Antiphon of Rhamnus) - urn:cts:greekLit:tlg0028Rhamnous (Wikidata) (Pleiades)
Athens (Wikidata)
Rhamnous (Wikidata) (Pleiades)
politician (Wikidata)
orator (Wikidata)
urn:cts:greekLit:tlg0028.suda001
urn:cts:greekLit:tlg0028.suda002
urn:cts:greekLit:tlg0028.suda002 -
Atthis
urn:cts:greekLit:tlg0028.suda003
urn:cts:greekLit:tlg0028.suda004
urn:cts:greekLit:tlg0028.suda005 -
Defence Against an Indictment Brought by Demosthenes
urn:cts:greekLit:tlg0028.suda006
urn:cts:greekLit:tlg0028.suda007
urn:cts:greekLit:tlg0028.suda008 -
On The Revolution
| alpha | 618 | [ | Ἀεὶ ἔστω: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενιανὸς ἐν Ἀληθείᾳ δευτέρῳ. | ] |
| alpha | 1458 | [ | Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. | ] |
| alpha | 1677 | [ | Ἀμυνίας. ὄνομα κύριον. ἢ ὁ ἕτοιμος ἀμύνεσθαι. ἀλλ’ Ἀμυνίας ὁ Σέλλου μᾶλλον, οὐκ τῶν κρωβύλων. Ἀριστοφάνης. οὗτος, ὃν ἐγώ ποτ’ εἶδον ἀντὶ μήλου καὶ ῥοιᾶς δειπνοῦντα μετὰ Λεωγόρου. πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’· ἐκεῖ μόνος μόνοις τοῖς πενέσταισι ξυνὼν τοῖς Θετταλοῖς, αὐτὸς πενέστης ὤν ἐλάττων οὐδενός. | ] |
| alpha | 1824 | [ | Ἀναγινωσκομἐνους: ἀντὶ τοῦ ἀναπειθουμένους. οὕτως Ἀντιφῶν καὶ Ἰσαῖος καὶ Ἡρόδοτος. | ] |
| alpha | 2745 | [ | Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖος, τῶν δήμων Ῥαμνούσιος· διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς προγινώσκεται· ἀλλ’ ὅμως ἦρξε τοῦ δικανικοῦ χαρακτῆρος μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέσθαι διδάσκαλος. ἐκαλεῖτο δὲ Νέστωρ. | ] |
| alpha | 2832 | [ | Ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει. | ] |
| alpha | 2970 | [ | Ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. | ] |
| alpha | 3294 | [ | Ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντες. καὶ Ἀποδιδόμεθα· γενικῇ ἀντὶ τοῦ ἀποδίδομεν ἢ πιπράσκομεν. | ] |
| alpha | 3367 | [ | Ἀπόκριναι· δοτικῇ. ἀποκρίθητι. Δημοσθένης· ἀπόκριναι δεῦρό μοι παρελθών. Ἀποκρινεῖται δὲ λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ἃ δ’ ἀποκρινεῖται, κὰν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινούμενα δ’ οὕτω λαλεῖν. καὶ Ἀπόκρισις, ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατ’ Αἰσχίνου [+]· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών. | ] |
| alpha | 3378 | [ | Ἀπολαχεῖν: τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. | ] |
| alpha | 3581 | [ | Ἀπόταξις: τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. Ἀντιφῶν ἐν τῷ ὑπὲρ [+] τοῦ [+] Σαμοθρᾳκῶν [+] φόρου [+]. | ] |
| alpha | 3593 | [ | Ἀποτειχίζων: ἀποφράσσων. ἀποτειχίσας δὲ τὴν γαστέρο οὐδενὶ τῶν φαρμάκων ἔτι εἰμὶ ἁλώσιμος, οὐδ’ ἂν ἄδην ἐμφορῶμαι τοῦ φαρμάκου. καὶ Ἀποτειχίσαι, τὸ λαβεῖν τειχίον, καὶ ἀποτειχίσαι καὶ ἀποκλεῖσαι τῆς ἐξόδου. καὶ Ἀποτετειχισμένος, ὁ ἀπειλημμένος, ὁ ἀποκεκλεισμένος τῷ τείχει. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. καὶ Ἀποτείχισις, ἡ τῶν τειχῶν ἀφαίρεσις. | ] |
| alpha | 4012 | [ | Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. | ] |
