Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Proclus (Proclus) - urn:cts:greekLit:tlg4036

Place of birth (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

mathematician (Wikidata)

mythographer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg4036.suda001
urn:cts:greekLit:tlg4036.suda002
urn:cts:greekLit:tlg4036.suda003
urn:cts:greekLit:tlg4036.suda004
urn:cts:greekLit:tlg4036.suda005
urn:cts:greekLit:tlg4036.suda006
urn:cts:greekLit:tlg4036.suda007
urn:cts:greekLit:tlg4036.suda008
urn:cts:greekLit:tlg4036.suda009
urn:cts:greekLit:tlg4036.suda010

alpha 157[ Ἀγάπιος· Ἀθηναῖος φιλόσοφος, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃς ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. ]
alpha 735[ Ἀθηνόδωρος· Στωϊκὸς φιλόσοφος, ἐπὶ Ὀκταουϊανοῦ βασιλέως Ῥωμαίων· ἐφ’ οὗ πᾶσα ἀνάγκη κοινὸν εἶναι δυστύχημα τὴν τοῦ κράτους ἄλογον ἐξουσίαν, ἐξ οὗ δὴ μάλιστα ταῖς Ἀθηνοδώρου τούτου συμβουλίαις ἐπείσθη. καὶ διαδέχεται Τιβέριος τὴν βασιλείαν. τότε γὰρ οἱ κόλακες παρὰ τοῦ βασιλέως δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίστων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖς καὶ ἀπράγμονες μὴ τὸν αὐτὸν ἐκείνοις αἱρούμενοι βίον εἰκότως ἐσχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοντες. ὥστε ἐκ τούτου τὰς μὲν πόλεις στάσεων πληροῦσθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδους ἥττοσιν ἄρχουσιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖς χαριεστέροις ἐποίουν, τὴν δὲ ἐν τοῖς πολέμοις προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺς καιροὺς ἐκείνους καὶ ἡ παντόμιμος ὄρχησις εἰσήχθη οὔπω πρότερον οὖσα· καὶ προσέτι γε ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεσκεύαστο πρὸς φιλοσοφίαν τά τε ἀπὸ τῆς φύσεως καὶ τὰ ἀπὸ τῆς ἐπιεικοῦς προαιρέσεως, ὅτε Πρόκλος ἔζη. καὶ διαφανῶς ἐξηγεῖτο τοῖς πλησιάζουσιν. ὃν ὁ Σαλούστιος θαυμάζων ἐπὶ σπουδῆς ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ’ ὅμως ἔπεισεν Ἀθηνόδωρον μὴ φιλοσοφῆσαι. ]
delta 1170[ ΔιονύσιοςἈρεωπαγίτης, ἐπίσκοπος Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατος καὶ τῆς Ἑλληνικῆς παιδείας εἰς ἄκρον ἐληλακώς, ἀκουστὴς Παύλου πρὸς τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν καὶ ὑπ’ αὐτοῦ κατασταθεὶς εἰς αὐτὰς τὰς Ἀθήνας ἐπίσκοπος. πρὸς δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄσκησιν πάντων προὐκέκριτο· ἑκάστης γὰρ ὡς εἰπεῖν αἱρέσεως τῆς ὑπ’ αὐτῶν πρεσβευομένης ἐν πολλῇ καθεστήκει τῇ πείρᾳ. οὗτος ἤκουσε Παύλου δημηγοροῦντος ἐν Ἀθήναις καὶ τὸν Χριστὸν καὶ τὴν ἀνάστασιν μετὰ παρρησίας τοῖς Ἕλλησιν εὐαγγελιζομένου. καὶ πιστεύσας τῷ Παύλου κηρύγματι ὑπ’ αὐτοῦ καὶ τῆς πόλεως ἐπισκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίσαρος, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰς Αἴγυπτον τοῖς ἐκεῖσε σοφοῖς ὁμιλῆσαι γλιχόμενος. συνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνης ἐκεῖνος ὁ σοφιστής, οὗ ΠολέμωνΛαοδικεὺς ἐν Σμύρνῃ διήκουσεν, ὁ διδάσκαλος Ἀριστείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοῦ δεσπότου Χριστοῦ, ἄμφω ἤστην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆς ἡλιακῆς ἐκλείψεως οὐ κατὰ φύσιν γεγενημένης, οὐ γὰρ ἦν συνόδου καιρός, εἰπεῖν λέγεται πρὸς τὸν μακάριον Διονύσιον τὸν σοφιστὴν Ἀπολλοφάνην ταῦτα· ὦ καλὲ Διονύσιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸς Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν μέγαν ἐπιστολῇ, τὸν Σμύρνης ἐπίσκοπον· ἦν γὰρ ὁ Ἀπολλοφάνης τῷ Διονυσίῳ τοῦ Χριστιανισμοῦ ἕνεκα διαλοιδορούμενος· καί φησι· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώσει καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. καὶ μετὰ βραχέα· ἔδει συνιδεῖν Ἀπολλοφάνην σοφὸν ὄντα μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔχειν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθις μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν, οὐ γὰρ ἦν συνόδου καιρός, αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοσαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. ἀμέλει καὶ μαντείας τότε οὐκ οἶδ’ ὅθεν ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γινόμενα συμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύσιε· θείων ἀμοιβαὶ πραγμάτων. τοσαῦτα ὡς κατ’ ἐπιστολὴν εἴρηκεν ὁ μέγας Διονύσιος πρὸς τὸν θεοφόρον Πολύκαρπον. τῆς δέ γε σοφίας αὐτοῦ καὶ τῆς εὐγλωττίας ἔνδειξις ἀκριβὴς ἡ τῶν παρ’ αὐτοῦ γραφεισῶν βίβλων ἀνυπέρβλητος φράσις· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιστήμην ἐν ἑκατέρᾳ. εἰ γάρ τις ἀπίδοι πρὸς τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνης φύσεως ταῦτα νομίσοι γεννήματα, ἀλλά τινος ἀκηράτου καὶ θείας δυνάμεως. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸς Τιμόθεον ἐπίσκοπον Ἐφέσου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβʹ, περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, περὶ τοῦ, τίς τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς, περὶ ἀγαθοῦ, φωτός, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὂν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖς οὖσιν, περὶ τοῦ ὄντος, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆς, περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως, περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, περὶ μεγάλου καὶ μικροῦ, τ αὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος, περὶ παντοκράτορος, παλαιοῦ ἡμερῶν· ἐν ᾧ καὶ περὶ αἰῶνος καὶ χρόνων· περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βασιλέως βασιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκλησιαστικῆς ἱεραρχίας περιέχουσα κεφάλαια ιεʹ, ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ τῆς οὐρανίου ἱεραρχίας περιέχουσα καὶ αὐτὴ κεφάλαια ιεʹ, ἄλλη πρὸς τὸν αὐτὸν Τιμόθεον βίβλος περὶ μυστικῆς θεολογίας περιέχουσα κεφάλαια εʹ, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅσα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ πρὸς Γάϊον θεραπευτὴν δʹ, πρὸς Δωρόθεον λειτουργὸν αʹ, πρὸς Σώπατρον ἱερέα αʹ, πρὸς Πολύκαρπον ἱεράρχην Σμύρνης αʹ, πρὸς Δημόφιλον θεραπευτὴν αʹ, πρὸς Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν αʹ. ἰστέον δέ, ὥς τινες τῶν ἔξω σοφῶν καὶ μάλιστα Πρόκλος θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι. καὶ ἔστιν ὑπόνοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν Ἀθήναις παλαιότεροι τῶν φιλοσόφων σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὧν αὐτὸς μνημονεύει πρὸς Τιμόθεον γράφων, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύσιος ἤδη που μακρὸν ἐλάσας χρόνον καὶ πλήρης ἡμερῶν γεγονὼς τῷ τοῦ πνεύματος μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίσαρος, ὅτε καὶ ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα. ὅτι εἰς τὸν μέγαν Διονύσιον [+] ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλος Ἱεροσολύμων, ἐν ᾧ φησιν· ὅσα δὲ δι’ ἀγράφου παραδόσεως ἢ ἐγγράφως παρειλήφαμεν, ἥκομεν ὑμῖν τοῖς φιλακροάμοσι παραθησόμενοι. τοιοῦτος οὖν εἰς ἡμᾶς κατήντηκε λόγος, ἀνέκαθεν πρὸς πατρὸς παιδὶ παραδεδομένος, ὡς ὁ μέγας Διονύσιος οὗτος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν, ἡνίκα μεσούσης ἡμέρας ὁ ἥλιος ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ σφόδρα τεθηπὼς καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼς γνῶσιν, κατανοήσας τὸ γεγονός, ἄγνωστος, ἔφη, πάσχει θεός, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ σεσάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ’ ὃν τουτὶ τὸ παγκόσμιον ἐτετέλεστο τερατούργημα, τεκμηριωσάμενος ἐτήρει παρ’ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸς ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς ἡλιακῆς ἐκλείψεως ἐκείνης τῆς φρικωδεστάτης. Ἀπολλοφάνους γάρ, ἀνδρὸς φιλοσόφου, τὴν θρησκείαν Ἕλληνος τυγχάνοντος, νεμεσῶντός τε καὶ λοιδορουμένου τῷ τρισολβίῳ τούτῳ ὡς ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυσαττομένῳ σεβάσματα, τὴν δὲ τῶν Χριστιανῶν προτιμῶντι καὶ ἀσπαζομένῳ πίστιν καὶ ταύτης ἀγωνιστικώτατα προασπίζειν, καὶ τοῖς Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεσιν ἀνασκευάζειν πειρώμενος, μᾶλλον δὲ ὑποτιθέμενος τῷ Πολυκάρπῳ, πρὸς ὃν καὶ ὁ συστρατιώτης ἐποιεῖτο τὰ σκώμματα, τάδε φησί· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆς. ]
