Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Anthologia Graeca (Greek Anthology) - urn:cts:greekLit:tlg7000

alpha 84[ Ἀβρόμιος: χωρὶς οἴνου. ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρὸς, εἰς ἑκατόν σοι ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων, ἀβρόμιος καὶ ἄοινος. ἐν Ἐπιγράμμασιν. ]
alpha 87[ Ἁβρός: λαμπρὸς, τρυφερὸς, ἁπαλός. ἐν Ἐπιγράμμασιν· ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ. ὅμως δὲ ὁ τρυφερὸς ἐκεῖνος καὶ ἁβρὸς καὶ ὑπὸ μαλακίας τοῦ σώματος κατεαγὼς καὶ λελυγισμένος καὶ τάς τε κόμας ἀναδούμενος, ὥσπερ αἱ τῶν ἑταιρίδων ἀσελγέστεραι, καὶ ἁβροσταγὲς ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺς βοστρύχους, λαβὼν χρυσίον ἐκ τῶν κοινῶν συμφορῶν, ὅσον ἱκανὸν ἦν ἐμπλῆσαι καὶ τὸν ἐκ τοῦ μύθου Μίδαν, εἰσέρρει πρὸς τὸν βασιλέα. ]
alpha 245[ Ἄγκεσι: συνδένδροις καὶ ὑλώδεσι τόποις. ἐν Ἐπιγράμμασι· θηροβολεῖ τούτῳ δ’ ἄγκεσι θηροτόκοις. ]
alpha 315[ Ἀγοστῷ: τῷ ἀγκῶνι. ἐν Ἐπιγράμμασι· οὐκ ἔλαθες χάριτας, οὐδ’ Ἀκαδημίαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. ]
alpha 325[ Ἀγωαῖος· ἐν Ἐπιγράμμασι· ἀγωαῖόν τε κυνάγχαν. ]
alpha 347[ Ἀγρεσία: ἡ ἄγρα. ἐν Ἐπιγράμμασι· οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι, ἀγρότα Πὰν, ἄλλης ἄλλος ἀπ’ ἀγρεσίης. ]
alpha 350[ Ἀγρεία ἀοιδή: ἡ ἀγροικική. τὸ σκύτος ἀγρείης τ’ εἴνε κατὰ πλατάνου. ἐν Ἐπιγράμμασι. καὶ Ἀγρεῖος, ὁ ἄγροικος, ὁ ἀμαθὴς. ἢ ὁ ἀπὸ τοῦ ἀγροῦ. Ἀριστοφάνης Νεφέλαις· ἀγρεῖος εἶ καὶ σκαιός. ὁ ἄγροικος καὶ μέγαν πώγωνα ἔχων. καὶ αὖθις· ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν. ]
alpha 368[ Ἀγρονόμοι: οἱ ἐν ἀγροῖς διάγοντες. ἠχήεις τέττιξ δροσεραῖς σταγόνεσι μεθυσθεὶς, ἀγρόνομον μέλπεις μοῦσαν ἐρημολάλον. ἐν Ἐπιγράμμασι. ]
alpha 369[ Ἀγρότας: ἀγροίκους. καὶ Ἀγρότης· ὁ ἐν ἀγρῷ διαιτώμενος. ἀλλ’ ὡς πάροινος ἀγρότης ἀνεκλίθης. καὶ ἐν Ἐπιγράμμασι· οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι ἀγρότα Πὰν, ἄλλος ἄλλης ἀπ’ ἀγρεσίης. θηλυκὸν δὲ Ἀγρότις. ἐν Ἐπιγράμμασι· ἄνθετο δέρμα λέοντος Τεῦκρος Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν. ]
alpha 370[ Ἀγροτέρας: ἀγρίου. ἐν Ἐπιγράμμασι· τοῦτό σοι ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης θῆκε ῥόπαλον. ]
alpha 388[ Ἀγύρτης: πτωχὸς, ὀχλαγωγός. ἐπαίτης, φιλοκερδής. ἢ συρφετώδης. ἔστι δὲ καὶ βόλος κυβευτικὸς καὶ Γάλλος καὶ μάντις, ὡς Ἀπίων. ἐν Ἐπιγράμμασι· κειράμενος γονίμην τις ἀπὸ φλέβα Μητρὸς ἀγύρτης. καὶ αὖθις· δόλιον ἀγύρτην, ὃς ἐν τοῖς κέρδεσι μόνον δέδορκε. καὶ αὖθις· ἦν γὰρ αὐτὸς ἀγύρτης τῷ ὄντι καὶ φιλομαντευτής. ]
alpha 522[ Ἀδρανές: ἀσθενές. καὶ Ἀδρανία, ἡ ἀδυναμία, ἀσθένεια. ἐν Ἐπιγράμμασι· ἄνθετο δειμαίνων γήραος ἀδρανίην. καὶ αὖθις· ἐπεὶ παρενήξατο τὸ πλεῦν ἥβης, ἐκ γήρως δ’ ἀδρανίῃ δέδεται. σημαίνει δὲ καὶ ὄνομα ποταμοῦ. Ἀδρανεία δὲ δίφθογγον ἀπὸ τοῦ ἀδρανής ἀρσενικοῦ. ]
alpha 557[ Ἀεργηλή: ἀργὴ, ἄπρακτος. ἐν Ἐπιγράμμασι· τρομερῷ γήραϊ κάμνων χειρὸς ἀεργηλᾶς ἀνέθηκε κορύναν. ]
alpha 621[ Ἄεικες: τὸ ἀνόμοιον· Ἀεικὲς δὲ τὸ ἀπρεπές. ἐν Ἐπιγράμμασι· οὖ τοι ἀεικές. καὶ αὖθις· εἰς ἄτας ἐμπίπτεις οὕτως ἀεικῶς. ]
alpha 656[ Ἄημαι· ἐν Ἐπιγράμμασιν· ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνωρος ἄημαι νηῷ ὑπορροφίας Παλλάδος. ἀντὶ τοῦ ἀνάκειμαι. ]
alpha 767[ Ἄθυρμα: παίγνιον. Ἰώσηπος. ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἐπεδείκνυτο. καὶ αὖθις· οὐκ ἔστιν ἀνδρῶν ἀθύρμασιν ἐμφιλοχωρεῖν παιδίων. καὶ ἐν Ἐπιγράμμασι· Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεσαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνος Ὀδυσσεῦσι· νεοχμὸν παρῆχθαι ἄθυρμα. ]
alpha 864[ Ἀκήλητον: ἄθελκτον, ἀπηνῆ. ἐν Ἐπιγράμμασι περὶ Ὀρφέως· ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ. ]
alpha 889[ Ἄκιτιν ἐν Ἐπιγράμμασι· καὶ ψήκτραν ἄκιτιν ἀπέπτυσεν. ]
alpha 904[ Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. ]
alpha 934[ Ἀκοστήσας. ἐκ τοῦ ἀκοσταὶ αἱ κριθαί. κριθιάσας· ἢ ἀκολαστήσας κατὰ συγκοπήν· ἢ ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν· ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν. καὶ ἐν Ἐπιγράμμασι· τὼς τρητὼς δόνακας, τὰν ἀκοστὰν σεῖο κορύναν, ὦ Πὰν δέχνυσο δῶρα τὰ Δάφνιδος. ]
alpha 974[ Ἀκραιφνοῦς: ἀκηροφανοῦς, οἱονεὶ ἀβλαβοῦς· κὴρ γὰρ ὁ θάνατος. ἐκ πενίης( ὡς οἶσθα) ἀκραιφνέος, ἀλλὰ δικαίης, Κύπρι ταῦτα δέχευ δῶρα. ἐν Ἐπιγράμμασιν. ]
alpha 1032[ Ἀκταίη: ἡ παραθαλασσία. ἐν Ἐπιγράμμασι· δῶρα παῤ ἀκταίης σοὶ τάδ’ ἐπωφελίης. καὶ αὖθις· καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων. ]
alpha 1034[ Ἀκταίων: Ἀκταίωνος, ὄνομα κύριον. καὶ Ἀκταιονίδων. τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων. ἐν Επιγράμμασι. Ἀκταιονίδων διὰ τὸ ο μικροῦ διὰ τὸ μέτρον. ]
alpha 1136[ Ἀλεξιβέλεμνον: τὸν τὰ βέλη ἀπερύκοντα. ἐν Ἐπιγράμμασι· καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα. ]
alpha 1167[ Ἄλη: ἡ πλάνη. ὁ δὲ οὐδένα αὐτοῦ ᾤετο διοίσειν ἐπ’ ἀνδρείᾳ, καὶ τοσοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡς σκευὴν ἀναλαβεῖν Ἀχιλλέως, οὕτω τε περιβαίνειν εἰς ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεσθαι τοῦ οἴκου. καὶ Ἀλώμενος, ἀντὶ τοῦ πλανώμενος. ἐν Ἐπιγράμμασι· ἁλὸς τύραννε, σοί, Πόσειδον, Ἀρχικλῆς ἔθηκε λήξας τῆς ἀπ’ ᾐόνων ἄλης. καὶ Ἀλήτης βίος, διὰ τοῦ η. ]
alpha 1235[ Ἁλινηχέος: ἐν θαλάσσῃ νηχομένης. ἐν Ἐπιγράμμασι· ἁλινηχέος ὄργανα τέχνης ἄνθετο. ]
alpha 1236[ Ἁλιξάντοις: ταῖς ὑπὸ τῆς ἁλὸς ξηραινομέναις. ἐν Ἐπιγράμμασι· ἀκταίης νησῖδος ἁλιξάντοισι χοιράσιν. ]
alpha 1292[ Ἀλκμαιονίδαι· λαμπροί τινες Ἀθήνῃσιν, ἀπὸ Ἀλκμαίονος, τοῦ κατὰ Θησέα. καὶ Ἀκταιωνίδων, Ἀκταιώνιδος· τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων. ἐν Ἐπιγράμμασι. ]
alpha 1444[ Ἄλλυτος. δυσχερῶς λυομένη. ἐν Ἐπιγράμμασι· κακοῦ δ’ ἐπὶ γήραος ἡμῖν ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη. ]
alpha 1510[ Ἅμματα: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ἀπὸ τῶν ἐν Κασίῳ Πηλουσιωτῶν, οἱ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. Κασιώτῃ ἴσον. Ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους. καὶ αὖθις· ἁθρῶν τε στρεπτῶν ἅμματι κεκρυφάλων. καὶ Πισίδης περὶ Χοσρόου· ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων, δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει. ]
alpha 1526[ Ἀμβλύ· ἐν Ἐπιγράμμασι· ἀλλὰ καὶ αὖτις ἐκ καλαμητομίης ἀμβλὺ φέροι δρέπανον. ]
alpha 1533[ Ἀμβολία: ἡ ὑπέρθεσις. ἐν Ἐπιγράμμασι· ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης. καὶ Ἀμβολιεργὸς ἀνήρ, ὁ τὸ ἔργον ἀναβαλλόμενος. ]
alpha 1542[ Ἀμαιμακέτου: ἀκαταπονήτου. ἐν Ἐπιγράμμασι· οὐ δίχα βύρσας θῆκεν ἀμαιμακέτου κρατὸς ἔρεισμα κέρα. ]
alpha 1568[ Ἀμείδητος: σκυθρωπός. καὶ Ἀμειδήτων, σκυθρωπῶν, ἀγελάστων. ἐν Ἐπιγράμμασι· εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάς σεις, Περσεφόνη. ]
alpha 1579[ Ἀμήσαντες: ἀντὶ τοῦ μὴ ἀποτεμόντες. καὶ Ἀμήσαντι, θερίσαντι. ἐν Ἐπιγράμμασι· οὐδέ ποτ’ ἀμήσαντι Κορινθικόν, οὔποτε πικρᾶς γευσαμένῳ πενίης. ]
alpha 1683[ Ἀμύξεις: λυπήσεις, τρώσεις. πλήξεις. καὶ παροιμία· Μήδ’ ἄκανθα ἀμύξῃ τοὺς ἀγαθούς. καὶ Ἄμυξις· ἀμυχή, σπάραξις, ξέσις. Ἀλμύσσω γὰρ παρὰ τὸ αἷμα, αἱμύσσω, καὶ ἀμύσσω. ἧς ἔπι καλὸν ἄμυξε καταρρέθος Ἀφρογένεια. ἀντὶ τοῦ ἐσπάραξεν, ἔξεσε. καὶ ἐν Ἐπιγράμμασι· ἵστασο καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου. ]
alpha 1721[ Ἀμφίδορον: τὸ πανταχόθεν περιέχον. ἐν Ἐπιγράμμασι· καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαιΐνεω. τουτέστιν ἐλάφου δέρμα. ἀχαιΐνη γὰρ ἡ ἔλαφος. ]
alpha 1740[ Ἀμφιλαφῆ: διπλοῦν, τεχνικόν τε καὶ σοφιστικόν. ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις. καὶ Ἀμφιλαφής, μεγάλη· οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἐστιν. οὐχ ἡμάρτανε δὲ οὐδὲ ἀμφιλαφοῦς περιουσίας. ἐν Ἐπιγράμμασι· ἰτέαι, ἥ θ’ ἱερὰ κἀμφιλαφὴς πλάτανος. ]
alpha 1743[ Ἀμφιλύκη: ἡ νύξ. ἐν Ἐπιγράμμασι· ἀμάθυνε δὲ χαίτην, ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην. Ἀμφιλύκη οὖν τὸ τέλος τῆς νυκτός. ἡμέρα δὲ ὑπέφαινεν οὕπω λαμπρά, ἀλλ’ ἔτι πρὸς ἀμφιλύκην ἦν ἡ νὺξ καὶ ἀπέληγεν. ]
alpha 1748[ Ἀμφίξουν· ἐν Ἐπιγράμμασι· ἀμφίξουν τε σκέπαρνον. τὸ καλῶς ξέον. ]
alpha 1759[ Ἀμφιρύτη: περιρρεομένη κύκλῳ. ἐν Ἐπιγράμμασι· ἀμφιρύτη Κῶος, καὶ πάλιν πένθος ἔχεις οἷον ἐφ’ Ἱπποκράτει. ]
alpha 1780[ Ἀμφιφορῆα: ἀγγεῖον. ἐν Ἐπιγράμμασι· τίς με Διωνύσῳ πεπλασμένον ἀμφιφορῆα, τίς με τὸν Ἀδριακοῦ νέκταρος οἰνοδόκον Δηοῦς ἐπλήρωσε; τίς ὁ φθόνος εἰς ἐμὲ Βάκχου ἢ σπάνις οἰκείου τεύχεος ἀσταχύων; ἀμφοτέρους ᾔσχυνε· σεσύληται μὲν ὁ Βάκχος, Δημήτηρ δὲ μέθην σύντροφον οὐ δέχεται. ]
alpha 1828[ Ἀνάγκη· ἐν Ἐπιγράμμασι· ἴδ’ ὡς ἐδίδαξεν ἀνάγκα πάνσοφος ἐξευρεῖν ἔκλυσιν ἀΐδεω. καὶ παροιμία· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. παρεγγυᾷ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. ὅμοιον τῷ· ἂν μὴ παρῇ κρέα, ταρίχῳ στερκτέον. ]
alpha 2063[ Ἀνασειράζει: ἀνθέλκει, ἀνατρέπει. ἐν Ἐπιγράμμασι· ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω. Ἀνασειράζω οὖν τὸ ἀναχαλινῶ. ]
alpha 2523[ Ἀνθρακιά: πεπυρακτωμένοι ἄνθρακες. Ὅμηρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε. καὶ ἐν Ἐπιγράμμασι· τρῖγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. καὶ Ἀνθρακίδες, λεπτοὶ ἰχθύες ὀπτοί· καὶ πάντα τὰ ἐπ’ ἀνθράκων ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι. ]
alpha 2652[ Ἀντιάσας: μετασχών. ἐν Ἐπιγράμμασι δῶρα φέρει τρομεροῦ γήραος ἀντιάσας. καὶ αὖθις Σοφοκλῆς· ἀλλ’ ἀντιάζω, πανωλέθρους τὸ πᾶν ἡμᾶς τ’ ὀλέσθαι κἀξερημῶσαι γένος. ]
alpha 2663[ Ἀντίδορον: τὸ τοῦ δέρματος δέρμα. ἐν Ἐπιγράμμασι· καὶ κάρυον χλωρῆς ἀντίδορον λεπίδος. ]
alpha 2733[ Ἀντιτυπῆσαι: ἀντιπαθῆσαι. καὶ Ἀντιτυπία, ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος. ἐν Ἐπιγράμμασι καὶ λίθον ἀντιτύπῳ κρούματι πυρσοτόκον. καὶ Ἀντίτυπον· πάσης αἰσθήσεως περὶ ἕν τι γένος ἐχούσης ἡ ἀφὴ οὐκ ἔχει περὶ ἓν κοινὸν γένος τῶν ἁπτῶν, φησὶν Ἀριστοτέλης. ὅτι καὶ αὐτὴ καταγίνεται περὶ ἕν τι γένος τῶν ἁπτῶν· ἀλλ’ οὐκ ἔστιν εὔδηλον τὸ ἓν γένος τὸ τῇ ἁφῇ ὑποκείμενον· διὰ δὲ τούτου ἐσήμανεν, ὅτι ἐστὶ μὲν, οὐ φανεροῖ δέ. τί οὖν τοῦτό ἐστι; λέγομεν ὅτι τὸ ἀντίτυπον. ἀντίτυπον δὲ λέγω οὐ τὸ ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυσικὸν σῶμα τὸ προσπίπτον καὶ θιγγάνον τῆς ἁρῆς πρὸς ἀντιδιαστολὴν τῶν μαθηματικῶν σωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῆ ἁφῇ. τὸ οὖν ὁπωσοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον, καὶ κοινὸν εἶναι γένος τῶν ἁπτῶν. καὶ Ἀντιτύπους ἀνθρ ώ πους, σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας. καὶ τύπος ἀντίτυπος. φησὶν ὁ χρησμός. ]
alpha 2994[ Ἀπεκόμπασεν· ἐν Ἐπιγράμμασι· βρόγχον τετριγυῖα λύρας ἀπεκόμπασε χορδά. ]
alpha 2999[ Ἀπεκτήτου: ἀκτενίστου. ἐν Ἐπιγράμμασι· οὐδὲ κομίζει χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην. ]
alpha 3086[ Ἀπέτηλον· ἐν Ἐπιγράμμασι· καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην. ]
alpha 3105[ Ἀπέχω· αἰτιατικῇ. ἀντὶ τοῦ ἀπέλαβον. ὡς ἀπέχομέν γε τὴν χάριν, εἰ δή τις ὀφείλεται καὶ νεωτέρῳ παρὰ ἀδελφοῦ πρεσβυτέρου τοῦ πείθεσθαι χάρις. καὶ αὖθις ἐν Ἐπιγράμμασι· τὸ χρέος ἀπέχεις, Ἀσκληπιὲ, τὸ πρὸς γυναικὸς Δημοδίκης. καὶ, ἀπέχω τὰ τροφεῖα. Ἀπέχομαι δὲ γενικῇ. εἰ γὰρ ὁ Ἀδὰμ ἀπέσχετο τοῦ ξύλου τῆς γνώσεως. ]
alpha 3232[ Ἁπλοΐδας: ἁπλᾶς χλανίδας. ἐν Ἐπιγράμμασι· οἷα δὲ πυρὶ ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη. καὶ Ἁπλοϊκός, ὁ ἁπλοῦς καὶ ἀπέριττος. καὶ Ἁπλοϊκώτερρος. ]
alpha 3691[ Ἀπροϊδής: ἀπροόρατος. Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός λέγεται καὶ Ἀπροϊδής, ὁ ἀπρόοπτος. ἐν Ἐπιγράμμασι· ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ. ]
alpha 3742[ Ἀρασσόμενα: προσρηγνύμενα, προσκρουόμενα. ἐν Ἐπιγράμμασι· νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις. ]
alpha 3749[ Ἀράχνειον νῆμα καὶ Ἀραχναῖος μίτος, ὁ λεπτότατος. ἐν Ἐπιγράμμασι· ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον. ]
alpha 3972[ Ἄρμενα: ἁρμόδια, ἐπιτήδεια. ἐν Ἐπιγράμμασι· Πανὶ τάδ’ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας. καὶ Ἄρμενον, τὸ ἱστίον. ὅτι οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν. ]
alpha 4003[ Ἁρπεδόνες: τὰ σχοινία. Ἀρπεδόνη, ἡ διὰ σπάρτου θήρα. ἐν Ἐπιγράμμασι· καὶ πολλοὺς ὀϊστοὺς τόξου πορφυρέης ἧκεν ἀφ’ ἁρπεδόνης. ]
alpha 4049[ Ἀρτιχανῆ ῥοιάν τε, καὶ ἀρτίχνουν τόδε μῆλον· ἐν Ἐπιγράμμασι. ]
alpha 4212[ Ἄσπιλος, ὁ μὴ ἔχων σπίλον τινά. ἐν Ἐπιγράμμασι· μῆλον ἐγὼ στρουθίον ἄσπιλον, ἀρρυτίδωτον. καὶ Ἀσπιλότατος. ]
alpha 4240[ Ἀστιβὲς ἄλσος: ἀδιόδευτον, ἀκαταμάχητον, ἀπροσπέλαστον. Αἴας φησί· μολών τε χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ’ ἔγχος τοὐμὸν ἔχθιστον βελῶν, γαίας ὀρύξας ἔνθα μή τις ὄψεται· ἀλλ’ αὐτὸ νὺξ ᾅδης τε σῳζόντων κάτω. εὑρήσω, φησὶ, τόπον, οὗ οὐδεὶς ἐπιβήσεται. ὁ Αἴας φησὶν, ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ. καὶ Ἀστιβῆ, ἄβατον ποσί. καὶ Ἀστιβής, ὁ ἄβατος ἢ ἀσφαλής. καὶ Εὐστιβής, ὁ καλὴν βάσιν ἔχων. εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας. ἐν Ἐπιγράμμασι. καὶ Ἀστείβητος, ἀδιόδευτος τρίβος. ]
alpha 4314[ Ἀταλῇσιν: ἁπαλαῖς, νεογνοῖς. καὶ Ἀταλόψυχος: ἐν Ἐπιγράμμασι· ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις. ]
alpha 4369[ Ἀτλήτῳ: ἀνυπομονήτῳ. ἐν Ἐπιγράμμασι· παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη. καὶ Ἀτλητῶν, μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν. πάρειμ’ ἀτλητῶν. ]
alpha 4378[ Ἄτρακτον: βέλος μεταφορικῶς. Σοφοκλῆς· πρὸς δὲ τού τοις, ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην δύστηνος ἐξέλκων πόδα. καὶ Προκόπιος· τινὸς τῶν ἐν ταῖς ἐπάλξεσιν ἀμυνομένων εὐστοχώτατα ἀφιέντος τὸν ἄτρακτον ἀνήρηται βλαβείς. καὶ Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμασι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον. Ἄτρακτος καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας. καὶ αὖθις· καὶ δακτυλότριπτον ἄτρακτον, σπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθις· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωστῆρα στρεπτάς εὔδρομον ἁρπεδόνας. ]
alpha 4390[ Ἀτρόμητος: ὄνομα κύριον. καὶ ὁ ἄφοβος. ἐν Ἐπιγράμμασι· ταύρου βαθὺν τένοντα καὶ σιδηρέους Ἄτλαντος ὤμους καὶ κόμην Ἡρακλέους σεμνάν θ’ ὑπήνην καὶ λέοντος ὄμματα Μιλησίου γίγαντος οὐδ’ Ὀλύμπιος Ζεὺς ἀτρόμητος εἶδε. καὶ Ἀτρόμως, ἀφόβως. φεύγων ἀτρόμως καὶ τρέχων ὑποστρέφει. περὶ τοῦ Πέρσου Πισίδης. ]
alpha 4418[ Αὐαίνεται: ξηραίνεται. αὖοι γὰρ οἱ ξηροί. καὶ Αὑασμός, ξηρασία. ἡ πρώτη δασύνεται. Ἀριστοφάνης· ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται. καὶ ἑτέρωθι· ὥστ’ ἔγωγ’ ηὐαινόμην θεώμενος. καὶ Αὐαίνοιτο, ξηραίνοιτο, ἀφανιζέσθω. ἐν Ἐπιγράμμασι· ὁ φθόνος αὐαίνοιτο, τεὸν δ’ ἔτι κῦδος ἀέξοι. καὶ Αὐαίνου λίθος, ἀπὸ τοῦ αὔους τοὺς νεκροὺς εἶναι. Αὐαίνου λίθος ἦν Ἀθήνησιν. ]
alpha 4419[ Αὖ ἐρύσαι: εἰς τοὐπίσω ἑλκύσαι. ἐν Ἐπιγράμμασι· ἀπρὶξ δραξαμένη βόστρυχον αὖ ἐρύσαι. ]
alpha 4423[ Αὔθαιμοι: οἱ ἀδελφοί. ἐν Ἐπιγράμμασι· Πανὶ τάδ’ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνης. ]
alpha 4447[ Αὐλός: ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος. καὶ περόνης μέτρον. καὶ μουσικῆς τι ὄργανον. καὶ Αὐλός, ὁ ἐπιμήκης φυσητήρ. ἐν Ἐπιγράμμασι· καὶ αὖθις· αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον. ]
alpha 4456[ Αὖον: ξηρόν. Ἡσίοδος· αὖον ἀπὸ χλωροῦ τάμνειν. καὶ ἐν Ἐπιγράμμασι· καὶ τρύφος ἄρτου αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίαν. καὶ αὖθις· καὶ τὰ μὲν αὖος ὑπὸ τοῦ φόβου ἦν, τὰ δὲ ἀνέφερεν ἡ ἐκ τοῦ θεοῦ πρόσταξις τὸν ἄνδρα. αὔω γὰρ τὸ ξηραίνω, παρὰ τὸ ὕω, τὸ βρέχω, ἀΰω μετὰ τοῦ στερητικοῦ α, καὶ κράσει αὔω. ]
alpha 4532[ Αὐτούργητον: αὐτοφυές. ἐν Ἐπιγράμμασι· καὶ αὐτούργητον ἐρείκης βάθρον. ]
alpha 4564[ Ἄφατοι: μεγάλαι ἢ καταπληκτικαί. ἐν Ἐπιγράμμασι· τρεῖς ἄφατοι κεράεσσιν ὑπ’ αἰθούσαις τοὶ, Ἄπολλον, ἄγκεινται κεφαλαὶ Μαιναδίων ἐλάφων. ]
alpha 4681[ Ἀχαιΐνη: ἡ ἔλαφος. ἐν Ἐπιγράμμασι· καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαιΐνεω. καὶ Βάβριος· τοιαῦτα κωτίλλουσαν τὴν ἀχαιΐνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ]
alpha 4705[ Ἄχναι: λεπτὰ ἄχυρα ἢ ἀκαθαρσίαι. καὶ Ἄχνη ἁλός, τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. ἐν Ἐπιγράμμασι· μῆλον θ’ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ. καὶ Ἄχνη πυρός, ὁ καπνός. καὶ ἄχνη ὕπνου, ὁ Ἱπποκράτης φησὶ, καὶ ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. ]
alpha 4721[ Ἀχυρμιαί: οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποφέρεται λικμώμενα. καὶ ἐν Ἐπιγράμμασι· καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας. ]
alpha 4722[ Ἄψ: πάλιν. ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω. ἐν Ἐπιγράμμασι ἀντὶ τοῦ ἀνθέλκω, ἀνατρέπω. ]
beta 90[ Bάμβαξ, ἢ πάμβαξ καὶ παμβακίς: τὸ παρὰ πολλοῖς λεγόμενον βαμβάκιον. ἐν Ἐπιγράμμασι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. ]
beta 140[ Βασσαρικά ἤτοι Διονυσιακὰ ἔγραψε Σωτήριχος, γεγονὼς ἐπὶ Διοκλητιανοῦ. καὶ Βασσαρικοῦ. ἐν Ἐπιγράμμασι· στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα. τουτέστι πορνικοῦ. ]
beta 141[ Βασσαρίς: ἑταῖρα, πόρνη. ἐν Ἐπιγράμμασι· Bασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἡ ποτὲ ταύρων πολλὰ τανυκραίρων στέρνα χαρὰξαμένη. ]
beta 271[ Βιαρκέος: τῆς εἰς τὸ ζῆν ἐπαρκούσης. ἐν Ἐπιγράμμασι· βιαρκέος ἄλλος ἀπ’ ἄλλης αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης. ]
beta 287[ Βινεῖν: τὸ συνουσιάζειν· ἢ τὸ πιπίζειν. ἐν Ἐπιγράμμασι· ἁδὺ τὸ βινεῖν ἐστι· τίς οὐ λέγει; ἀλλ’ ὅταν αἰτῇ χαλκὸν, πικρότερον γίνεται ἑλλεβόρου. ]
beta 297[ Bιοτὴ καὶ Βίοτος: ζωὴ, καὶ τὰ πρὸς τὸ ζῆν· καὶ ἡ οὐσία. ἐν Ἐπιγράμμασιν· Ἑλλήνων βιοτῇ δεύτερον ἠέλιον. ]
beta 365[ Βολίς: βέλος, ἀκόντιον, λογχάριον. καὶ Βόλος, τὸ βαλλόμενον εἰς ἄγραν ἰχθύων. ἐν Ἐπιγράμμασι· Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ’ ἁλίοισι Κλείτωρος, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις. καὶ αὖθις· εὐστιβὲς αἰθύαις ἰχθυβόλοισι λέπας. καὶ Βόλος, ἐν Ἐπιγράμμασι· καὶ φελλὸν κρυφίων σῆμα λαχόντα βόλων. ]
beta 403[ Βόστρυχος: πλέγμα τριχῶν γυναικείων. ἐν Ἐπιγράμμασιν· εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον; Ἀριστοφάνης· πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε βοστρύχων. ἐναλείφειν τὰς τρίχας καὶ διατιθέναι κατὰ βοστρύχους, εὐθὺς ἅπασι πρόχειρον, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς Ἰθυφάλλοις ὠργίακεν. ]
beta 405[ Βοτηρικὰ κύπελλα· ἐν Ἐπιγράμμασι. καὶ Bοτῆρες, ποιμένες. ]
beta 457[ Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. οἱ γὰρ πένητες ἔμψυχον μὴ ἔχοντες θῦσαι ἔπλαττον ἐξ ἀλεύρου. θυομένων δὲ τῶν Ϛʹ ἐμψύχων, προβάτου, ὑὸς, αἰγὸς, βοὸς, ὄρνιθος, χηνὸς, ἐθύετο ἕβδομος ὁ ἐξ ἀλεύρου· καὶ διὰ τὸ εἶναι αὐτὸν ἄψυχον, ἐξεδόθη εἰς παροιμίαν. ἐπίγραμμα εἰς βοῦν καὶ τράγον ἐπὶ πίνακος ἀργυροῦ ἐγκεκολαμμένους· πῶς βοῦς ὑπάρχων, αὔλακας γῆς οὐ τέμνεις, ἀλλ’ ὡς πάροινος ἀγρότης ἀνεκλίθης; πῶς οὐχὶ καὶ σὺ πρὸς νομὰς ἀποτρέχεις, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕστηκας, τράγε; ἕστηκα τὴν σὴν ἐξελέγχων ἀργίαν. ]
beta 477[ Βουχανδής: βοῦν χωρῶν. ἐν Ἐπιγράμμασι· βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐραππίδαυλος Κεύβοτος. ]
beta 507[ Βώτορες: βοήτορες, νομεῖς. καὶ δώτορες. ἐν Ἐπιγράμμασι· τὸν νομίην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας σινόμενον κλαγγάν τ’ οὐχὶ τρέσαντα κυνῶν πέφνε καὶ ἐκ ταύτας ἐκρέμασε πίτυος. ]
beta 529[ Βρέγμα καὶ Βρεγμόν: τὸ ὑπερμετώπιον μέρος. πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι. ἐν Ἐπιγράμμασι. ]
beta 539[ Βριθομένη: βαρυνομένη διὰ πλῆθος ὧν ἔφερεν. ἐν Ἐπιγράμμασι· γήραϊ νουσοφόρῳ βριθομένης παλάμης. ]
beta 548[ Βρόμος: ἦχος πυρὸς κυρίως. καὶ κούφοιο βαρύν τυμπάνου βρόμον. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· οὐκέτι κοιμίσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν. ]
beta 553[ Βροτολοιγός: ὁ ὀλέθριος, ὁ τοὺς βροτοὺς ὀλοθρεύων. ἐν Ἐπιγράμμασι· Ἄρες βροτολοιγὲ, σκῦλα φέρειν δώης πᾶσιν ἀπ’ ἀντιπάλων. ]
beta 579[ Βρύχιος: βυθιζόμενος ὕδατι. καὶ Ἐμβρύοικος, ἡ ἄγκυρα ἡ τὸν βυθὸν οἰκοῦσα. καὶ Ἐμβρυον, τὸ ἐγγάστριον βρέφος. ἐν Ἐπιγράμμασι· ἄγκυρον ἐμβρύοικον ἐρυσινηΐδα. ἐπὶ Ἡρακλείου βασιλέως σʹ χιλιάδες ἀνδρῶν διεφθάρησαν ἐν τῷ πρὸς Ἰσαύρους πολέμῳ. ὁ δὲ βασιλεὺς Ἡράκλειος χρήματα πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου. ]
gamma 41[ Γάλλος: ἀπόκοπος. ἐν Ἐπιγράμμασι· γάλλος ὁ χαιτήεις, ὁ νεήτομος, ὅς ποτε Τμῶ Λυδιὸς ὀρχηστὸς μάκρας ὀλολυζόμενος. καὶ Γάλλοι, οἱ ἀπόκοποι. Γναῖος, ὁ ὕπατος Ῥωμαίων, διερχόμενος ἐγεφύρωσε τὸν Σαγγάριον ποταμὸν, τελέως κοῖλον ὄντα καὶ δύσβατον· καὶ παρ’ αὐτὸν τὸν ποταμὸν στρατοπεδευσάμενος παραγίνονται Γάλλοι παρὰ Ἄττιδος καὶ Βαττάκου τῶν ἐκ Πεσσινοῦντος ἱερέων τῆς μητρὸς τῶν θεῶν ἔχοντες πρὸς τῆ ἰδέᾳ καὶ τύπους, φάσκοντες προσαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτος· οὓς ὁ Γναῖος φιλανθρώπως ὑπεδέξατο. καὶ αὖθις· ἀπέστειλε νεανίσκους διασκευάσας εἰς Γάλλους, μετ’ αὐλητῶν ἐν γυναικείαις στολαῖς ἔχοντας τύμπανα καὶ τύπους, ἐπὶ τοὺς προκαθημένους τῆς χώρας. ὅτι Γάλλοι μὲν γίνονται ἐξ ἀνδρῶν, ἐκ δὲ Γάλλων ἄνδρες οὐ γίνονται. ]
gamma 54[ Γαμψόν: ἐπικαμπές. καὶ γαμψὸν χαίτῃσιν ἐφ’ ἱππείῃσι πεδηθὲν ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην. ἐν Ἐπιγράμμασι· γαμψόν τε δρέπανον, σταχυητόμον ὅπλον ἀρούρης. καὶ αὖθις· γαμψὰς πυρολόγους δρεπάνας. ]
gamma 73[ Γαῦλος: ὁ ἐξ ἀλλοτρίων ζῶν ἢ ὁ εὐαπάτητος. ἡ πλοῖόν τι φορτηγὸν Φοινικικὸν, ἢ ἄκατος. Γαυλὸς δὲ ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, ὃ δέχεται τὸ γάλα. Ἡρόδοτος· γαύλους τε ἐνταῦθα καταδύσας. ἢ Γαυλός, ὁ τοῦ φρέατος ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον, ἐκ ξύλων κατεσκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουσιν. ἐπὶ δὲ τῶν γαλακτοδόχων ἀγγείων· γαυλούς τε γλαγοπῆγας. ἐν Ἐπιγράμμασι. ]
gamma 108[ Γελασίνοις: γραμμαῖς ταῖς ἐκ τοῦ γελᾶν γινομέναις. ἐν Ἐπιγράμμασι· καὶ ῥ’ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις λευκὴ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίην. ὅτι ὁ Δημόκριτος Ἀβδηρίτης ἐπεκλήθη Γελασῖνος διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. ]
gamma 158[ Γένυσι: σιαγόσιν. ἐν Ἐπιγράμμασι· χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην. ]
gamma 165[ Γεωμόριον: γεώργιον. ἐν Ἐπιγράμμασι· ἐφ’ αἷς πολὺν ἔβρασεν ἄντλον Κριθῶν καὶ λιπαρὰν εἶδε γεωμορίην. ]
gamma 192[ Γεραιός: ἔντιμος. καὶ ὁ ῥυτίδων ἀνάπλεως. ἐν Ἔπιγράμμασι· ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα. καὶ αὖθις· ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων. ]
gamma 252[ Γῆρυν: φωνήν. ἐν Ἐπιγράμμασι· σὺν καλάμοις ἄγγος τε μελανδόκον, οἷσι φυλάσσει αἰὼν ἐσσομένοις γῆρυν ἀποιχομένων. ]
gamma 276[ Γλάγος: γάλα. καὶ Γλαγερῶν, ἀντὶ τοῦ λευκῶν. ἐν Ἐπιγράμμασι· ἄρκυν τε γλαγερῶν λαιμοπέδαν γεράνων. ]
gamma 358[ Γνωτός: ἀδελφός. καὶ Γνωτή, ἀδελφή. ὦ φίλ’ Οἰδίπους, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθετ’ ἱμείροντες. εὖ γὰρ οἶδ’ ὅτι νοσεῖτε πάντες· καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται μόνον καθ’ αὑτὸν, κοὐδέν’ ἄλλον· ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει. καὶ ἐν Ἐπιγράμμασι· γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρης δέχνυσο Πάν. ]
gamma 373[ Γομφίους: ὀδόντας, κλειδώσεις. καὶ Γομφιόδουπα χαλινά· ἐν Ἐπιγράμμασι· τὰ εἰς τούς γομφίους κτυποῦντα, τουτέστι τὰς σιαγόνας. ]
gamma 510[ Γυρόν: κυρτὸν, στρογγύλον. ἐν Ἐπιγράμμασι· γυρὸν κυανέης μόλιβον σημάντορα γραμμῆς. ]
gamma 511[ Γυρῶν: περιφερῶν, κεκαμμένων. ἐν Ἐπιγράμμασι· γυρῶν τ’ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας. ]
delta 11[ Δαΐ· τῇ μάχῃ. ἐν Ἐπιγράμμασιν· ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαΐ, σάλπιγξ, καὶ γλυκὺν εὐράνας ἐκπροχέουσα νόμον. ]
delta 85[ Δασπλῆτα· τὴν ἐπὶ κακῷ προσπελάζουσαν. ἐν Ἐπιγράμμασι· σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα. Δασπλῆτις γὰρ ἡ Ἐριννύς. ]
delta 155[ Δεδμημένοι· δεδαμασμένοι. καὶ Δέδμηνται. ἐν Ἐπιγράμμασι· οἱ δὲ χαλινοὶ στοιχηδόν, ξεστοί τ’ ἀμφίβολοι κάμακες δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας, Παλλαδίου. ]
delta 253[ Δεραιοπέδη· τὸ ἰξευτικὸν λίνον. ἐν Ἐπιγράμμασι· τάνδε πετηνῶν ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδην. λέγεται δὲ καὶ λαιμοπέδην. ]
delta 307[ Δείκελον· εἴδωλον. ἄγαλμα ἢ ὁμοίωμα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσοράων. Δείκνυμί σοι καὶ Δεικνύω σοι· δοτικῇ. ]
delta 379[ Δήεις· εὑρήσεις. ἐν Ἐπιγράμμασι· γραψάμενος δήεις. ]
delta 490[ Δῆριν· μάχην, ἢ φιλονεικίαν. ἐν Ἐπιγράμμασι· μέλλον ἄρα στυγερὰν κἀ γώ ποτε δῆριν Ἄρηϊ ἐκπρολιποῦσα χορῶν παρθενίων ἀΐειν. καὶ αὖθις· φεῦγε Λάκων ποτὲ δῆριν, ὑπαντιάσασα δὲ μάτηρ. ]
delta 491[ Δῆρις, ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. ἐν Ἐπιγράμμασιν. ]
delta 1088[ Δικέραιον· δύο κέρατα ἔχουσαν. ἐν Ἐπιγράμμασι· δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων σπασάμενος κούρᾳ θέτο παρ’ ἀγρώτιδι. ]
delta 1101[ Δικλίς, δικλίδος καὶ δικλίδας, δίθυρον. ἐν Ἐπιγράμμασι· δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις. ]
delta 1107[ Δίκραιρος. δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν. ἐν Ἐπιγράμμασι. ]
delta 1268[ Δισκεύων· ἐκδεχόμενος· ἢ κυλίων. καὶ ἐν Ἐπιγράμμασι· καὶ νῦν δίσκος ἐμοὶ κρόταλον. ]
delta 1439[ Δωδεκαδώρῳ· δώδεκα παλαιστῶν ὄντι. δῶρον γὰρ ἡ παλαιστή. ἐν Ἐπιγράμμασι· Κυλληνίων αὐερύσαντες ἔρρεξαν καὶ οἱ δωδεκάδωρα κέρα ἄλλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἐπάξαι. ]
delta 1547[ Δρύοχοι· πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένης νεώς. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψίδας ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμασι· τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχους. Δρυόχους Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. στόλου δ’ ἐκ δρυόχων ναυπηγουμένου καθ’ ἕνα καιρὸν λαθεῖν ἀδύνατον. ]
delta 1634[ Δυσηχής· ὁ κακόηχος. ἐν Ἐπιγράμμασι· ῥυσαμένη Πύθωνα δυσηχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται. ]
alphaiota 18[ Αἰγανέα· ἀκόντιον ὁλοσίδηρον. ἐν Ἐπιγράμμασι· ἄνθετο δέρμα λέοντος Τεῦκρος Ἄραψ καὐτὴν ἀγρότιν αἰγανέαν. ]
alphaiota 132[ Αἴθοπα· ἀντὶ τοῦ διάπυρον, φλεγμαίνουσαν. ἐν Ἐπιγράμμασι· μέχρι καὶ αὐτοῦ βλέμματος ἐνστήσας αἴθοπα βασκανίην. ]
alphaiota 315[ Αἶσα· ἡ μοῖρα. ἐν Ἐπιγράμμασιν· οὐ φθονέω· τὴν σὴν ἤθελον αἶσαν ἔχειν. καὶ Αἶσα, ἡ μανία. τὸν αἶσ’ ἄπλαστος ἴσχει. τουτέστιν ἡ μανία. ]
alphaiota 392[ Αἶψα· θᾶττον. λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο αἶψα τάδε κλυτοῦ δῶρα Λεωνίδεω. ἐν Ἐπιγράμμασι. ]
epsilon 265[ Ἑδράνων· θρόνων. Σοφοκλῆς· ἀλλ’ ἄναξ ἑδράνων, ὅπου μακραίωνι στηρίζῃ σχολῇ. καὶ ἐν Ἐπιγράμμασι· νηῶν θ’ ἕδρανον ἀσταθέων ἄγκυραν. ἀντὶ τοῦ ἕδρασμα. ]
epsilon 319[ Ἔθειραι· αἱ ἐξ ἔθους ἐπιμελούμεναι τρίχες. πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας. ἀντὶ τοῦ ἐκτένισε. καὶ ἐν Ἐπιγράμμασι· χρυσῆς εἰρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης. ]
epsilon 861[ Ἐλινύειν· στρατεύειν. διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ πότμον ἐλινύσειεν. ἀντὶ τοῦ τὴν δυστυχίαν παύσειεν. Ἡρόδοτος· διέβη δὲ ὁ στρατὸς ἐν ζʹ ἡμέρῃσι καὶ ζʹ εὐφρόνῃσιν ἐλινύσας καὶ οὐδένα χρόνον. καὶ Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. τουτέστι χρονίσας. καὶ ἐν Ἐπιγράμμασι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος. καὶ αὖθις· ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ αὖθις· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ μέλλειν διαρρυῇ ὁ καιρός. ]
epsilon 947[ Ἔμβολα· μοχλοί, ἀσφάλειαι. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες. ἐν Ἐπιγράμμασι· ἔμβολα χαλκογένεια, φιλόπλοα τείχεα νηῶν, Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια. Ἀριστοφάνης· ἔμβολον δέ φασι χρημάτων ἔχειν αὐτόν. ]
epsilon 1100[ Ἐνναέται· οἰκήτορες. ἐν Ἐπιγράμμασι· τὸν θρασὺν ὑψικόμων ἐνναέτην δονάκων. περὶ κάπρου φησί. ]
epsilon 1655[ Ἐξεσάλαξας· μετεκίνησας. ἐν Ἐπιγράμμασι· τὴν δ’ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην. ]
epsilon 1658[ Ἐξεσόβησα· ἐξεδίωξα. ἐν Ἐπιγράμμασι· ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ αὖθις· καὶ πτῶκας πολλάκις ἐξεσόβει. ]
epsilon 1946[ Ἐπάλξεις· προμαχῶνες οἱ τῶν τειχέων καὶ τῶν πύργων. καὶ ἐν Ἐπιγράμμασι· προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος. ]
epsilon 2143[ Ἐπεισόδιον· τὸ εἰς τὰ δράματα εἰσαγόμενον, κατὰ προσθήκην τινὰ καὶ αὔξησιν τοῦ δράματος. Εὐνάπιος· καὶ τούτῳ ὥσπερ δράματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκε. καὶ ἐν Ἐπιγράμμασι· ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον. καὶ αὖθις· γέλγιθες κ’ ὄγχναι καὶ ῥοιαὶ καὶ σταφυλαὶ δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια. ]
epsilon 2176[ Ἐπήλυσιν· μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν. ἐν Ἐπιγράμμασιν. ἀντὶ τοῦ ἄφιξιν, ἐπέλευσιν, ἔκπεμψιν. ]
epsilon 2544[ Ἐπιρρέξει· θύσει. ἐν Ἐπιγράμμασι· καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης αἷμα. ]
epsilon 2894[ Ἐραππίδαυλος· ἐν Ἐπιγράμμασι· Βουχάνδης ὁ λέβης, ὁ δὲ θεὶς Ἐραππίδαυλος Κεύβοτος. ]
epsilon 2968[ Ἐρημωτής· ἐρημοποιός. ἐν Ἐπιγράμμασι· ταῦρον τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίης. ]
epsilon 2979[ Ἐριβρύχων· πολυήχων. ἐν Ἐπιγράμμασι· ἐριβρύχων παυσαμένη κελάδων. περὶ σάλπιγγός φησιν. ]
epsilon 3243[ Ἐσχάρα· μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον. ]
epsilon 3360[ Εὐαγής· καλῶς περιηγμένος. μεταφορικὸς κύκλος. καὶ ἐν Ἐπιγράμμασι· Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτὰν κατέχει Πίνδαρον ἥδε κόνις. ]
epsilon 3378[ Εὐαστήρ· ἐπίθετον Διονύσου. παρὰ τὸ εὐοῖ ἐνθουσιαστικόν. ἐν Ἐπιγράμμασι· ἀγρονόμων τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ, τουτέστι Λυαίῳ, πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων. ]
epsilon 3419[ Εὐδίνητα· εὔστροφα, εὐκίνητα. τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα. ἐν Ἐπιγράμμασιν. ]
epsilon 3574[ Εὐμάρεια· ἡ εὐκολία. λέγεται δὲ καὶ ἡ εὐκοσμία παρὰ Μάρκῳ Ἀντωνίνῳ. καὶ ἐν Ἐπιγράμμασι· οὐ βαθύπεπλος εὔμαρις. ]
epsilon 3709[ Εὐρώταν· ἐν Ἐπιγράμμασι· τὸν δ’ ὑπεροιδαίνοντα κατέσκεπε πταμένη χείρ, οὐχ ὅλον Εὐρώταν, ἀλλ’ ὅσον ἠδύνατο. περὶ αἰδοίου ἀνδρὸς ὁ λόγος. καὶ αὖθίς φησι Λάκαινα πρὸς τὸν ἴδιον υἱόν· λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον, ἡνίκα δειλὴν οἶσθα φυγὴν τελέθειν, οὔτ’ ἐμὸς οὔτε Λάκων. ]
epsilon 3990[ Ἐχενηΐς· ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. ἐν Ἐπιγράμμασι· ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηΐδα, δεσμὸν ἀέλλης. ]
epsilon 4009[ Ἐχῖνος τὸν τόκον ἀναβάλλῃ· λέγεται ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χείρονος γίνεται. καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθ’ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τῷ τόκῳ. Ἐχῖνος δὲ καὶ τὸ ζῷον, καὶ ἡ γαστὴρ τοῦ βοός. ἐν Ἐπιγράμμασι· ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον. καὶ αὖθις· κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας ἀπέκτεινε τῷδ’ ἐπὶ θειλοπέδῳ. ]
zeta 8[ Ζαθέρει· ἄγαν θερμῷ. ἐν Ἐπιγράμμασι· οἶδα καθίζων ἀείδειν ζαθέρει καύματι θαλπόμενος. ]
zeta 19[ Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι· ἐν Ἐπιγράμμασι. ἀντὶ τοῦ βιασθείς, κινηθείς. ]
zeta 135[ Ζωμήρυσις· μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον. ]
zeta 164[ Ζωρότερον· ἀκρατότερον. ἐν Ἐπιγράμμασι· καὶ ζωρὸν κεράσας ἰσοχειλέα. καὶ Ὅμηρος εἰπών, ζωρότερον δὲ κέραιε, διαφορὰς κράσεων λέγει, ὡς μίγματός τινος στερεμνίους ποιοῦντος τοὺς πίνοντας. ]
epsiloniota 141[ Εἷμα· ἱμάτιον, ἔνδυμα. καὶ διὰ τί. ἐν Ἐπιγράμμασι· Πραξιδίκη μὲν ἔρεξεν, ἐβούλευσε δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη. καὶ αὖθις· δέξαι βύσσινον εἷμα ἕν. καὶ Λευχείμων. ]
epsiloniota 234[ Εἵσατο· κατέθετο. ἐν Ἐπιγράμμασι· ὃς τάδε καλὰ εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. καὶ ἀντὶ τοῦ περιέθηκε, περιέβαλεν. ]
eta 20[ Ἡβητήρ. καὶ Ἥβη, ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. ἐν Ἐπιγράμμασι· οὐ καλὸν ἡβητῆρες. ἀπεχθαίρω γὰρ ἐκείνην τὴν τρίχα τὴν ταχὺ φυομένην. ]
eta 128[ Ἠέρος ὄγμοι· αἱ ὁδοί, οἱ τόποι. λέγεται δὲ θηλυκῶς ἐν Ἐπιγράμμασι· καὶ διὰ μέσης ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον. ]
eta 136[ Ἠΐθεος· ἄφθαρτος πρὸς γυναῖκας. καὶ ἐν Ἐπιγράμμασι· ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις. καὶ ὁ ἴσος τοῖς θεοῖς. ]
eta 323[ Ἡμιδαής· ἡμίκαυστος. ἐν Ἐπιγράμμασι· ἡμιδαὲς πέμψαι, χοῦς γὰρ ἔνεισι δύω. ]
eta 380[ ᾘνέσαμεν· ἠσπασάμεθα, ἠγαπήσαμεν. ἐν Ἐπιγράμμασι· ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. ]
eta 397[ Ἠνορέη· ἀνδρεία. ἄγγελλ’ ἠνορέην Κρητὸς Ἐχεκρατίδα. ἐν Ἐπιγράμμασι. ]
eta 415[ ᾘωρημένω· κρεμαμένω. καὶ ᾘώρησεν, ἐκρέμασεν, ἀνῆψεν. ἐν Ἐπιγράμμασι· ταῦτά σοι, ὦ Διόνυσε, πρὸ παστάδος ᾐώρησε τὰ κάλλευ κόσμια καὶ μανίης. ]
eta 526[ Ἠριπόλη· ἡ ἡμέρα. ἐν Ἐπιγράμμασι· οὐδὲ φαεινῆς φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης. ]
iota 131[ Ἴδριας· ἐμπείρους. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἄν. καὶ ἐν Ἐπιγράμμασι Ἰδρίτης· ἰδρίτα καὶ γαίης, ἰδρίτα καὶ πελάγευς. Σοφοκλῆς· εἰ γὰρ πέφυκα τῶνδε τῶν λόγων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. τουτέστι ζηλῶ σε. ]
iota 312[ Ἱλήκοις· ἵλεως καὶ εὐμενὴς γενοῦ. ἐν Ἐπιγράμμασι· ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης. ]
iota 326[ Ἰλλώπτειν. ἐν Ἐπιγράμμασι· τῷ γλυκερὸν καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ. ]
iota 336[ Ἱμάσθλην· μάστιγα. ἐν Ἐπιγράμμασι· κώπην θ’ ἅμα νηὸς ἱμάσθλην. ]
iota 350[ Ἱμερόεντα· ἐράσμιον. λάμποντα. ἐν Ἐπιγράμμασι· αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντ’ ἀπὸ μαστῶν κεστὸν ἔδωκεν ἔχειν. καὶ Ἱμερόεις, ὁ ἐπιθυμητικός. ]
iota 387[ Ἴξαλος· πηδητικός. ἐν Ἐπιγράμμασι· ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. καὶ αὖθις· πρόσθε μὲν ἀγραύλοιο διατριχὸς ἰξάλου αἰγὸς δοῖον ἐπὶ χώροις ἐστεφόμην πετάλοις. ]
iota 442[ Ἴουλος· ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι ζῷον. καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων, καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος, καὶ ᾠδῆς τι γένος ἴουλος, καὶ ὁ προσφιλὴς τῇ Ἀρτέμιδι. ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν. ἐν Ἐπιγράμμασι· ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους κειράμενος, γενύων ἄρσενος ἀγγελίας, Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας. ]
iota 452[ Ἰοχέαιρα· ἡ τοῖς ἰοῖς χαίρουσα, ὑποδεχομένη. ἐν Ἐπιγράμμασι· σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα, δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται. ]
iota 755[ Ἴτυς· περιφέρεια ὅπλου. Ξενοφῶν· ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτοῦ τῆς ἴτυος. ἐν δὲ τούτῳ παραθεῖ αὐτοὺς Ἀριστώνυμος. καὶ ἐν Ἐπιγράμμασι· γυρῶν τ’ ἀγκίστρων καμπυλόεσσαν ἴτυν. ]
iota 761[ Ἴϋγξ· τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. ἐν Ἐπιγράμμασι· ἴϋγξ, ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη. δεῖ δή σε νυνὶ γενέσθαι δεινήν, ἀγαθήν, φαύλην, σεμνήν, ἀγανήν, πολύπειρον· ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴϋγγι κοινῇ πάντ’ ἐπέτρεψαν. ἀντὶ τοῦ τῷ σῷ πόθῳ, τῇ σῇ θελήσει. οἱ δέ, ὅτι ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας, ἥν φασιν Ἠχοῦς εἶναι θυγατέρα, ἔνιοι δὲ Πειθοῦς. καὶ Ἴϋγξιν. ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴϋγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ τοῦ Σεβαστοῦ κρατήσειν τρίτου. καὶ αὖθις· τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ Κυνός. ]
theta 31[ Θαλυκρόν· διάπυρον. ἐν Ἐπιγράμμασι· καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης. ]
theta 110[ Θελξινόοις· τοῖς τὸν νοῦν ἐπαπατῶσιν. ἐν Ἐπιγράμμασι· ὡς ἂν θελξινόοισιν ἀεὶ φίλτροισι δαμάζῃς ἀνέρας. ]
theta 271[ Θεσμοφόρος· ὁ τοὺς νόμους ἐπιφερόμενος. καὶ ἐν Ἐπιγράμμασι· ὡμολόγησ ' ἥξειν εἰς νύκτα μοι ἐπιβόητος, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον. ]
theta 314[ Θειλόπεδον· ὁ τόπος, ἐν ᾧ αἱ σταφυλαὶ ἐξηραίνοντο. ἐν Ἐπιγράμμασι· ἐχῖνον ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων. ]
theta 379[ Θίασος· ἱερὸς χορός. καὶ Θιασώτης, ὁ χορευτής. ἀπὸ τοῦ θεῖν, ὅ ἐστι θύειν. ὁ δὲ χορὸς ἀπὸ τῆς συνελεύσεως· θέειν γὰρ τὸ τρέχειν· ἢ ἀπὸ τοῦ ἐνθουσιᾶν. ὅθεν θιασῶται κυρίως οἱ περὶ τὸν Διόνυσον. ἐλθὲ χορεύσων ὁσίους ἐς θιασώτας. οὕτω λέγουσιν, οὐ συνθιασώτας. ἐν Ἐπιγράμμασι· στρεπτὸν Βασσαρικοῦ ῥόμβον θιάσοιο μύωπα. ]
theta 386[ Θῖνα· αἰγιαλόν, σωρόν. Ἀριστοφάνης· τὸν θῖνά μου ταράττεις καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον· κοὐκ οἶδ ' ὅ τι χρῆμά με ποιεῖς. ἐν Ἐπιγράμμασι· καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον. ]
theta 420[ Θοῦρον καὶ Θούριος· πηδητικόν, ταχύν, πολεμικώτατον. ἐν Ἐπιγράμμασι· ἄλλος ἀπὸ κράτας θοῦρος ἀνὴρ ἔθετο. Θούριος Ἄρης ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων. ]
theta 429[ Θωμούς· σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται καὶ οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφή, πρὶν ἐκπυρωθῆναι. Ἀριστοφάνης· εἴθ ' αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τύφῳ καὶ πρηστῆρι ξυστρέψας καὶ ξυγγογγυλίσας οἴχοιο φέρων. καὶ αὖθις ἐν Ἐπιγράμμασι· ἀκτά τε Κρηταιῒς ἐϋτριβέος τεροειπ θωμοῦ. ]
theta 433[ Θωπεύει· αἰτιατικῇ. ἀπατᾷ. ἐν Ἐπιγράμμασι· ὅτι χαλέπτων Κύπριδα θωπεύεις, δεσποτικὴν ὀδύνην. καὶ Ἀριστοφάνης· εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, εὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. λιπαρὰς ἀφύας, ἀντὶ τοῦ εὐτελῆ τιμήν. λέγεται δὲ καὶ ἑνικῶς ἀφύη. Ἀριστοφάνης ἐν Ταγηνισταῖς· ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ ἐσθίων. ]
theta 497[ Θριγκός· τὸ περίφραγμα τοῦ οἴκου, στεφάνη, μικρὸν τειχίον, περίβολος. ἢ τῶν οἰκιῶν τὰ ἀνωτάτω. μεταφορικῶς ἀφ' ἡμῶν, διότι τὰ ἀνωτάτω σώματα ἡμῶν θριξὶ περιπέφρακται. ἐν Ἐπιγράμμασι· τάδε μοι θνητῶν θριγκοῖσιν ἀνῆψε σκῦλα; λύσις ὀνείρου· θρίδακας ἔσθειν σωμάτων δηλοῖ νόσον. ὅτι τῶν θριδάκων τὰ φύλλα φυλλεῖα λέγονται. ]
theta 605[ Θυρεός· ὅπλον. τὸ παρ' ἡμῖν σκουτάριον. καὶ Θυρεοφόροι, οἱ θυρεοὺς ἔχοντες· οἱ δὲ ἁπλῶς δορατοφόροι. ἐν Ἐπιγράμμασι· ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς θώρηκας. ]
theta 613[ Θύρσος· βακχικὴ ῥάβδος. ἢ λαμπάς, ἣν ἐβάσταζον εἰς τιμὴν τῷ Διονύσῳ. ἐν Ἐπιγράμμασι· Πανὶ Βίτων χίμαρον, Νύμφαις ῥόδα, θύρσα Λυαίῳ, τρισσὸν ὑπ' εὐπετάλοις δῶρον ἔθηκε φοίβαις. καὶ αὖθις· καὶ θύρσου χλοερὸν κωνοφόρον κάμακα. ]
kappa 24[ Κάδος· μέτρον οἰνηρόν. τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε ἐμπλήσας οἴνου πρωτοχύτοιο κάδους. ἐν Ἐπιγράμμασι. ]
kappa 193[ Καλαμητομίης· ἐν Ἐπιγράμμασι· ἀλλὰ καὶ αὖθις ἐκ καλαμητομίης ἀμβλὺ φέρει δρέπανον. ]
kappa 211[ Καλιά· νοσσιά· ἢ οἶκος ξύλινος κυρίως. κᾶλα γὰρ τὰ ξύλα. ἐξ ὧν σύγκειται. ἐν Ἐπιγράμμασι· Πανός τ’ ἠχήεσσα πιτυστέπτοιο καλιή. μακρὸν τό ι. ]
kappa 316[ Κανονίς· ἐργαλεῖον καλλιγραφικόν. ἐν Ἐπιγράμμασι· καὶ κανονῖδ’ ὑπάτην. ]
kappa 454[ Κάσιον ὄρος· πρὸς τῷ Εὐφράτῃ. καὶ Κάσιος Ζεύς· ἔνθα Τραιανὸς ἀνέθηκε κρατῆρας ἀργυροῦς καὶ κέρας βοὸς παμμέγεθες κεχρυσωμένον, ἀκροθίνια τῆς κατὰ Γετῶν νίκης. καὶ ἐπιγράμματα ἐν τοῖς ἀναθήμασιν Ἀδριανῷ πεποιημένα· Ζηνὶ τάδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα, κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων ἄνθετο. ὅτι οἱ Κάσιοι Πηλουσιῶται φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. καὶ Κασιώτῃ ἴσον ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορίας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους. ]
kappa 1144[ Καὐτήν· ἐν Ἐπιγράμμασι· ἄνθετο δέρμα λέοντος Τεῦκρος Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν. ]
kappa 1250[ Κεκμηκώς· κάμνων. καὶ χωρὶς τοῦ κ. ἐν Ἐπιγράμμασι· ἐνθάδε Καλλιμένης φιλομήδεσιν ἄνθετο Μούσαις, γήραϊ κεκμηκώς, ὄμματα καὶ παλάμας. ]
kappa 1272[ Κέκροψ, Αἰγύπτιος ὢν τὸ γένος ᾤκησε τὰς Ἀθήνας· ὅθεν καὶ Κεκροπίδαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι, τὰ μὲν ἄνω ἀνδρός, τὰ δὲ κάτω γυναικός· οἱ δὲ θηρίου. ἕτεροι δέ, ὅτι νόμους ἐξεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν. ἄλλοι δέ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων ταῖς γυναιξί, καὶ ἐκ τούτου μὴ γινωσκομένου ἢ τοῦ παιδὸς παρὰ τοῦ πατρός, ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδός, αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγγίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις, τοῦ τε πατρὸς καὶ τῆς μητρός, εἰκότως διφυὴς ἐκλήθη. καὶ ἐν Ἐπιγράμμασι· τὸν τραγικῆς μούσης ἀστέρα Κεκρόπιον. ]
kappa 1273[ Κεκρύφαλον· κεκρύφατον, σαβακάθιον, σουδάριον. ἐν Ἐπιγράμμασι· κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα· τήκομαι οἴστρῳ. καὶ αὖθις· φιλοπλέκτοιο κόμας σφιγκτῆρα Φιλαινὶς βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον. κεφαλοδέσμιον. καὶ αὖθις· πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον. ]
kappa 1285[ Κελαινόν· μέλαν. ἐν Ἐπιγράμμασι· καὶ γραφικοῖο δοχεῖα κελαινοτάτοιο ῥεέθρου. ]
kappa 1294[ Κελευθήτῃσι· τουτέστιν ὁδοιπόροις. προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός. ἐν Ἐπιγράμμασι. ]
kappa 1301[ Κέλης· εἶδος πλοιαρίου μικροῦ. Ἀριστοφάνης· ἀλλ’ ἐκεῖναί γ’ οἶδ’ ὅτι ἐπὶ τῶν κελήτων διαβεβήκασιν ὀρθαί. καὶ ἵππος δὲ κέλης, ὁ γυμνός. λέγει οὖν, ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. καὶ οὐχ ἁπλοῦν. ἐν Ἐπιγράμμασι· οὐκέτι Τιμάριον τὸ πρὶν γλαφυροῖο κέλητος πῆγμα φέρει πλωτόν, Κύπριδος εἰρεσίην. ἔστι δὲ εἶδος πλοίου. ὅτι τὸ κελητίζειν πρὸ τοῦ Ὁμήρου. ]
kappa 1364[ Κεραοξόος· ὁ τὰ κέρατα ἐργαζόμενος. ἐν Ἐπιγράμμασι· νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων. ]
kappa 1428[ Κεστός· ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς· ἢ ἔνδυμα Ἀφροδίτης. καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. καὶ ἐν Ἐπιγράμμασι· καὶ κεστοῦ φωνεῦσα μαγώτερα. ἀντὶ τοῦ θελκτικώτερα. καὶ αὖθις· χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη ἤθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης. ζήτει ἐν τῷ Ἀφρικανός, ὃς ἔγραψε τοὺς κεστούς. ]
kappa 1520[ Κημός· πλέγμα κωνοειδές, δι’ οὗ καθιᾶσιν οἱ δικασταὶ τὴν ψῆφον εἰς τὸν κάδον. Ἀριστοφάνης· κἀπισταίην ἐπὶ τοῖς κημοῖς. καὶ τὸ τοῖς ἵπποις ἐπιτιθέμενον, καὶ γυναικεῖον προκόσμημα, καὶ αἱ αὐλητικαὶ φορβειαί, καὶ κρίκου τι γένος, καὶ πόα τις, καὶ ὄσπριόν τι παρὰ Θρᾳξίν. ἐν Ἐπιγράμμασι· καὶ ἀμφίτρητον ὑπεικτὰν κημόν. καὶ μηχανικόν τι πυρφόρον μηχάνημα. ]
kappa 1635[ Κίναιδος· ἀσελγής, μαλακός. καὶ ἐν Ἐπιγράμμασι· ὡς μεγάλου κιναίδου. ]
kappa 1663[ Κίρκον· ἱέρακα, ἢ οὐράν, ἢ κωπηλάτην. κίρκον τ’ εὐόλπαν φιλοκαμπέα. ἐν Ἐπιγράμμασι. Νικηφόρου πατριάρχου· λύσις ὀνείρου· κίρκους κατασχών, οὗ θέλεις πάντως τύχοις. καὶ ἄλλο· χειρὸς πετασθεὶς κίρκος ἄρχουσι βλάβη. ]
kappa 1678[ Κίστη· ἡ θήκη. καὶ κίστην πολύωπα μελανδόκον. ἐν Ἐπιγράμμασι. καὶ πληθυντικὸν κίσται. ]
kappa 1682[ Κισσύβιον· ἐκ κισσουίνου ξύλου ποτήριον κυρίως. ἐν Ἐπιγράμμασι· κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος. ]
kappa 1694[ Κιχλίζειν· τὸ λιπαροὺς ὄρτυγας ἐσθίειν, ἢ τὸ γελᾶν ἀτάκτως. ἐν Ἐπιγράμμασι· κιχλίζων εἰς χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα. ]
kappa 1838[ Κλώψ· κλέπτης. Ξενοφῶν· εἰσὶ γυμνῆτες τῶν ἐφεπομένων ἡμῖν κλωπῶν. καὶ ἐν Ἐπιγράμμασι· τόξῳ μὲν κλῶπας βάλε, σάου δὲ φίλους. ]
kappa 1839[ Κλοιός· περιτραχήλιος δεσμός. ἐν Ἐπιγράμμασι· ὡς δ’ ἴδ’ ὁμοίην εἰκόνα, παντοίῳ σχήματι φαινομένην, κλοιὸν ἔχων πέλας ἦλθε, λέγων Λευκῶνι, κελεύειν τῷ κυνὶ καὶ βαίνειν· πεῖθε γὰρ ὡς ὑλάων. ]
kappa 1843[ Κλύμενος· οὕτω λέγεται ὁ ᾍδης· ἢ ὅτι πάντας προσκαλεῖται εἰς ἑαυτόν, ἢ ὁ ὑπὸ πάντων ἀκουόμενος. ἐν Ἐπιγράμμασι· ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀμείλικτον θυμὸν ἔθελξε λύρᾳ. περὶ Ὀρφέως. καὶ αὖθις· ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπόταται, καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνης. ]
kappa 1850[ Κνᾶκον· ἐν Ἐπιγράμμασι· κνᾶκον ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. ]
kappa 1871[ Κνῆστις· μάχαιρα. Ὅμηρος· κνήστι χαλκείῃ. καὶ ἐν Ἐπιγράμμασι· καὶ τὰν εὐχάλκωτον ἐΰγναπτόν τε κρεάγραν καὶ κνῆστιν. ]
kappa 1880[ Κνώδαλον· ζῷον μικρόν, θηρίον. κυρίως μὲν τὸ θαλάσσιον, ποτὲ δὲ καὶ τὸ χερσαῖον. ἐν Ἐπιγράμμασι· ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμα. ]
kappa 1886[ Κνώσσουσαν· κοιμωμένην. ἐν Ἐπιγράμμασι· τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον. ]
kappa 1932[ Κολασσαεῖς· οἱ Ῥόδιοι· οἵ τινες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσόν, ἐπὶ Σελεύκου τοῦ Νικάνορος υἱοῦ, διαδόχου Ἀλεξάνδρου τοῦ Μακέδονος. ἐν Ἐπιγράμμασι· αὐτῷ σοι πρὸς Ὄλυμπον ἐμακύναντο Κολοσσὸν τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε, χάλκεον, ἥνικα κῦμα κατευνάσαντες Ἐνυοῦς ἔστεψαν πάτραν δυσμενέων ἐνάροις. ]
kappa 1946[ Κόλον· κενόν, μάταιον, κολοβόν. Ὅμηρος· πῆλ’ αὕτως ἐν χειρὶ κόλον δόρυ. καὶ ἐν Ἐπιγράμμασι· τοῦτο τὸ δίπηχυ κόλον κέρας οὐμβρακιώτης βουμολγὸς ταύρου κλάσσας ἀτιμαγέλου. ]
kappa 2075[ Κορείας· παρθενίας. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας. ]
kappa 2115[ Κορυβαντείων· μαινομένων, ἐνθουσιώντων. ἐν Ἐπιγράμμασι· καὶ Κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων. ]
kappa 2124[ Κόρυμβοι· κλῶνες· ἢ ἄκροι. ἐν Ἐπιγράμμασι· μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβους ἢ μαστὸν νεαρῆς ὄρθιον ἡλικίης. κόμη τρέφων χρυσῷ στρόφῳ κεκορυμβωμένην. ]
kappa 2159[ Κότινος· ἀγριέλαιος· ἢ ὄνομα βοτάνης. ἐν Ἐπιγράμμασι· καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποτε τῆνος πολλάκι ῥομβητὰν ἐκ χειρὸς ἠκροβόλει. ]
kappa 2191[ Κουρόσυνον· τὸ ὑπὲρ τῆς κουρᾶς θυόμενον. ἐν Ἐπιγράμμασι· καλῷ σὺν τέττιγι Χρισθένεος τρίχα τήνδε κουρόσυνον. ]
kappa 2255[ Κωμάσομαι· ἀσελγῶς διατεθήσομαι. ἐν Ἐπιγράμμασι· ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ’ ἀφῇς ζῆν καὶ διαθῇς τούτων χείρονα, κωμάσομαι. ]
kappa 2277[ Κωνοειδές· σχῆμα τοιοῦτον, οἷον στροβιλοειδές. καὶ ἐν Ἐπιγράμμασι· κἐν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκε. ]
kappa 2322[ Κράνεια· ἐκ κρανείας δόρυ. ἐν Ἐπιγράμμασι· ἕσταθι τῇδε κράνεια βροτοκτόνε, μηδ’ ἔτι λυγρὸν χάλκεον ἀμφ’ ὄνυχα στάζε φόνον δαΐδων. ]
kappa 2361[ Κρεάγρα· μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ὁμοῦ κρεάγρᾳ τῇ σιδηροδακτύλῳ. ὅτι ὁ Ἑρμῆς δειλακρίων ἐλέγετο ὡς λίχνος· κρεαδίων γὰρ ἐπιδεικνυμένων αὐτῷ κατήρχετο αὐτίκα. ]
kappa 2367[ Κρέκουσα· αὐλοῦσα. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ὦ καλλιβόαν κρέκουσ’ αὐλὸν φθέγμασιν ἠρινοῖς. κυρίως δὲ κρέκειν τὸ τὴν κιθάραν κρούειν. καὶ ἐν Ἐπιγράμμασι· Ζηνοφίλα, λιγὺ κρέκεις τι μέλος. ]
kappa 2424[ Κρίμνον· διὰ τοῦ ι ἡ κριθή. παρ’ Ὁμήρῳ κατὰ ἀποκοπὴν λέγεται κρῖ· ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι. καὶ Πολύκριμνος, ἡ πολύκριθος. καὶ ἐν Ἐπιγράμμασι· αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρίμνα. καὶ Βάβριος· ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφ’ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω. Κρίμνον δὲ τὸ παχὺ τοῦ ἀλεύρου. ]
kappa 2477[ Κρόταλος· ἀρσενικῶς, ἀντὶ τοῦ εὔγλωττος, καὶ εὔστομος, ὡς τὰ κρόταλα. καὶ ἐν Ἐπιγράμμασι· καὶ νῦν καλοῦμαι θηλυμανὴς καὶ νῦν δίσκος ἐμοὶ κρόταλον. ἔστι δὲ κάλαμος ἐσχισμένος. ]
kappa 2488[ Κρωβύλος· ὁ μαλλὸς τῶν παιδίων. καὶ ὁ πλόκαμος, ὃν διέβαλλον οἱ τὸν χρυσοῦν τέττιγα φοροῦντες, ἀνάδημα, κόσμος, ὁ τῶν τριχῶν πεπλεγμένος κόσμος. ἐν Ἐπιγράμμασι· ἅλικες αἵ τε κόμαι καὶ ὁ κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶμος ὁ τετραέτης. Ξενοφῶν· εἶχον δὲ κράνη σκύτινα οἷά περ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγυτάτω τιαροειδῆ. Κρωβύλος κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην. ]
kappa 2513[ Κτένα· τὸ πύξινον κάλυντρον τῶν τριχῶν. ἐν Ἐπιγράμμασι· ἠδὲ τῶν τριχῶν σαγηνευτῆρα, πύξινον κτένα. καὶ οὐδετέρως Κτέννιον. ]
kappa 2602[ Κύβος· πᾶν τετράγωνον. Κύβος, ὁ κυκλόθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κάμψαντα κυβισθῆναι κυβιστῆσαι ἔλεγον. καὶ ἐν Ἐπιγράμμασι· οἶδ’ ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. καὶ Ἐγκυβιστᾶν τοῖς πράγμασι, τὸ ῥιψοκινδύνως τι πράττειν καὶ ἐπιλέγειν, ἐρρίφθω κύβος. Πολύβιος· οἱ μὲν ἀλογιστίαν καὶ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ. τουτέστι παραλόγως τι πράττειν καὶ ῥιψοκινδύνως. ]
kappa 2635[ Κυκᾷ· ταράττει. καὶ Κυκήσω, ἀντὶ τοῦ ταράξω, θορυβήσω. ἐν Ἐπιγράμμασι· μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρασ’ ἐπὶ σκοπέλους. ]
kappa 2680[ Κύμβαλα· θυμελικὰ παίγνια. ἐν Ἐπιγράμμασι· καὶ κύμβαλ’ ὀξύδουπα, κοιλοχείλεα. ]
kappa 2713[ Κυνθιάδες· ἐν Ἐπιγράμμασι· Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι. καὶ Κυνθίαν· Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις. ]
kappa 2735[ Κύπελλον· ποτήριον, κισσύβιον. ἐν Ἐπιγράμμασι· καὶ ταῦτα βοτηρικὰ Πανὶ κύπελλα ἄγκειται, δίψης φάρμακ’ ἀλεξίκακα. ]
kappa 2799[ Κυφός· κεκυρτωμένος. καὶ Πάγκυφος ἐλαία, ἡ κατακεκυμμένη. καὶ ἐν Ἐπιγράμμασι· καὶ κυφὰς καρῖδας· ἀριθμήσει δέ σοι αὐτός. ]
lambda 1[ Λᾶας· λίθος. ἐν Ἐπιγράμμασι· πολυτρήτου τ’ ἀπὸ πέτρης λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου. ]
lambda 13[ Λαγαρόν· ὑπόκενον. ἐμηχανῶντο δέ, ὅσα λαγαρότητι ἢ ἁπαλότητι πρὸς τὰς τοξείας ἀντήρκει. καὶ ἐν Ἐπιγράμμασι· καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται. καὶ αὖθις· σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται. ]
lambda 29[ Λαγὼς καθεύδων· ἐπὶ τῶν προσποιουμένων καθεύδειν. λέγεται καὶ λαγωός, λαγωοῦ. ἐν Ἐπιγράμμασι· τὸν ταχύπουν ἔτι παῖδα συναρπασθέντα τεκούσης ἄρτι μ’ ἀπὸ στέρνων, οὐατόεντα λαγωόν. ]
lambda 54[ Λακιδέας· ἐν Ἐπιγράμμασι· ἀσπίδα, φρῦνον, ὄφιν καὶ Λακιδέας περίφευγε. ]
lambda 63[ Λακωνικαί· ἀνδρεῖα ὑποδήματα. ποῦ τὸ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. καὶ ἐν Ἐπιγράμμασι· τοί τε Λάκωνες ἐΰπεπλοι. ]
lambda 73[ Λαλαγεῦσαν· ἐμμελῶς φωνοῦσαν. ἐν Ἐπιγράμμασι· τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχώ, πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας. ]
lambda 106[ Λαμυρόν· εὔλαλον, εὐτράπελον, καταπληκτικόν, τερπνόν. ἐν Ἐπιγράμμασι· βροτολοιγὸς ἔρως τὰ πυρίπνοα τόξα βάλλει καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ. καὶ αὖθις· ἐσβέσθη δὲ τὰ φίλτρα, καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις. καὶ Λαμυρώτερον. ]
lambda 143[ Λάταξ· ἡ μεγάλη σταγών. ἐν Ἐπιγράμμασι· τοὺς δὲ μεθυστὰς καλλείψω, λατάγων πλέγμασι τερπομένους. ]
lambda 189[ Λαιμοπέδη· δι’ ἧς δεσμεῖται ὁ κύων. ἐν Ἐπιγράμμασι· καὶ τὰν εὐρῖνον λαιμοπέδαν σκυλάκων. ]
lambda 284[ Λέπας· ἀκρωτήριον. Λεπὰς δὲ κογχυλίου εἶδος, ὃ ταῖς πέτραις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδάν τις αὐτοῦ βουληθείη λαβεῖν. εὐεπίφορος δὲ ἐστὶ τῷ λεπὰς ὁ Ἀριστοφάνης. παρ’ ὑπόνοιαν, ὥσπερ λεπὰς πέτρᾳ, οὕτως ἡ γραῦς τῷ μειρακίῳ. λεπὰς δὲ εἶδος ἰχθύος. καὶ ἐν Ἐπιγράμμασι· ὃς τόδε ναίεις εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας. τουτέστιν ἀκρωτήριον. ]
lambda 337[ Λευκόχρως· λευκὸν τὸ σῶμα ἔχων. ἐν Ἐπιγράμμασι· Δάφνις ὁ λευκόχρως, ὁ καλῇ σύριγγι μελίσδων. ]
lambda 350[ Λεχώ· ἡ ἀρτίτοκος. καὶ ἐν Ἐπιγράμμασι· οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες χεῖρας ἄτερ τόξου, πότνια, νισομένη. ]
lambda 360[ Λεῖκνον· κόσμος Βακχικός. ἠδὲ φορηθὲν πολλάκι μιτροδέτου λεῖκνον ὕπερθε κόμης. ἐν Ἐπιγράμμασι. ]
lambda 371[ Λειομίτου· ἐν Ἐπιγράμμασι· Παλλάδος ἱστοπόνου λειομίτου κάμακος. ]
lambda 413[ Ληθεδών· λήθη. Λήθη δέ ἐστιν ἀποβολὴ ἐπιστήμης. ἐν Ἐπιγράμμασι· ἔργα δὲ φώτων ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα. ]
lambda 468[ Ληρεῖς ἔχων· παρέλκει τὸ ἔχων. ἐν Ἐπιγράμμασι· καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι. ]
lambda 483[ Λιβάδα· σταγόνα, κρήνην, ἔνυδρον τόπον. ἐν Ἐπιγράμμασι· καὶ λιβάδες, καὶ ταῦτα βοτηρικὰ κύπελλα. ]
lambda 544[ Λιμενῆτιν· ἐν Ἐπιγράμμασι· τρίγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. ]
lambda 548[ Λιμηρῆς· ἐν Ἐπιγράμμασι· ἄνθεμα λιμηρῆς ἄρμενον ἐργασίης. εἶπε δέ, χαῖρε θεά, καὶ τήνδ’ ἔχε. ]
lambda 620[ Λιτός· εὐτελής. ἐν Ἐπιγράμμασι· λιτὸς ἐγώ τ’ ἀτυχής, ὦ δεσπότι· φημὶ δὲ πολλῶν ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης. καὶ αὖθις· λιτὸς ὁ τύμβος ὀφθῆναι· μεγάλου δ’ ὀστέα φωτὸς ἔχει. τὸ λι μακρόν. καὶ αὖθις· οἱ δὲ οὐκ ἐξεφαύλισαν τὸ ἔργον οἷα δήπου λιτόν. καὶ αὖθις· λιτός θ’ ὁ σχεδὸν ἀμπελεών. ]
lambda 635[ Λογάδες· οἱ ὀφθαλμοί. ἐν Ἐπιγράμμασι· Ἰνδῴη δ’ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης, ἀλλὰ τεῶν λογάδων πουλύ γ’ ἀφαυροτέρην. ]
lambda 665[ Λογχωτόν· ἐν Ἐπιγράμμασι· καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχωτὸν καὶ τὸ περισφύριον. ]
lambda 672[ Λοξὴ φάλαγξ, ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν προῄρηται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι’ ὑποστολῆς ἔχουσα· δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν. ἐν Ἐπιγράμμασι· δερκομένη λοξαῖς οἷα Λάκαινα κόραις. ]
lambda 717[ Λόχμιος. ἐν Ἐπιγράμμασι· λόχμιον ὑλοβάτᾳ. τουτέστι δασύν. ]
lambda 731[ Λώπην· ἱμάτιον, περίβλημα. ἐν Ἐπιγράμμασι· φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα καὶ διαδὺς λέχριος ἐν θαλάμῳ. ]
lambda 742[ Λωτός· βοτάνη εὐώδης· ἣν ἔνιοι μυρόλωτον καλοῦσι. καὶ Λωτοί, ἐπιθαλάμιοί τινες αὐλοί. λωτοὶ ἄχευν, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· διδύμους τε λωτοὺς κερωβόας, ἐφ’ οἷς ποτε ἐπωλόλυξεν αὐχένα στροβιλίσας. καὶ αὖθις· ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν λωτοί. καὶ αὖθις· ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις. ]
lambda 768[ Λύγδινα· κἐν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκε, μίτρης γυμνὰ περιτρομάδος. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· οἷά τε λύγδου γλυπτήν, παρθενίων βριθομένην χαρίτων. ἔστι δὲ εἶδος λίθου ἡ λύγδος. καὶ αὖθις· γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείαν. ]
lambda 784[ Λυδιάζων· Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσθησαν. τὸ δὲ λυ μακρόν. ἐν Ἐπιγράμμασι· κεῖται δ’ ἠπείροις διδύμοις ἔρις, εἴθ’ ὅγε Λυδός, εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων. ]
lambda 789[ Λύζει· ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει· ἐὰν δὲ χωρὶς τοῦ ζ, ἀλύει, τουτέστιν ἀδημονεῖ. ἢ λύζει, ἀντὶ τοῦ ποιὰν φωνὴν τραχεῖαν ἀφίησιν ἢ λυγμῷ συνέχεται. εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους. καὶ ἐν Ἐπιγράμμασι· καὶ γοερὸν λύζων ἐστονάχησεν ἔρως. καὶ Λύγδην, ἐπίρρημα. ἐκ τοῦ λύζω. ]
lambda 792[ Λύθρος· φόνος. ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμός, συνιστάμενος δι’ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος, μετὰ ἰχῶρος. ἐν Ἐπιγράμμασι· ὅπλα δὲ λύθρῳ λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι. ]
mu 26[ Μαγώτερα· ἀντὶ τοῦ θελκτικώτερα. ἐν Ἐπιγράμμασι· ἀλλὰ σελίνων οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη καὶ κεστοῦ φωνεῦσα μαγώτερα. ]
mu 266[ Μάστιξ· δι’ ἧς τὸν ἵππον πλήττομεν. ἐν Ἐπιγράμμασι· καὶ νεκύων σφίγκτορ’ εὐρραφέα μάστιγα. ]
mu 314[ Μαίανδρος· ποταμὸς Λυδίας. ἐν Ἐπιγράμμασι· ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ. καὶ Μαιάνδριον ὕδωρ καὶ πεδίον. ]
mu 329[ Μαιναλία ἔλαφος. καὶ Μαιναλίων, ὁρμητικῶν. ἐν Ἐπιγράμμασι· ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων. ]
mu 389[ Μέγας βασιλεύς· ὁ τῶν Περσῶν. διὰ τὸ πλείονι δυνάμει χρῆσθαι τῇ Περσικῇ. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον Λακεδαιμονίων, Μακεδόνων. καὶ ζήτει ἐν τῷ βασιλεὺς μέγας. ἡ εὐθεῖα, ὁ μέγας, γενικὴν οὐκ ἔχει οὔτε δοτικήν· ἡ αἰτιατική, τὸν μέγαν. ἡ δὲ κλητικὴ εὕρηται παρὰ τοῖς ποιηταῖς· ὥς φησιν Ἀγαθίας ἐν Ἐπιγράμμασι· ἆ μέγα τολμήεις κηρός. ]
mu 440[ Μεθύουσαν· δίυγρον οὖσαν, πεπληρωμένην. ἐν Ἐπιγράμμασι· καὶ κώπην ἅλμης τὴν μεθύουσαν ἔτι. καὶ Μεθύω· αἰτιατικῇ. ]
mu 473[ Μελεδήματα· μεριμνήματα. καὶ Μελεδήμων, μελεδήμονος. ἐν Ἐπιγράμμασι· πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων. ]
mu 504[ Μελίαι· βέλη. δόρατα. μελίαι δ’ ἦσαν αὐταῖς αἱ κερκίδες· φησὶν ὁ θεολόγος Γρηγόριος. καὶ ἐν Ἐπιγράμμασι· οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, πανομφαίῳ Ζηνὶ μένουσ’ ἱερά. ]
mu 580[ Μεμυκότα· κρύψαντα, καμμύσαντα· ἢ κεκολλημένα. καὶ Ὅμηρος· σὺν δ’ ἕλκεα πάντα μέμυκεν. ἐκ παρατηρήσεως Ὅμηρός φησι τῶν ἐν πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτορος κατὰ θείαν πρόνοιαν. καὶ ἐν Ἐπιγράμμασι· τὸν πάρος Ὀρβηλοῖ μεμυκότα δειράσι ταῦρον. ἀντὶ τοῦ μυκηθμῷ χρώμενον, μυκώμενον. ]
mu 702[ Μεταλλεύει· μεταφέρει. καὶ ἀντὶ τοῦ ἐρευνᾷς, πολυπραγμονεῖς. ἐν Ἐπιγράμμασι· τῶν τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε; ]
mu 934[ Μῆλον· τὸ πρόβατον. καὶ ἡ ὀπώρα. ἐν Ἐπιγράμμασι· μῆλον ἐγὼ στρούθιον ἀπὸ προτέρης ἔτι ποίης ὥριον ἐν νεαρῷ χρωτὶ φυλασσόμενον, ἄσπιλον, ἀρυτίδωτον, ἰσόχνοον, ἀκμὴν ἐν πετάλοις ἐμφυὲς ἀκρέμοσι. ]
mu 1071[ Μίλτος· χρώματος εἶδος ἐρυθροῦ. καὶ Ὅμηρος· νῆες μιλτοπάρῃοι. καὶ ἐν Ἐπιγράμμασι· μιλτοφυῆ τε σχοῖνον ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι. καὶ αὖθις· σχοινίον τε ἐφείλιξαν μίλτῳ καὶ ἔπαιον τὸ ἄγαλμα Ἀλεξανδρίτην καλοῦντες. καὶ δῆτα πολὺν ἡ μίλτος γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. κατὰ γὰρ τὴν ἀγορὰν ἐσόβουν εἰς ἐκκλησίαν τοὺς Ἀθηναίους μεμιλτωμένῳ σχοινίῳ, ἣν ἔβαλλον κύκλῳ. ]
mu 1096[ Μινύαι· οἱ Ἀργοναῦται. ἐν Ἐπιγράμμασι· σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιππος δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοός. ]
mu 1175[ Μνοῦς· ἡ ἁπαλὴ θρίξ. ἐν Ἐπιγράμμασι· καὶ μνοῦ χρῶτα τερεινοτέρη. ]
mu 1377[ Μυδῶντες· βρέχοντες, διυγραμμένοι, σαπέντες. καὶ ἐν Ἐπιγράμμασι· ἧς παρὰ Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα κεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων. ]
mu 1394[ Μυκήσαντος· ἠχήσαντος. Ὅμηρος· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι. καὶ ἐν Ἐπιγράμμασι· οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων τετραπόδων ἐλάφων ἔδραμεν ὀξύτερον. ]
mu 1395[ Μύκητα· καὶ Μύκητες, ἀναστήματά τινα σπογγοειδῆ περὶ τὴν θρυαλλίδα. καὶ οἱ ἀμανῖται. καὶ ἡ λαβὴ τοῦ ξίφους. ἐν Ἐπιγράμμασι· μήποτε λύχνε μύκητα φέροις μηδ’ ὄμβρον ἐγείροις. ]
mu 1418[ Μύξα· τὸ περίττωμα τῆς κεφαλῆς. ἔνθεν καὶ Μυξωτήρ, τὸ μέρος τοῦ σώματος. λέγεται μύξα καὶ τὸ τοῦ λύχνου. ἐν Ἐπιγράμμασι· τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον, ἡ Κριτίου, λύχνιον ἔθηκε θεῷ· ἐς δ’ ἐμὰ φέγγη ἀθρήσας, φήσεις, Ἕσπερε, πῶς ἔπεσες; ]
mu 1430[ Μύωψ· ὁ οἶστρος. μυῖά τις ἐρεθίζουσα τὰς βοῦς. λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ, βοῦς σῶος μύωψ· τοὺς βοῦς σοβῶν καὶ διώκων μύωψ. λέγεται Μύωψ καὶ ἡ μάστιξ τοῦ ἵππου, τὸ σιδήριον, ὃ ἐπὶ τοῦ ποδὸς φοροῦσι κεντοῦντες τοὺς ἵππους. Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατακράτος. καὶ ἐν Ἐπιγράμμασι· Λυσιδίκη σοι, Κύπρι, τὸν ἱππαστῆρα μύωπα, χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός. καὶ αὖθις· βουστρόφον ἀκροσίδαρον ἀπειλητῆρα μύωπα. καὶ αὖθις· κέντρα τ’ ἐναιμόεντα διωξίπποιο μύωπος. ]
mu 1494[ Μυχθίζεις· χλευάζεις, μυκτηρίζεις. ἐν Ἐπιγράμμασι· καὶ σιμὰ σεσηρὼς μυχθίζεις· τάχα που σαρδάνιον γελάσεις. ]
nu 124[ Νεβρίς· ἐλάφου δέρμα. ἐν Ἐπιγράμμασι· ἄνθετό σοι κορύναν καὶ νεβρίδας ὑμέτερος Πάν. ]
nu 250[ Νέποδες· οἱ ἰχθύες. παρὰ τὸ νε στερητικὸν καὶ τὸ ποῦς· ἄποδες γάρ εἰσιν. ἐν Ἐπιγράμμασι· πτηνὰ καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων. ]
nu 342[ Νῆσις, Νήσιδος· ὄνομα πόλεως, καὶ ὄνομα θεᾶς. Νησῖδος δὲ τὸ ὑποκοριστικόν. ἐν Ἐπιγράμμασι· ἀκταίης νησῖδος ἁλιξάντοισι χοιράσι. ]
nu 458[ Νομαία· ἡ ἐκ τῆς νομῆς. ἐν Ἐπιγράμμασι· καί σοι ἐπιρρέξει χιμάροιο νομαίης αἷμα. ]
nu 591[ Νύμφαι πίδακα· ἐν Ἐπιγράμμασι· παναγέλην νυμφαιπίδακα, Βάκχε γάνος. ζήτει ἐν τῷ γάνος. ]
xi 15[ Ξαίνειν· αἰτιατικῇ. τὸ τύπτειν. καὶ ξαίνεσθαι, τὸ πάσχειν. φησὶν οὖν, ἡ βύρσα σου τυπτομένη διαφθαρήσεται· οἱ γὰρ βυρσεῖς τὰς βύρσας ξύλοις τύπτειν εἰώθασιν, ἵνα ἁπαλαὶ γενόμεναι διαλάβοιεν εὐχερῶς τοῦ φαρμάκου. ἐκέλευσε δὲ ξαίνειν τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. καὶ ἐν Ἐπιγράμμασι· πολλὰ θαλασσαίῃ ξανθὲν ὑπὸ σπιλάδι. περὶ ὀστέου σκολοπένδρης ὁ λόγος. ]
omicron 26[ Ὄγμος· ἡ κατὰ στίχον ἔφοδος τῶν θεριστῶν. καὶ ὄγμοι σταχύων. καὶ Σοφοκλῆς· φορβῆς χρείᾳ στίβον ὀγμεύει τόνδε πέλας που. καὶ Ἐπόγμιος Δημήτηρ, ἡ ἔφορος τοῦ θέρους. ἐν Ἐπιγράμμασι· τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον. ]
omicron 92[ Ὀϊζυρήν· ταλαίπωρον, χαλεπήν. ἐν Ἐπιγράμμασι· εὕρετο παισὶν ὄλβον ὀϊζυρὴν ὠσάμενος πενίην. ]
omicron 95[ Ὄϊν· πρόβατον. τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον. ἐν Ἐπιγράμμασι. ]
omicron 124[ Ὀκριόεις· ὁ τραχύς. ἐν Ἐπιγράμμασι· καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα θήγεται( τὴν κίσηριν λέγων) , ἀμβλυνθεὶς ἐκ δολιχογραφίης. καὶ Ὀκρυόεσσα, φρικτή, φοβερά. δέξαι μ’, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις, ἀποφθίμενον τὸν Κύνα Διογένη. ]
omicron 136[ Ὄλβος· εὐδαιμονία, πλοῦτος. ἐν Ἐπιγράμμασι· ὄλβου παντὸς ὑπερπέταται, ὅς σε περιπλέγδην ἔχε πήχεσιν. ]
omicron 208[ Ὄλπη· ἡ λήκυθος. οἱονεὶ ἐλαιόπη τις οὖσα, διὰ τὸ δι’ αὐτῆς ὀπιπεύεσθαι τὸ ἔλαιον. ἐν Ἐπιγράμμασι· χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον, ὄλπην ἡδίστου ξείνιον εἰς ἑτάρου, ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης. ]
omicron 234[ Ὅμαιμος· ἀδελφός. ἐν Ἐπιγράμμασι· οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι. λέγονται καὶ σύναιμοι. ]
omicron 495[ Ὀράμνους· ἐν Ἐπιγράμμασι· ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν. ]
omicron 501[ Ὀρβηλοῖο· ἐν Ἐπιγράμμασι· τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον. ]
omicron 548[ Ὀρεινόμων· τῶν ἐν ὄρεσι διαιτωμένων. ἐν Ἐπιγράμμασι· τρισσοὶ θῆκαν ἄρμενα τέχνας, Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων. ]
omicron 554[ Ὀρείχαλκος· ὁ διαυγὴς χαλκός. ὁ δόκιμος. φιτρὸν ἐλάτης κοιλάναντες ἐναρμόζουσιν εἰς αὐτὸν κώδωνας ὀρειχάλκους. ἐν Ἐπιγράμμασι· ταῦτ’ ὀρειχάλκου λάλα κύμβαλα καὶ μυρόεντα βόστρυχον θήκατο. καὶ Ὀρείχαλκος στήλη. ]
omicron 685[ Ὁσίη· οὐ πολλὴ δ’ ἡ χάρις, ἀλλ’ ὁσίη. ἀντὶ τοῦ καθαρά, ἐκ ψυχῆς ἀνατεθεῖσα. ἐν Ἐπιγράμμασι. ]
omicron 745[ Ὀτλήσοντες· ὑπομενοῦντες, κακοπαθήσοντες. ἐν Ἐπιγράμμασι· ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον. ἐξ ὑμέων γάρ, φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην. ]
omicron 950[ Οὐρίαχος. πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· ὄφρα κεν ἐξ ὑάλοιο πυρικμήτοιο ταθέντας οὐριάχους δέξαιντο. τὰ οὐραῖα τῶν κανδηλῶν. ]
omega 28[ ᾨδόν· ᾠδικὸν, ψάλτην. ἐν Ἐπιγράμμασι· χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας. ]
omega 69[ Ὠλεσίκαρποι· ματαιόκαρποι. Ὅμηρος· καὶ ἰτέαι ὠλεσίκαρποι. καὶ ἐν Ἐπιγράμμασιν Ὠλεσίβωλος· κὠλεσίβωλον σφῦραν. τὴν κλῶσαν τοὺς βώλους. ]
omega 81[ Ὠμαχθής· ἡ βάρος τοῖς ὤμοις παρεχομένη. ἐν Ἐπιγράμμασι· σπερμοφόρον πήρην ὠμαχθέα. ]
omega 89[ Ὠμησταί· ὠμὰ ἐσθίοντες. ἐν Ἐπιγράμμασι· δείσας δ’ ὠμηστέω θηρὸς μόρον, ὡς ἂν δόξαι τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησε νάπης. ]
