Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Agathias Scholasticus (Agathias) - urn:cts:greekLit:tlg4024

Place of birth (Wikidata Statement)

Myrina (Wikidata)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

lawyer (Wikidata)

epigrammatist (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg4024.suda001 - Agathias Historiae
urn:cts:greekLit:tlg4024.suda002
urn:cts:greekLit:tlg4024.suda003

alpha 1[ Ἂ ἄ: παρ’ Ἀριστοφάνει ἐπίρρημα μετ’ ἐκπλήξεως καὶ κελεύσεως. ἂ ἂ, τὴν δᾶδα μή μοι πρόσφερε. τὸ ἄ ἄ κατὰ διαίρεσιν ἀναγνωστέον, οὐ καθ’ ἕνωσιν· ἀλλὰ καὶ ψιλωτέον ἀμφότερα. εἰ γὰρ ἓν μέρος λόγου ἦν καὶ κατὰ σύναψιν ἀνεγινώσκετο, οὐ χρείαν εἶχε τῶν δύο τόνων ἤτοι τῶν ὀξειῶν. καὶ τοῦτο μὲν ἐκπλήξεως ὂν ψιλοῦται. τὸ δὲ ἇ ἇ θαυμαστικὸν δασύνεται, ὡς ἐν Ἐπιγράμμασί φησιν Ἀγαθίας· ἇ μέγα τολμήεις κηρὸς ἀνεπλάσατο. ]
alpha 112[ Ἀγαθίας· σχολαστικὸς, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον [+] ἱστορίαν τὸν Καισαρέα [+], τὰ κατὰ Bελισάριον καὶ τὰς ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξεις, τουτέστι τὰ κατὰ Nαρσῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. συνήκμασε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. ]
alpha 202[ Ἀγερωχία: ὑπερηφανία. ὅτι οἱ Σκύθαι εἰσὶν ὑπεροπτικοὶ καὶ λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν γερουχεῖν. καὶ Ἀγέρωχος, ἔντιμος, ἀνδρεῖος. Ἀγαθίας· ἵππου ἐπιβὰσεὐηνιωτάτου τε καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾶν. καὶ αὖθις· ὡς ἂν ἔσοιτο εὐκλεὴς τοῖς μετέπειτα καὶ ἀγέρωχος. ἢ Ἀγέρωχος, ὁ ἀλαζών. ]
alpha 457[ Ἀδήλητος: ἀσινὴς, ἀβλαβής. Ἀγαθίας· καὶ ἐπεδείκνυντο σῶοί τε καὶ ἀδήλητοι. δηλῶ γὰρ τὸ βλάπτω. ]
alpha 1215[ Ἀλιγέρνης: ὄνομα κύριον. τούτου τοῦ Γότθου βέλη ἀφιέμενα ῥοίζῳ τε πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ ἐφέρετο. ὡς εἴπερ ἐς λίθον τινα ἐμπέσοιεν ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον διαρρήγνυσθαι ἅπαν τῆ βίᾳ τῆς ῥύμης. Ῥωμαῖον οὖν τινα ἰδὼν τεθωρακισμένον ἀφίησι βέλος αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διεπερόνησε τὸν ἄνδρα αὐτῷ θώρακι καὶ ἀσπίδι. οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες. Ἀγαθίας φησίν. ]
alpha 1428[ Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. ]
alpha 1575[ Ἀμηγέπη: ὁπωσδήποτε, καθ’ ὁτιοῦν. λέγεται δὲ καὶ Ἀμωσγέπως καὶ Ἀμόθεν καὶ Ἀμουγέ που καὶ Ἀμηγἐποι καὶ Ἀμωσγέποι. Ἀριστοφάνης· ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἀμηγέποι. ἀντὶ τοῦ ἁπανταχοῦ, ὅπως ἂν τύχοι, καθ’ οἷον δήποτε τρόπον. καὶ αὖθις· ἀλλ’ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὴν βασιλικὴν αὐλήν. καὶ Ἀμηγέπη Ἀγαθίας φησίν· ἀλύοντι δὲ καὶ ἕκαστα γνωματεύοντι, ἔδοξέν οἱ ἀμηγέπη ἀποπειρᾶσθαι τοῦ φρουρίου. ]