delta 1355[ Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ( καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ) , ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. ]
alphaiota 79[ Αἰδεσία, Ἑρμείου γυνή. αὕτη ἦν μὲν προσήκουσα γένει τῷ μεγάλῳ Συριανῷ, καλλίστη καὶ ἀρίστη γυναικῶν τῶν ἐν Ἀλεξανδρείᾳ· τὰ μὲν ἤθη τῷ ἀνδρὶ παραπλησία, ἁπλῆ καὶ γενναία καὶ δικαιοσύνης οὐδὲν ἧττον ἢ σωφροσύνης ἐπιμεληθεῖσα διὰ βίου παντός· τὸ δὲ ἐξαίρετον αὐτῆς φιλόθεον καὶ φιλάνθρωπον. διὰ τοῦτο καὶ παρὰ δύναμιν εὖ ποιεῖν ἐπεχείρει τοὺς δεομένους, ὥστε καὶ τοῦ Ἑρμείου τελευτήσαντος ἐπὶ παισὶν ὀρφανοῖς ἀπολειφθεῖσα τῶν αὐτῶν εἴχετο δαπανημάτων εἰς τὰς εὐποιΐας. τοιγάρτοι καὶ ὑπόχρεων τοῖς υἱέσι τὸν βίον ἐποίησεν, ἐφ’ ᾧ καὶ μέμψασθαί τινες αὐτὴν ἐπεχείρουν. ἡ δὲ ἕνα θησαυρὸν ἡγουμένη τῆς ἀμείνονος ἐλπίδος, εἴ τις ἐθέλοι τοῖς ἱεροῖς καὶ ἐπιεικέσιν ἀνθρώποις ἐπικουφίζειν τὰ ἄχθη τῆς χρησμοσύνης, οὐδενὸς ἐφείδετο διὰ τὸν ἔλεον τῆς κατὰ τὰ ἀνθρώπεια τύχης· τοιγαροῦν ἠγάπων αὐτὴν καὶ τῶν πολιτῶν οἱ πονηρότατοι. μάλιστα δὲ τῶν υἱέων ἐπεμελεῖτο τὰ περὶ φιλοσοφίαν, ὀρεγομένη τὴν τοῦ πατρὸς ἐπιστήμην αὐτοῖς παραδοῦναι καθάπερ κλῆρόν τινα πατρῴας οὐσίας. ἥ γε καὶ τὴν δημοσίαν τῷ πατρὶ σίτησιν διδομένην τοῖς παισὶ διεφύλαξε νέοις ἔτι οὖσιν, ὡς ἐφιλοσόφησαν· ὅπερ οὐκ ἴσμεν οὐδὲ ἀνδρῶν ἕτερον πεποιηκότα, μήτι γε δὴ γυναικῶν. ἦν γὰρ παρὰ πᾶσι τιμὴ καὶ αἰδὼς οὐκ ὀλίγη τῆς Αἰδεσίας. ἀλλ’ ἐπεὶ καὶ συνέπλευσε τοῖς υἱέσιν Ἀθήναζε στελλομένοις ἐπὶ φιλοσοφίαν, ἐθαύμασεν αὐτῆς τὴν ἀρετὴν ὅ τε ἄλλος χορὸς τῶν φιλοσόφων καὶ ὁ κορυφαῖος Πρόκλος. αὕτη ἐστὶν Αἰδεσία, ἣν κόρην οὖσαν ἔτι τῷ Πρόκλῳ κατεγγυήσειν ἔμελλεν ὁ Συριανός, εἰ μὴ θεῶν τις ἀπεκώλυσεν ἐπὶ γάμον ὁρμῆσαι τὸν Πρόκλον. τὰ δὲ πρὸς θεὸν εὐσεβὴς οὕτω καὶ ἱερά, καὶ τὸ ὅλον φάναι θεοφιλής, ὥστε πολλῶν ἐπιφανειῶν ἀξιοῦσθαι. ἡ δὲ Αἰδεσία τοιαύτη ἦν καὶ διεβίω πάντα τὸν βίον ὑπὸ θεοῦ τε καὶ ἀνθρώπων ἀγαπωμένη καὶ ἐπαινουμένη. καὶ ταύτην ἐπίσταμαι γραῦν γυναῖκα, καὶ ἐπ’ αὐτῇ τεθνεώσῃ τὸν ἐπὶ τῷ τάφῳ λέγεσθαι νομιζόμενον ἔπαινον ἐπεδειξάμην ἡρωικοῖς ἔπεσι κεκοσμημένον ἔτι νέος ὢν τότε καὶ κομιδῆ μειράκιον. ταύτης δὲ παῖδες ἀπὸ τοῦ Ἑρμείου νεώτερος μὲν Ἡλιόδωρος, πρεσβύτης δὲ Ἀμμώνιος. οὗτος μὲν οὖν εὐφυέστερος ἦν καὶ φιλομαθέστερος, ὁ δὲ ἁπλούστερος καὶ ἐπιπολαιότερος ἔν τε τοῖς ἤθεσιν ἔν τε τοῖς λόγοις. ἄμφω μὲν γὰρ ἐφιλοσοφησάτην ὑπὸ Πρόκλῳ μετὰ τῆς μητρὸς ὡς αὐτὸν ἀφικομένω παιδαγωγούσης. καὶ ὁ Πρόκλος αὐτοῖς προσεῖχε τὸν νοῦν ἐπιμελέστερον ὡς παισὶν Ἑρμείου, φίλου τε καὶ ἑταίρου ἀνδρός, παισὶ δὲ Αἰδεσίας, τῆς γένει Συριανῷ προσηκούσης καὶ ἅμα σφίσι τὸ τηνικαῦτα παρούσης. ἀφίκετο μὲν δὴ σὺν αὐτοῖς Ἀθήναζε καὶ ἹέραξΣυνεσίου ἀδελφός. ]