omega 269[ Ὠφελείας· χρείας, τὴν διαρπαγὴν τῶν λαφύρων. ὁ δὲ Πόπλιος εἰσελθὼν εἰς τὴν πόλιν ἐκέλευσε κτείνειν ἅπαντα τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα. ἐν δὲ Ἐπιγράμμασι διὰ τοῦ ι· ὧδε νέμοις ἠέρος ὠφελίην. διὰ τὸ μέτρον. ]
omega 289[ Ὦχρος· ὠχρίασις. ἐν Ἐπιγράμμασι· ὡς εἶδον Μελίτην, ὦχρός μ’ ἕλε. ]
pi 81[ Παλίγκοτος· ὀργίλος, στυγνός, φοβερός, ἐναντίος. Ἀριστοφάνης· μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ἤγουν μὴ ἐξ ὑποστροφῆς ὀργισθῇς καὶ πάλιν μετανοήσῃς, ἐφ’ οἷς ἡμᾶς εὐεργετεῖν διέγνως. καὶ ἐν Ἐπιγράμμασι· Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας. ]
pi 157[ Παναώριος· ἐν Ἐπιγράμμασι· καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη. πρὸ τῆς ὥρας. ]
pi 201[ Πανικῷ δείματι· τοῦτο γίνεται ἐπὶ τῶν στρατοπέδων, ἡνίκα αἰφνίδιον οἵ τε ἵπποι καὶ οἱ ἄνθρωποι ἐκταραχθῶσι, μηδεμιᾶς αἰτίας προφανείσης. τῷ δὲ Πανὶ εἰώθεισαν ὀργιάζειν αἱ γυναῖκες μετὰ κραυγῆς. καὶ Μένανδρος ἐν Δυσκόλῳ, σιωπῇ φησι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. ἢ ὅτι τὰ ἄνευ αἰτίας τῷ Πανὶ ἀνετίθεσαν· δοξάζεται γὰρ πολεμίων ἔφοδος εἶναι· καὶ ἀναλαμβάνοντες ὅπλα ὑπὸ ταραχῆς, ἀνθιστάμενοι ἀλλήλοις μάχονται. ἐν Ἐπιγράμμασι· Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδ’ ἀνέθηκε τράγον. τοῦτο γίνεται περὶ τοὺς πολέμους· Θεοδώρου τοῦ Ῥοδίων στρατηγοῦ ἐν ὑπομνήμασι λέγοντος, ὅτι κράτιστόν ἐστιν ἐν τοῖς τοιούτοις καιροῖς μένειν ἐπὶ τῶν ὅπλων καὶ τὴν ἡσυχίαν ἔχειν· αὐτός τε περιθέων ἐβόα καὶ διὰ τῶν ὑπηρετῶν παρήγγειλε μένειν ἐν ταῖς σκηναῖς καθωπλισμένους ἅπαντας. καὶ παροιμία. ]
pi 614[ Παρηγορίας· συμβουλῆς, ἢ παρακλήσεως. καὶ ἐν Ἐπιγράμμασι· παίγνιά τ’ ἀμφιέπουσι παρήγορα καὶ κατ’ ἀγυιὰς πλάζονται. ]
pi 670[ Πάρθη. ἐν Ἐπιγράμμασι· ἦν γὰρ ἀγὼν φόρμιγγος, ὁ δ’ ἀντίος ἵστατο Πάρθης. ]
pi 909[ Πέζα· τὸ ἄκρον, ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέγομεν. πρότερον γὰρ ὑπὲρ τοῦ μὴ τρίβεσθαι δέρμα προβάτων προσέρραπτον. Πέζα καὶ ὁ ποῦς. καὶ Ἀργυρόπεζα, ἡ λευκοὺς πόδας ἔχουσα. καὶ ἐν Ἐπιγράμμασι· ἔμπεδον ἐς κείνου πέζαν ἐρεισάμενος αὔρης οὐκ ἀλέγουσαν ἐπὶ χθονός. ]
pi 952[ Πελώριος· μέγας. ἐν Ἐπιγράμμασι· ὡς δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίναν χάσμα φέρων χαλεπόν. καὶ Πελωριάς, ὄνομα τόπου. δῶρον δ’ ἐξ ἱερᾶς εἰμὶ Πελωριάδος. ]
pi 993[ Πέπατο· ἐκέκτητο. πῶ γὰρ τὸ κτῶμαι. καὶ πολυπάμων, ὁ πολλὰ κεκτημένος. ἐν Ἐπιγράμμασι· πέπατο γὰρ οὐ μέγα τοῦτο κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίᾳ. ]
pi 1013[ Πέπονες· ἔκλυτοι, ἀσθενεῖς. ἐν Ἐπιγράμμασι· ὄφρα τάχιστα λικμήσῃ πεπόνων καρπὸν ἀπ’ ἀσταχύων. ἀντὶ τοῦ ὡρίμων. ]
pi 1385[ Πετάλοις· φύλλοις. καὶ ἐν Ἐπιγράμμασι πέταλον, πίλημα ἐξ ἐρίου πιληθέν. σοὶ τὸν πιληθέντα δι’ εὐξάντου τριχὸς ἀμνοῦ, Ἑρμᾶ, Καλλιτέλης ἐκρέμασεν πέταλον. ]
pi 1501[ Πηκτή. ἐν Ἐπιγράμμασι· πειθοῖ καὶ Παφίᾳ πακτὰν καὶ κηρία σίμβλων ἀνέθηκεν ὁ βουκόλος. καὶ εἶδος ἀκολάστου σχήματος. καὶ Πηκταί, θηρευτικὸν ὄργανον παρὰ Ἀριστοφάνει. ]
pi 1502[ Πηκτίς, πηκτίδος· πάνδουρα, μάχαιρα κρεωκόπος. παρὰ δὲ Ἀριστοφάνει ἐν Θεσμοφοριαζούσαις εἶδος ὀργάνου κιθαρῳδικοῦ. τὴν γραῦν ἐρωτᾷς, ἣ’ φέρεν τὰς πηκτίδας; ἢ εἶδος ἀκολάστου σχήματος. καὶ ἐν Ἐπιγράμμασι· ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις. ]
pi 1555[ Πίδαξ· πηγή. ἢ σταγών. καὶ Εὐπῖδαξ χῶρος, ὁ καλὴν πηγὴν ἔχων. πορφυρίαν τε βότρυν, μεθυπίδακα, πυκνορρᾶγα. ἐν Ἐπιγράμμασι. ]
pi 1564[ Πιερία· ὄρος Μακεδονίας. καὶ Πιερίδες, αἱ Μοῦσαι αἱ ἐν Μακεδονίᾳ. ἐν Ἐπιγράμμασι· οὐ γὰρ Πιερίδεσσι τόσον μέλω, ὅσσον ἔρωτι· ὄργια τοσσατίων ἀμφιέπουσα πόθῳ. ]
pi 1632[ Πιότατος ἄνεμος· θρεπτικὸς, αὐξητικός. ἐν Ἐπιγράμμασι τόνδ’ ἀνέθηκε τῷ πάντων ἀνέμων πιοτάτῳ Ζεφύρῳ. ]
pi 1947[ Πολύγληνον· πολυόμματον. οἷα πολύγληνον βουκόλον Ἰναχίης. ἐν Ἐπιγράμμασι. ]
pi 2005[ Πολυσπαθής· ὁ πλειστάκις ὑπὸ σπάθης ἐνεργηθείς. ἐν Ἐπιγράμμασι· πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων. ]
pi 2058[ Πόππυζε· ἐν Ἐπιγράμμασι· παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ. ἀντὶ τοῦ κολάκευε, κήλει. ]
pi 2162[ Πωλικῆς ἀπήνης· ὑπὸ πώλων ἐζευγμένης. κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, ξυνηντίαζε. καὶ Πωλικόν, τὸν τοῦ πώλου. ἐν Ἐπιγράμμασι· πάϊς δ’ ἴσον ἀστέρι λάμπει, πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος. ]
pi 2275[ Πρίαπος· ὁ αὐτός ἐστι τῷ Διονύσῳ. ἐν Ἐπιγράμμασι· Ἀγροιώτᾳ τῷδε μονοστόρθυγγι Πριήπῳ θῆκεν ὁ καρποφύλαξ δενδριακὴν θυσίαν. καὶ αὖθις· Αἰγιαλῖτα Πρίηπε, σαγηνευτῆρες ἔθηκαν δῶρα. ]
pi 2298[ Πρίων· τὸ τεκτονικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασιν· ἰθύδρομόν τε πρίονα, μιλτίῳ βάμματι πειθόμενον. καὶ αὖθις· καὶ τετανὸν νώτῳ καμπτόμενον πρίονα. καὶ Βάβριος· κἀκεῖνος εἶπε τὰς σιαγόνας πρίων. ἀντὶ τοῦ βρύκων. ὁ πρίων ἀπῆν, οὐδ’ ᾔδειν πρίω. Ἀριστοφάνης. ἀντὶ τοῦ οὐδὲ ἐγίνωσκον τὸ πρίω ῥῆμα. οὐδὲ γὰρ ἐδεῖτο ἀγοράσαι, οἴκοι ἔχων. πάντα οὖν φησι· τοῦ ἀγροῦ φέροντος, οὐδὲν ἔδει μοι τοῦ πρίασθαι. ]
pi 2936[ Προχόῳ· τῇ ἐπιχύσει, καὶ ἀγγείῳ τινὶ εἰς τοῦτο ἐπιτηδείῳ, κωθωνοειδεῖ. ἐν Ἐπιγράμμασι· Πριάπῳ νεβρίδα καὶ χρυσέην τήνδε θέτο προχόην. ]
pi 2954[ Πρῶνες· ὀρῶν ἐξοχαί, βουνοί. ἐν Ἐπιγράμμασι· ὅς τε καὶ Οἴτην καὶ βαθὺν εὐδένδρου πρῶνα πατεῖς Φολόης. καὶ αὖθις· λάσιον παρὰ πρῶνα Χαρικλῆς ἄνθετο τράγον. καὶ αὖθις· εὐδένδρου πρῶνας ἐβουνοβάτει. λέγεται δὲ καὶ Πρεών, πρεόνος. αἱ τόσσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ πρεόνος. ]
pi 2981[ Προίκιος· ἄνευ μισθοῦ. προίκιος ἀνθρώποισι κελευθήτῃσιν ἀοιδός. ὁ τέττιξ φησὶν ἐν Ἐπιγράμμασι. ]
pi 3048[ Πτώξ· λαγῳός. ἐν Ἐπιγράμμασι· εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης Βακχιάδος πολὺν βότρυν ἀμελγόμενον. ]
pi 3060[ Πτύγμα· δίπλωμα. ἐν Ἐπιγράμμασι· καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη. ]
pi 3092[ Ποινή· ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων. ποινήν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος. καὶ αὖθις· ἀλλ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας· τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ, ποινὴν δεξαμένῳ. λέγεται δὲ καὶ ἡ ἀντέκτισις καὶ τιμωρία. Σοφοκλῆς· οἷς θεὸς μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι. καὶ Δίκη μεταποίνιος. ἐν Ἐπιγραμμάσι· μή, λίτομαι, δέσποινα, τοίην μὴ λάμβανε ποινήν. καὶ Αἰλιανός· ὁ Ἀπόλλων φησὶ πρὸς Λοκρούς, μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφήσειν, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν. καὶ Ποίνιμοι, αἱ τιμωρητικαὶ Ἐριννύες. Σοφοκλῆς. ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ. καὶ αὖθις· πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο, παρέστησαν αὐτῷ τινας ἐριννῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων. ]
pi 3145[ Πυκάζει· καλύπτει, σκεπάζει. καὶ Πυκάζουσι, σκιάζουσι, στεφανοῦσι. καὶ ἐν Ἐπιγράμμασι· λουσάμενοι, Προδόκη, πυκασώμεθα καὶ τὸν ἄκρατον ἕλκωμεν. ]
pi 3203[ Πυργοφόρος· ἡ Ῥέα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἐν Ἐπιγράμμασι· ὁ τραγικὸν φρόνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος. ]
rho 10[ Ῥαγολόγος· ὁ ἐχῖνος. ἐν Ἐπιγράμμασι· ῥαγολόγον, γλυκερῶν σίντορα θειλοπέδων. ]
rho 16[ Ῥαδινή· ἀσθενής, λεπτή. κεφαλὴ ἀνθρώπου καρτερὰ μὲν ἡ ἡλιουμένη, ῥαδινὴ δὲ ἡ ἐσκιατραφημένη. καὶ ἐν Ἐπιγράμμασι· ὦ ποδός, ὦ κνήμης, ὦ τοῦ ῥαδινοῖο τραχήλου. καὶ αὖθις· ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν. καὶ αὖθις· οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς φθέγξομ’ ἀπὸ ῥαδινῶν φθόγγων ἱεὶς στομάτων. ]
rho 72[ Ῥαιβός· διεστραμμένος. καὶ Ῥαιβόκρανος κορύνη. ἐν Ἐπιγράμμασι· καὶ τὰν ῥαιβόκρανον ἐϋστόρθυγγα κορύναν. καὶ Ῥαιβοσκελής, ὁ πάγουρος. διαφέρει βλαισὸς καὶ ῥαιβός· ὁ μὲν ἀπὸ τῶν γονάτων διεστραμμένος τοὺς πόδας, ὁ δὲ αὐτὰς τὰς κνήμας. ]
rho 81[ Ῥαιστήρ· ἡ σφύρα. παρὰ τὸ ῥῶ, τὸ φθείρω. ἡ φθείρουσα τὰ ἐντιθέμενα. ἐν Ἐπιγράμμασιν· ἐκ πυρὸς ὁ ῥαιστὴρ καὶ ὁ καρκίνος ἥ τε πυράγρη ἄγκεινθ’ Ἡφαίστῳ. καὶ αὖθις· οὐδ’ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς. ]
rho 169[ Ῥίνη· τὸ χρυσοχοϊκὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ῥίνην τε κνησίχρυσον, ὠκυδήκτορα. καὶ αὖθις· αἵ τε χαρακταὶ ῥῖναι. Ῥίνη δὲ ὄνομα ἰχθύος. καὶ Ῥίνημα. ]
rho 180[ Ῥιπῆς· ὁρμῆς, φορᾶς, βουλῆς. Ῥιπὶς δὲ πλέγμα παρ’ Ἡροδότῳ. ἐν Ἐπιγράμμασι· ῥιπίδα τὴν μαλακοῖσιν ἀεὶ πρηεῖαν ἀήταις. ]
rho 181[ Ῥιπίζεται· ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖς ῥιπίσιν ἐρρίπιζον. Ἀριστοφάνης· τὰ τεμάχη ῥιπίζεται. καὶ Ἑκριπισθέντες, ἀντὶ τοῦ ἐξαφθέντες. οἱ δὲ συνενθουσιῶντες αὐτοῖς, τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ ἐκριπισθέντες, ἀπολώλασιν. οὕτω φησὶν Αἰλιανός. καὶ ἐν Ἐπιγράμμασι· πυριτρόφους τε ῥιπίδας, πυρηνέμους. ]
rho 222[ Ῥόμβον· κίνησιν, ἢ κύλινδρον. ἐν Ἐπιγράμμασι· θύννον εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον φράξαντες, γλαυκαῖς ἐν παρόδοις πελάγευς. καὶ Ῥομβώδης παράταξις λέγεται, καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον. ]