Epicharmus of Kos) - urn:cts:greekLit:tlg0521Syracuse (Wikidata) (Pleiades)
dramaturge (Wikidata)
philosopher (Wikidata)
comedy writer (Wikidata)
mathematician (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0521.suda001
urn:cts:greekLit:tlg0521.suda002
| alpha | 1451 | [ | Ἄλφι: ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι πρῶτον εὑρεῖν Ἐπίχαρμον. | ] |
| alpha | 1482 | [ | Ἀμάμυξις: σταφυλῆς γένος. οἱ δὲ τὴν ἀναδενδράδα οὕτως καλεῖσθαι. ἔστι δὲ καὶ παρ’ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ ὄνομα. | ] |
| alpha | 1846 | [ | Ἀναδενδράδα: σταφυλῆς γένος. οἱ δὲ τὴν ἀμάμυξιν οὕτω καλεῖσθαι εὕρηται δὲ καὶ παρὰ Ἐπιχάρμῳ καὶ Σαπφοῖ τὸ ὄνομα. | ] |
| alpha | 1972 | [ | Ἀνανέμειν. ἶσον τῷ ἀναγινώσκειν. Ἐπίχαρμος. Ἡρόδοτος δὲ ἀνανέμεσθαι ἐπὶ τοῦ καταλέγειν τέθεικεν. | ] |
| alpha | 3618 | [ | Ἀπότρωκτον· ἄλφιτον· τοῦτο δέ φασι τὸ ἀπότρωκτον πρῶτον εὐρέῖν Ἐπίχαρμον. | ] |
| alpha | 4613 | [ | Ἀφ’ ἱερᾶς· παροιμία· κινήσω τὸν ἀφ’ ἱερᾶς. λέγεται δέ τις παρὰ τοῖς πεσσεύουσιν ἱερὰ γραμμή. οὕτως Ἐπίχαρμος. ζήτει ἐν τῷ κινήσω τὸν ἀφ’ ἱερᾶς. | ] |
| delta | 338 | [ | Δεινόλοχος, Συρακούσιος, ἢ Ἀκραγαντῖνος, κωμικός. ἦν ἐπὶ τῆς ογʹ Ὀλυμπιάδος, υἱὸς Ἐπιχάρμου, ὡς δέ τινες, μαθητής. ἐδίδαξε δράματα ιδʹ Δωρίδι διαλέκτῳ. | ] |
| delta | 1179 | [ | Διονύσιος, υἱὸς τοῦ Σικελίας τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημάτων Ἐπιχάρμου [+]. | ] |
| epsilon | 106 | [ | Ἐγκομβώσασθαι· Ἀπολλόδωρος Καρυστίοις Ἀπολιποῦσι· τὴν ἐπωμίδα πτύξασα διπλῆν ἄνωθεν ἐνεκομβωσάμην. Ἐπίχαρμος· εἴγε μὲν ὅτι κεκόμβωται καλῶς. Ἀμύκῳ. | ] |
| epsilon | 1425 | [ | Ἐν πέντε κριτῶν γόνασι· παρ’ ὅσον τὸ παλαιὸν εʹ κριταὶ ἔκρινον τοὺς κωμικούς, ὡς φησὶν Ἐπίχαρμος. σύγκειται δὲ παρ’ Ὁμήρῳ, θεῶν ἐν γούνασι κεῖται. ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται. | ] |
| epsilon | 2766 | [ | Ἐπίχαρμος, Τιτύρου ἢ Χειμάρου καὶ Σικίδος, Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν· ὃς εὗρε τὴν κωμῳδίαν ἐν Συρακούσαις ἅμα Φόρμῳ. ἐδίδαξε δὲ δράματα νβʹ, ὡς δὲ Λύκων φησὶ λεʹ. τινὲς δὲ αὐτὸν Κῷον ἀνέγραψαν, τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίᾳ. ἦν δὲ πρὸ τῶν Περσικῶν ἔτη ἕξ, διδάσκων ἐν Συρακούσαις· ἐν δὲ Ἀθήναις Εὐέτης καὶ Εὐξενίδης καὶ Μύλος ἐπεδείκνυντο. οὗτος εὑρετὴς καὶ τῶν μακρῶν στοιχείων η καὶ ω. καὶ Ἐπιχάρμειος λόγος, τοῦ Ἐπιχάρμου. | ] |
| eta | 481 | [ | Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος· Πλάτων Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν ὑπὸ Διός. καί φασι δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ. Κλήμης. ἡ ἱστορία καὶ παρ’ Ἐπιχάρμῳ ἐν Κωμασταῖς ἢ Ἡφαίστῳ. | ] |
| kappa | 371 | [ | Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου [+] τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. | ] |
| kappa | 2030 | [ | Κόνδυλον· τὸ ἐκολάφισαν αὐτόν, ὡς ἔοικεν, ἐντεῦθεν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ κόλαφός ἐστι παρ’ Ἐπιχάρμῳ. Ἀριστοφάνης· ἢν ὁ παῖς οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου. ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν. | ] |