alpha 1709[ Ἀμφιγνοεῖ: ἀμφιβάλλει. Ἀγαθίας· καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγνοούντων. ἀντὶ τοῦ ἀμφιβαλλόντων. Ἀμφιγνοεῖν οὖν ἀγνοεῖν ἢ ἐνδοιάζειν. ]
alpha 1730[ Ἀμφιθέατρον: τόπος πανταχόθεν περισκοπούμενος. Ἀγαθίας· ὁ δὲ τῶν Φράγγων ἡγεμὼν ἐς ἀμφιθέατρόν τι, ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἷς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι. ]
alpha 2241[ Ἀνεκτά· Ἀγαθίας φησὶν περὶ Θευδερίχου· πρόσοικα ἔθνη συνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέσεως ἄξια. καὶ Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πισίδης· οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆς ἀξία. ]
alpha 2688[ Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτος· καὶ στρατὸν συλλέγειν ἀντίξοον Πέρσῃσι. καὶ Ἀντίξουν, ἐναντίον. Ἀγαθίας· ὁ δὲ ἐχώρει, οὐδὲν ἀντίξουν ἔσεσθαι ὑποτοπήσας. ]
alpha 2764[ Ἀντωπεῖ· δοτικῇ. ἀντοφθαλμεῖ. ἐξ οὗ καὶ· ἀντώπησαν οἱ ὀφθαλμοί. καὶ Ἀντωπόν: ἀντὶ τοῦ κατὰ πρόσωπον, ἀπέναντι. Ἀγαθίας· ὁ δὲ οὐκ ἀνίει, νῦν μὲν ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα εἰς τοὐπίσω ὑποχαζόμενος. καὶ αὖθις· οὐδ’ ἀπ’ ἐμεῖο κληΐζεται ἀντωπὸν Βοσπόριον πέλαγος. ]
alpha 3445[ Ἀπόμοιρα: μέρος. ἀπόμοιρα δὲ τῆς στρατιᾶς ἀσκοὺς ἐπίφερόμενοι σποδιᾶς καὶ τέφρας πεπληρωμένους, ξιφιδίοις τούτους διέρρηξαν καὶ τὸν ἀέρα ἐθόλωσαν. καὶ Ἀγαθίας· ἀπόμοιρα δὲ ἦν τῶν Φράγκων, καὶ ἀνὰ τὰ τῇδε πεδία ἐφοίτα χιλοῦ ἕνεκα. ]
alpha 3484[ Ἀποπορευτέα· Ἀγαθίας· τοιγαροῦν ἀποπορευτέα αὐτῷ ἐδόκει ἐπὶ Φάσιν ποταμὸν, καὶ τῶν ἐκείνῃ δυσχωριῶν. ἀντὶ τοῦ ἐπανακτέον, ὑποστρεπτέον. ]
alpha 3674[ Ἀπώνατο: εὐεργετεῖτο, ὠφελεῖτο. Ἀγαθίας· ἀπώνατο οὖν τῆς προπετείας οὐκ ἐν καλῷ. περὶ Θευδέρτου λέγων τοῦ Φράγγων βασιλέως. καὶ Ἀπώνητο, ὠφελείας ἔτυχεν, ἀπήλαυσεν, ὠφελήθη. Αἰλιανός· οὐ μὴν ἀπώνητο οὐδὲν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν. ]
alpha 4352[ Ἀτημελία: ἡ καταφρόνησις, ἡ ἀμέλεια. Ἀγαθίας· τὰ γὰρ μακρὰ τείχη πολλαχοῦ ὑπὸ χρόνου καὶ ἀτημελίας ἐπεπτώκει, καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἕρματος οἰκοδομία. καὶ Ἀτημελήτους, ἀπρονοήτους, λίαν ἠμελημένους. ]
alpha 4485[ Αὐτοβοεί: ἐν αὐτῇ τῇ μάχῃ. Ἀγαθίας· πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι ὑπὸ δέους; ἐκκλησιασθέντες ἐδογμάτιζον αὐτοβοεὶ παραδώσειν τὴν πόλιν. ἀντὶ τοῦ αὐθημερὸν, οἱονεὶ ἔναυλον. ἢ ἔτι τῶν βοῶν ἐν ζυγῷ ὄντων. ]
alpha 4595[ Ἀφειδήσας· γενικῇ. ἀμελήσας. καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω. καὶ Ἀφειδία, καρτερία. καὶ Ἀφειδῶς, ἀπρομηθεύτως, ἀβούλως. Ἀγαθίας· ὁ δὲ νεώτατος ὢν καὶ οὔπω ἐντελῶς τάς τῆς φύσεως ὁρμὰς ἐπέχειν καὶ ἐγκαθείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις. ]
beta 490[ Βωμολόχος: ὁ κακοῦργος, ἀσεβής. παρὰ τούς λοχῶντας τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα, ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. καὶ B ωμολόχοις ἔπεσι, τοῖς πρὸς χάριν καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τούς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλιπάρουν κολακεύοντες λαβεῖν τι τῶν θυόντων. Ἀγαθίας· οὐ γὰρ σύνηθες, ὁ Ναρσῆς, ἔμοιγε, ἔφη, βωμολοχίαις τε καὶ γλισχραῖς ἐλπίσινἐγκαλλωπίζεσθαι. καὶ περὶ Ἰσιδώρου Δαμάσκιος· ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω. ]
beta 532[ Bρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν ος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. ]
gamma 77[ Γαῦρον: στερρὸν, μέγα, ἀκλινὲς, ἀκατάπληκτον. Ἀριστοφάνης Βατράχοις· οὐδὲν γὰρ οὕτω γαῦρον ἔσθ’ ὡς Ἡρακλῆς. Ἀγαθίας· ὁ δὲ Βελισάριος τὴν ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν, καὶ περιχαρής γε τὴν νίκην. καὶ αὖθις· ὁ δὲ γαῦρος ὡσπερεὶ κινούμενος. ]
delta 506[ Διαβησείοντας· ἐρωτικῶς ἔχοντας διαβῆναι. Ἀγαθίας· ὁ δὲ πύργους ἐποίησεν, ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. ]
epsilon 917[ Ἐλοιδορούμεθα· ἐστασιάζομεν, ὡς ὑπὸ τῆς φιλονεικίας ἐς λοιδορίας τραπῆναι. Ἀριστοφάνης Νεφέλαις· περὶ τοὐνόματος ἐλοιδορούμεθα. Ἀγαθίας· καὶ δὴ τῷ Ναρσῇ πάντες ἐλοιδοροῦντο ἀλαζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέγοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι. ]
epsilon 953[ Ἔμβολον· παρατάξεως ὄνομα. ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου· ὀνομάζεται δὲ καὶ σφενδονοειδές. ῥομβώδης δὲ παράταξις. καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον. τὸν δὲ παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσας ἀπὸ τῶν ἐμβόλων ἐποιεῖτο τοὺς λόγους. Ἔμβολον δὲ καλεῖται, ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ. Ἀγαθίας δέ φησιν· ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἷον ἐς ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει καὶ τὸ μὲν ἐμπρόσθιον ὅσον ἐς ὀξὺ ἔληγε, στεγανόν τε ἦν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπιπλεῖστον εἰς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ διεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλῶς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπίσθια διὰ τὸ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο. σχῆμα ἐμβόλου. λ θ θ θ ζ ζ ζ ζ ζ δ δ δ δ δ δ δ β β β β β β β β β α α α α α α α α α α α γ γ γ γ γ γ γ γ γ ε ε ε ε ε ε ε η η η η η κ κ κ μ]
epsilon 1104[ Ἐναλλάγδην· συμπεπλεγμένως. Ἀγαθίας· παρήγαγε δὲ τοὺς πρέσβεις ἐς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας. ]
epsilon 1506[ Ἐν χρῷ· εἰς χρῶτα, πάνυ ἐγγύς, ὡς καὶ ἐφάπτεσθαι. παρὰ δὲ Καλλιμάχῳ ἐγκυτί, ἀντὶ τοῦ ἐγγύς, ἐν χρωτί, πλησίον τοῦ χρωτός. τὺ δ’ ἐγκυτί, τέκνον, ἐκέρσω. καὶ Ἀγαθίας· περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλήλαις καὶ συνεμίγνυον λίαν ἐν χρῷ πεπιεσμένα. ]
