶς κατὰ τὴν ογʹ Ὀλυμπιάδα, ὡς πρεσβύτερος εἶναι Σωκράτους ἔτη ιζʹ. οὗτος πρῶτος τρισὶν ἐχρήσατο ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ, καὶ πρῶτος τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰσήγαγε νέων, πρότερον δυοκαίδεκα εἰσιόντων. προσηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ. καὶ αὐτὸς ἦρξε τοῦ δρᾶμα πρὸς δρᾶμα ἀγωνίζεσθαι, ἀλλὰ μὴ στρατολογεῖσθαι. καὶ ἔγραψεν ἐλεγείαν τε καὶ Παιᾶνας καὶ λόγον καταλογάδην περὶ τοῦ χοροῦ, πρὸς Θέσπιν καὶ Χοιρίλον ἀγωνιζόμενος. παῖδας δὲ οὓς ἔσχεν οὗτοι, Ἰοφῶν, Λεωσθένης, Ἀρίστων, Στέφανος, Μενεκλείδης. τελευτᾷ δὲ μετὰ Εὐριπίδην, ἐτῶν ϟʹ. ἐδίδαξε δὲ δράματα ρκγʹ, ὡς δέ τινες καὶ πολλῷ πλείω, νίκας δὲ ἔλαβε κδʹ. ]
sigma 820[ Σοφὸς Σοφοκλῆς, σοφώτερος δ’ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτερος. ]
sigma 875[ Σωτηρίδας, γραμματικός, ἀνὴρ Παμφίλης, ᾗ καὶ τὰς ἱστορίας [+] περιῆψεν. ἔγραψεν Ὀρθογραφίαν, Ζητήσεις Ὁμηρικάς [+], ὑπόμνημα εἰς Μένανδρον [+], Περὶ μέτρων, Περὶ κωμῳδίας, εἰς Εὐριπίδην [+]. ]
sigma 893[ Σώφρων, Συρακούσιος, Ἀγαθοκλέους καὶ Δαμνασυλλίδος. τοῖς δὲ χρόνοις ἦν κατὰ Ξέρξην κα Εὐριπίδην. καὶ ἔγραψε Μίμους ἀνδρείους, Μίμους γυναικείους· εἰσὶ δὲ καταλογάδην, διαλέκτῳ Δωρίδι. καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ αὐτοῖς ἐντυγχάνειν, ὡς καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔσθ’ ὅτε. ]
tau 174[ Ταῦτα πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος, μετακυλινδεῖν αὐτὸν ἀεὶ πρὸς τὸν εὖ πράττοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόν’ ἑστάναι, λαβόνθ’ ἓν σχῆμα· ἀντὶ τοῦ μηδὲν ἀνύοντα. διότι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι. περιπεπλευκότος δὲ ἀντὶ τοῦ εἰς πάντα τετριμμένου. ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐριπίδου· οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ χωροῦντα τοῖχον, τῆς δίκης ἀποστερεῖν. ]
tau 620[ Τιμόθεος, Θερσάνδρου ἢ Νεομούσου ἢ Φιλοπόλιδος, Μιλήσιος, λυρικός· ὃς τὴν ιʹ καὶ ιαʹ χορδὴν προσέθηκε καὶ τὴν ἀρχαίαν μουσικὴν ἐπὶ τὸ μαλακώτερον μετήγαγεν. ἦν δὲ ἐπὶ τῶν Εὐριπίδου χρόνων τοῦ τραγικοῦ, καθ’ οὓς καὶ ΦίλιπποςΜακεδὼν ἐβασίλευεν· καὶ ἐτελεύτησεν ἐτῶν ϟζʹ, γράψας δι’ ἐπῶν νόμους μουσικοὺς ιθʹ, προοίμια λϛʹ, Ἄρτεμιν, διασκευὰς ηʹ, ἐγκώμια, ΠέρσαςΝαύπλιον, Φινείδας, Λαέρτην, διθυράμβους ιηʹ, ὕμνους καʹ, καὶ ἄλλα τινά. ὅτι Ἀλέξανδρος φιλήκοος ἦν εἴπερ τις ἄλλος τῶν μουσικῶν· Τιμόθεος γὰρ ὁ αὐλητὴς ἔτι πρόσθεν, ὅν ποτε αὐλοῦντα λέγουσι τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐς τοσόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖς μέλεσιν, ὥστε μεταξὺ ἀκούσαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. οὗτός τε δὴ ὁ Τιμόθεος ἀνεληλύθει πρὸς αὐτὸν σπουδῇ μετάπεμπτος γενόμενος. ]
tau 662[ Τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν· Εὐριπίδου. τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; παρὰ τὸ ἐκ Φρίξου Εὐριπίδου. ]
tau 1006[ Τρὶς ἓξ ἢ τρεῖς κύβοι· οἱ μὲν τρὶς ἓξ νίκην, οἱ δὲ τρεῖς κύβοι κενοί. καὶ τὸ παρ’ Εὐριπίδῃ τοιοῦτον· βέβληκ’ Ἀχίλλευς δύο κύβω καὶ τέτταρα. τριῶν γε ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτόν φησι βάλλειν, ἕνα δὲ τὸν τέταρτον. διττὸς οὖν ὁ κύβος, εἴτε ἀναρριπτούμενος εἴτε κενὸς εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, τρὶς ἓξ βαλοῦσα τῆς ἐμῆς φρυκτωρίας. ]
omicroniota 94[ Οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί· ἐπὶ τῶν διὰ σπάνιν ἐπιζητουμένων. Ἀριστοφάνης Βατράχοις εἰσάγει τὸν Διόνυσον Εὐριπίδην εἰς ᾅδου ἐπιζητοῦντα κατιέναι βούλεσθαι, λέγοντα, δέομαι ποιητοῦ δεξιοῦ· τὸν δὲ φάναι, οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί. ]
omicroniota 101[ Οἴμοι· σχετλιαστικόν. Σοφοκλῆς· οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον, ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ’ ἀγένητον ποιεῖν; καὶ Ἀριστοφάνης· οἴμοι κακόδαιμον· τί γὰρ ἔγωγ’ οὐκ ἐναυμάχουν τῷ προτέρῳ ἔτει. ἐπὶ τῶν ἐλευθερίας τυχεῖν ἐφιεμένων· περὶ γὰρ Ἀργινούσας ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι, συμμαχίᾳ τῶν δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις· οὕς τινας ἠλευθέρωσαν. πρὸς τοῦτο οὖν φησι χαριεντιζόμενος· εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. καὶ Εὐριπίδης ἐκ τοῦ Βελλεροφόντου· οἴμοι. τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. οἴμοι, τῷ μὲν νοσοῦντι θυμοῦσθαι κακόν. τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα, τίς ποτ’ ἂν φέροι; ]
upsilon 177[ Ὑπαίμακε· διέφθειρεν. οὔ σε κυνῶν γένος εἷλ’ , Εὐριπίδη, ἀλλ’ ἀΐδης καὶ γῆρας ὑπαίμακεν. ]
phi 141[ Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. ]
phi 269[ Φήμη· τέκνον ἐλπίδος ἄμβροτε φήμη. παρ’ ὅσον ἐν ἐλπίδι τινὲς γινόμενοι χρησμοὺς αἰτοῦσιν ἀπὸ τοῦ θεοῦ. καὶ αὖθις· φήμη τὸν ἐσθλὸν κ ἀν μυχοῖς δείκνυσι γῆς. Εὐριπίδης φησί. ]
phi 378[ Φιλοκλῆς, Πολυπείθους, Ἀθηναῖος, τραγικός, τοῖς χρόνοις μετὰ Εὐριπίδην. ἐπεκαλεῖτο δὲ Χολὴ διὰ τὸ πικρόν. ἔγραψε τραγῳδίας ρʹ, ὧν ἐστι καὶ ταῦτα· Ἠριγόνη, Ναύπλιος, Οἰδίπους, Οἰνεύς, Πρίαμος, Πηνελόπη, Φιλοκτήτης. Αἰσχύλου δὲ τοῦ τραγικοῦ ἦν ἀδελφιδοῦς καὶ ἔσχεν υἱὸν Μόρσιμον, τὸν τραγικόν· οὗτινος γίνεται Ἀστυδάμας ὁ τραγικός. τούτου δ’ ἕτερος Φιλοκλῆς, τραγικός. ]
