Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Damascius (Damascius) - urn:cts:greekLit:tlg4066

Place of birth (Wikidata Statement)

Damascus (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg4066.suda001
urn:cts:greekLit:tlg4066.suda002
urn:cts:greekLit:tlg4066.suda003

alpha 114[ Ἀγαθοεργία. Δαμάσκιος· ὡς δὲ ἑνὶ λόγῳ τὸ πᾶν συλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόρας ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο σαφῶς ἐπὶ τῶν ἔργων αὐτὸς ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐς πάντας ἐπεκτεινομένην εὐεργεσίαν, μάλιστα μὲν τὴν ἀναγωγὴν τῶν ψυχῶν ἀπὸ τῆς κάτω βριθούσης παντοίας κακίας· ἔπειτα καὶ τὴν σωτήριον τῶν σωμάτων ἐκ τῆς ἀδίκου ἢ ἀνοσίου ταλαιπωρίας· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅση δύναμις. ]
alpha 309[ Ἀγοραῖοι: προπερισπωμένως· οἱ ἐν ἀγορῇ ἀναστρεφόμενοι ἄνθρωποι. Δαμάσκιος· ὁ δὲ παρίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. προπαροξυτόνως δὲ Ἀγόραιος, ἡ ἡμέρα ἐν ᾖ ἡ ἀγορὰ τελεῖται. ]
alpha 403[ Ἀγχίνοια: σύνεσις. ἢ ἕξις εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα. ἢ εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ. καὶ Ἀγχίνουν· Δαμάσκιος· ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύσεως δύναμιν ἐπὶ πολλὰ δι’ ὀλίγου φέρεσθαι δυναμένην ἑτοιμοτάτην συνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. περὶ Ἰσιδώρου ὁ λόγος. ]
alpha 405[ Ἀγχίσποροι: ἐγγὺς γένους. Δαμάσκιος· ἀλλὰ ῥώμῃ γενναίας φύσεως καὶ θεῶν ἀγχισπόρου. ]
alpha 764[ Ἄθρυπτος: ἀνδρώδης, μὴ βλακεύουσα, μηδὲ μαλακιζομένη, μηδὲ χαυνουμένη. Δαμάσκιος· τὴν δὲ τροφὴν ἐκληρώσαντο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουργοῦσαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικὴν καὶ τὸν Δώριον τρόπον ὡς ἀληθῶς ἡρμοσμένην. ]
alpha 773[ Ἀθύτους: ἄνευ θυσιῶν. καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους γάμους ἐκεῖνος, ἐφ’ οἷς οἶδα καὶ τὸν θεὸν σείσαντα, καὶ διοσημίας ἄλλας κατενόησα ὢν ὑφ’ ἡλίῳ ἔτι καὶ τυραννῶν. ἐδεῖτο μὲν οἱ τὸ σῶμα κρεοφαγίας, ἀθύτου δὲ οὐκ ἠνέσχετο μεταλαβεῖν. Δαμάσκιός φησιν. ]
alpha 834[ Ἀκέραιον συνειδός: τὸ καθαρὸν καὶ εἰλικρινές. Δαμάσκιος φησίν· οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου συνειδότος ἀντάξιον. δεῖ δὲ τὸν εὐσχήμονα τρόπον συνδιαιτᾶσθαι τοῖς πέλας· εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροσθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονος ποιεῖσθαι τῆς ἀληθεῖας, μήτε κίνδυνον ἀγῶνος ἐπιφερομένου μήτε ὄκνῳ ἀποστρεφόμενον ἔργον ἐπίπονον, μηδὲ κέρδος ἐπαίνου ἀδίκου, μηδὲ συνήθειαν φιλίας, μηδὲ συγγενείας τινὸς ἀνάγκην. ]
alpha 994[ Ἀκροατὴς καὶ Ἀκροᾶσθαι: ὁ μαθητὴς καὶ τὸ μανθάνειν. Δαμάσκιος· ὁ δὲ ἠκροᾶτο λόγων γεγηρακότων καὶ σοφίᾳ τινὶ κεκραμένων. καὶ Ἀκροαμάτων, τουτέστιν ἀκουσμάτων. καὶ διαμένει καὶ νῦν παῤ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα, ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς ἢ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ]
alpha 1015[ Ἀκρόπολις· Δαμάσκιος· τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ’ ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πολεμίων, ἐν οἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος. ]
alpha 1588[ Ἀμήχανον: ὑπὲρ λόγον. ἢ ἀνεπιχείρητον, ἀδύνατον. τοῖς δὲ Ῥωμαίοις ἀμήχανος ἡ χαρὰ παρέστη πρὸς τὸ πάθος. καὶ Ἁμήχανος, πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι. οὐκ αὐτὸς μὴ δυνάμενος μενος μηχανήσασθαι. Δαμάσκιος· πόθῳ τε ἀμηχάνῳ τῆς περὶ τὸ θεῖον βακχείας, οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆς ἀληθείας εὕρεσιν. ]
alpha 2532[ Ἄνθρωπος: τὸ προσηγορικόν. καὶ Ἄνθρωπος, ἴδιον ὄνομα τοῦ ὀλυμπιονίκου πύκτου, οὐ ἐν Ἠθικοῖς Ἀριστοτέλης μνημονεύει. ἀλλ’ ἔγωγε, ἔφην, ταύτης μόνης ἐπιδεῖσθαι νομίζω τῆς μαντικῆς τοὺς ἀνθρώπους εἶναι βουλομένους καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐς προνομὰς ἀπεράντους. οὕτω φησὶ Δαμάσκιος ὁ φιλόσοφος. ]
alpha 3142[ Ἀπῆγεν: ἐκώλυεν, ἀπέτρεπεν. Δαμάσκιος· ὁ δὲ Σαλούστιος ἀπῆγε τοὺς νέους τῆς φιλοσοφίας, δυοῖν τὰ ἕτερα πεπονθώς, ἡ πρὸσκρούσων τοῖς καθηγουμένοις, ἔχθρᾳ τῇ πρὸς ἐκείνους ἐπιβουλεύων ταῖς φιλοσόφοις διατριβαῖς, ἢ τὸ μέγεθος τοῦ ἐπιτηδεύματος ἐκλογιζόμενος, οἴεσθαι πάντας ἀνθρώπους ἀναξίους εἶναι αὐτοῦ. ]
alpha 3477[ Ἀπόπειρα: δοκιμασία. Δαμάσκιος· τῷ γὰρ ὄντι συνέβαινε τοὺς τῷ ὄντι φιλοσοφίας ἐρῶντας τῶν νέων ὥσπερ ἐν πυρὶ χρυσὸν δοκιμάζεσθαι. εἰ δὲ μὴ ὡμολόγει τὴν ἀπόπειραν, αὐτὸ τοῦτο μάλιστα δι’ ἣν ἡ ἀπόπειρα, σπουδή τις εἶναι προσποιουμένη καὶ ἐλλοχῶσα τὰς νεοπρεπεῖς ἀττούσας κινήσεις. ἐμὲ γοῦν διεκώλυεν ὡς χαλεπωτάτου ὄντος τοῦ πράγματος. καὶ Ἀποπειρῶμαι· γενικῇ. ]
alpha 4304[ Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. ]
alpha 4587[ Ἀφέλεια. καὶ Δαμάσκιός φησιν, ὡς Ἰσίδωρος πρὸς τῇ ἀφελείᾳ καὶ ἀψεύδειαν ἠγάπα διαφερόντως καὶ ἀπεδέχετο ὥστε καὶ εὐθύγλωττος εἶναι πέρα τοῦ δέοντος, καὶ οὐδ’ ὁτιοῦν ἔχειν ἐν ἑαυτῷ προσποιούμενον. ]
beta 316[ Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάσκιος· καὶ παροξύνων τῷ λόγῳ τούς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην. καὶ Ξενοφῶν· εἶ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ βακτηρίᾳ. ]
beta 490[ Βωμολόχος: ὁ κακοῦργος, ἀσεβής. παρὰ τούς λοχῶντας τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα, ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. καὶ B ωμολόχοις ἔπεσι, τοῖς πρὸς χάριν καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τούς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλιπάρουν κολακεύοντες λαβεῖν τι τῶν θυόντων. Ἀγαθίας· οὐ γὰρ σύνηθες, ὁ Ναρσῆς, ἔμοιγε, ἔφη, βωμολοχίαις τε καὶ γλισχραῖς ἐλπίσινἐγκαλλωπίζεσθαι. καὶ περὶ Ἰσιδώρου Δαμάσκιος· ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω. ]