| kappa | 2603 | [ | Κυδάζεται· λοιδορεῖ, ὑβρίζεται ὑπὸ πάντων. Ἐπίχαρμος ἐν Ἀμύκῳ· Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτατον ἀδελφόν. καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ· οὔτοι γυναιξὶ κυδάζεσθαι. ἀρσενικῶς δὲ ὁ κύδος περὶ τῆς ὕβρεως. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. | ] |
| mu | 20 | [ | Μάγνης, Ἰκαρίου πόλεως, Ἀττικὸς ἢ Ἀθηναῖος, κωμικός. ἐπιβάλλει δ’ Ἐπιχάρμῳ νέος πρεσβύτῃ. ἐδίδαξε κωμῳδίας θʹ, νίκας δὲ εἷλε βʹ. οὗτος ἀρχαίας κωμῳδίας ποιητής. ὃς πλεῖστα χωρῶν κατὰ τῶν ἀντιπάλων νίκης ἔστησε τρόπαια· πάσας φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ ἥβης, ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη. σχόλιον· ἱείς, ἀφιείς. ψάλλων δὲ τοὺς Βαρβιτιστὰς ἂν λέγοι. δρᾶμα δέ ἐστι τοῦ Μάγνητος. ἡ δὲ βάρβιτος εἶδος ὀργάνου μουσικοῦ. πτερυγίζων δέ, ὅτι καὶ Ὄρνιθας ἐποίησε δρᾶμα. ἔγραψε δὲ καὶ Λυδοὺς καὶ Ψῆνας καὶ Βατράχους. ἔστι δὲ χρώματος εἶδος τὸ βατράχειον· ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόσωπα πρὶν ἐπινοηθῆναι τὰ προσωπεῖα. | ] |
| nu | 359 | [ | Νῆφε· γρηγόρει. ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον· νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα[ τῶν] φρενῶν. | ] |
| pi | 2932 | [ | Πρόχειρος· ὁ ἁπλοῦς καὶ ἀφύλακτος. Πολύβιος· ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον, νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα[ τῶν] φρενῶν. | ] |
| rho | 101 | [ | Ῥέξαι· ποιῆσαι, πρᾶξαι· Ἀθηναῖοι δὲ θῦσαι· παρὰ Ἐπιχάρμῳ τὸ βλάψαι. | ] |
| rho | 143 | [ | Ῥησίαρχος· ὃς ἐρέει τὰ θέσφατα. παρ’ Ἐπιχάρμῳ. τοῖς παρὰ τὴν ῥῆσιν εἴρηκεν· ἤ, ὡς Ἀσκληπιάδης ἐν ϛʹ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος. | ] |
| sigma | 389 | [ | Σικελίζειν· τὸ αὐστηρεύεσθαι παρὰ Ἐπιχάρμῳ, οἱ δὲ πονηρεύεσθαι. φασὶν Ἀγησιλάου Ἀρχιδάμῳ γενέσθαι πυθόχρηστον, Σικελίαν φυλάττεσθαι. καὶ τὸν μὲν τὴν νῆσον ἔχειν δι’ εὐλαβείας· καὶ ἐς τὸν τρισκελῆ λόφον κατὰ τὴν Ἀττικήν, ᾧ κεῖται τοῦτο τὸ ὄνομα Σικελία, κατέλυσε τὸν βίον μαχόμενος. | ] |
| sigma | 1271 | [ | Συβαριτικαῖς καὶ Συβαρικαῖς· τρυφηλαῖς, λαμπραῖς, πολυτελέσι· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. οὗτοι γὰρ οὕτω διῆγον τρυφηλῶς, ὡς καὶ τοὺς ἵππους διδάσκειν πρὸς αὐλὸν ὀρχεῖσθαι. καὶ Συβαρίζειν, τὸ τρυφᾶν, ἢ τὸ θορυβεῖν. καὶ Συβάρεια ἐπιφθέγματα παρ’ Ἐπιχάρμῳ. καὶ Συβαριτικοὶ λόγοι, οἱ Αἰσώπειοι. καὶ Συβαρίσαι, τὰ τῶν Συβαριτῶν ποιῆσαι. καὶ παροιμία· Συβαρίτης διὰ πλατείας, ἐπὶ τῶν σοβαρῶς διαπορευομένων. Συβαρῖται δὲ γάστριες ἦσαν καὶ τρυφηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ’ αὐτοῖς τρυφῆς, ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴωνας καὶ Τυρρηνούς, διότι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. παρὰ τούτοις δὲ Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ· οὗτος