| alpha | 4304 | [ | Αττα: δʹ σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποῖά τινα παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς [+]. ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεσβείας Δημοσθένης ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τις τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήσια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν πέπονθα ὑπὸ τούτου. καὶ αὖθις· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶσι τῇ ὄψει, πιστότερα ἡγοῦνται ἢ οἷς εἰς ἀφανὲς ἥκει ὁ ἔλεγχος τῆς ἀληθείας. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχεν. εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς αὐτὰ συμπαθείας, ἅτε οὐχ ἁπτόμενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματος ψιλοῦται. | ] |
| beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
| delta | 183 | [ | Δεκατευτάς· τοὺς τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας καὶ συλλέγοντας. οὕτως Ἀντιφῶν. καὶ Δεκατηλόγοι, οἱ αὐτοί. εἴρηται δὲ καὶ θηλυκῶς τὴν Δεκατηλόγον. | ] |
| delta | 288 | [ | Δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. | ] |
| delta | 972 | [ | Διετείνοντο· ἰδίως Ἀντιφῶν. ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. | ] |
| alphaiota | 325 | [ | Αἰσθέσθαι καὶ Αἰσθάνεσθαι διαφέρει. τὸ μὲν γὰρ αἰσθέσθαι ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τι. καὶ περὶ μὲν τοῦ αἰσθάνεσθαι Ἀντιφῶν ἐν Προοιμίοις· ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένος ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶς ᾐσθημένος ἠδικημένους καὶ τοὺς ἄλλους πολίτας. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην φησίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχιβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ εἰδέναι. Ἰσαῖος· τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντες τὰ μὲν αὐτοὶ συνειδότες, ὅτι ὑγίανεν ὁ παῖς, τῶν ἑωρακότων αἰσθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι. | ] |
| epsilon | 954 | [ | Ἐν βραχεῖ· Ἀντιφῶν. ἀντὶ τοῦ ἁπλῶς, καὶ ἐν κεφαλαίῳ. | ] |
| epsilon | 1034 | [ | Ἐμποδών· Ἀντιφῶν τοὺς ἐμπεσόντας. λέγει γάρ· τοὺς ἐμποδὼν ἐκολάσατε. ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ἐξελκύσαι· Ἀριστοφάνης. περιττὸν τὸ μή· ἤρκει γὰρ εἰπεῖν τὸ ἐμποδών. χρῶνται δὲ τῷ τοιούτῳ, ἐν ᾧ δοκεῖ περιττεύειν τὸ μή, ὡς καὶ τοιαῦτα, ἀπαγορεύω σοι μὴ εἰσιέναι. | ] |
| epsilon | 1146 | [ | Ἐν βραχεῖ· Ἀντιφῶν ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ. | ] |
| epsilon | 1916 | [ | Ἐπαγγελία καὶ Ἐπαγγεῖλαι· σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξόν, καὶ ἔστιν οἷον παραγγελία. λέγουσι δὲ τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς Ἀντιφῶν, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας. | ] |
| epsilon | 2083 | [ | Ἐπεσκήψατο· ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ ἐπέσκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης καὶ Λυσίας ἔλαβεν. καὶ Ἐπεσκήψατο, ἔβλαψεν. | ] |