gamma 107[ Γελασείω: ἐπιθυμητικῶς ἔχω τοῦ γελᾶν. Δαμάσκιος· νῦν δὲ καὶ τῷ μὴ πάνυ γελασείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδος. ]
gamma 453[ Γρηγόριος, ἀδελφὸς Ἑρμείου τοῦ φιλοσόφου· ὃς ἅπαν τοὐναντίον ἦν τῷ Ἑρμείᾳ, ὀξύτατος μὲν εἰς ὑπερβολὴν καὶ εὐκίνητος ἐπί τε τὰς ζητήσεις καὶ τὰς μαθήσεις, ἄλλως δὲ οὐχ ἡσύχιος οὐδὲ γαλήνην ἐν τοῖς ἤθεσι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκός. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰς Ἀλεξάνδρειαν, ὕστερον ὁ Γρηγόριος ἑάλω τῇ νόσῳ ἐπὶ τὸ πλέον, ὥστε δύσχρηστον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέσθαι τὸ ὄργανον. οὕτω φησὶ Δαμάσκιος εἰς τὴν φιλόσοφον ἱστορίαν. ]
delta 39[ Δαμάσκιος, Στωϊκὸς φιλόσοφος, Σύρος, Σιμπλικίου καὶ Εὐλαλίου τῶν φρυγῶν ὁμιλητής· ἤκμαζεν ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. γέγραπται αὐτῷ ὑπομνήματα εἰς Πλάτωνα [+] καὶ Περὶ ἀρχῶν καὶ Φιλόσοφος ἱστορία. ]
delta 1233[ Διωλύγιον· μέγα. καὶ παροιμία· Διωλύγιον κακόν, ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ ἐπὶ πολὺ διῆκον. οὕτως δνοπαλίζεις διωλύγιος φλυαρία. Πλάτων. καὶ Δαμάσκιος· ταῦτα οὐ διωλύγιος φλυαρία δόξειεν ἂν εἶναι, καὶ δικαίως οὐ κατὰ γραῶν ὕθλον λεγόμενον, ἀλλὰ πέρα τοῦ μεγίστου φληνάφου; ]
delta 1355[ Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ( καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ) , ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. ]
delta 1476[ Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὥς φησι Δαμάσκιος εἰς τὴν Φιλόσοφον ἱστορίαν, δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον, πορρωτέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλοσόφους ἐλπίδας. ]
delta 1572[ Δύναμις· καὶ ἡ ἰσχύς. Δαμάσκιος περὶ Ἰσιδώρου· ὁ δὲ ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχε. ]
alphaiota 89[ Αἰδοῖος· ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. ]
epsilon 1088[ Ἐναγεῖς· βεβήλους, ἀποτροπαίους. Δαμάσκιος· τοὺς δὲ παντάπασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους, οὐδέν τε αὐτὸν ἐδυσώπει προσδέχεσθαι σφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτος ἐξαίσιος, οὐ περιφάνεια πολιτείας, οὐ δυναστεία ἄμαχος, οὐ κακοήθεια τυραννική τις. ]
epsilon 1181[ Ἐνδόμυχος· σκοτεινός, ἀπόκρυφος. Δαμάσκιος· οὕτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι. ]
epsilon 2043[ Ἐπ’ ἐλάχιστον· ἐπ’ ὀλίγον, πρὸς βραχύ. Δαμάσκιος· εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς τὰ ποιητικὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. ]