epsilon 2364[ Ἐπικερτομοῦσι· χλευάζουσιν. Ἀγαθίας· ὁ δὲ ἧκεν ἐπικερτομήσων αὐτοὺς τῆς ἀβουλίας καὶ ἀμελείας. πρὸς αἰτιατικήν. καὶ αὖθις· οὐχ ἥκιστα δὲ Πετράνης ἐλύπησεν αὐτὸν ἐπικερτομήσας τοιάδε. ]
epsilon 2382[ Ἐπίκλημα· ἔγκλημα. Ἀγαθίας· ἡγούμενοι δὲ ἀδύνατον εἶναι, εὐπρεπέστατα ᾤοντο ἀποσείσασθαι τὸ ἐπίκλημα. καὶ αὖθις· ὁ δὲ Πάκορος, ὁ Παρθυαίων βασιλεύς, καὶ ἄλλα τινὰ ἐπικλήματα ἐπέφερε Τραιανῷ βασιλεῖ, καὶ τὸ δοκεῖν ἐπίκλημα ἐποιεῖτο κατὰ Ῥωμαίων, ὅτι δόξαν ἐντὸς λʹ ἡμερῶν μηδετέρους παρὰ τὰ ξυγκείμενα ἐπιτελεῖν, οἱ δὲ οὐ κατὰ τὸ θεσπισθὲν ἐπιτειχίζουσιν. ]
epsilon 2385[ Ἐπίκληρος· νόμος ἦν Ἀθηναίοις γνησίας μὲν οὔσης θυγατρός, νόθου δὲ υἱοῦ, μὴ κληρονομεῖν τὸν νόθον τὰ πατρῷα. ἢ ἡ μὴ ἔχουσα ἀδελφοὺς ἑτέρους συγκληρονόμους, ἀλλὰ μονοκληρονόμος οὖσα. ἐπειδὴ δὲ οὐκ ἐξῆν τοῖς νόθοις κληρονομεῖν, τἀργύριον διὰ χειρὸς ἐδίδοσαν. νόμος δὲ ἦν Ἀττικός, τοῖς νόθοις μέχρι εʹ μνῶν καταλιμπάνειν. Ἀγαθίας· ἐφοίτων δὲ γυναῖκες ἀνὰ τοὺς προμαχῶνας, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλότων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ὁτῳοῦν ἄλλῳ τρόπῳ μέλλον αὐταῖς. ]
epsilon 3550[ Εὐκτόν· ἐπιθυμητικόν. Ἀγαθίας· οἱ δὲ Φράγκοι ἀφειδῶς ἐνέκειντο, ὡς τὸν Ναρσῆν ζωγρήσαντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ. ]
epsilon 3875[ Ἐφεστρίς· χλανίς. Ἀγαθίας· γύναια δὲ πολλὰ διαπληκτιζόμενα καὶ τὰς ἐφεστρίδας περιρρηγνύντα ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτα. καὶ αὖθις· οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, πλήν γε δὴ στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δὴ καὶ περιβεβλήμεθα. ]
iota 231[ Ἰθαγενής· αὐτόχθων, γνήσιος παῖς. ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος. Ἀγαθίας· τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτορας καὶ ἰθαγενεῖς ἀνέκαθεν ἡγεμόνας τὴν γῆν ἀνακομίσασθαι. ]
kappa 1109[ Κατωκάρα· οἱ Ἀττικοὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Ἀριστοφάνης· εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ κεφαλῆς. τὸ ἐπὶ κεφαλὴν πεσεῖν κατωκάρα λέγεται παρὰ Ἀττικοῖς, οὐ διῃρημένως, ἀλλ’ ὑφ’ ἕν. Πίνδαρος· οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. Ἀγαθίας· οἱ δὲ ἐκ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐμπίπτοντες ἀπώλλυντο. καὶ Ἀριστοφάνης· κατωκάρα ῥίψας με βουκολήσεται. περὶ κανθάρου λέγων. ]
kappa 2230[ Κωκυτός· ὄνομα ποταμοῦ. ἢ θρῆνος· ὀδυρμός, κοπετός. Ἀγαθίας· τούτων δὲ γεγονότων κωκυτὸς ἐπεῖχε μυρίος, οἰμωγαί τε ἠκούοντο θαμιναί, καὶ φθέγμα θρηνῶδες καὶ διωλύγιον. ]
kappa 2678[ Κυματωγή. Ἀγαθίας· νῆες φορτίδες μεγάλαι πρὸς τῇ κυματωγῇ τῆς θαλάττης καὶ ταῖς ἐκβολαῖς τοῦ Φάσιδος ἐφορμοῦσαι μετεώρους εἶχον τὰς ἀκάτους, καὶ ἀμφ’ αὐτὰ ἤδη που τὰ καρχήσια τῶν ἱστῶν ἀνιμηθείσας. οἱ δὲ ἐπορεύοντο τὴν αὐτὴν τῷ ποταμῷ διὰ τῆς κυματωγῆς βρέχοντες τοὺς πόδας, ὅπου μηδὲ ἴχνος ἔμελλε συμβαίνειν. ]
lambda 387[ Λειποταξίου· καὶ Λειποτάκτης, ὁ φυγοπόλεμος. Ἀγαθίας· ὁ δὲ αἰσχρόν τι ἡγεῖτο καὶ ἀγεννές, εἰ πολέμου ξυνεστηκότος, αὐτός τε καὶ οἱ ἀμφ’ αὐτὸν λειποταξίου ἁλοῖεν. ὅτι Ἡράκλειος ὁ Ῥωμαίων βασιλεὺς λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς Ῥωμαϊκῆς δυνάμεως εἰσεπράττετο. ]
mu 389[ Μέγας βασιλεύς· ὁ τῶν Περσῶν. διὰ τὸ πλείονι δυνάμει χρῆσθαι τῇ Περσικῇ. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον Λακεδαιμονίων, Μακεδόνων. καὶ ζήτει ἐν τῷ βασιλεὺς μέγας. ἡ εὐθεῖα, ὁ μέγας, γενικὴν οὐκ ἔχει οὔτε δοτικήν· ἡ αἰτιατική, τὸν μέγαν. ἡ δὲ κλητικὴ εὕρηται παρὰ τοῖς ποιηταῖς· ὥς φησιν Ἀγαθίας ἐν Ἐπιγράμμασι· ἆ μέγα τολμήεις κηρός. ]
mu 591[ Μένανδρος, προτίκτωρ, ἱστορικός· ὃς λέγει περὶ ἑαυτοῦ· ἐμοὶ πατὴρ Εὐφρατᾶς ἐκ Βυζαντίου ὁρμώμενος ἦν· οὗτος δὴ οὖν ἥκιστα τῆς τῶν λόγων μετειλήχει παιδείας. Ἡρόδοτος μὲν οὖν ὁμόγνιος δέ μοι τῆς πρὸς τὸν νόμον ἀπογευσάμενος παιδείας εἶτα ἀφηνίασε τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ’ ἔγωγε οὔτι χρῆναι ᾠόμην μὴ καὶ νόμοις ὁμιλῆσαι καὶ ἐς τέλος ἱκέσθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥς μοι ὑπῆρχε δυνατόν. ἥκιστα δὲ ἐχρησάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματος· οὐ γάρ μοι θυμῆρες ἦν ἀγωνίζεσθαι δίκας οὔτε μὴν ἐν τῇ βασιλείῳ στοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰς τῶν ἐντυγχανόντων οἰκειοῦσθαι φροντίδας. καὶ τὰ σπουδαῖα τοιγαροῦν παρεὶς καὶ τὰ χείριστα ἑλόμενος, κεχηνὼς περιενόστουν. καί μοι καταθύμιοι ἦσαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητήριοι τῶν ἵππων ἀγῶνες, ἔτι γε μὴν καὶ ἡ παντόμιμος ὄρχησις. οὐ μὴν ἀλλὰ καὶ παλαίστραις ἐναπεδυόμην καὶ ἐς τοσοῦτον ἐξώκειλα ἀφροσύνης, ὡς καὶ τὸν φαινόλην ἀποδύσασθαι, συναποδύσασθαι δὲ αὐτῷ καὶ τὸ νουνεχές, καὶ ἄλλο ὅ τι ἐς βίου ἀγλάϊσμα. ἐπεὶ δὲ Μαυρίκιος τὸ βασίλειον διεδήσατο κράτος, τοῦτο μὲν προμηθέστατα ἔχων ἐς τοὺς ὑπηκόους, τοῦτο δὲ καὶ μουσῶν ἐραστὴς ποιημάτων τε καὶ ἱστορίας ἥδιστα ἐπαΐων, ὡς καὶ τὸ πολὺ τῆς νυκτὸς μέρος καταναλίσκειν περὶ τὰς τοιαύτας φροντίδας καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖς χρήμασι τοὺς ἀμβλυτέρους τὸν λογισμόν, ἀγαπητῶς ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυσανασχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενος ἦν, ὡς οὐ χρεὼν ἀνόνητά με περινοστεῖν, ὥς τ’ ἂν οὖν μὴ διαπαντὸς κενεμβατοίην, ὡρμήθην ἐπὶ τήνδε τὴν συγγραφὴν ἄρξασθαι μετὰ τὴν ἀποβίωσιν Ἀγαθίου καὶ τῆς ἱστορίας ποιήσασθαι τὴν ἀρχήν. ]
mu 707[ Μεταμαθεῖν· μεταγνῶναι. παύσασθαι. Ἀγαθίας· ὑμεῖς δὲ ὀμωμοκότες ἀνέδην παρεσπονδήσατε. ἀλλ’ εἴγε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον, οὐδέν τι ἔλαττον ἕξετε. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν, ἀφέμενον τοῦ πρώτου. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἂν μεταμάθοις; οὐδ’ ἄν μοι δοίης γε τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. καὶ μετέμαθεν Ἑβραῖος ὢν τὴν τῶν Ἀσσυρίων δυσσέβειαν. ἀντὶ τοῦ ἠλλάξατο. ]
mu 764[ Μετέωρα· ὑψηλά. Ἀγαθίας· τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρα ἦν ἅπαντα καὶ δεδονημένα. ἀντὶ τοῦ ἕτοιμα πρὸς ἐπιχείρησιν. ]
mu 1116[ Μισθαρνεῖν· ῥῆμα. Ἀγαθίας· ὅσους δὲ αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ, ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι τὸ ἀτρεκὲς οὐκ ἐγίνωσκον. ]
omicron 925[ Οὗπερ· ὅπου. Ἀγαθίας· οἱ συναισθανόμενοι οὗπερ γεγένηντο συμφορᾶς, ἀγεννῆ καὶ αἰσχίστην ἠσπάζοντο σωτηρίαν. ]
pi 87[ Παλιμβολία· ἡ εὐμετάβλητος γνώμη. Ἀγαθίας· τῶν δὲ στρατηγῶν πολλὴ μὲν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ ἀγρυπνίαι καὶ ἀνὰ τὰ πλήθη περινοστήσεις, ἐλπὶς καὶ δέος καὶ παλιμβολία. ]
pi 110[ Παλίωξις· ἡ ἐξ ἐπιστροφῆς δίωξις· ὅταν οἱ φεύγοντες μεταβαλλόμενοι διώκωσιν. Ἀγαθίας· οἱ δὲ Ῥωμαῖοι σφᾶς αὐτοὺς ἐξελίξαντες ὑπηντίαζον τοῖς διώκουσιν ἀντιμέτωποι καὶ παίοντες ἀφειδῶς ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώρει. ]
pi 770[ Πάταγος· ψόφος. Ἀγαθίας· οἰμωγαὶ δὲ ἠκούοντο τῶν ἀγροίκων καὶ μυκήματα βοῶν ἀπελαυνομένων καὶ πάταγος τῆς ὕλης τεμνομένης. ]
pi 1217[ Περιόντας· ζῶντας. Ἀγαθίας· καὶ ἔλεγον παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴγε τοὺς ὁμήρους ἴδοιεν περιόντας. ]
pi 1234[ Περιωπὴ καὶ Πίσυνοι καὶ Πύστεις. πάντα ταῦτα γλωττώδη παρὰ Θουκυδίδῃ. καλεῖ δὲ περιωπὴν τὴν φροντίδα καὶ τὴν περίσκεψιν, οὐ τὸν τόπον, ὡς Ὅμηρος. καὶ Ἀγαθίας δὲ τὴν περίσκεψιν λέγει· ὁ δὲ Ναρσῆς ἧστο ἐς ὑπερῷόν τι δωμάτιον, ἐν περιωπῇ τοῦ πεδίου. τουτέστιν ἐν περισκέψει. καὶ Σιμόκατος· καὶ οὖν ᾄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἀφανές. ]
pi 2897[ Προτροπάδην· προθύμως, ἀμεταστρεπτί· ἢ εἰς τοὔμπροσθεν. Ἀγαθίας· παραδόντες δὲ τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον προτροπάδην, ἀλκῆς ἁπάσης ἐπιλελησμένοι. ]
pi 3225[ Πυρρίχη· εἶδος ὀρχήσεως. τρία δέ εἰσιν εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις καὶ κορδακισμός. Βάβριος· ἐμοὶ γένοιτο κἂν ὁδῷ βαίνειν μὴ καταγέλαστον μήτι πυρρίχην παίζειν. ἡ κάμηλος. πυρρίχην ἔμαθε τὴν Κινησίου. οὗτος ὁ Κινησίας διθυραμβοποιὸς ἦν, ἐποίησε δὲ πύρριχον. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. καὶ ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ περὶ τὸ σῶμα ὀκνηρὸς ἅμα καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος, ἤγουν κατατῖλαι. ἦν δὲ Θηβαῖος. Ἀγαθίας· ὁ δὲ Ναρσῆς συνεκρότει τὰς δυνάμεις καὶ ἐπερρώννυε τὸν θυμὸν ταῖς καθημέραν μελέταις, τροχάζειν ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἠχούσῃ. καὶ Πυρριχίζειν, μετὰ ὅπλων ὀρχεῖσθαι. καὶ Πυρρίχιος ὄρχησις. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License