γὰρ Κλεισθένους τοῦ Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύξαντος παραγενέσθαι τοὺς προαιρουμένους γαμεῖν αὐτοῦ τὴν θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί τινα ἐκ Συβάρεως νηῒ πεντήκοντα τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας, τοὺς μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. παραγενόμενος δὲ εἰς Σικυῶνα, ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύοντας, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφιξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ Κλεισθένους γυναικὸς ἢ μόνος κατακλιθησόμενος. | ] |
| tau | 147 | [ | Τὰ Ταντάλου τάλαντα ταλαντίζεται· διεβεβόητο ὁ Τάνταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. οὗτος γὰρ πλούσιος Φρὺξ ἐπὶ ταλάντοις διεβεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν τρίτῳ. γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα, ὡς καὶ παρὰ τῷ κωμικῷ εἴρηται· Ταντάλου τάλαντα τανταλίζεται. αὕτη οὖν ἡ παροιμία παρὰ τὴν ὁμοιότητα τῶν ὀνομάτων εἴρηται· ἐπείπερ παίζοντες πολλὰ τοιαῦτα καὶ ἄλλα πεποιήκασιν, οἷον ἀγαθῶν ἀγαθίδες, καὶ σοφώτερος σοφοῦ παρ’ Ἐπιχάρμῳ. | ] |
| omicroniota | 135 | [ | Οἶνος· ὠνομάσθη ἀπὸ Οἰνέως· Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε. Πλάτων δὲ οἰόνουν αὐτόν φησιν, διὰ τὸ οἰήσεως τὸν νοῦν ἡμῶν ἐμπιπλᾶν· ἢ ἀπὸ τῆς ὀνήσεως· Ὅμηρος· ὀνήσεαι, αἴκε πίησθα. καὶ τὰ βρώματα ὀνείατα ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς. ὁ δὲ Κύπριος [+] ποιητής φησιν· οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας. Εὐβούλου στίχοι εἰς οἶνον· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου· ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσιν· ὁ δὲ τέταρτος οὐκέτι ἡμέτερός ἐστιν, ἀλλ’ ὕβρεως· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὄγδοος κλήτορος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας· ὥς τ’ ἐκβάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν ἀγγεῖον χυθεὶς ὑποσκελίζει τοὺς πεπωκότας. καὶ Ἐπίχαρμος· ἐκ μὲν θυσίας θοίνη, ἐκ δὲ θοίνης πόσις ἐγένετο. ἐκ πόσιος κῶμος· ἐκ κώμου θυανία, ἐκ δὲ θυανίας δίκη· ἐκ δὲ καταδίκης πέδαι τε καὶ σφάκελος καὶ ζημία. καὶ Πανύασσις· οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλὸν δ’ ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἦν δὲ καὶ οἶνος κρίθινος ἐν κρατῆρσιν· ἐνῆσαν δὲ καὶ αὐταὶ αἱ κριθαὶ ἰσοχειλεῖς. | ] |
| phi | 609 | [ | Φόρμος, Συρακούσιος, κωμικός, σύγχρονος Ἐπιχάρμῳ, οἰκεῖος δὲ Γέλωνι τῷ τυράννῳ Σικελίας καὶ τροφεὺς τῶν παίδων αὐτοῦ. ἔγραψε δράματα ζʹ, ἅ ἐστι ταῦτα, Ἄδμητος, Ἀλκίνους, Ἀλκυόνες, Ἰλίου πόρθησις, Ἵππος, Κηφεὺς ἢ Κεφάλαια ἢ Περσεύς. ἐχρήσατο δὲ πρῶτος ἐνδύματι ποδήρει καὶ σκηνῇ δερμάτων φοινικῶν. μέμνηται δὲ καὶ ἑτέρου δράματος Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς, Ἀταλάντης. | ] |
| psi | 152 | [ | Ψύλλα καὶ Ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστοφάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: