Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Julius Caesar (Julius Caesar) - urn:cts:latinLit:phi0448

Place of birth (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Theatre of Pompey (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

orator (Wikidata)

memoirist (Wikidata)

ruler (Wikidata)

historian (Wikidata)

poet (Wikidata)

ancient Roman priest (Wikidata)

politician (Wikidata)

military personnel (Wikidata)

military leader (Wikidata)

writer (Wikidata)

Works

urn:cts:latinLit:phi0448.suda001
urn:cts:latinLit:phi0448.suda002
urn:cts:latinLit:phi0448.suda003

alpha 4413[ Αὔγουστος Καῖσαρ, ἀνεψιὸς Ἰουλίου Καίσαρος· ἀφ’ οὗ καὶ ὁ μὴν Αὔγουστος ἐπικέκληται. αὔγουστα δὲ λέγονται τὰ τίμια καὶ μεγάλα καὶ ἐπίσημα. ἐπ’ αὐτοῦ γὰρ ὁ κύριος Ἰησοῦς Χριστὸς, ὁ θεὸς καὶ σωτὴρ ἡμῶν, τὴν σάρκα ἀνείληφεν ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαριάς. ὅτι Αὐγουστεῖον ἐκλήθη, διότι τῇ εʹ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεωνάρχαι καὶ σεβαστοφόροι ἐχόρευον ἐν τῷ Αὐγουστείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον οὕτως ἐκάλεσαν ἀπὸ τοῦ Αὔγουστος. ἔστησε δὲ καὶ ὁ μέγας Κωνσταντῖνος εἰς τὸ ἄσκεπον τῆς δάφνης στήλην τῆς ἑαυτοῦ μητρὸς, ἐξ ἧς ὠνόμασε τὸν τόπον Αὐγουστεῖον. Αὐγουστεῖον, ὅπερ λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουστινιανός. ὅτι Αὐγούστου Καίσαρος ἀποθανόντος, Τιβέριος καὶ Δροῦσος προηγοῦντο τοῦ πένθους τοῦ νεκροῦ παντελῶς μὴ ἁπτόμενοι· οὐ γὰρ ἐξὸν τοῖς μοναρχοῦσιν. τὰς δὲ διαθήκας αἱ Ἑστιάδες εἶχον, ἃς διέθετο. ὅτι Αὔγουστος Καῖσαρ θυσιάσας ἤρετο τὴν Πυθίαν, τίς μετ’ αὐτὸν βασιλεύσει· καὶ εἶπε· παῖς Ἑβραῖος κέλεταί με, θεοῖς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ἀοιδὸν αὖθις ἱκέσθαι. λοιπὸν ἄπιθι σιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος ἔστησεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν· ὁ βωμὸς οὗτός ἐστι τοῦ πρωτογόνου θεοῦ. ]
gamma 10[ Γάϊος Ἰούλιος Καῖσαρ, ὁ πρῶτος μοναρχήσας. οὖτος ἔγραψε μετάφρασιν τῶν Ἀράτου Φαινομένων καὶ τέχνην γραμματικὴν Ῥωμαικῶς καὶ περὶ τοῦ ἰδίου βίου. ]
delta 367[ Δείσαντες· φοβηθέντες. καὶ Δείσας, φοβηθείς. Ἡρόδοτος· ὁ δὲ δείσας περὶ τοῖς Ἕλλησι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι. καὶ Ἀππιανός· δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. καὶ αὖθις· ὁ δὲ δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει. ]
delta 1112[ Δικτάτωρ· ἐπειδὴ Μάλιος, ἀνὴρ Λατῖνος μὲν γένος καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας τιμωρεῖν τοῖς κηδεσταῖς ἀτίμως παρεωσμένοις ἠξίου τῆς δυναστείας, ἡ βουλὴ καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους καινὸν ἡγεμονίας εὑρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ’ Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν, ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. τοιγαροῦν Γάϊος Καῖσαρ πρότερος καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. ]
epsilon 1805[ Ἐξοργιεῖν· εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπραξεν ὁ Καῖσαρ, οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι. ]
eta 408[ ᾜομεν· ἐπορεύθημεν. Ὅμηρος. ᾔομεν, ὡς ἐκέλευσας. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι Δωρικῶς, τροπῇ τῆς ει διφθόγγου εἰς η. Ἀππιανός· Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησούμεναι· οἱ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα, ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον. ]
iota 399[ Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παίδευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ ΔίδυμοςΧαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατ’ αὐτοῦ. ἔγραψε πάνυ πολλά. ]
iota 761[ Ἴϋγξ· τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. ἐν Ἐπιγράμμασι· ἴϋγξ, ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη. δεῖ δή σε νυνὶ γενέσθαι δεινήν, ἀγαθήν, φαύλην, σεμνήν, ἀγανήν, πολύπειρον· ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴϋγγι κοινῇ πάντ’ ἐπέτρεψαν. ἀντὶ τοῦ τῷ σῷ πόθῳ, τῇ σῇ θελήσει. οἱ δέ, ὅτι ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας, ἥν φασιν Ἠχοῦς εἶναι θυγατέρα, ἔνιοι δὲ Πειθοῦς. καὶ Ἴϋγξιν. ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴϋγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ τοῦ Σεβαστοῦ κρατήσειν τρίτου. καὶ αὖθις· τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ Κυνός. ]
kappa 114[ Καθιστάμενος· πρὸς τὸ βέλτιον μετάγων. ὁ δὲ Καῖσαρ ἐς τὴν Ἀσίαν ἦλθε τὰ τῶν ὑπηκόων καὶ τῶν Πάρθων ἅμα καθιστάμενος. καὶ αὖθις· πολεμοῦντί τε αὐτῷ καὶ περὶ τὴν ἀρχὴν καθισταμένῳ συγγενόμενος. φησὶ Κρίτων ἐν Γετικοῖς. ]
kappa 402[ Κάστωρ, Ῥόδιος ἢ ὥς τινες Γαλάτης· ὡς δὲ ἄλλοι ἐπλανήθησαν Μασσαλιώτης· ῥήτωρ· ὃς ἐκλήθη Φιλορώμαιος. γήμας δὲ οὗτος Δηϊοτάρου τοῦ συγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ’ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι αὐτὸν Καίσαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφήν... καὶ τῶν θαλασσοκρατησάντων ἐν βιβλίοις βʹ, Χρονικὰ ἀγνοήματα καὶ Περὶ ἐπιχειρημάτων ἐν βιβλίοις εʹ, Περὶ πειθοῦς δύο, Περὶ τοῦ Νείλου, τέχνην ῥητορικήν, καὶ ἕτερα. ]
kappa 469[ Κάστωρ, Ῥόδιος, ἢ ὥς τινες Γαλάτης, ὡς δὲ ἄλλοι ἐπλανήθησαν Μασσαλιώτης· ῥήτωρ ὃς ἐκλήθη Φιλορώμαιος. γήμας δὲ οὗτος Δηϊοτάρου τοῦ συγκλητικοῦ θυγατέρα ἀνῃρέθη ὑπ’ αὐτοῦ ἅμα τῇ γαμετῇ, διότι αὐτὸν Καίσαρι διέβαλεν. ἔγραψε δὲ Ἀναγραφὴν Βαβυλῶνος καὶ τῶν θαλασσοκρατησάντων ἐν βιβλίοις βʹ, Χρονικὰ ἀγνοήματα, καὶ Περὶ ἐπιχειρημάτων ἐν βιβλίοις εʹ, Περὶ πειθοῦς βʹ, Περὶ τοῦ Νείλου, τέχνην ῥητορικήν· καὶ ἕτερα. ζήτει περὶ ἀγαλμάτων Κάστορος καὶ Πολυδεύκους ἐν τῷ Διόσκουροι. ]
kappa 1196[ Καῖσαρ Ἰούλιος, ὁ πρῶτος μοναρχήσας. ἔγραψε μετάφρασιν τῶν Ἀράτου [+] Φαινομένων, τέχνην γραμματικὴν Ῥωμαϊκῶς. ]
kappa 1199[ Καῖσαρ· οὕτως ὀνομάζονται οἱ Ῥωμαίων βασιλεῖς ἀπὸ Ἰουλίου Καίσαρος, τοῦ μὴ γεννηθέντος. τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτὸν καὶ οὕτως ἐκάλεσαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶσσαν Καῖσαρ ἀνατομὴ λέγεται. ὅτι ἐπὶ Ῥωμαίων τῶν πάλαι ὁ δῆμος ἦρχεν, αὖθις οἱ ὀλίγοι, καὶ τὰ τελευταῖα ἐς μοναρχίαν κατέστη Ῥωμαίοις τὰ πράγματα, ἐξέτι Καίσαρος τοῦ πρώτου μοναρχήσαντος καὶ βασιλεύσαντος. καὶ ἀστασίαστα διετέλει τὰ κοινὰ ἄχρι ἐς Μάρκον Ἀντωνῖνον Ῥωμαίων ἄρχοντα· ἐπεὶ δὲ ὁ τούτου παῖς ὁ Κόμοδος τὴν φύσιν οὐ πάνυ φρενήρης καὶ φιληδονίας ἥττων γενόμενος καὶ οὐ μάλα τι ἀγαθὸς τὰ πολέμια καὶ φιλόψυχος, δολοφονηθεὶς ὑπό τινων κατελύθη, ἐπαναστάσεις τε συνεχέσταται ἐγένοντο. ]
pi 1955[ Πολύαινος, Σαρδιανός, σοφιστής, γεγονὼς ἐπὶ τοῦ πρώτου Καίσαρος Γαΐου. λόγους δικανικοὺς καὶ δικῶν ἤτοι συνηγοριῶν ὑποτυπώσεις· Θριάμβου Παρθητικοῦ βιβλία γʹ· καὶ ἄλλα. ]
pi 2127[ Ποτάμων, Μιτυληναῖος, υἱὸς Λεσβώνακτος, ῥήτωρ. ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Τιβερίου. καί ποτε αὐτοῦ ἐς τὴν πατρίδα ἐπανιόντος, ὁ βασιλεὺς ἐφοδιάζει τοιοῖσδε γράμμασι· Ποτάμωνα Λεσβώνακτος εἴ τις ἀδικεῖν τολμήσοι, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν. ἔγραψε περὶ Ἀλεξάνδρου [+] τοῦ Μακεδόνος [+], Ὅρους Σαμίων, Βρούτου [+] ἐγκώμιον, Καίσαρος [+] ἐγκώμιον, Περὶ τελείου ῥήτορος. ]
pi 2165[ Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φιλόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ διαδεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου [+] Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου [+] τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους [+] Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην [+] περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License