| epsilon | 3026 | [ | Ἑρμᾶν· ὕφαλος πέτρα. Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. | ] |
| epsilon | 3520 | [ | Εὐθυωρόν· ἀντὶ τοῦ κατ’ εὐθεῖαν. οὕτως Ἀντιφῶν καὶ Ξενοφῶν. Εὐθυωρόν, αὐτῇ τῇ ὥρᾳ. τὸ δὲ βέλος ἀνεῳγμένον προφθάσαν τὸ στόμα, ἐκεῖσε ἐμπεσὸν κατέπαυσε τὴν πτῆσιν. καὶ δὴ ὁ Κὼχ εὐθυωρὸν ἀπεβίω. | ] |
| epsilon | 3620 | [ | Εὐόφθαλμον· τὸ εὔοπτον. καὶ Εὐοφθάλμως, Ἀντιφῶν ἀντὶ τοῦ εὐπρεπῶς. | ] |
| iota | 264 | [ | Ἱκετεία, ἡ ἱκεσία. Ἱκετεία δὲ ἱκετηρίας διαφέρει. ἱκετεία μέν ἐστιν ἣν ποιεῖταί τις διὰ τῶν λόγων, ὅταν δέηται συγγνώμης τυχεῖν ἢ ἐλέους. Ἀντιφῶν· περὶ τοῦ μὴ ἐλεεῖν ὑμᾶς ἐμὲ ἐδεήθη δείσας, μὴ ἐγὼ δάκρυσι καὶ ἱκετείαις πειρῶμαι ὑμᾶς ἀναπείθειν. ἱκετηρία δέ ἐστιν, ἣν οἱ δεόμενοι κατατίθενταί που ἢ μετὰ χεῖρας ἔχουσιν. | ] |
| theta | 414 | [ | Θουκυδίδης, Ὀλώρου, Ἀθηναῖος, παῖδα δὲ ἔσχε Τιμόθεον. ἦν δὲ ἀπὸ μὲν πατρὸς Μιλτιάδου τοῦ στρατηγοῦ τὸ γένος ἕλκων, ἀπὸ δὲ μητρὸς Ὀλώρου τοῦ Θρᾳκῶν βασιλέως· μαθητὴς Ἀντιφῶντος. ἤκμαζε κατὰ τὴν πζʹ Ὀλυμπιάδα· ἔγραψε δὲ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. οὗτος ἤκουσεν ἔτι παῖς τυγχάνων Ἡροδότου ἐπὶ τῆς Ὀλυμπίας τὰς ἱστορίας διερχομένου, ἃς συνεγράψατο, καὶ κινηθεὶς ὑπό τινος ἐνθουσιασμοῦ πλήρης δακρύων ἐγένετο. καὶ ὁ Ἡρόδοτος κατανοήσας τὴν αὐτοῦ φύσιν πρὸς τὸν πατέρα Θουκυδίδου Ὄλωρον ἔφη· μακαρίζω σε τῆς εὐτεκνίας, Ὄλωρε· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. καὶ οὐκ ἐψεύσθη γε τῆς ἀποφάσεως. οὗτος ὁ Θουκυδίδης ἀνὴρ ἦν πολὺς ταῖς τέχναις, κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίαις καὶ συμβουλίαις καὶ πανηγυρικαῖς ὑποθέσεσιν. ὁ συγγραφεὺς οὗτος μεταβαίνει ἀπὸ τῶν θηλυκῶν εἰς οὐδέτερον· οἷον, τρέπονται εἰς Μακεδονίαν, ἐφ ' ὅπερ καὶ πρότερον. καὶ Θουκυδίδειος γραφή. | ] |
| kappa | 607 | [ | Καταλαβεῖν· εἴρηται καὶ ἐπὶ τάχους ποδῶν τὸ καταλαβεῖν, ὅταν λέγωμεν, ὁ δὲ τὸν φεύγοντα διώξας κατέλαβεν. οἱ δὲ ῥήτορες καὶ ἐπὶ τοῦ κολάζειν. Ἀντιφῶν· μὴ ἀναίτιον καταλαβόντες τὸν αἴτιον. | ] |
| kappa | 1296 | [ | Κελέοντες· κυρίως μὲν κελέοντες καλοῦνται οἱ ἰνόποδες· Ἀντιφῶν δὲ ἐν τῇ πρὸς τὸν Δημοσθένην γραφῇ τὰ ὀρθὰ ξύλα οὕτως ὠνόμασεν. | ] |
| mu | 1310 | [ | Μοχθηρός· καὶ μόχθηρος προπαροξυτόνως. ἐπίπονος, ἢ πονηρός. παρὰ ῥήτορσιν ὁ κακὸς ὑπείληπται. καὶ Μοχθηρία ἐπὶ τῆς κακίας τέτακται. οὕτως Δείναρχος. Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τῷ μὲν μοχθηρῷ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῇ ἀλλ’ ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου παιδὸς τὸν μοχθηρὸν ἔταξε. καὶ φησὶν οὕτως ἐν προοιμίοις καὶ ἐπιλόγοις· κἀ γὼ μὲν ὁ μοχθηρός, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς κατάγελως. | ] |
| mu | 1353 | [ | Μοιροδοκῆσαι· ἀντὶ τοῦ μέρους μεταλαβεῖν. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ. | ] |
| omicron | 116 | [ | Ὀκνῶ· φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππικῶν [+] αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. | ] |