alphaiota 89[ Αἰδοῖος· ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖόν τε καὶ δεινὸν ἰδεῖν, αὐτὸ δοκῶν ἐκεῖνο ὁρᾶν τὸ φιλοσοφίας τῷ ὄντι πρόσωπον. ]
epsilon 2535[ Ἐπίπροσθεν· γενικῇ. ἔμπροσθεν. τιμητικώτερον. Ξενοφῶν· τὸν δὲ Κῦρον ἀφελκύσαντες ἦγον, ἐπίπροσθεν ποιούμενον τοὺς προσάγοντας, ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον. ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέβειαν προτιμῶν ἐφαίνετο. ]
epsilon 3036[ Ἑρμείας· οὗτος ὁ φιλόσοφος ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος. φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ φιλοπονίᾳ μὲν οὐδενὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάλαι Πρόκλου γεγονότος ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς σφόδρα ἦν ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας. ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀκρίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος· ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμωμήσασθαι, μηδ’ αὖ μισῆσαι τὸν φθόνον. τοσαύτη πρᾳότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλουμένων( συχνὸν δ’ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν) , ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον, ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας. ]
zeta 82[ Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δημοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος. ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος, τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν. ]
epsiloniota 40[ Εἶδος· μορφή. καὶ τὸ ὑπὸ τὸ γένος· οἷον ὑπὸ τὸ ζῷον ὁ ἄνθρωπος παρὰ φιλοσόφοις. ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος, ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς. ]
eta 60[ Ἡγίας· οὗτος ἀμείνω τοῦ πατρὸς ἦν τὰ πρὸς ἀρετὴν ἥκοντα καὶ τὰ πρὸς λόγους. ἔτι μὴν μειράκιον γεγονὼς ἐλπίδας ἔσχεν ἐφ’ ἑαυτῷ καὶ πᾶσι παρέσχεν ὡς οὐ πολύ τι ἀπολειπόμενος τοῦ μεγάλου Πλουτάρχου. τοιγαροῦν ὁ Πρόκλος ἠξίωσεν αὐτὸν ἔτι νέον ὄντα τῆς τῶν Χαλδαϊκῶν λογίων ἀκροάσεως. φιλομαθία τις αὐτῷ καὶ ἐπιείκεια προσῆν κατὰ φύσιν. ἀλλὰ τοῦτο δὴ τὸ εἰωθὸς ὁ πλοῦτος μέγα κακὸν ταῖς ψυχαῖς ἔοικεν εἶναι, νομὴν ἄφθονον τοῖς κόλαξι παρεχόμενος, οὐ χρυσίου μόνον( οὔπω γὰρ τοῦτο δεινὸν) , ἀλλὰ νέου ψυχῆς ἁπαλῆς καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων θηρίων καταβοσκομένης, ὥσπερ ἀτεχνῶς ἄρτι ἀνθούσης βοτάνης. οὗτοι διέφθειραν τὴν Ἡγίου ζωὴν πρός γε τὸ μὴ γνησίως φιλοσοφεῖν. ἄλλως δὲ φιλομαθὴς ὅσα τὴν φύσιν ἐξηγήσασθαι· ἐπεὶ κατὰ τὴν ἄλλην συνήθειαν ἔστιν ὅπη καὶ διεκπίπτει τῶν ὀρθῶν λογισμῶν. ἱερὸς δὲ εἴπερ τις ἄλλος εἶναι βουλόμενος τά τε τῶν κηδεστῶν ἱερὰ λαθὼν ἐτελειώσατο κατὰ τὴν Ἀττικήν, οὐ πείσας ἐκείνους, καὶ πολλὰ ἄλλα τῶν κειμένων τέως ἐκ πλείστου χρόνου πάλιν ἐκίνησε παραβολώτερον ἢ εὐσεβέστερον τῇ προθυμίᾳ χρησάμενος. ὅθεν ἐν τῇ πολιτείᾳ περιβόητος ἐγένετο καὶ χαλεποὺς ἐφ’ ἑαυτῷ τοὺς ἐχθροὺς ἐπεσπάσατο τούς τε μεγάλων χρημάτων ὀρεγομένους, ὧν κύριος ἦν, καὶ ἀπὸ τῶν καθεστώτων νομίμων ἐπιβουλεύοντας· ἐνῆν γάρ τι τῷ Ἡγίᾳ καὶ τῆς Θεαγένους μεγαλόφρονος φύσεως ἐν ταῖς εὐεργεσίαις· ἀκριβέστερον δὲ ἐκείνου τοσοῦτον ὅσον ἐς φίλους καὶ δεομένους ἀναλίσκειν. ]
eta 552[ Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου [+], ὑπομνήματα εἰς Ἡρόδοτον [+], Ξενοφῶντα [+], Θουκυδίδην [+], Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας. ]
iota 291[ Ἱλάριος, Ἀντιοχεύς, τῆς ἐν Συρίᾳ πόλεως, ἐν τῷ βουλευτηρίῳ τὰ πρωτεῖα φέρων· ἐπιεικὴς δὲ τὴν φύσιν ὢν καὶ φιλομαθὴς καὶ προσέτι ὀξὺς ἐν τοῖς λόγοις καὶ βιβλίων παντοδαπῶν εὐπορώτατος, ὅμως ὀψιμαθὴς ἐγεγόνει λόγων φιλοσόφων. πολιτεύεσθαι γὰρ ἀναγκαζόμενος τὰ κοινὰ πολιτεύματα τῆς πατρίδος οὐδεμίαν εἶχε σχολὴν πρὸς φιλοσοφίαν. ἐνῆν δὲ αὐτῷ δυσάγωγον ἦθος ἐν τῇ νεότητι πρὸς σωφροσύνην· ὥστε καὶ τοῦτο πολλὴν ἀσχολίαν παρείχετό οἱ πρὸς καλλίω βίον. ἀλλὰ γὰρ ἡ τύχη σοφώτερον τούτῳ κατέστη καὶ ὁ καιρός, ἅμα παρηκούσης ἤδη τῆς ἀκρατοῦς ἡλικίας. ἀτύχημα γάρ τι συνέβη κατὰ τὸν οἶκον, ὅπερ εὐτύχημα ἀπέβη κατὰ τὸ ἀληθέστερον· ἡ γὰρ γυνὴ αὐτοῦ τῶν οἰκείων τινὶ συμφθειρομένη κατείληπτο. ὁ οὖν οἰκοφθόρος τὸ ἐπιτήδευμα ῥήτωρ ἐγεγόνει, Μόσχος δὲ ὄνομα. τυγχάνων δὲ τοῦ Ἱλαρίου τινὸς εὐνοίας καὶ οἰκειότητος ἄδικος ἐφάνη περὶ τὸν εὐεργέτην· ἑάλω γὰρ συνὼν τῇ γυναικί. καὶ ὃς οὐδὲν ταραχθεὶς ἐπὶ τῇ συμφορᾷ πρᾶγμα ἐποίησεν ἀνδρείας τε καὶ φρονήσεως ἐχόμενον. τὸν γὰρ ἄνδρα παραλαβὼν ἐξέστη μὲν αὐτῷ τῆς γυναικός, ἐξέστη δὲ τοῦ σφετέρου κλήρου, ἐφ’ ᾧ τε κατὰ τὸν νόμον ἐκεῖνον βουλεύειν· αὐτὸς δέ, καὶ γὰρ ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν, ἀπολιπὼν τὴν πατρίδα μετεσκευάσατο τὸν βίον πρὸς τοὺς φιλοσόφους, εἰς Καρίαν τε καὶ Λυδίαν μεταναστάς. Ἀθήναζε γὰρ ἀφικόμενος ἠβούλετο τοῦ Πρόκλου ἀκροάσασθαι καὶ λόγων φιλοσόφων. ὡς δὲ οὐκ ἤνεγκεν αὐτοῦ τὴν τρυφὴν ὁ Πρόκλος, ἀκηκοὼς αὐτὸν ἐληλυθέναι μετὰ τῶν παλλακίδων καὶ τῆς συνήθους ἔτι ἐκδιαιτήσεως, ἀναχωρήσας Ἀθήνηθεν ὁ Ἱλάριος ἄλλον μετεδίωκε τρόπον ὠφελείας τὸν συμμετρότερον ἢ κατὰ τὸν Πρόκλειον. ]