phi 441[ Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος [+] Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου [+] πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους [+] μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου [+], Περὶ Ἀλκμᾶνος [+], Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων [+] γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. ]
phi 453[ Φιλτάτιον· ὦ Εὐριπίδιον γλυκύτατον, φιλτάτιον. ]
phi 550[ Φλυεία· δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης, ὁ τῆς τραγῳδίας ποιητής. ]
chi 5[ Χάλαζα· νέφος πεπηγὸς καὶ ὑπὸ πνεύματος διρρυφθὲν καὶ κατενεχθέν. χιὼν δὲ ὑγρόν, ἐκ νέφους πεπηγός. Χάλαζαι· δʹ εἰσὶ πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους ὑγρότητος ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον δὲ χιών, ἐπ’ ἔλαττον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω ἐπ’ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος. ὁ δὲ νιφετὸς οὐκ ἔστι πῆξις, ἀλλὰ μᾶλλον περὶ ἀλλοίαν χρόαν ἡ ποιότης αὐτοῦ. Ἀριστοφάνης· οὐκ ἀπὸ τῶν χαλαζῶν, ὦ πόνηρ’ Εὐριπίδη. ἀντὶ τοῦ ἀπὸ τῶν σφοδρῶν λόγων. ]
chi 9[ Χαλάσω τὴν ἱερὰν ἄγκυραν· ἄγκυρα μεταφορικῶς ἀπὸ τῶν νηῶν, ἡ ἀσφάλεια. ὡς Σοφοκλῆς ἐν Φαίδρᾳ καὶ Εὐριπίδης ἐν Ἑκάβῃ. ἱερὰ δὲ ἡ μεγάλη, ἢ ἀγαθή. Διόδωρος· τοῦ δὲ βασιλέως χαλῶντος καὶ παραλυομένου πρὸς τὰ λεγόμενα, ἐπιτρέπει αὐτῷ πράττειν ὃ βούλεται. ]
chi 174[ Χαίρω· δοτικῇ. τὸ εὐφραίνομαι. καί, Χαίρω σε ἐληλυθότα. Ὠρωπικοὶ οὕτως λέγουσιν. Εὐριπίδης Σισύφῳ· χαίρω γέ σε ὦ, βέλτιστε Ἀλκμήνης τέκος, ..... τόν τε μιαρὸν ἐξολωλότα. καὶ Χαιρούμενος. ]
chi 187[ Χελιδόνων μουσεῖα· ἐπὶ τῶν βάρβαρα καὶ ἀσύνετα ποιούντων. καὶ γὰρ ἡ χελιδὼν ἐπὶ τῶν βαρβάρων· ἐπιφέρει γὰρ Θρηικίη χελιδών. καὶ ἐν τοῖς ἑξῆς· οὗ περιβρέμεται Θρηικία χελιδών. καὶ Εὐριπίδης· πολὺς δ’ ἀνεῖρπε κισσός, εὐφυὴς κλάδος, χελιδόνων μουσεῖον. ]
chi 481[ Χρηματίζει· δοτικῇ. ἀποκρίνεται, πρᾶγμα διοικεῖ. οὕτως Ἀππιανὸς ὁ ἱστορικός. τοῖς πρέσβεσιν ἐχρημάτισε. Χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις. Ἀριστοφάνης· καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν. ]
chi 535[ Χρόνου πόδα· ἀπὸ Εὐριπίδου. Ἀριστοφάνης· αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα. ἀντὶ τοῦ Εὐριπίδου τοῦ ταῦτα λέγοντος. καὶ αὖθις· χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργει λόγος. Σοφοκλῆς. ἀφαιρεῖται γὰρ τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι ἡ τῶν λόγων ἀδολεσχία. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License