epsilon 2693[ Ἐπιτίθησιν· ἀποπέμπει. Δαμάσκιος· καὶ δὴ γραψάμενος ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν. ]
epsilon 2744[ Ἐπιφάνιος καὶ Εὐπρέπιος ἐγενέσθην Ἀλεξανδρεῖς τὸ γένος ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦσι τελετῶν νομιζομένων δαημονέστατοι, τῶν μὲν Περσικῶν καλουμένων ὁ Εὐπρέπιος ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄσιριν ὁ Ἐπιφάνιος. οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ Αἰῶνος ὑμνουμένου θεοῖ· ὃν ἔχων εἰπεῖν ὅστις ἐστίν, ὅμως οὐ γράφω κατά γε τὴν παροῦσαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιος ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν. οὗτοι μέντοι οἱ ἄνδρες οὐκ ἐγένοντο μὲν ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας, τοῖς δὲ γενομένοις ἐπιβεβήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες, ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγμάτων πολύφωνοι κήρυκες. Δαμάσκιος. ]
epsilon 3031[ Ἑρμαῖον· εὕρημα. ἐπειδὴ λίθων σωροὺς ἀφιέρουν τῷ Ἑρμῇ ἐν ταῖς ὁδοῖς ταῖς ἀδήλοις. Δαμάσκιος· καὶ ἐδόκει ἑρμαίῳ ἐντετυχηκέναι ἐμοὶ περιτυχών. ]
epsilon 3035[ Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκάλων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής. ]
epsilon 3071[ Ἔρως· τὸ πρῶτον στοιχεῖον καὶ μέγιστον τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, καὶ φιλοπονία καὶ ἀρχίνοια. οὗτος δέ ἐστιν ὁ τῶν ἁπάντων τῶν καλῶν καὶ προσέτι ἀγαθῶν δεινότατος ἰχνευτής. ζήτει τὰ λοιπὰ κατὰ στοιχεῖον· τουτέστιν ἀγχίνοιαν καὶ φιλοπονίαν· ἃ δὴ καλεῖ Δαμάσκιος στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας. ζήτει περὶ ἔρωτος ἐν τῷ Διογένης. ]
epsilon 3586[ Εὐμοιρία· εὐκληρία. καὶ Εὐμοιρότερον, εὐτυχέστερον. οἱ δὲ τοὺς ἀχρείους σφῶν ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι ἐξέβαλον εἰς τὸ μεσοτείχιον, καὶ ἐκτείνοντο εὐμοιρότερον ὑπὸ τῶν πολεμίων. εἰς θέαν καὶ νόησιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς, εὐμοιρίαν. Δαμάσκιος. ]
epsiloniota 45[ Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. ]
eta 383[ Ἠνείχοντο· ἐβούλοντο, ἤθελον. Δαμάσκιος· οὔτε ἐπεγγελᾶν ἠνείχοντο τοῖς εἰρημένοις. ]
iota 122[ Ἰδιώτης· ὁ ἀγράμματος. Δαμάσκιος περὶ Ἰσιδώρου φησί· πάντων τῶν καθ’ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλ’ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν. καὶ Ἰδιωτεία. ]
iota 770[ Ἰφικρατίδες· εἶδος ὑποδήματος, ἀπὸ Ἰφικράτους. Δαμάσκιος ἐν Φιλοσόφῳ ἱστορίᾳ· εἴποτε δὲ τὰς Ἀττικὰς Ἰφικρατίδας ἢ τὰ συνήθη σάνδαλα περιδεδεμένος περιενόστει. ]
theta 526[ Θοίνη· τροφή, εὐωχία, κατάβρωμα. ὡς ἐπὶ θοίναν χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγγος. Δαμάσκιος· τοὺς πλουσίους οὐκ ἐν θοίνῃ ποιούμενος, οὐδὲ τὰ τούτων δῶρα προσιέμενος. ]