iota 464[ Ἰωάννης, γραμματικός, Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Φιλόπονος. τούτου συγγράμματα πάμπολλα, γραμματικά, φιλόσοφα, ἀριθμητικά, ῥητορικά, τῆς τε θείας γραφῆς καὶ κατὰ τῶν δεκαοκτὼ Προκλείων [+] ἐπιχειρημάτων καὶ κατὰ Σεβήρου. πλὴν ὅτι παρὰ τῶν τῆς ἐκκλησίας διδασκάλων ὡς τριθεΐτης ἐκβάλλεται καὶ τοῦ καταλόγου τῶν ὀρθοδόξων ἀποδιώκεται. ]
kappa 595[ Κατακωχή· ἔνιοι ἀντὶ τοῦ κατοχή. τὴν βίβλον Πρόκλου τὴν Μητρῳακὴν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ θεοῦ. ]
kappa 2624[ Κυηρῖνος· οὕτως Ἰούλιός τις Πρόκλος ἐπλάσατο κεκλῆσθαι ἀκηκοέναι Ῥωμύλον. ]
lambda 269[ Λεωνᾶς, σοφιστής, Ἴσαυρος τὸ γένος, εὐδοκιμῶν ἐν τῷ πλήθει τῶν ἐν Ἀλεξανδρείᾳ ὁμοτέχνων· ὃς Πρόκλῳ οὐ μόνον τῶν ἑαυτοῦ λόγων ἐκοινώνησεν, ἀλλὰ καὶ σύνοικον ἔχειν ἠξίου καὶ συνδιαιτᾶσθαι γυναικὶ καὶ τέκνοις παρεσκεύασεν, οἷα παῖδα γνήσιον καὶ τοῦτον γενόμενον. γνώριμον δὲ αὐτὸν ἐποίει καὶ τοῖς τὰς ἡνίας ἔχουσι τῆς Αἰγύπτου. ]
mu 198[ Μαρῖνος, Νεαπολίτης, φιλόσοφος καὶ ῥήτωρ, μαθητὴς Πρόκλου τοῦ φιλοσόφου καὶ διάδοχος. ἔγραψε βίον Πρόκλου [+] τοῦ αὑτοῦ διδασκάλου καὶ καταλογάδην καὶ ἐπικῶς· καὶ ἄλλα τινὰ φιλοσόφων ζητήματα. ]
mu 199[ Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. ]
nu 394[ Νικόλαος, ῥήτωρ, γνώριμος Πλουτάρχου καὶ Πρόκλου( Πλουτάρχου δὲ λέγω τοῦ ἐπίκλην Νεστορίου). ἔγραψε προγυμνάσματα καὶ μελέτας ῥητορικὰς καὶ ἄλλα τινά. ἤκμαζεν ἐπὶ Λέοντος βασιλέως τοῦ πρεσβύτου καὶ ἕως Ζήνωνος καὶ Ἀναστασίου. ]
omicron 216[ Ὀλυμπιόδωρος, φιλόσοφος Ἀλεξανδρεύς· οὗ κλέος εὐρύ. παρὰ τοῦτον φοιτᾷ ΠρόκλοςΛύκιος ἐπ’ Ἀριστοτελικοῖς λόγοις. Ὀλυμπιοδώρου δὲ ἀκροώμενος ἀνδρὸς δυνατοῦ λέγειν καὶ διὰ τὴν περὶ τοῦτο εὐκολίαν καὶ ἐντρέχειαν ὀλίγοις τῶν ἀκουόντων ὄντος ἐφικτοῦ· ἠγάσθη δὲ τὸ μειράκιον, ὥστε καὶ θυγάτριον ἔχων ἠγμένον καὶ αὐτὸ φιλοσόφως βουληθῆναι αὐτῷ κατεγγυῆσαι. ]
pi 137[ Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώτερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέγιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρχεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συνέσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοικεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπεθάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. ]
pi 1794[ Πλούταρχος, Νεστορίου, Ἀθηναῖος, φιλόσοφος, διδάσκαλος Συριανοῦ τοῦ ἐξηγητοῦ γενομένου Πρόκλου τοῦ Λυκίου, τοῦ προστάντος τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς· οὗ Μαρῖνος διάδοχος. ἔγραψε πολλά. ζήτει περὶ τούτου ἐν τῷ Δομνῖνος. ]
pi 2473[ Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει ΜαρῖνοςΝεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. ]
pi 2671[ Προσηγάσθησαν· ὑπερεθαύμασαν. τοῦτον ἀπεδέξαντο τὸν λόγον τοῦ νεανίσκου καὶ προσηγάσθησαν, πῶς οἴει, σφόδρα τὸν Πρόκλον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License