Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Socrates Atheniensis (Socrates) - urn:cts:greekLit:tlg0262

Places of birth (Wikidata Statement)

Alopeke (Wikidata) (Pleiades)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Alopeke (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

teacher (Wikidata)

writer (Wikidata)

ethicist (Wikidata)

Works

urn:cts:greekLit:tlg0262.suda001
urn:cts:greekLit:tlg0262.suda002

alpha 124[ Ἀγάθων· ὄνομα κύριον. τραγικός δὲ ἦν· διεβέβλητο δὲ ἐπὶ μαλακίᾳ. Ἀριστοφάνης· Ἀγάθων δὲ ποῦ ’στιν; ἀπολιπών μ’ οἴχεται. ποῖ γῆς ὁ τλήμων; ἐς μακάρων εὐωχίαν. οὗτος ὁ Ἀγάθων ἀγαθὸς ἦν τὸν τρόπον, ποθεινὸς τοῖς φίλοις καὶ τὴν τράπεζαν λαμπρός. φασὶ δὲ ὅτι καὶ Πλάτωνος Συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοσόφων παραχθέντων. κωμῳδιοποιὸς Σωκράτους διδασκαλείου. ἐκωμῳδεῖτο δὲ εἰς θηλύτητα. ]
alpha 425[ Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. ]
alpha 561[ Ἀεροβατεῖν: εἰς τὸν ἀέρα περιπατεῖν. τῷ ἀέρι ἐπιβαίνειν. καὶ ὁ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. ]
alpha 1280[ Ἀλκιβιάδης· υἱὸς Κλεινίου καὶ τῆς ἀδελφῆς Περικλέους, Ἀθηναῖος, φιλόσοφος καὶ ῥήτωρ. μαθητὴς πρῶτον Σοφίλου, εἶτα Σωκράτους, οὗ καὶ ἐρώμενος, ὥς τινες. καὶ ἐκ δούλων δὲ τεχθέντα τινες ἱστορήκασιν. οὗ τος ἐστρατήγησεν Ἀθηναίων, καὶ λυπηθεὶς διὰ τὸ ἐκπεσεῖν αὐτὸν τῆς στρατηγίας τῆς τῶν Ἑρμῶν ἀποκοπῆς ἕνεκα καὶ ἀποστὰς πρὸς Τισαφέρνην τὸν Πέρσην καὶ πολέμου αἴτιος γενόμενος Ἀθηναίοις πάλιν αὐτοῖς εὔνους ἐγένετο. μέλλοντος δὲ Λυσάνδρου αὐτὸν ἀναιρεῖν, παῤ ᾧ διέτριβεν, εἰς κώμην τῆς Φρυγίας ἑταίρῳ συνὼν ὄναρ ἦν τεθεαμένος τοιόνδε· ἐδόκει τὴν ἐσθῆτα τῆς ἑταίρας ἔχων καίεσθαι δίχα τῆς κεφαλῆς. οἱ δορυφόροι δὲ ἐπιστάντες ὑφῆψαν τὴν σκηνήν, ὁ δὲ ἐξελθὼν βίᾳ τιτρώσκεται διωχθείς. οἱ δὲ τὴν κεφαλὴν ἀφελόντες αὐτοῦ Φαρναβάζῳ κομίζουσιν. οὗτος Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασεν. ]
alpha 2517[ Ἀνθομολογησόμεθα: ἀντὶ τοῦ εὐχαριστήσομεν. Δαβίδ· ἀνθομολογησόμεθά σοι ὁ θεός. ὑπὲρ τῆς εὐεργεσίας ὁμολογοῦμεν χάριτας καὶ ἀναγράπτους ταύτας ποιήσομεν. καὶ Ἀνθωμολογεῖτο, διηγεῖτο. ὁ δὲ ἀνθωμολογεῖτο πρός τινας τῶν ἐν Ῥώμη μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς. καὶ αὖθις· ταῦτα μὲν οὖν ἀνθωμολογήσαντο πρὸς ἀλλήλους. ἀντὶ τοῦ συνέθεντο, συνεφώνησαν. καὶ αὖθις· περὶ Σωκράτους τάδε ἐγράψατο καὶ ἀνθωμολογήσατο Μέλητος. ]
alpha 2661[ Ἀντιγραφεύς: ὅμοιος τῷ γραμματεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Kτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτως καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους [+] Ἀπολογίᾳ ἀντῶμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. ]
alpha 3072[ Ἀπέστω: οἰχέσθω, διωκέσθω. ὕπνος δ’ ἀπέστω γλυκύθυμο ὀμμάτων. ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν ὁ Σωκράτης φησίν. ]
alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]
alpha 3830[ Ἀρετή: διάθεσις ὁμολογουμένη καὶ αὐτὴ δι’ αὐτὴν οὖσα αἱρετὴ, οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τέ ἐστιν εὐδαιμονία, ἄτε οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς βίου. καὶ διαστρέφεσθαι δὲ τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰς τῶν ἔξωθεν πραγματειῶν πιθανότητας, ὁτὲ δὲ διὰ τὴν κατήχησιν τῶν συνόντων· ἐπεὶ ἡ φύσις ἀφορμὰς δίδωσιν ἀδιαστρόφους. ἡ ἀρετὴ δὲ τέλειός ἐστιν, ὥσπερ ἀνδριάς· καὶ ἢ ἀθεώρητος, ὥσπερ ὑγεία· ἢ θεωρηματικὴ, ὡς φρόνησις. καὶ ἐπιστημονικαὶ μέν εἰσι καὶ θεωρηματικαὶ αἱ ἔχουσαι σύστασιν ἐκ θεωρημάτων, ὡς φρόνησις καὶ δικαιοσύνη· ἀθεώρητοι δὲ αἱ κατὰ παρέκτασιν θεωρούμεναι ταῖς ἐκ τῶν θεωρημάτων συνεστηκυίαις, καθάπερ ὑγεία καὶ ἰσχύς. τῇ γὰρ ἀφροσύνη τεθεωρημένῃ ὑπαρχούσῃ συμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεσθαι τὴν ὑγείαν, καθάπερ τῆς ψαλίδος οἰκοδομίᾳ τὴν ἰσχὺν ἐπιγίνεσθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι μὴ ἔχουσι συγκαταθέσεις, ἀλλ’ ἐπιγίνονται, ὡς ὑγεία καὶ ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέσθαι ἐκ προκοπῆς τοὺς περὶ Σωκράτην, Διογένην, Ἀντισθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖσθαι τῇ ἀρετῇ. διδακτήν τε εἶναι τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων. εἰσὶ δὲ δύο ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γʹ, λογικὴν, φυσικὴν, ἠθικήν, οἱ δὲ περὶ Ποσειδώνιον δʹ, οἱ δὲ πλείονας, οἱ δὲ μίαν, τὴν φρόνησιν. πρώτας δὲ ἀνδρείαν, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, τὰς δὲ λοιπὰς ὑποτεταγμένας ταύταις, μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. ἀνάλογοι δὲ καὶ αἱ κακίαι. τὸν δὲ ἐνάρετον χρὴ θεωρητικὸν εἶναι καὶ πρακτικὸν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστὶ καὶ ὑπομενετέα καὶ ἐμμενετέα, ὥστε εἶναι τὰ μὲν αἱρετῶς ποιεῖν, τὰ δὲ ὑπομονητικῶς, τὰ δὲ ἐμμενετικῶς, φρόνιμός τέ ἐστι καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαι δὲ ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἀρετὴ δέ ἐστι βελτίστη ἕξις, ἢ ἕξις ἀφ’ ἧς αὐτό τε τὸ οὐ ἐστιν ἄριστόν ἐστι καὶ τὰς ἐνεργείας τὰς οἰκείας ἄριστα ἀποδίδωσιν. ἀρετὴ κατὰ φύσιν· κακία παρὰ φύσιν. ὅτι οὐ πᾶσα ἀρετὴ ἐπιστήμη· ἔστι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ ἠθικαὶ οὐκ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ὅτι φασὶν οἱ Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆς καὶ κακίας, οἱ δὲ Περιπατητικοὶ μεταξ λέγουσιν εἶναι τὴν προκοπήν. ὡς γὰρ δεῖν φασιν οἱ Στωϊκοὶ ἢ στρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὕτε δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὅτι αἱ πολιτικαὶ ἀρεταὶ κατακοσμοῦσιν ἡμἃς καὶ ἀμείνους ποιοῦσιν, ὁρίζουσαι καὶ μετροῦσαι τὰς ἐπιθυμίας, καὶ ὅλως τὰ πάθη μετροῦσαι, καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι, τῷ ὅλως ἀμείνονι καὶ τῷ ὡρίσθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίστων ἔξω εἶναι. τὰς δὲ πολιτικὰς ἀρετὰς ὁ Πλάτων ἀλλαχοῦ καθάρσεις λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ φρονήσει εὐβουλία καὶ σύνεσις, τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης, τῆ δὲ δικαιοσύνη ἰσότης καὶ εὐγνωμοσύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία. ]
alpha 3908[ Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. ]
alpha 3909[ Ἀρίστιππος, Σωκράτους ὁμιλητὴς, ἐν πάσι τὴν ἡδονὴν ἀσπασάμενος καὶ ἐπίχαρις. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ’ Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδύς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων. ]
alpha 4035[ Ἄρτι τοῦ ἀρτίως διαφέρει παρὰ τοῖς Ἀττικοῖς. ἄρτι μὲν ἀντὶ τοῦ νῦν, ἀρτίως δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἐκεῖνον εἶφ, ὃν ἀρτίως εἰσήγαγες, ὁ Στρεψιάδης φησὶ πρὸς Σωκράτην. καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίως. ἔτι περαιουμένοις καὶ ἀρτίως ἀποβαίνουσιν ἐπιτίθεσθαι. Κρίτων ἐν Γετικοῖς. ]
alpha 4084[ Ἀρχέλαος, Ἀπολλοδώρου ἢ Μίδωνος, Μιλήσιος, φιλόσοφος, φυσικὸς τὴν αἵρεσιν κληθείς. ὅτι ἀπὸ Ἰωνίας πρῶτος τὴν φυσιολογίαν ἤγαγεν· Ἀναξαγόρου μαθητὴς τοῦ Κλαζομενίου, τοῦ δὲ μαθητὴς Σωκράτης· οἱ δὲ καὶ Εὐριπίδην φασίν. συνέταξε δὲ φυσιολογίαν κοὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰσχρὸν οὐ φύσει εἶναι, ἀλλὰ νόμῳ. συνέτοξε καὶ ἄλλα τινά. ὅτι Βασίλειος, ἐπίσκοπος Εἰρηνουπόλεως, τὴν φρένα καὶ τὴν ἄσκησιν τῷ ὁμωνύμῳ Βασιλείῳ Καισαρείας ἐοικὼς, ἔγραψε κατὰ Ἀρχελάου πρεσβυτέρου Κολωνείας. ]
beta 86[ Βάλλων Σωκράτη καὶ Ζήνωνα τοῖς ἐκ Διονυσίων σκώμμασι, καὶ τοὺς ὑπ’ αὐτῶν ἀξιῶν πάσης ἐλαύνεσθαι γῆς καὶ θαλάττης, ὡς ὄντας κῆρας πόιεών τε καὶ πολιτείας· νῦν δὲ στεφανῶν αὐτοὺς καὶ παράδειγμα τιθέμενος βίου γενναίου καὶ σώφρονος. ]
beta 532[ Bρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν ος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. ]
delta 372[ Δή· ἀντὶ τοῦ νῦν. Ἀριστοφάνης Νεφέλαις· φρόντιζε δὴ καὶ διάθρει. Σωκράτης λέγει πρὸς τὸν πρεσβύτην. τὸ δὴ ἰσοδύναμον τῷ νῦν. ]
delta 400[ Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰς βιβλίον Ἡρακλείτου διὰ τὸ δυσνόητον, Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δὲ αὐτὸ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόσμον τρόπων ἑνὸς τῶν ξυμπάντων. ἢ οὕτως· Δηλίου κολυμβητοῦ, ἐπὶ τῶν ἄκρως νηχομένων. Σωκράτει γὰρ δόντος τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ σύγγραμμα, ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι· ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰς τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιος κολυμβητής, ἐπὶ τῶν πάνυ ἐμπείρων νήχεσθαι. ]
delta 447[ Δημόκριτος, Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου, γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος, κατὰ τὴν οζʹ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν πʹ φασίν· Ἀβδηρίτης ἐκ Θρᾴκης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ Μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ’ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότῳ καὶ Δαμάστῃ. ἦρξε δὲ ἐν Ἀβδήροις, διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο ΜητρόδωροςΧῖος· οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ ΣοφίαΔημόκριτος, καὶ Γελασῖνος δέ, διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε μέγας Διάκοσμος, καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ἐπιστολάς. ]
delta 572[ Διακεκναισμένη· διεφθαρμένη. καὶ Διακεκναισμένος, ἠμαυρωμένος. εἰ γενοίμην ὠχρός, ὡς οἱ περὶ τὸν Σωκράτην, καὶ ἀνυπόδετος καὶ ῥυπῶν. οἱ γὰρ ἱππεῖς εὖχροι καὶ ὑποδεδεμένοι καὶ ἐν γυμνασίοις ἐξεταζόμενοι καὶ παλαίστραις. καὶ ἐν Ἱππεῦσι· μὴ φθονεῖτε ἡμῖν κομῶσι μηδ’ ἀπεστλεγγισμένοις. τουτέστι λιπῶσι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίσκος δεδοικέναι φησί, τὸ ἀπεχθέσθαι τοῖς περὶ τὴν ἱππικὴν ἔχουσιν, εἰ καταλιπὼν τὸ κοσμεῖν τὸ σῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα, τῶν φιλοσόφων μετέλθω. καὶ ἐν Νεφέλαις· οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. ]
delta 629[ Διαλεπτολογοῦμαι· διαλέγομαι. ὥσπερ καὶ ὁ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον· ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. οὕτω καὶ ὁ πρεσβύτης· διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας. ]
delta 638[ Διαλοιδορεῖται. δοτικῇ συντάσσεται. ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην. ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ. ]
delta 1029[ Διθυραμβοδιδάσκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφελῶν λέγουσι πολλὰ καὶ συνθέτους δὲ λέξεις ἐποίουν καὶ ἔλεγον ἐνδιαεριαιερινηχέτους· οἷος ἦν ἼωνΧῖος, ὁ ποιητής. ἐποίησε δὲ ποίημα, οὗ ἡ ἀρχή· ἀοῖον ἠεροφοίταν ἀστέρα μῆνα μὲν ἀελίου λευκῇ πτέρυγι πρόδρομον. παίζων δὲ Ἀριστοφάνης ἀοῖον αὐτὸν ἀστέρα φησὶ κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίας καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεσβευτικὸν λεγόμενον. καὶ Σωκράτους τοῦ φιλοσόφου ἐστὶ λόγος εἰς αὐτόν. καὶ Καλλίμαχος ἐν Χωλιάμβοις μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε. ]
delta 1319[ Δογματίζει· θεολογεῖ, φυσιοῦται. Δογματίζειν ἐστὶ τὸ δόξαν τιθέναι, ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰσὶ δ’ οἱ ξένοι, οὐχ ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν· ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας θεοὺς ἐκ τοῦ θέειν καὶ ἰέναι. ]
epsilon 2324[ Ἐπιθαυμάζειν· ἀντὶ τοῦ δώροις τιμᾶν. Ἀριστοφάνης. Σωκράτης φησί· Στρεψιάδην ἀσπάζομαι. ὁ δέ· κἄγωγέ σε. ἀλλὰ τουτονὶ πρῶτον λάβε· δεῖ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. ]
epsilon 2424[ Ἐπίκτητος, Ἱεραπόλεως τῆς Φρυγίας, φιλόσοφος, δοῦλος Ἐπαφροδίτου, τῶν σωματοφυλάκων τοῦ βασιλέως Νέρωνος. πηρωθεὶς δὲ τὸ σκέλος ὑπὸ ῥεύματος ἐν Νικοπόλει τῆς νέας Ἠπείρου ᾤκησε, καὶ διατείνας μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι Θεοσέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας· ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ’ ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδενὸς τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουσαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ’ αὐτῶν τῶν πραγμάτων. εἰ μὴ γὰρ καὶ τὸν δημόσιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνισταμένην πρὸς τὸ βέλτιστον. ]
epsilon 2658[ Ἐπιτακτοί· στρατιῶται οἱ προστεταγμένοι τὴν μάχην ἐφορᾶν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. καὶ αὖθις· Σωκράτης δὲ ἦν ἐπιστάτης καὶ οὔτε ἐψήφιζε οὔτε κατεχειροτόνει. ]
epsilon 2859[ Ἐπρέσβευεν· ἐτίμα. ὁ δὲ Σωκράτης ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν. ]
epsilon 3074[ Ἐρώτησις ἔνδοξος, πρότασις διαλεκτική. οὐ πᾶσα οὖν πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική· οὐ πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οἱ γὰρ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν, ὡς οἱ ἐρωτῶντες, τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις, ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, τὸ δὲ ᾧ συμβέβηκεν, ἀξιοῦσι μαθεῖν· ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τίς ὁ καθήμενος. ἔστι δὲ καὶ ἄλλο εἶδος ἐρωτήσεως ἐκ περιουσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι τὸ διὰ τῆς ἐρωτήσεως, εἴπῃ ὁ ἐρωτῶν τί ἐστιν ἄνθος· τὴν γὰρ οὐσίαν τοῦ πράγματος ἀξιοῖ μαθεῖν, οὐχ ὃ συμβέβηκεν αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, οἷον ὅταν περὶ προτάσεώς τις τὴν ἐρώτησιν, εἴτε ἀπόκρισιν αἰτῶν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως εἴπῃ· οἷον ἆρά γε ὁ κόσμος σφαιροειδής; ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστιν ἡ διαλεκτικὴ πρότασις. διαφέρει δὲ ἐρώτημα, ἀξίωμα, πύσμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα. ζήτει ἐρωτηματικὰ Ἀριστοφάνους ἐν τῷ, αἴκε πάθοι τά κ’ ἔρεξεν. ]
epsilon 3173[ Ἐσωκράτουν· ἀντὶ τοῦ ἐκόμων, ἐρρύπουν, ἐπείνων. ]
epsilon 3319[ Ἐτιμήσαντο· ἐζημίωσαν, κατεδίκασαν. οἱ δὲ τὸν Σωκράτην θανάτου ἐτίμησαν. Τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη. ]
epsilon 3539[ Εὐκλείδης, Μεγαρεύς( Μεγάρων δὲ τῶν ἐν τῷ Ἰσθμῷ) , φιλόσοφος, καὶ τὴν ἐξ αὐτοῦ κληθεῖσαν Μεγαρικὴν αἵρεσιν εἰσήγαγεν, ἣν δὴ καὶ Διαλεκτικὴν καὶ Ἐριστικὴν προσαγορευθεῖσαν. γέγονε δὲ μαθητὴς Σωκράτους· μεθ’ ὃν Ἰχθύας, εἶτα Στίλπων ἔσχον τὴν σχολήν. συνέγραψε διαλόγους Ἀλκιβιάδην [+], Αἰσχίνην [+], Κρίτωνα, Φοίνικα, Λαμπρίαν, Ἐρωτικόν· καὶ ἄλλα τινά. ]
epsilon 3570[ Εὐλόφως· γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφελεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. καὶ αὖθις· εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος. ]
epsilon 3650[ Εὐπείθιος καὶ Ἀρχιάδας, δύο υἱοὶ Ἡγίου. καὶ ὁ μὲν Εὐπείθιος εὐφυέστερος ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος ἐς ἰδιωτισμόν, ἤδη δέ τι καὶ ἀτοπώτερον ἔχων ἢ κατὰ ἰδιώτην, ὡς δὲ συλλήβδην εἰπεῖν, πολλῷ τοῦ πατρὸς ἀπολειπόμενος· ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ διαφέρων εἰς ἀρετὴν καὶ τῶν πολλῶν, τὰ δὲ ἐς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὤν, διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος, καὶ πολυπειρίαν ἀσκήσας ἱερῶν ἔργων τε καὶ λόγων οὐδέν τι μεῖον τοῦ πατρός· ἔχω γὰρ τοῦτο καὶ τῷ Ἡγίᾳ μαρτυρεῖν. ὁ δὲ Ἀρχιάδας καὶ τοῦ καθαροῦ συνειδότος ἐπεμελεῖτο διαφερόντως οὐδὲν ἧττον τῶν φιλοσοφούντων. ἦν οὖν αἰσθάνεσθαι πάντων, ᾐσθανόμην δὲ καὶ αὐτὸς ἑκάστοτε τῶν ἀμφ’ αὐτῷ κενοῦ φυσήματος ἄνευ νοῦ ἐμπιπλαμένων. παθῶν δὲ παντοίων κατάμεστοι ὄντες οὐδὲ ἐν μέσοις αὐτοῖς τοῖς δρωμένοις οἷοί τε ἦσαν ἤθεσι μετρίοις ἐγκαρτερεῖν. ἐπεὶ τά γε ἔξω μισγάγκεια κακῶν ἐφαίνετο μηδὲν διαφέρουσα τῆς τῶν ἀγελαίων ἀνθρώπων. ὁ δ’ οὖν Διομήδης διέφθαρτο καὶ αὐτὸς ὑπὸ τῆς συνουσίας καὶ οὐδὲν ἔχων ἔξαρμα φύσεως ἔτι ταπεινότερος ἐγεγόνει πρὸς τὰ ἐπιταττόμενα. καίτοι ὑπὸ κολάκων διεφθάρη τὴν διάνοιαν, εὐφυής τε γεγονὼς ἀνὴρ πρὸς φιλοσοφίαν, ἣ οὐδὲν ἀλλοτρίῳ κακῷ βλάπτεται οὐδὲ φθείρεται, οἰκείῳ δὲ μόνῳ, ὡς ἔφη Σωκράτης. διὸ καὶ φιλοσοφίαν ἐλυμήνατο τοῦτο αὐτὸ τὸ οἴκοθεν ὄνειδος. ὃν γὰρ ἔδει μάλιστα διασῴζειν καὶ θεραπεύειν πρὸς τὸ βέλτιστον, τοῦτον πρὸς ἡδονὰς ἀνατρέφοντες καὶ μετεωρίζοντες ἐς αὔχημα μεῖζον ἢ καθ’ ἑαυτόν, ἔλαθον ἑαυτοὺς ἐς πᾶσαν ἀτιμίαν καταβάλοντες. ]
epsilon 3695[ Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην [+]. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔ νομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου( καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας) , οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου [+]. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς ϟγʹ Ὀλυμπιάδος. ]
epsilon 4002[ Ἔχεις τι· ἐπὶ τῶν ἀγρευόντων ἤτοι ὄφιν ἢ ἰχθύν. λέγεται δὲ τὸ ἔχεις τι, ἀντὶ τοῦ εἴληφάς τι. συνεβούλευε γὰρ αὐτῷ ὁ Σωκράτης ὥσπερ ἀναπτῆναι τὴν διάνοιαν, ἐάσαντι τὴν φροντίδα, τῇ τῶν ἀγρευόντων χρησάμενος λέξει. τοῖς γὰρ ἁλιεῦσιν ἢ τοῖς ὀρνιθοθήραις οὕτω φασίν, ἔχεις τι; ὁ δὲ γέρων φησί, μὰ τὸν Δί’ , οὐδὲν ἔγωγε. οὐδὲν πάνυ; οὐδέν, πλὴν τὸ πέος ἐν τῇ δεξιᾷ. τουτέστι τὸ αἰδοῖον. καὶ μιμεῖσθαι τὸν δερμύλλοντα ἑαυτόν. ]
eta 367[ Ἤν· ἀντὶ τοῦ ἐάν. Ἀριστοφάνης· τοῦτ’ αὐτὸ καὶ βούλομαι, ἢν ἡ σμινύη μὴ προδῷ τὰς ἐλπίδας. ἂν μὴ κλασθῇ. ταῦτα δὲ ἔλεγεν ἐμπιπρῶν τὴν σχολὴν τοῦ Σωκράτους. ]
iota 178[ Ἱεροκλῆς, φιλόσοφος, Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς. ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι, βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων [+] καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής. ]
iota 728[ Ἰσχυρογνώμων· ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων. ἔξαρνος, σκληρός. ὁ δὲ Σωκράτης ἰσχυρογνώμων ἦν καὶ δημοκρατικός. ]
theta 93[ Θεαίτητος, Ἀθηναῖος, ἀστρολόγος, φιλόσοφος, μαθητὴς Σωκράτους, ἐδίδαξεν ἐν Ἡρακλείᾳ. πρῶτος δὲ τὰ πέντε καλούμενα στερεὰ ἔγραψε. γέγονε δὲ μετὰ τὰ Πελοποννησιακά. ]
theta 204[ Θέων, Σμυρναῖος, φιλόσοφος. καὶ Θέων Ἀντιοχείας τῆς ἐν Δάφνῃ, φιλόσοφος Στωϊκός. ἔγραψεν Ἀπολογίαν Σωκράτους [+]. ]
theta 221[ Θεωρίς· πλοῖον Ἀθήνησιν, ἣ κατ' ἔτος εἰς Δῆλον ἐπέμπετο· ἣν εὐξαμένου Θησέως, ὅτε εἰς Κρήτην ἀπῄει, καθ' ἕκαστον ἔτος Ἀθηναῖοι ἔπεμπον· καὶ οὐκ ἐξῆν ἀχθείσης, πρινὴ ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα καταδίκην. διὰ τοῦτο καὶ Σωκράτης ἐδέδετο ἐν τῷ δεσμωτηρίῳ ἐπὶ πολὺν χρόνον, ἕως οὗ ἐπανῆκεν ἡ θεωρίς. ]
kappa 327[ Κάππαρις· εἶδος βοτάνης. ἧς ὁ καρπὸς ἰατροῖς δοκεῖ εἶναι ὀνήσιμος. ὁ δὲ ΖήνωνΚιτιεὺς ὤμνυε κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα. ]
kappa 1039[ Κατηγόρημα· κατηγόρημά ἐστι τὸ κατά τινος ἀγορευόμενον ἢ πρᾶγμα συντακτὸν περί τινος ἤ τινων. ἐν γὰρ τῷ περὶ πραγμάτων καὶ σημαινομένων τόπῳ τέτακται ὁ περὶ λεκτῶν αὐτοτελῶν, ἀξιωμάτων καὶ συλλογισμῶν λόγος· καὶ ὁ περὶ ἐλλιπῶν, κατηγορημάτων καὶ ὀρθῶν καὶ ὑπτίων. λεκτέον δέ φασι τὸ κατὰ φαντασίαν λογικὴν ὑφιστάμενον. τῶν δὲ λεκτῶν τὰ μέν εἰσιν ἐλλιπῆ, οἷον γράφει, ἐπιζητοῦμεν γὰρ τίς; τὰ δὲ αὐτοτελῆ καὶ ἀπηρτισμένην ἔχοντα τὴν διάνοιαν, οἷον γράφει ὁ Σωκράτης. ἐν μὲν τοῖς ἐλλιπέσι λεκτοῖς τέτακται τὰ κατηγορήματα, ἐν δὲ τοῖς αὐτοτελέσι τὰ ἀξιώματα καὶ οἱ συλλογισμοὶ καὶ τὰ ἐρωτήματα καὶ τὰ πύσματα. ]
kappa 1215[ Κέβης, Θηβαῖος, φιλόσοφος, Σωκράτους μαθητής. διάλογοι δὲ αὐτοῦ φέρονται τρεῖς, Ἑβδόμη, Φρύνιχος, Πίναξ· ἔστι δὲ τῶν ἐν ᾅδου διήγησις· καὶ ἄλλα τινά. ]
kappa 2370[ Κρεμάθρα· μετέωρόν τι κατασκεύασμα, ἐν ᾧ ἐτίθεσαν τὰ περιττεύοντα ὄψα. κρεμάθρα δὲ εἴρηται διὰ τὸ ἀεὶ κρεμαμένην μετέωρον εἶναι. εἰσάγει δὲ Ἀριστοφάνης τὸν Σωκράτην ἐπὶ κρεμάθρας καθήμενον γελοίου χάριν, ὡς μετεωρολέσχην. ]
kappa 2451[ Κρίτων, Ἀθηναῖος, φιλόσοφος, Σωκράτους μαθητής· ὃς καὶ γνησίως διετέθη πρὸς Σωκράτην καὶ τὰ πρὸς τὴν χρείαν πάντα ἐδίδου αὐτῷ. ἔγραψε Σωκράτους [+] ἀπολογίαν. ]
lambda 93[ Λάμπων ὄμνυσι τὸν χῆν’ , ὅταν ἐξαπατᾷ τινά· πρῶτοι Σωκρατικοὶ ἐπετήδευσαν οὕτως ὀμνύναι. Ῥαδάμανθυς δὲ πρῶτος οὐκ εἴα ὅρκους ποιεῖσθαι κατὰ θεῶν, ἀλλ’ ὀμνύναι χῆνα καὶ κύνα καὶ κριὸν καὶ τὰ ὅμοια. ὁ δὲ Λάμπων θύτης ἦν, χρησμολόγος καὶ μάντις· ᾧ καὶ τὴν εἰς Σύβαριν ἀποικίαν Ἀθηναίων περιάπτουσιν. ὤμνυε δὲ κατὰ τοῦ χηνός, ὡς μαντικοῦ ὀρνέου. εἴρηται οὖν ἐπὶ τῶν μετὰ ὅρκου ἐξαπατώντων τινά. ὅτι Σύβαρις ἀποικία Ἀθηναίων. ]
lambda 377[ Λειπανδρεῖν· βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν αὐξῆσαι τὸ πλῆθος, ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας. ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην. ]
mu 173[ Μάξιμος, Τύριος, φιλόσοφος, διέτριψε δὲ ἐν Ῥώμῃ ἐπὶ Κομόδου. Περὶ Ὁμήρου [+] καὶ τίς παρ’ αὐτῷ ἀρχαία φιλοσοφία· Εἰ καλῶς Σωκράτης [+] οὐκ ἀπελογήσατο· καὶ ἄλλα τινὰ φιλόσοφα ζητήματα. ]
mu 495[ Μέλητος· τραγῳδίας ποιητὴς ὑπόψυχρος. καὶ Ἀριστοφάνης· σκολιὰ Μελήτου, Καρικῶν αὐλημάτων. οὗτός ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἦσαν. ]
mu 496[ Μέλητος, Λάρου, Ἀθηναῖος, ῥήτωρ. οὗτος ἐγράψατο Σωκράτην μετὰ Ἀνύτου. πεποίηνται δὲ αὐτῷ καὶ τραγῳδίαι. κατελιθώθη δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδʹ. ]
mu 724[ Μεταπήδα· διάβαινε, μετέρχου. Ἀριστοφάνης· ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν. φησὶν ὅτι ἐὰν ἡ διάνοια εἰς ζήτημα ἄπορον ἐμπέσῃ, μετάβηθι ἐπ’ ἄλλο. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει αὐτόν, ὅτι ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ, δηλονότι αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται. ]
mu 850[ Μεῖον· ἔλαττον, μικρότερον. ὁ δὲ εἰς αὔξησιν τῆς ἀρετῆς καὶ μείωσιν τῆς κακίας ὅλην ἐξεκέχυτο τὴν ψυχήν. οὐδέν τι μεῖον ἢ ὁ Σωκράτης εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς. ἐπεὶ καὶ ἐκεῖνος ὑπὸ τῶν λʹ μὴ διαλέγεσθαι προσταχθεὶς οὐχ οἷός τε ἦν πείθεσθαι τῷ προστάγματι. καὶ αὖθις· οἱ δὲ ἐν μάχαις πολλαῖς ἔφερον τὸ μεῖον. ]
mu 1305[ Μουσώνιος, Καπίτωνος, Τυρρηνός, πόλεως Βουλσινίου, διαλεκτικὸς φιλόσοφος καὶ Στωϊκός, γεγονὼς ἐπὶ Νέρωνος, γνώριμος δ’ Ἀπολλωνίου τοῦ Τυανέως καὶ ἄλλων πολλῶν· πρὸς ὃν καὶ ἐπιστολαὶ φέρονται Ἀπολλωνίου κἀκείνου πρὸς Ἀπολλώνιον [+]. διὰ γοῦν τὴν παρρησίαν καὶ τὸ ἐλεγκτικὸν καὶ τὸ ὑπερβάλλον τῆς ἐλευθερίας ὑπὸ Νέρωνος ἀναιρεῖται. φέρονται αὐτοῦ λόγοι διάφοροι φιλοσοφίας ἐχόμενοι, καὶ ἐπιστολαί. περὶ τούτου τοῦ Μουσωνίου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τὴν παροινίαν, ἣν εἰς ὑμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν, οὕτω βαθέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι· τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, φιλοσόφου ψυχῆς ἐστι τεκμήριον, ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι· ὁ δὲ ἐπεμέλετο βαρῶν, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. τουτέστι τειχῶν· βάρεις γὰρ τὰ τείχη. ]
nu 524[ Νοῦς· ὅτι ὁ νοῦς πάντων ἔχει τοὺς λόγους ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετ’ αὐτὸν παραδειγματικῶς. λύσις ὀνείρου· ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ὅτι Πυθαγόρας τὴν τοῦ ἀνθρώπου ψυχὴν διῃρῆσθαι ἔφη εἰς γʹ· νοῦν, φρένας καὶ θυμόν. νοῦν μὲν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ. ὅτι τῶν διανοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. καὶ κατὰ περίπτωσιν μὲν τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μὲν ὁ Τιτυὸς καὶ ὁ Κύκλωψ, μειωτικῶς δὲ ὡς ὁ πυγμαῖος· καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν· κατὰ μετάθεσιν δὲ οἷον οἱ ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους, κατὰ σύνθεσιν δὲ ἱπποκένταυρος, καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ στέρησιν, οἷον ἄχειρος. ὅτι τοῦ νοῦ ἔργον ἐστὶν ἁπλαῖς προσβολαῖς καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ ἡ αἴσθησις προσβαλοῦσα τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶσιν ἔσχεν· οὐ γὰρ δεῖται πρὸς ταύτην συλλογισμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοις παραγίνεται, οἷς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γέγονεν ἀφικέσθαι καὶ διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, μέσην δὲ ἡ διάνοια, ἐσχάτην δὲ ἡ δόξα. ἡ δὲ διάνοια προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὐτὴ τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει, καὶ διὰ τῆς διανοίας ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφος καὶ σύμφυλός ἐστι τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν· καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν, κἀκείνων φαντάζεται. καὶ Πλάτων ἐν Φαίδωνι· τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἄγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα, ὅτι σῶμά ἐστι τὸ θεῖον καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων· οἷά ἐστι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία· ἔτι δὲ καὶ τὰ μαθηματικά. ]
xi 48[ Ξενοφῶν, Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦρος δὲ ἦν μετὰ Τισσαφέρνην ὕπαρχος ὑπὸ Δαρείου τοῦ πατρὸς τῶν ἐν τῇ Ἀσίᾳ καταστάς. μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξης διαβληθέντα ὑπὸ Τισσαφέρνους ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυσάτιδος τῆς μητρὸς παραιτησαμένης αὐτὸν καὶ τὴν στρατιὰν αὐτῷ φυλαξάσης. ὁ δὲ ὡς Τισσαφέρνει πολεμῶν ἤθροισε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω στρατεύειν. υʹ δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν συστρατευσάντων ὁπλῖται καὶ πελτασταὶ ͵γφʹ. Ξενοφῶν δὲ συνανέβη. δέκα οὖν βαρβάρων μυριάδας συναθροίσας ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο. ὡς δὲ τὰ ἔθνη διῆλθεν, ἐφ’ ἃ στρατεύειν προεφασίζετο, συνέντες οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν. Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι, Κύρου μὴ συναιρομένου, συνῄεσαν. Κῦρος δὲ γυμνῇ τῇ κεφαλῇ πρὸς Τισσαφέρνην μαχόμενος, καίτοι Κλεάρχου ἀπαγορεύοντος αὐτῷ μὴ πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνες ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον προεβάλλοντο βασιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήσατο. βασιλεὺς δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χεῖρα ἀποκόψας τοῖς Ἕλλησιν ἔπεμπε, ζητῶν τὰ ὅπλα ὡς παρὰ νενικημένων· οἱ δὲ οὐκ ἔδοσαν. δόλῳ δὲ Τισσαφέρνης παραβὰς τοὺς ὅρκους προδίδωσι βασιλεῖ τοὺς Ἕλληνας καὶ Κλέαρχον καὶ Μένωνα, οὓς ἀναιρεῖ. καὶ Ξενοφῶν αὐτῶν στρατηγεῖ καὶ πάντας νικᾷ. ἐλθόντες δὲ εἰς Θρᾴκην ἐμίσθωσαν ἑαυτοὺς Σεύθῃ τῷ βασιλεῖ μύριοι διασωθέντες. ]
omega 275[ Ὦ’ φήμερε· ὦ ἄνθρωπε. οὕτω παρεισάγει Ἀριστοφάνης ἐν Νεφέλαις τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν. τοῦτο δὲ λέγει, ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι ἐλέγετο ὁ Σωκράτης Σειληνῷ παρεμφερὴς εἶναι· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους· ὦ τάλας, ἐφήμερε, νήπιε, βάζεις χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡς ὑπερηφανοῦντος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτω τὸ ἐφήμερον ἐποίησεν αὐτὸν λέγοντα. ]
pi 1344[ Περιφρονεῖν· ὑπερφρονεῖν. Ἀριστοφάνης δέ· περιφρόνει τὰ πράγματα· ἀντὶ τοῦ ἐρεύνα, ἀναζήτει. καὶ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκη τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. ]
pi 1707[ Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. ]
pi 1951[ Πολυδεύκης, Ναυκρατίτης. τινὲς δὲ Ἀρδουέννας σοφιστὴν γράφουσι, παίζοντες· πόλις δὲ Φοινίκης ἡ Ἀρδούεννα. ἐπαίδευσε γὰρ ἐν Ἀθήναις ἐπὶ Κομόδου τοῦ βασιλέως καὶ ἐτελεύτησεν ἔτη βιοὺς ηʹ καὶ νʹ, συντάξας βιβλία ταῦτα· Ὀνομαστικὸν ἐν βιβλίοις ιʹ· ἔστι δὲ συναγωγὴ τῶν διαφόρως κατὰ τοῦ αὐτοῦ λεγομένων· Διαλέξεις ἤτοι λαλιάς, Μελέτας, Εἰς Κόμοδον Καίσαρα Ἐπιθαλάμιον, Ῥωμαϊκὸν λόγον, Σαλπιγκτὴνἀγῶνα μουσικόν, Κατὰ Σωκράτους [+], Κατὰ Σινωπέων, Πανελλήνιον, Ἀρκαδικόν· καὶ ἕτερα. ζήτει ἀγάλματα Κάστορος καὶ Πολυδεύκους ἐν τῷ Διόσκουροι. ]
pi 1977[ Πολυκράτης, Ἀθηναῖος, ῥήτωρ, δεινός τε καὶ τοὺς κατὰ Σωκράτους [+] λόγους βʹ Ἀνύτῳ καὶ Μελήτῳ γράψας. ]
pi 2366[ Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]
rho 13[ Ῥαδαμάνθυος ὅρκος· ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. Κρατῖνος Χείρωσι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι. σημεῖον τοῦτο περὶ ὅρκου, ὃ καὶ νῦν ἐπιχωριάζει· πολλοὶ γὰρ πρὸς λάχανα ὀμνύουσιν, εὐορκίαν ἐπιδεικνύμενοι. ]
sigma 432[ Σιμμίας, Θηβαῖος, φιλόσοφος, μαθητὴς Σωκράτους. ἔγραψε Περὶ σοφίας, Περὶ φιλίας, Περὶ ἀληθείας, Περὶ μουσικῆς, Περὶ αἱρετοῦ καὶ φευκτοῦ, Περὶ ἐπιμελείας ψυχῆς· καὶ ἄλλα φιλόσοφα. ]
sigma 642[ Σκολιά· Μελήτου, Καρικῶν αὐλημάτων. ὁ Μέλητος οὗτος τραγικὸς ποιητής, ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. τὰ δὲ Καρικὰ αὐλήματα μέλη θρηνώδη ἐστί. ]
sigma 815[ Σοφοκλῆς, Σωφίλου, Κολωνῆθεν, Ἀθηναῖος, τραγικός, τεχθεὶς κατὰ τὴν ογʹ Ὀλυμπιάδα, ὡς πρεσβύτερος εἶναι Σωκράτους ἔτη ιζʹ. οὗτος πρῶτος τρισὶν ἐχρήσατο ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ, καὶ πρῶτος τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰσήγαγε νέων, πρότερον δυοκαίδεκα εἰσιόντων. προσηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ. καὶ αὐτὸς ἦρξε τοῦ δρᾶμα πρὸς δρᾶμα ἀγωνίζεσθαι, ἀλλὰ μὴ στρατολογεῖσθαι. καὶ ἔγραψεν ἐλεγείαν τε καὶ Παιᾶνας καὶ λόγον καταλογάδην περὶ τοῦ χοροῦ, πρὸς Θέσπιν καὶ Χοιρίλον ἀγωνιζόμενος. παῖδας δὲ οὓς ἔσχεν οὗτοι, Ἰοφῶν, Λεωσθένης, Ἀρίστων, Στέφανος, Μενεκλείδης. τελευτᾷ δὲ μετὰ Εὐριπίδην, ἐτῶν ϟʹ. ἐδίδαξε δὲ δράματα ρκγʹ, ὡς δέ τινες καὶ πολλῷ πλείω, νίκας δὲ ἔλαβε κδʹ. ]
sigma 820[ Σοφὸς Σοφοκλῆς, σοφώτερος δ’ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτερος. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]
sigma 830[ Σωκράτης, Σωκράτους. ΣωκράτηςΜήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔστι δὲ παρ’ ἱστορίαν· Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλ’ ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην ὡς ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτησιν, ὁπόσους ἅλλοιτο ἡ ψύλλα πόδας ἔχουσα. ἢ Μήλιος, ὥς τινες ἐξεδέξαντο, ὁ τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνων, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόρας· ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀποστερηθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν. ἐφ’ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν. ἐγένετο δὲ καὶ Ἀρισταγόρας Μήλιος, διθυραμβοποιός· ὃς τὰ Ἐλευσίνια μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺς Μηλίους ἀσεβείᾳ κωμῳδοῦσι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλασφήμων. ]
sigma 982[ Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. ]
tau 139[ Ταρροί· Ἀττικῶς τὰ ἐκ σχοίνων πλέγματα. τοὺς γοῦν καλάμους τοὺς γεωργικοὺς ταλάρους καλοῦσι. τὴν δὲ κρεμάθραν Ἀριστοφάνης οὕτως ἐκάλεσεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς; ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ἢ ταρρός, μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκτορίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν ἐσκευάσθαι. ]
tau 185[ Ταὐτόν· τοῦτο τριχῶς διαιρεῖ Ἀριστοτέλης ἐν τοῖς Τοπικοῖς. πρὸς δὲ τούτοις τοῖς τρισὶ καὶ τέταρτόν τινα προστίθεται, κατ’ ἀναλογίαν, πορρώτερον ὄντα τῶν τριῶν. οἱ δὲ τρεῖς εἰσιν οὗτοι· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐστι δηλωτικά. κἂν λόγος δὲ κἂν ὄνομα ταυτὸν σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταυτά· τῷ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστιν, οὐ τοῖς ὀνόμασι σημαντικοῖς. συνελόντι φάναι, κατ’ ἀριθμόν, ὡς τὰ πολυώνυμα, λῶπος, ἱμάτιον. κατ’ εἶδος, ὡς Σωκράτης καὶ Πλάτων. κατὰ γένος, οἷον ἄνθρωπος, ἵππος· ζῷα γὰρ ἄμφω. κατ’ ἀναλογίαν, ὡς καρδία καὶ πηγὴ καὶ μονάς· ὡς γὰρ ἔχει ἡ πηγὴ πρὸς ποτόν, οὕτω καὶ μονὰς ἐν ἀριθμῷ, καρδία ἐν ζῴῳ. ὄψις ἐν ὀφθαλμοῖς· νοῦς ἐν ψυχῇ. νηνεμία καὶ γαλήνη ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω. ]
tau 204[ Ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν ἄπορον λέγει. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην, ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει δὲ αὐτόν, ὅτι, ἐὰν ἀπορήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ δηλονότι, αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται. ]
tau 395[ Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων τοὺς διαλόγους· ἐκεῖνοι γὰρ τέτρασι δράμασιν ἠγωνίζοντο, Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις· ὧν τὸ δʹ ἦν Σατυρικόν. τὰ δὲ δʹ δράματα ἐκαλεῖτο τετραλογία. εἰσὶ τοίνυν οἱ πάντες Πλάτωνι γνήσιοι διάλογοι ἓξ καὶ νʹ. διπλαῖς δὲ χρῆται ταῖς ἐπιγραφαῖς καθ’ ἕκαστον τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται ΕὐθύφρωνΠερὶ ὁσίου· ὁ διάλογός ἐστι πειραστικός. δευτέρα Ἀπολογία Σωκράτους [+], ἠθικός. τρίτη ΚρίτωνΠερὶ πρακτέου, ἠθικός. τετάρτη ΦαίδωνΠερὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, καὶ ἐφεξῆς, ἐν τῷ βιβλίῳ Λαέρτου Διογένους περὶ βίων φιλοσόφων. ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής. ]
tau 628[ Τιμῶμαι· Σωκράτης ὁ φιλόσοφος καταδικασθεὶς ἔφησεν· ἕνεκα μὲν τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν Πρυτανείῳ σιτήσεως. καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν. ]
tau 883[ Τὠφθαλμὼ παραβάλλῃ· Ἀριστοφάνης Νεφέλαις. τουτέστι τοῖς ὀφθαλμοῖς ὑφορᾷς καὶ ὑποβλέπῃ. Ὅμηρος· ὑπόδρα ἰδών. οὕτω γὰρ ἐβάδιζεν ὁ Σωκράτης. καὶ Πλάτων περὶ αὐτοῦ· ταυρηδὸν ὑποβλέψας, ὥσπερ εἰώθει. ]
tau 988[ Τρίμμα· δι’ ἀρωμάτων πόμα. ταῦτα λέγων ὁ Σωκράτης, ὥσπερ εἰς τὰ θύματα λίθους παρατρίβων πωρίνους καὶ κρούων πρὸς ἀλλήλους, συναγαγὼν τὰ τούτων θραύσματα βάλλει τὸν πρεσβύτην αὐτοῖς, καθάπερ τὰ ἱερεῖα ταῖς οὐλαῖς οἱ θύοντες. καὶ διὰ τοῦτο παίζει τοῖς ὀνόμασι, τρίμμα μὲν αὐτὸν ἔσεσθαι λέγων, παρὰ τὸ τρίβειν καὶ θιγεῖν πρὸς ἀλλήλους τοὺς λίθους. κρόταλον δὲ παρὰ τὸ προσκρούειν τοὺς λίθους ἑαυτοῖς. παιπάλην δὲ διὰ τὴν ἀπὸ τούτων ἐκπίπτουσαν λατύπην. καλοῦμεν δὲ τῶν ἀνθρώπων τοὺς κακεντρεχεῖς καὶ μὴ ἁπλοῦς περιτρίμματα καὶ πολυκρότους καὶ κρόταλα. ὅθεν καὶ τὸν πρῶτον στίχον Ὀδυσσείας οὕτως ἀξιοῦσι γράφειν τινές· ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον. ]
tau 1070[ Τροχιλέας· Σωκράτης πρὸς Ἀλκιβιάδην εἰπόντα, ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα· ἀλλ’ ἔγωγ’ , ἔφη, συνείθισμαι καθαπερεὶ καὶ τροχιλέας ἀκούων συνεχές. ]
upsilon 6[ Ὑάλη· ὕαλος. Ὕαλός ἐστιν ἀφ’ ἧς πῦρ ἅπτουσι. καί φησιν Ἀριστοφάνης· ὁπόταν γράφοιτο ἡ δίκη, ἀπωτέρω στὰς ὡδὶ πρὸς τὸν ἥλιον τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης. ἔστι δὲ κατασκεύασμα ὑάλου τροχοειδὲς ἠλέκτρου, εἰς τοῦτο τεχνασθέν· ὅπερ ἐλαίῳ χρίσαντες καὶ ἡλίῳ θερμήναντες προσάγουσι θρυαλλίδα καὶ ἅπτουσι. τοῦτο οὖν ὁ γέρων πρὸς Σωκράτην διαλεγόμενός φησιν, εἰ ὑφάψαιμι διὰ τῆς ἠλέκτρου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γράμματος, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης. ]
upsilon 77[ Ὑεικόν· ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ [+]. ]
upsilon 279[ Ὑπερηγορῶν· ὑπὲρ αὐτοῦ λαλῶν. ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατ’ ἀκροατὰς διελέγετο. ]
phi 4[ Φαβωρῖνος, Ἀρλεάτου τῆς ἐν Γαλλίᾳ πόλεως, ἀνὴρ πολυμαθὴς κατὰ πᾶσαν παιδείαν, γεγονὼς δὲ τὴν τοῦ σώματος ἕξιν ἀνδρόγυνος( ὅν φασιν ἑρμαφρόδιτον) , φιλοσοφίας μεστός, ῥητορικῇ δὲ μᾶλλον ἐπιθέμενος· γεγονὼς ἐπὶ Τραϊανοῦ τοῦ καίσαρος καὶ παρατείνας μέχρι τῶν Ἀδριανοῦ χρόνων τοῦ βασιλέως. ἀντεφιλοτιμεῖτο γοῦν καὶ ζῆλον εἶχε πρὸς Πλούταρχον τὸν Χαιρωνέα εἰς τὸ τῶν συνταττομένων βιβλίων ἄπειρον. γέγραπται γοῦν αὐτῷ φιλόσοφά τε καὶ ἱστορικά, ὧν πολὺς ἀριθμός. ἔστι δὲ καὶ τῶν βιβλίων αὐτοῦ ταῦτα· Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας, Περὶ Σωκράτους [+] καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης, Περὶ Πλάτωνος [+], Περὶ τῆς διαίτης τῶν φιλοσόφων· καὶ ἄλλα. οὗτος ἔγραψε καὶ γνωμολογικά. ]
phi 154[ Φαίδων, Ἠλεῖος, φιλόσοφος, Σωκράτους ἀκουστής· ὃς ἦρξε τῆς Ἠλιακῆς ἀπ’ αὐτοῦ κληθείσης αἱρέσεως, ἥτις ὕστερον ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως Ἐρετριακὴ προσηγορεύθη. τοῦτον συνέβη πρῶτον αἰχμάλωτον ὑπὸ Ἰνδῶν ληφθῆναι, εἶτα πραθεὶς πορνοβοσκῷ τινι προέστη ὑπ’ αὐτοῦ πρὸς ἑταίρισιν ἐν Ἀθήναις. ἐντυχὼν δὲ Σωκράτει ἐξηγουμένῳ ἠράσθη τῶν λόγων αὐτοῦ καὶ αἰτεῖ λύσασθαι. ὁ δὲ πείθει Ἀλκιβιάδην πρίασθαι αὐτόν· καὶ ἦν τὸ ἐντεῦθεν φιλόσοφος. διάλογοι δὲ αὐτοῦ Ζώπυρος, Μήδιος, Σίμων, ἈντίμαχοςΠρεσβύτης, Νικίας, Σιμμίας, Ἀλκιβιάδης [+], Κριτόλαος. ]
phi 364[ Φιλιστίων, Προυσαεύς, ἢ ὡς Φίλων Σαρδιανός, κωμικός. τελευτᾷ δὲ ἐπὶ Σωκράτους. ὃς ἔγραψε κωμῳδίας βιολογικάς. τελευτᾷ δὲ ὑπὸ γέλωτος ἀπείρου. δράματα δὲ αὐτοῦ Μιμοψηφισταί. οὗτός ἐστιν ὁ γράψας τὸν Φιλόγελων, ἤγουν τὸ βιβλίον τὸ φερόμενον εἰς τὸν Κουρέα. Νικαεὺς δὲ μᾶλλον παρὰ πᾶσιν ᾄδεται, ὡς μαρτυρεῖ τὸ ἐπίγραμμα· ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι κεράσας Νικαεὺς Φιλιστίων. τοῦ αὐτοῦ αἵματος ἦν Φιλήμονι, ὃς καὶ οὗτος γελῶν καταστρέφει τὸν βίον. ]
phi 418[ Φιλόσοφος, ὃς τοὺς Πλάτωνος Νόμους διεῖλεν εἰς βιβλία ιβʹ, τὸ γὰρ ιγʹ αὐτὸς προσθεῖναι λέγεται. καὶ ἦν Σωκράτους καὶ αὐτοῦ Πλάτωνος ἀκουστής, σχολάσας τοῖς μετεώροις. ὢν δὲ κατὰ Φίλιππον τὸν Μακεδόνα συνεγράψατο τάδε· Περὶ τῆς ἀποστάσεως ἡλίου καὶ σελήνης, Περὶ θεῶν βʹ, Περὶ χρόνου ἕν, Περὶ μύθων αʹ, Περὶ ἐλευθερίας αʹ, Περὶ ὀργῆς αʹ, Περὶ ἀνταποδόσεως αʹ, Περὶ Λοκρῶν τῶν Ὀπουντίων, Περὶ ἡδονῆς αʹ, Περὶ ἔρωτος αʹ, Περὶ φίλων καὶ φιλίας αʹ, Περὶ τοῦ γράφειν, Περὶ Πλάτωνος [+], Περὶ ἐκλείψεως σελήνης, Περὶ μεγέθους ἡλίου καὶ σελήνης καὶ γῆς αʹ, Περὶ ἀστραπῶν, Περὶ πλανητῶν, Ἀριθμητικά, Περὶ πολυγόνων ἀριθμῶν, Ὀπτικῶν βʹ, Ἐνοπτικῶν βʹ, Κυκλιακά, Μεσότητας· καὶ ἄλλα. ]
phi 731[ Φροντιζόντων· συνεστώτων. καὶ Φροντιζόντων, ἀντὶ τοῦ στυγναζόντων. ἢ σύνοδός τις καὶ θάκος σοφῶν. φροντισταὶ δὲ ἐκαλοῦντο οἱ περὶ τὸν Σωκράτην διὰ τὸ φροντίζειν περὶ ἀλλήλων καὶ διὰ τὸ μηδέποτε παύεσθαι φροντίδος. Μεριμνοφροντισταὶ δὲ καλοῦνται οἱ σοφοί, οἱ Σωκρατικοί. καὶ Φρόντισμα, τὸ σόφισμα. ]
chi 158[ Χαιρεφῶν· Ἀθηναῖος, τῶν δήμων Σφήττιος, φιλόσοφος, Σωκράτους ἀκουστής. ]
chi 159[ Χαιρεφῶν· τῶν ἄγαν γνωρίμων ΣωκράτουςΧαιρεφῶν. οὐδὲν δὲ αὐτοῦ δοκεῖ σῴζεσθαι τῶν συγγραμμάτων. δοκεῖ γὰρ γενέσθαι πάνυ θερμὸς καὶ σφόδρα ἐχθρεῦσαι τἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφωνοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν ὁ Χαιρεφῶν Σφήττιος. ]
chi 284[ Χῆνα ὀμνύναι· ὑπὲρ τοῦ μὴ τοὺς θεοὺς ἐπὶ πᾶσιν ὀνομάζειν Ῥαδάμανθυς ἐκέλευσε κατὰ χηνὸς καὶ κριοῦ ὀμνύναι· οὐχ ὥς τινες Σωκράτης. ]
psi 152[ Ψύλλα καὶ Ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστοφάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. ]
psi 157[ Ψυχαγωγεῖ· αἰτιατικῇ. παραμυθεῖται, τέρπει· ἢ ψυχὰς ἀνάγει. Ἀριστοφάνης Ὄρνισι· πρὸς δὲ τοῖς Σκιάποσι λίμνη ἐστίν, οὗ ψυχαγωγεῖ Σωκράτης. Περὶ ψυχαγωγίας. γοητείας τινὰς ποιοῦσιν ἐς τοὺς νεκρούς· ἐπὰν γὰρ ἐς τὰ χωρία ἀφίκωνται ὅθεν ἄγειν ἔστι τὰς ψυχάς, ἃς ποθοῦσιν οἱ δεόμενοι, ἀφικνοῦνται ἔνθα τεθνᾶσιν οἱ ψυχαγωγούμενοι· καὶ οὐχ εὑρίσκουσι παραχρῆμα τὸν χῶρον, ἀλλὰ ἀνιχνεύουσι τὸν τρόπον τοῦτον. πρόβατον μέλαν παραλαβόντες, εἶτα τοῦ κέρατος τοῦ ἑτέρου λαβόμενοι ἢ τῶν ποδῶν τῶν προσθίων καὶ ἐπὶ τοῖς ποσὶ τοῖς ἄλλοις στήσαντες περιάγουσι· τὸ δὲ ἕπεται τῇ ἕλξει, καὶ μάλα εὐπειθῶς. ὅταν δὲ ἀφίκηται ἔνθα ἐκεῖνος ἢ ἐκείνη κατηνέχθη, ἐνταῦθα τὸ πρόβατον ἑαυτὸ ἔρριψε· καὶ τούτου γενομένου, εἶτα τὸ πρόβατον ἐκποδὼν ποιήσαντες καὶ κατακρύψαντες σὺν καί τισι ποικίλαις ἱερουργίαις καὶ ἐπῳδαῖς περιηγοῦνται καὶ περιέρχονται αὐτὰ καὶ ἀκούουσι λεγόντων καὶ τὰς αἰτίας, δι’ ἃς μηνίουσι, πυνθάνονται. ἐψυχαγώγησε δὲ καὶ Ἀντωνῖνος ὁ Ῥωμαίων βασιλεὺς περὶ Κομόδου τοῦ πατρὸς αὐτοῦ. φησὶ Πολύβιος, οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις. ἀντὶ τοῦ παραμυθούμενοι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License