Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Orphica (Orpheus) - urn:cts:greekLit:tlg0579

Significant Place (Wikidata Statement)

Thrace (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

writer (Wikidata)

poet (Wikidata)

musician (Wikidata)

Works

urn:cts:greekLit:tlg0579.suda001
urn:cts:greekLit:tlg0579.suda002
urn:cts:greekLit:tlg0579.suda003
urn:cts:greekLit:tlg0579.suda004
urn:cts:greekLit:tlg0579.suda005
urn:cts:greekLit:tlg0579.suda006
urn:cts:greekLit:tlg0579.suda007
urn:cts:greekLit:tlg0579.suda008
urn:cts:greekLit:tlg0579.suda009
urn:cts:greekLit:tlg0579.suda010
urn:cts:greekLit:tlg0579.suda011
urn:cts:greekLit:tlg0579.suda012
urn:cts:greekLit:tlg0579.suda013
urn:cts:greekLit:tlg0579.suda014
urn:cts:greekLit:tlg0579.suda015
urn:cts:greekLit:tlg0579.suda016
urn:cts:greekLit:tlg0579.suda017
urn:cts:greekLit:tlg0579.suda018
urn:cts:greekLit:tlg0579.suda019
urn:cts:greekLit:tlg0579.suda020
urn:cts:greekLit:tlg0579.suda021
urn:cts:greekLit:tlg0579.suda022
urn:cts:greekLit:tlg0579.suda023
urn:cts:greekLit:tlg0579.suda024
urn:cts:greekLit:tlg0579.suda025
urn:cts:greekLit:tlg0579.suda026

alpha 425[ Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. ]
epsilon 3585[ Εὔμολπος, Ἐλευσίνιος ἤτοι Ἀθηναῖος, υἱὸς Μουσαίου τοῦ ποιητοῦ, ὡς δέ τινες μαθητὴς Ὀρφέως, ἐποποιὸς τῶν πρὸ Ὁμήρου. γέγονε δὲ καὶ Πυθιονίκης· πρὸς λύραν γὰρ ἐπεδείκνυντο οἱ ποιηταί. οὗτος ἔγραψε τελετὰς Δήμητρος καὶ τὴν εἰς Κελεὸν ἄφιξιν καὶ τὴν τῶν μυστηρίων παράδοσιν, τὴν ταῖς θυγατράσιν αὐτοῦ γενομένην, ἔπη τὰ πάντα τρισχίλια. Χειροσκοπικὰ πεζῶς, βιβλίον αʹ. ]
iota 578[ Ἵππος Νισαῖος· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. οἱ δὲ ἀπὸ Ἐρυθρᾶς θαλάσσης· εἶναι δὲ ξανθὰς πάσας. ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νισαῖον. ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νισαῖον. ἐν δὲ Δίκτυϊ Ὀρφεὺς λέγει. ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾷ κείμενος. ]
theta 486[ Θρησκεύει· αἰτιατικῇ. θεοσεβεῖ, ὑπηρετεῖ τοῖς θεοῖς. λέγεται γὰρ ὡς Ὀρφεὺς Θρᾷξ πρῶτος τεχνολογῆσαι τὰ Ἑλλήνων μυστήρια. καὶ τὸ τιμᾶν θεὸν θρησκεύειν ἐκάλεσαν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέσεως. ἢ ἀπὸ τοῦ θεὸν δερκεύειν, ὅ ἐστιν ὁρᾶν. ]
kappa 22[ Κάδμος, Πανδίονος, Μιλήσιος, ἱστορικός, ὃς πρῶτος κατά τινας συγγραφὴν ἔγραψε καταλογάδην, μικρῷ νεώτερος Ὀρφέως. συνέταξε δὲ κτίσιν Μιλήτου καὶ τῆς ὅλης Ἰωνίας ἐν βιβλίοις δʹ. ὅτι τὸν Κάδμον φασὶ πρῶτον ἐς τὴν Ἑλλάδα κομίσαι τὰ γράμματα, ἅπερ πρῶτοι Φοίνικες ἐφεῦρον. ]
kappa 1843[ Κλύμενος· οὕτω λέγεται ὁ ᾍδης· ἢ ὅτι πάντας προσκαλεῖται εἰς ἑαυτόν, ἢ ὁ ὑπὸ πάντων ἀκουόμενος. ἐν Ἐπιγράμμασι· ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀμείλικτον θυμὸν ἔθελξε λύρᾳ. περὶ Ὀρφέως. καὶ αὖθις· ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπόταται, καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνης. ]
lambda 262[ Λεωκόριον· ἡρῷον ἐν μέσῳ τῷ Κεραμεικῷ. Λεὼς γὰρ ὁ Ὀρφέως υἱὸν μὲν ἔσχε Κύλανθον, θυγατέρας δὲ τρεῖς, Φασιθέαν, Θεόπην, Εὐβούλην· ἃς ὑπὲρ τῆς χώρας σφαγιασθείσας ἔτι παρθένους ἐτίμησαν Ἀθηναῖοι τῷ ἡρῴῳ. ]
mu 1294[ Μουσαῖος, Ἐλευσίνιος ἐξ Ἀθηνῶν, υἱὸς Ἀντιφήμου, τοῦ Εὐφήμου, τοῦ Ἐκφάντου, τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Ἑλένης γυναικός· ἐποποιός, μαθητὴς Ὀρφέως, μᾶλλον δὲ πρεσβύτερος· ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκας Εὐμόλπῳ τῷ υἱῷ ἔπη ͵δʹ. καὶ ἄλλα πλεῖστα. ]
omicron 251[ Ὅμηροςποιητής, Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηΐδος νύμφης, ὡς δὲ ἄλλοι Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης· ὡς δὲ Χάραξ ὁ ἱστορικὸς Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός· κατὰ δὲ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστορος. ἔστι δὲ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δὲ Οἴαγρος, τοῦ δὲ Ὀρφεύς, τοῦ δὲ Δρής, τοῦ δὲ Εὐκλέης, τοῦ δὲ Ἰδμονίδης, τοῦ δὲ Φιλοτερπής, τοῦ δὲ Εὔφημος, τοῦ δ’ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δὲ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον. ὁμοίως δὲ καὶ τὴν πατρίδα ἀμφίβολος διὰ τὸ ἀπιστηθῆναι ὅλως εἶναι θνητὸν τῷ μεγέθει τῆς φύσεως. οἱ μὲν γὰρ ἔφασαν γενέσθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δὲ Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δὲ ἐκ Τροίας ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ Λυδόν, οἱ δὲ Ἀθηναῖον, οἱ δὲ Αἰγύπτιον, οἱ δὲ Ἰθακήσιον, οἱ δὲ Κύπριον, οἱ δὲ Κνώσσιον, οἱ δὲ Σαλαμίνιον, οἱ δὲ Μυκηναῖον, οἱ δὲ Θετταλόν, οἱ δὲ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οἱ δὲ Ῥόδιον. καὶ προσηγορεύετο μὲν κυρίως Μελησιγένης· καὶ γὰρ ἐτέχθη παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺς Σμυρναῖον αὐτὸν γενεαλογοῦντας. ἐκλήθη δὲ Ὅμηρος διὰ τὸ πολέμου ἐνισταμένου Σμυρναίοις πρὸς Κολοφωνίους ὅμηρον δοθῆναι, ἢ ὅτι βουλευομένων Σμυρναίων δαιμονίᾳ τινὶ ἐνεργεία φθέγξασθαι καὶ συμβουλεῦσαι ἐκκλησιάζουσι περὶ τοῦ πολέμου. καὶ γέγονε δὲ πρὸ τοῦ τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζʹ· Πορφύριος δὲ ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ πρὸ ρλβʹ φησίν. ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυτοῖς ὕστερον υζʹ. τινὲς δὲ μετὰ ρξʹ ἐνιαυτοὺς μόνους τῆς Ἰλίου ἁλώσεως τετέχθαι ἱστοροῦσιν Ὅμηρον· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοεʹ. γήμας δ’ ἐν Χίῳ Ἀρησιφόνην τὴν Γνώτορος τοῦ Κυμαίου θυγατέρα ἔσχεν υἱεῖς δύο καὶ θυγατέρα, ἣν ἔγημε Στασῖνος [+]Κύπριος [+]· οἱ δὲ υἱεῖς Ἐρίφων καὶ Θεόλαος. ποιήματα δὲ αὐτοῦ ἀναμφίλεκτα Ἰλιὰς καὶ Ὀδύσσεια. ἔγραψε δὲ τὴν Ἰλιάδα οὐχ ἅμα οὐδὲ κατὰ τὸ συνεχές, καθάπερ σύγκειται, ἀλλ’ αὐτὸς μὲν ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπιδειξάμενος τῷ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκεν ἀπέλιπεν. ὕστερον δὲ συνετέθη καὶ συνετάχθη ὑπὸ πολλῶν καὶ μάλιστα ὑπὸ Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράννου. ἀναφέρεται δὲ εἰς αὐτὸν καὶ ἄλλα τινὰ ποιήματα· Ἀμαζονία, Ἰλιὰς μικρά, Νόστοι, Ἐπικιχλίδες, Ἠθιέπακτος ἤτοι Ἴαμβοι, Βατραχομαχία, Μυοβατραχομαχία, Ἀραχνομαχία, Γερανομαχία, Κεραμεῖς, Ἀμφιαράου ἐξέλασις, παίγνια, Σικελίας ἅλωσις, ἐπιθαλάμια, Κύκλος, ὕμνοι, Κύπρια. γηραιὸς δὲ τελευτήσας ἐν τῇ νήσῳ τῇ Ἴῳ τέθαπται, τυφλὸς ἐκ παίδων γεγονώς· τὸ δὲ ἀληθές, ὅτι οὐχ ἡττήθη ἐπιθυμίας ἣ διὰ τῶν ὀφθαλμῶν ἄρχεται, καὶ παρὰ τοῦτο ἱστορήθη τυφλός. ἐπιγέγραπται δὲ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ ὑπὸ τῶν Ἰητῶν ἐποιήθη χρόνῳ· ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ὅτι Διοσκορίδης ἐν τοῖς παρ’ Ὁμήρῳ [+] νόμοις φησίν, ὡς ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν ἐμφῦσαι αὐτὴν ἀπ’ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινομένους ἐγκρατεῖς. ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώταις, λέγων· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν, σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτε ἐν γάμοις οὔτε ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους. Μενέλαός τε τῆς Ἑρμιόνης γάμους ποιεῖται καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός, καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ’ , ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα παρέθεσαν αὐτῷ. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ τῷ Νέστορι γηραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι, καὶ Ἀλκίνῳ δὲ τρυφερὸν ᾑρημένῳ βίον, σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Νέστορα δὲ ποιεῖ, παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον· ἀλλ’ ἄγ’ , ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆς. καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεὶ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. περὶ Ὁμήρου τοῦ ποιητοῦ. ὅτι Ὅμηρος πηρὸς ὢν τὰς ὄψεις περιενόστει καὶ ἀφίκετο εἰς Γλαῦκον ποιμένα. ὁ δὲ πρὸς τὸν ἴδιον δεσπότην αὐτὸν ἤγαγεν. ὁ δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ πολλῶν ἔμπειρον πείθει αὐτὸν αὐτόθι μένειν καὶ τῶν παίδων ἐπιμέλειαν ποιεῖσθαι. ὁ δὲ ἔπρασσε ταῦτα καὶ τοὺς Κέρκωπας καὶ τὴν Μυοβατραχομαχίαν καὶ Ψαρομαχίαν καὶ Ἑπταπάκτιον καὶ Ἐπικιχλίδας καὶ ἄλλα ὅσα παίγνιά ἐστιν Ὁμήρῳ ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ. εἶτα ἀφίκετο εἰς Σάμον καὶ εὗρε γυναῖκα Κουροτρόφῳ θύουσαν καὶ λέγει τὰ ἔπη τάδε· κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀπανήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν οὐραὶ μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. ἐπεὶ δὲ ἧκεν εἰς τὴν φρήτραν, ἔνθα ἐδαίνυντο, πῦρ ἀνέκαυσαν. ὁ δὲ Ὅμηρος εἶπεν· ἀνδρὸς μὲν παῖδες στέφανος, πύργοι δὲ πόληος, ἵπποι δ’ ἐν πεδίῳ κόσμος, νῆες δ’ ἐν θαλάσσαις· χρήματα αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ, κόσμος τ’ ἄλλοισιν ὁρᾶσθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι. ὁ αὐτὸς Ὅμηρος μέλλων πλεῖν καὶ τῶν ναυτῶν δεξαμένων αὐτὸν, ἐμβὰς εἰς τὴν ναῦν ἔφη τὰ ἔπη ταῦτα· κλῦθι, Ποσείδαον μεγαλοσθενές, ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος· δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἀρέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι. δὸς δ’ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μετελθόντα βροτῶν ὁσίων τε κυρῆσαι· φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. ὁ αὐτὸς ἐπιτυχών τισι μέλλουσι πλεῖν εἰς Χῖον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ ἐδέξαντο αὐτόν, καὶ λέγει τὰ ἔπη τάδε· ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι αἴσῃ, πτωκάσιν αἰθυίῃσιν ἰὸν δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μετόπισθεν ὄπις[ ξενίου] Διός, ὅς κ’ ἀλίτηται. τῷ αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπός, ὃν μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλοῦσι· καὶ λέγει τάδε· ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἀνήσοι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος ἄριστος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσιν. ὁ αὐτὸς δειπνῶν μετὰ Γλαύκου, καὶ τῶν κυνῶν ἑστώτων καὶ ὑλακτούντων, καὶ δειπνησάντων, λέγει τάδε· Γλαῦκε βροτῶν ἐπιόπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρῃσι δοῦναι. τὼς γὰρ ἄμεινον· ὁ γὰρ καὶ πρόσθεν ἀκούει ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. ταῦτα ἀκούσας ὁ Γλαῦκος ἐθαύμασε. τὸν αὐτὸν ἰδόντες κεραμέες κάμινον ἐγκάοντες κεράμου λεπτοῦ προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη, καὶ ἐκέλευον σφίσιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου. ὁ δὲ Ὅμηρος ᾄδει αὐτοῖς τὰ ἔπη ταῦτα, ἃ καλεῖται Κάμινος· εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς, ὦ κεραμῆες, δεῦρ’ , ἀγαθὴ γαίη, καὶ ὑπέρσχεθε χεῖρα καμίνου, εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλ’ ἱρά, φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὄναρ ἑλέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι. ἢν δ’ ἐπ’ ἀναιδείην στρεφθέντες ψεύδη ἄρησθε, συγκαλέω δ’ ἤπειτα καμίνων δηλητῆρας συντρῖψαι, Σμάραγόν τε καὶ Ἄσβεστον ἠδὲ Σαβάκτην Ὠμόδαμόν θ’ , ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει. στεῖλαι πυραίθουσαν καὶ δώματα· σὺν δὲ κάμινος πᾶσα κυκηθείη, κεραμέων μέγα κωκυσάντων. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος, πάντα ἔντοσθεν αὐτῆς κεραμήϊα λεπτὰ ποοῦσα. δεῦρο καὶ Ἠελίοιο θύγατερ, πολυφάρμακε Κίρκη, ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα· δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, οἵ θ’ Ἡρακλῆος χεῖρας φύγον οἵ τ’ ἀπόλοντο. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος· αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην. ὃς δέ χ’ ὑπερκύψοι, περὶ τούτου πᾶν τὸ πρόσωπον φλεχθῇ, ὅπως πάντες ἐπίστωνται αἴσιμα ῥέζειν. ὁ αὐτὸς παραχειμάζων ἐν τῇ Σάμῳ καὶ προσπορευόμενος πρὸς τὰς οἰκίας τῶν ἐπιφανεστάτων, ἐλάμβανέ τι, ἀείδων τὰ ἔπεα ταῦτα, ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων. δῶμα προσετραπόμεσθα ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν ἀυτεῖ, μέγα δὲ βρέμει, ὄλβιος ἀεί. αὐτὰρ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔπεισι πολύς, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα εἰρήνη τ’ ἀγαθή· ὅσσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη, κυρκαίη δ’ ἀεὶ κατὰ δόρπου ἕρπεο μᾶζα. νῦν μὲν κριθαίην εὐώπιδα σησαμόεσσαν. τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφρακα βήσεται ὑμνεῖν, ἡμίονοι δ’ αὔξουσι κραταίποδες ἐς τόδε δῶμα. αὐτὴ δ’ ὕφαιν’ ἱστὸν ἐπὶ λέκτρα βεβηκυῖα, νεύματι τοι εὐμαὶ ἐνιαύσιος, ἔσται χελιδών. ἕστηκε προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα πέρσαι τῷ Ἀπόλλωνος γυιάτιδος. καί· εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν· οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν. ᾔδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δὲ εἰς Ἴον καὶ κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶς ἔχειν καὶ ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆς κυματωγῆς ἐπὶ πλείους ἡμέρας. κατέπλωσαν δὲ παῖδες ἁλιεῖς καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου, προσελθόντες πρὸς αὐτὸν εἶπον· ἄγε, ὦ ξένοι, ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε ἀναγνῶναι, ἅσσ’ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δὲ εἶπαν· ἡμεῖς, ἅσσ’ ἂν εἵλομεν, κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν, φέρομεν. οἱ δὲ φασὶ μέτρῳ εἰπεῖν αὐτούς· ἅσσ’ ἕλομεν, λειπόμεσθα· ἃ δ’ οὐχ ἕλομεν, φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέντα, διηγήσαντο οἱ παῖδες, ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν τῇ γῇ ἐφθειρίζοντο· καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀνῄρουν, ὅσους δὲ μὴ ἐδύναντο, εἰς οἶκον ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεγε τὰ ἔπη τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτε ἄσπετα μῆλα νεμόντων. ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων λεχθέν, καθάπερ οἴονταί τινες, ἀλλὰ τῇ μαλακίᾳ. καὶ ἐτάφη ἐν τῇ Ἴῳ ἐπ’ ἀκτῆς, καὶ ἐπέγραψαν οἱ Ἰῆται ἐπίγραμμα· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ἡ δὲ ποίησις ἐκπέπτωκε καὶ ἐθαυμάζετο ὑπὸ πάντων. ]
omicron 654[ Ὀρφεύς, Λειβήθρων τῶν ἐν Θρᾴκῃ( πόλις δ’ ἐστὶν ὑπὸ τῇ Πιερίᾳ) , υἱὸς Οἰάγρου καὶ Καλλιόπης. ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ιαʹ γενεῶν τῶν Τρωϊκῶν, καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου· βιῶναι δὲ γενεὰς θʹ, οἱ δὲ ιαʹ φασιν. ἔγραψε Τριασμούς [+]· λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ [+] καλούμενα· Κλήσεις [+] κοσμικαί [+]· Νεοτευκτικά· Ἱεροὺς [+] [+] λόγους [+] [+] ἐν ῥαψῳδίαις κδʹ· λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου· Χρησμούς [+], οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον· Τελετάς [+]· ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου· ἐν τούτοις δ’ ἐστὶ περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται· Σωτήρια [+] [+]· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου· Κρατῆρας [+]· ταῦτα Ζωπύρου φασί· Θρονισμοὺς [+] Μητρῴους [+] καὶ Βακχικά [+]· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι· Εἰς [+] ᾅδου [+] κατάβασιν [+]· ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον [+] [+] καὶ Δίκτυον [+] [+]· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαστικὸν ἔπη ͵ασʹ, Θεογονίαν ἔπη ͵ασʹ, Ἀστρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰᾨοσκοπικά, ἐπικῶς· Καταζωστικόν, Ὕμνους· Κορυβαντικόν· καὶ Φυσικά [+], ἃ Βροτίνου φασίν. ]
omicron 655[ Ὀρφεύς, ΚικωναῖοςἈρκάς, ἐκ Βισαλτίας τῆς Θρᾳκικῆς, ἐποποιός. γέγονε δὲ καὶ οὗτος πρὸ Ὁμήρου, βʹ γενεαῖς πρεσβύτερος τῶν Τρωϊκῶν. ἔγραψε δὲ Μυθοποιΐαν, ἐπιγράμματα, ὕμνους. ]
omicron 660[ Ὀρφεύς· ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς· φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσι ταῦτα. εἶπε γάρ, ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων τόν τε ὑπέρτατον αἰθέρα· καὶ τὴν γῆν εἶπεν ἀόρατον. ἔφησε δέ, ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλήν, Φῶς, Ζωήν. ταῦτα τὰ γʹ ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τῶν μὴ ὄντων παραγαγόντος εἰς τὸ εἶναι, ὁρατῶν τε καὶ ἀοράτων. περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη καὶ ψυχὴν ἔλαβε λογικήν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι, ψυχικοῖς τε καὶ σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. ]
omicron 661[ Ὀρφεία λύρα· τοῦ Ὀρφέως. ]
pi 2473[ Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει ΜαρῖνοςΝεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. ]
sigma 90[ Σάνδων, Ἑλλανίκου, φιλόσοφος. ἔγραψεν ὑποθέσεις εἰς Ὀρφέα [+], βιβλίον αʹ. ]
sigma 116[ Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν λαβόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ φιλοσοφίᾳ βίου, πλὴν αὐτοῦ τοῦ Ἰσιδώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βεβαιωθέντος ὑπ’ ἐκείνου, τοῦ λάθε βιώσας· ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας· οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοις. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς νόμος. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον. ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώτερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστικωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωσκεν, ἐρωτῶν ἐφ’ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν, ὡς εἰπεῖν, ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνως οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον. ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα βʹ ἢ γʹ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξαρχῆς εὐθὺς τὰ ἀναγκαῖα καὶ μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀνθρώποις χαρίσασθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦσαν τὴν ἱστορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀναγεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην. ]
sigma 1662[ Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. ]
sigma 1668[ Συρμός· τοῦ νιφετοῦ ἡ φορά. οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν, οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα. περὶ Ὀρφέως ὁ λόγος. ]
tau 1023[ Τριτοπάτορες· Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας, Φιλόχορος δὲ τοὺς Τριτοπάτρεις πάντων γεγονέναι πρώτους. τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησίν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ϛʹ φησίν, ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν. ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκλέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην. ]
phi 72[ Φάνης· ἐν τοῖς Ὀρφικοῖς εἰσηνέχθη ὁ Φάνης, αἰδοῖον ἔχων περὶ τὴν πυγήν· ὃν ἔλεγον ἔφορον τῆς ζῳογόνου δυνάμεως. καὶ ὁ Ἠρικαπαῖος ἕτερον, καταπιόντα πάντας τοὺς θεούς, ὡς τὸν Κρόνον. ]
phi 216[ Φερεκύδης, Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας· ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας ἐν βιβλίοις ιʹ· Παραινέσεις δι’ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ’ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License