kappa 409[ Κάρρων· Δωριστὶ ὁ κρείττων. καὶ Καρρόθεν, ἀπὸ τοῦ κρείττονος. Δαμάσκιος γὰρ λέγει περὶ Ἰσιδώρου· ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν, ἐγὼ δὲ καρρόθεν ἐνθάδε ἀφικόμην. ]
omicron 688[ Ὅσιον χωρίον· τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰς ὃ ἔξεστιν εἰσιέναι. Ἀριστοφάνης Λυσιστράτῃ· ὦ πότνι’ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον. καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ Διονύσιον. καὶ Δαμάσκιος· ( Ὄσιρις, Διόνυσος. ) οὐχ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον. ἐπεὶ δ’ ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίας ἐτράπετο. ]
omega 258[ Ὦτα κατεαγότα· ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Δαμάσκιός φησι, διὰ τὸ τινὰς ἐκφερομυθεῖν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. ]
pi 658[ Παρίστασθαι· δοτικῇ. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος προσέταξε τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι. καὶ αὖθις Δαμάσκιός φησιν· οὐ γὰρ προσίετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. ]
pi 1621[ Πίνος. ὁ δὲ ἦν καὶ λέγειν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. φησὶ Δαμάσκιος. ]
pi 1679[ Πλαδαρόν· χαῦνον, ὑγρόν. πλάδας γὰρ καὶ πλαδώσεις. καὶ Πλαδαρώματα. καὶ Πλαδῶσιν, ὑγροῖς, χαύνοις, ἀσθενέσιν. οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου. τουτέστιν ὑγροῦ καὶ ἀσθενοῦς ὄντος. οὕτω φησὶ Δαμάσκιος. καὶ αὖθις Πολύβιος· τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ πλαδαρὸν εἶναι. καὶ Πλαδόωσαν. ]
pi 2251[ Πρέσβεις· ὅτι οὗτοι ἦσαν οἱ φιλόσοφοι οἱ ἐς Περσίδα διαπρεσβευσάμενοι σὺν Ἀρεοβίνδῳ· ΔαμάσκιοςΣύρος, ΣιμπλίκιοςΚίλιξ Εὐλάλιος τε ὁ Φρύξ, ΠρισκιανὸςΛυδός, Ἑρμείας τε καὶ Διογένης οἱ ἐκ Φοινίκης, ἸσίδωροςΓαζαῖος. οὗτοι πάντες οἴκαδε ἀπενόστησαν, χαίρειν εἰπόντες τῇ τοῦ βαρβάρου φιλοξενίᾳ· καὶ ἀπώναντο δὲ ὅμως τῆς ἐκδημίας οὐκ ἐν βραχεῖ τινι καὶ ἠμελημένῳ, ἀλλ’ ὅθεν αὐτοῖς ὁ ἐφεξῆς βίος ἐς τὸ θυμῆρές τε καὶ ἥδιστον ἀπετελεύτησεν. ὡς γὰρ οἱ Ῥωμαῖοι καὶ Πέρσαι σπονδὰς ἔθεντο καὶ συνθήκας, μέρος ὑπῆρχε τῶν κατ’ αὐτὰς ἀναγραμμένων τὸ δεῖν ἐκείνους τοὺς ἄνδρας ἐς τὰ σφέτερα ἤθη κατιόντας βιοτεύειν ἀδεῶς τολοιπὸν ἐφ’ ἑαυτοῖς, οὐδὲν ὁτιοῦν πέρα τῶν δοκούντων φρονεῖν ἢ μεταβάλλειν τὴν πατρῴαν δόξαν ἀναγκαζομένους. ]
pi 2642[ Προσεποιήθη· ὁ δὲ ὠργίζετο μὲν ἀθετηθείς, οὐ μὴν προσεποιήθη κατὰ τὸ παρόν. ἀντὶ τοῦ ἐφανέρωσεν, ἐνεδείξατο. Δαμάσκιος· ᾐσθάνετο μὲν οὖν ἡμῶν ταύτῃ πη διακειμένων, οὐ μέντοι προσεποιήθη τὸν νοῦν προσέχειν. καὶ αὖθις· ὁ δὲ πολλάκις ἀκούων οὐ προσεποιεῖτο. ]
pi 2836[ Πρόσοιτο· προσδέξαιτο, ἐπισπάσοιτο. οὐδὲ γὰρ πρόσοιτο ἀναβάτην ἡ κάμηλος οὐδένα ὑπ’ αὐθαδείας καὶ ἀσυνηθείας. καὶ αὖθις Δαμάσκιος· ἦν δὲ ἱκανὸς ἰδεῖν ὅπη τε σαθρὸν φθέγγεται ὁ λόγος, καὶ ὅπη ὑγιές, ἵνα τὸ μὲν πρόσοιτο, τὸ δὲ ἐξελέγξειε. καὶ αὖθις· εἰ μετάνοιαν ἁμαρτωλοῦ πρόσοιτο. ]
pi 3202[ Πυργοῦται· ὑψοῦται. Δαμάσκιος· τοῖς ἐπὶ μήκιστον εὖ μάλα πυργώσασι τὴν φιλοσοφίαν, τοῖς περὶ Πυθαγόραν, Πλάτωνα· τοῖς δὲ νεωστὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ. ]
rho 151[ Ῥητορικὴ γραφή· ἣν ἠγωνίζοντο οἱ ῥήτορες. οὐ γὰρ πάσας ἠγωνίζοντο τὰς δίκας τῶν παλαιῶν οἱ ῥήτορες, ἀλλ’ ἐνίας. ἄλλοι δὲ ῥητορικὴν γραφὴν εἶναι λέγουσι τὴν κατὰ ῥήτορας γινομένην, γράψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον· ὥσπερ λέγεται πρυτανικὴ γραφὴ ἡ κατὰ πρυτάνεως, καὶ ἐπιστατικὴ ἡ κατὰ ἐπιστάτου. Ῥητορικὴ δὲ ἐστὶν ἐπιστήμη δικαίων. ἴδιον δὲ ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μέν, πιθανὴν δὲ τῶν πραγμάτων ἐπεισφέρειν αἰτίαν. Δαμάσκιός φησι περὶ Ἰσιδώρου· οὐδὲ τῇ ῥητορικῇ προσέσχε τὸν νοῦν, ὅ τι καὶ λόγου ἄξιον, τὸ σοβαρὸν αὐτῆς καὶ ἀλαζονικὸν εὐλαβηθεὶς καὶ μισήσας. Ῥητορικὴ γραφὴ ἔοικε καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντος εἰπόντος ἢ πράξαντος παράνομον· ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ τῶν ῥητόρων γραφαὶ εἰσάγονται. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς· καὶ ζήτει ἐν τῷ διεξοδικούς. ]
rho 287[ Ῥυθμίζει· αἰτιατικῇ. διατυποῖ, κανονίζει, εὐθύνει. Δαμάσκιος· ἀλλ’ ὅσα ἔγραψε, τὸ μὲν ὑψηλόνουν τε καὶ τελεσιουργὸν εἶχον, τοῖς δὲ ἔπεσιν οὐ πάνυ ἦν συνηρμοσμένα· ἀλλὰ τούτων ὅσον ἄμετρον ἀπέβαινε, καὶ ἄλλως οὐ κατὰ τὸν πρεπώδη ῥυθμόν, ἐμοὶ ἐπανορθοῦσθαι ἐπέτρεπε. ]
sigma 62[ Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν. ]
sigma 180[ Σεβηριανός· φησὶ Δαμάσκιος. ἀπὸ Δαμασκοῦ, τῶν εἰς τὰ πρῶτα γένους ἀνηκόντων, Αὐξεντίου τοῦ Καλλινίκου υἱός, εἰς Ῥωμαίους ἀναγόμενος προγόνους, ἐπῳκηκότας πατρίδα τὴν Ἀλεξάνδρειαν, παιδείας τε τυχὼν πρὸς τῇ ὀξύτητι τῆς φύσεως, ποιητικῆς τε καὶ ῥητορικῆς, ἔτι δὲ καὶ τῆς περὶ νόμους τοὺς Ῥωμαίων διατριβούσης, διαφέρων ἔδοξεν εἶναι τῶν ἡλικιωτῶν. στερρὸς δὲ τὸ ἦθος ὤν, καὶ ἅπερ ἂν διανοηθείη, ταῦτα πράττειν ἐσπουδακὼς ἔφθανε τῷ πρακτικῷ τὸ βουλευτικόν. καὶ διὰ τοῦτο ὁ βίος αὐτῷ πολλαχῇ διεσφάλη. προὐθυμήθη μὲν γὰρ ἐξ ἀρχῆς ἐπὶ φιλοσοφίαν τραπῆναι καὶ τῷ Πρόκλῳ φέρων ἑαυτὸν ἐπιδοῦναι· ἤκμαζε δὲ τότε καὶ ἤνθει ὁ Πρόκλος Ἀθήνησιν. ἐγένετο δὲ αὐτῷ ὁ πατὴρ ἐμποδών· ἠβούλετο γὰρ αὐτὸν δίκας λέγειν καὶ χρηματίζεσθαι τὸν ἐπιμίσθιον τοῦτον χρηματισμόν. ὁ μὲν δὴ πατὴρ αὐτῷ ὡς τάχιστα τελευτᾷ τὸν βίον, αὐτὸς δὲ ἐπὶ τὰς Ἀθήνας ὁρμήσας ὄνειρον ἐθεάσατο τοιόνδε· ἐδόκει ἐπὶ ῥάχει τινὸς ὄρους ἐπικαθῆσθαι ὥσπερ ὀχήματι καὶ οἷον ἐλαύνειν τὸ ὄρος. ἐξῆγε δὲ αὐτὸν ἄρα ἡ εἱμαρμένη καὶ τὸ χρεών, ἔτι δὲ τὸ αὐθαίρετον, ὅτι ἐστὶ κακόν, εἰς βίον ἄλλον, ὑψηλὸν μὲν εἶναι δοκοῦντα καὶ μεγαλοφυῆ, τραχὺν δέ τινα καὶ ἀνήνυτον· ὃ καὶ αὐτὸς ἐπέκρινε, καὶ ἡ πεῖρα τῆς ἐκβάσεως ἀποδέδειχεν· ἀντὶ γὰρ φιλοσοφίας καὶ ἀπραγμοσύνης εὐδαίμονος εἰς τὴν πολιτείαν ἑαυτὸν καὶ εἰς ἀρχὰς ἐξέωσε φέρων. φύσει δὲ ὢν φιλόνεικος καὶ ἀήττητος ἐφ’ ὅτι ἂν ὁρμήσειε, καὶ φιλόδοξος, ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος, ἀλλ’ ἐπὶ τιμίοις ἔργοις τε καὶ λόγοις καὶ τὴν ἀρετὴν εἰς τὸ ἔξω προάγουσι τῆς ψυχῆς, περὶ μὲν χρηματισμὸν οὐ διέτριβεν οὐδὲ ὁπωστιοῦν, οὐδὲ πρὸς ἀδικίαν αὐτόθεν καὶ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς ἀεὶ πρὸς τοὺς ὑπερέχοντας, καὶ οὐδενὶ τῶν μειζόνων ἀρχόντων ἀξιῶν παρὰ τὰ νομιζόμενα δίκαια εἶναι ἐξίστασθαι. δικάζων δὲ πικρότατος ἦν. καὶ εἰ δή ποτε ἐξαγόμενος ὑπὸ θυμοῦ καὶ τὸ ἀκαταφρόνητος εἶναι σπουδάζων, φόνους τε εἰργάσατό τινας οὐκ εὐαγεῖς οὐδὲ εὐτυχεῖς καὶ ἐς τούτους ἀνέφερε τὴν αἰτίαν τῆς ὕστερον ἐπιγενομένης αὐτῷ τοῦ βίου κακοπραγίας. ἐπεὶ καὶ Ἀρδαβουρίῳ προσκρούσας, ὄντι μὲν υἱεῖ τοῦ πάνυ Ἄσπερος, βαρβάρου μὲν ἀνθρώπου, τὰ μέγιστα δὲ παρὰ βασιλεῖ δυναμένου, στρατηγοῦντι δὲ τῶν ἑῴων ταγμάτων, πολλὰ μὲν ἐκείνῳ παρέσχετο πράγματα καὶ πατρὶ τῷ ἐκείνου· πλείω δὲ καὶ ἀτοπώτερα πεπονθὼς καὶ ὑβρισθεὶς οὐθὲν ἀπώνατο τῆς πολλῆς ταύτης ἐνστάσεως. ἱερώτατος δὲ εἰς ὑπερβολὴν καὶ Ἕλλην, καὶ πολλῶν μὲν ἀπειλῶν καὶ φόβων οὐκ ἐνέδωκεν ὁ ἀλιτήριος. ἐμοὶ δὲ καὶ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, τοὺς μείζους καὶ πολιτικωτέρους, οὐ τὸν τεχνικόν τε καὶ σοφιστικόν, ἀλλὰ τὸν ἔμφρονα καὶ φιλόσοφον τρόπον· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις, ἔτι δὲ κριτὴν ἄριστον ὄντα τῶν λεγομένων. τὸν δὲ ἐμοῦ νεώτερον ἀδελφὸν Ἰουλιανὸν οὕτω παρώξυνεν εἰς φιλολογίαν, ὥστε καὶ ἐκμαθόντος ἠνείχετο τά τε ποιητικὰ τῶν τε ῥητόρων τοὺς εὐδοκιμοῦντας· μισθόν τε ἐδίδου τῆς προθυμίας φιλοτιμίαν, προσήκουσαν ἑταίρῳ ἑστίασιν. τὰ μὲν οὖν τῶν ἄλλων ποιητῶν ἀπεδέχετο μετρίως, τὸν δὲ Καλλίμαχον εἰς χεῖρας λαβών, οὐκ ἔστιν ὅτι οὐ κατέσκωπτε τὸν Λίβυν ποιητήν· ἀνιώμενος δὲ ἐπὶ μᾶλλον, ἤδη πολλαχοῦ καὶ τῷ βιβλίῳ προσέπτυε. τούτῳ κατεπηγγείλατο Ζήνων βασιλεύς, εἰ γένοιτο τῶν κρατούντων, τὴν μετὰ βασιλέα μεγίστην ἀρχήν. ἀλλ’ οὐδὲ ὣς ἔπειθεν, οὐδὲ ἐμέλλησε πείσειν. καὶ ἡμῖν δὲ ὑπανέγνω τὴν ἐπαγγελλομένην ἐπιστολὴν καὶ μὴ πείθουσαν. καὶ Ἀρκαδίῳ δὲ τῷ ἀπὸ Λαρίσσης δι’ ἐπιστολῆς ἐπετίμησε. καὶ γὰρ ἐπιστέλλειν δεινὸς ἦν ὁ Σεβηριανὸς καὶ ἔμφρων, ὡς ἔστι μαθεῖν ἐντυχόντα ταῖς τοῦ ἀνδρὸς ἐπιστολαῖς. ]
sigma 599[ Σκιὰ ὀνείρων· ἐπὶ τῶν ἀδήλων πραγμάτων. Δαμάσκιος· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα συγγραφώμεθα, σκιὰν ὀνείρων, κατὰ Πίνδαρον. ]
sigma 1236[ Στοιχεῖα· ἀρχαί. Δαμάσκιος· στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, ἔρως, φιλοπονία, ἀγχίνοια. ]
sigma 1569[ Συννήσας· συσσωρεύσας. Ἡρόδοτος· συννήσας πυρὴν μεγάλην ἐσέβαλεν ἐς τὸ πῦρ. καὶ Δαμάσκιος· καὶ ἄλλους ἐν μέσῳ τοῦ χρόνου πολὺν θησαυρὸν συννήσαντας. ]
sigma 1662[ Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. ]
tau 151[ Τάττουσα· ἐν τάξει τιθεῖσα. Δαμάσκιος· ἡ δὲ ὅσα πάθη τῆς ψυχῆς τάττουσα ταῦτα καὶ διακοσμοῦσα. περὶ κοσμιότητος καὶ σωφροσύνης ὁ λόγος. ]
tau 245[ Τεκμήριον· ἀληθινὸν σημεῖον. ἢ τὸ ἄλυτον. καὶ Τεκμηριώδης ἀπόδειξις λέγεται τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ κατανοῆσαι. καὶ ἂν μὲν πάντως ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον τοῦτο λέγεται· ἂν δὴ μὴ πάντως ἕποιτο, σημεῖον ἂν λέγοιτο, τεκμήριον δὲ οὐκέτι· διότι μηδὲ ἄλυτόν ἐστιν. οἷον ὡς τὸ ὠχρά ἐστιν, ἐπειδὴ τέτοκε. καὶ αὖθις· ὅτι δὲ δαίμων ἦν ἀνθρωπόμορφος ἡ Θεοδώρα, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος, ὧν ἐς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν. ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμένων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται. καὶ αὖθίς φησι Δαμάσκιος· ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια τῶν θείων ἀφωρισμένα στοιχείων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλοπονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπόλαυσιν. ὁ δὲ κατέδεισεν, ἐπειδὴ ἔγνω τὴν ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου. ]
tau 386[ Τετράγωνος· εὐσταθής, ἑδραῖος. Δαμάσκιος· σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγμένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην· ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον. ]
phi 338[ Φιλία· Δαμάσκιός φησι· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακας ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. ]
phi 404[ Φιλοπονία. ὁμολογούμενα στοιχεῖα καὶ πρῶτα τῆς πολυθεάμονος ἱστορίας, φιλοπονία, ἀγχίνοια. Δαμάσκιός φησι περὶ Ἰσιδώρου. ]
chi 105[ Χαριεντίζεις καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύῃ. Δαμάσκιος· κινδυνεύομεν εἰς αὐτὰ ἐμπεπτωκέναι τὰ τῶν χαριέντων σκώμματα. ]
chi 486[ Χρηματισμός. πᾶσι δὲ συνετάττετο ποιήσασθαι τοὺς χρηματισμούς. τουτέστι τὰς διοικήσεις. καὶ αὖθις· ὁ δὲ τοὺς πρεσβευτὰς ἑτοίμως δεξάμενος ἐχρημάτιζε τούτοις. ἀντὶ τοῦ ἐκοινολογεῖτο, λόγους ἐδίδου. καὶ αὖθις· ἐν χρηματισμῷ δικαίῳ δὲ καταστάς. ὅτι φησὶ Δαμάσκιος, τὸν χρηματισμόν( τουτέστι τὴν τῶν χρημάτων συλλογήν) μηδὲν φανεῖσθαι τοῖς ἐν ᾅδου πρὸς βοήθειαν, οὐδὲ τὴν τρυφήν, οὐδὲ τὰς πολυαράτους ταύτας τιμάς, ὧν οὐδὲν προτιμῶσιν οἱ πολιτικοὶ καὶ σφόδρα ὑπὸ τῶν πολλῶν μακαριζόμενοι ὡς εὐδαίμονες, ὄντες γε τῇ ἀληθείᾳ κακοδαίμονες. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License