| pi | 803 | [ | Πατρῴων· πατρῷα λέγουσιν οἱ ῥήτορες, ὅταν αὐτοῖς ὁ λόγος ᾖ περὶ χρημάτων ἢ τόπων. Ἰσαῖος· ἀποφαίνω γὰρ ὑμῖν, ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο, οὐδ’ ἐγένετο πώποτε, ἀλλ’ ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα. πάτρια δὲ λέγουσι τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυστήρια καὶ τὰς ἑορτάς. Ἀντιφῶν· τοῦτο δὲ τοὺς νόμους εἰδὼς πατρίους καὶ παλαιοὺς ὄντας ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ προσώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείς, διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| pi | 2844 | [ | Προσφορά· πρόσοδος. Ἀντιφῶν. | ] |
| rho | 32 | [ | Ῥάμνος· ἐπὶ τῶν σοφῶν καὶ ἐλλογίμων. Ῥάμνος γὰρ δῆμος Ἀττικῆς, ἐν ᾗ καὶ Ἀντιφῶν ἤκμασε κατὰ ῥητορικήν· ὃν πολλοὶ μιμήσασθαι. θέλοντες παροιμίαν ἔλιπον τῷ βίῳ, ὥστε τοὺς καλοὺς Ῥάμνους καλεῖν. | ] |
| sigma | 79 | [ | Σαμοθρᾴκη· νῆσος· κεῖται δὲ καταντικρὺ τῆς Θρᾴκης. φασὶ δὲ Σαμίους οἰκίσαντας αὐτὴν τὸ ὄνομα θέσθαι τοῦτο· καὶ ἔστι παρὰ Ἀντιφῶντι ἐν τῷ Σαμοθρᾳκικῷ [+] λόγῳ οὕτως εἰρημένον· καὶ γὰρ οἱ τὴν ἀρχὴν οἰκίσαντες τὴν νῆσον ἦσαν Σάμιοι· ἐξ ὧν ἡμεῖς ἐγενόμεθα. κατῳκίσθησαν δὲ ἀνάγκῃ, οὐκ ἐπιθυμίᾳ τῆς νήσου· ἐξέπεσον γὰρ ὑπὸ τυράννων ἐκ Σάμου καὶ τύχῃ ἐχρήσαντο ταύτῃ· λείαν λαβόντες ἀπὸ τῆς Θρᾴκης ἀφικνοῦνται εἰς τὴν νῆσον. ἀλλ’ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλόν· ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε. ἐν Σαμοθρᾴκῃ ἦσαν τελεταί τινες, ἃς ἐδόκουν τελεῖσθαι πρὸς ἀλεξιφάρμακα κινδύνων τινῶν. ἦν δὲ ἐκεῖσε καὶ τὰ τῶν Κορυβάντων μυστήρια καὶ τὰ τῆς Ἑκάτης καὶ τὸ Ζήρινθον ἄντρον, ᾗ κύνας ἔθυον. ἐν κινδύνοις οὖν γενόμενοι ἐπεκαλοῦντο τοὺς δαίμονας ἐπιφανῆναι καὶ ἀλεξῆσαι. ἐδόκουν δὲ οἱ μεμυημένοι ταῦτα ἐκ τῶν δεινῶν σῴζεσθαι καὶ ἐκ χειμώνων. ἀποστραφῆναι δὲ ἀντὶ τοῦ διακλασθῆναι, τοῦ μετιόντος τὸν δοίδυκα· ἢ ἐναντίαν αὐτῷ τὴν εἰς τὸ δεύτερον γενέσθαι ὁδόν, ὥστε μηκέτι αὐτὸν ὑποστρέψαι. | ] |
| sigma | 1006 | [ | Στάσις· ὁ ἐμφύλιος, πόλεμος δὲ ὁ τῶν ἀλλοτρίων. στασιώτου ἑκάτερος προαιροῦνται. Στασιῶται δὲ οἱ στάσεις ἐγείροντες. καὶ Στασιώτης· Ἀντιφῶν ἐν τῷ Περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὁ στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. ἔοικεν ἰδίως νῦν ὁ ῥήτωρ ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι. ἐν γοῦν τοῖς ἑξῆς φησιν, ὅτι, οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι καλέσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. | ] |
| sigma | 1066 | [ | Στεφανηφόρος· Ἀντιφῶν ἐν τῷ πρὸς [+] Νικοκλέα [+]. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ’ ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς, τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων· ἢ μήποτε τοῦ ἀστικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, ὥς φησιν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. | ] |
| sigma | 1547 | [ | Συνήγοροι· ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι, ἐπὶ τὸ συναγορεύειν, ὡς Ἀντιφῶν φησι. | ] |
| tau | 259 | [ | Τελεσθῆναι· τὸ ἀναλωθῆναι. οὕτως Ἀντιφῶν [+]. | ] |
| tau | 322 | [ | Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: