Lycurgus of Athens) - urn:cts:greekLit:tlg0034Athens (Wikidata)
Classical Athens (Wikidata) (Pleiades)
politician (Wikidata)
orator (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0034.suda001 -
Against Lycophron
urn:cts:greekLit:tlg0034.suda002 -
On his administration
urn:cts:greekLit:tlg0034.suda003
urn:cts:greekLit:tlg0034.suda004 -
Against Aristogeiton
urn:cts:greekLit:tlg0034.suda005
urn:cts:greekLit:tlg0034.suda006 -
Against Leocrates
urn:cts:greekLit:tlg0034.suda007
urn:cts:greekLit:tlg0034.suda008
urn:cts:greekLit:tlg0034.suda009 -
Against Demades
urn:cts:greekLit:tlg0034.suda010
urn:cts:greekLit:tlg0034.suda011
urn:cts:greekLit:tlg0034.suda012
urn:cts:greekLit:tlg0034.suda013 -
On the priestess
urn:cts:greekLit:tlg0034.suda014
urn:cts:greekLit:tlg0034.suda015
| alpha | 343 | [ | Ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δείναρχος καὶ Λυκοῦργος. | ] |
| alpha | 2704 | [ | Ἀντίπατρος· οὗτος ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆς Θεσσαλίας ὑφ’ Ἑλλήνων· ἀναχωρησάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐσώθη. νικήσας δὲ ἤτει τοὺς ιʹ ῥήτορας, οὓς ἐξέδοσαν Ἀθηναῖοι, Δημοσθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θρασύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάσσανδρον. | ] |
| alpha | 3912 | [ | Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ, μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν πρὸς Δημοσθένην [+] τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον [+], Κατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου [+], Κατὰ Θρασύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριστογείτονος, μήποτέ ἐστιν οὗτος ὁ Ἀρμοδίου ἑταῖρος. | ] |
| delta | 259 | [ | Δερματικόν· Λυκοῦργος λέγει τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. | ] |
| delta | 407 | [ | Δηλιασταί· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦργος. | ] |
| delta | 1328 | [ | Δοκιμασθείς· Δημοσθένης μὲν ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς. λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ’ ἥντινα ἦρχον ἀρχήν· ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος δὲ γʹ δοκιμασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι. καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | ] |
| alphaiota | 60 | [ | Αἰγίς· τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ στεμμάτων πεπλεγμένον δίκτυον. ὡς Λυκοῦργος καὶ Ἡρόδοτος. ἡ δὲ ἱέρεια Ἀθήνησι τὴν ἱερὰν αἰγίδα φέρουσα πρὸς τὰς νεογάμους εἰσήρχετο. ἐπὶ τῶν ἀναίδην οὖν ποιούντων τι τάττεται ἡ παροιμία. καὶ ὁ θώραξ· καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι. | ] |
| epsilon | 368 | [ | Ἑκατόμπεδος νεώς· ὁ Ἀθήνησι παρθενών. καὶ Ἑκατόμπεδον· Λυκοῦργος. ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος. | ] |
| epsilon | 1032 | [ | Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. | ] |
| epsilon | 2417 | [ | Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτορος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. | ] |
| epsilon | 3242 | [ | Ἐσχάρα· ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην. παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλοῦσιν. | ] |
| kappa | 615 | [ | Καταλεύσιμον· τὸν ἄξιον τοῦ καταλευσθῆναι εἶπε Δείναρχος ἐν τῷ κατὰ Λυκούργου [+]. | ] |
| kappa | 1145 | [ | Καυχᾷ· οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέγουσι· Λυκοῦργος ἐν τῷ Περὶ μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τ ἄλλα ἐν δημοκρατίᾳ σοι εἰπεῖν· ἑνὸς δ’ οὐκ ἔστι σοι· κακῶς γὰρ αὐτοῦ προέστης· ἐφ’ οἷς καυχᾷ, οἱ ἄλλοι αἰσχνύνονται. | ] |
| kappa | 2518 | [ | Κτηματίτην· τὸν κτήματα πολλὰ ἔχοντα. οὕτως Λυκοῦργος. καὶ Κτῆμα ἐπὶ οἰκέτου. ὁ δὲ διελέγετο αὐτῷ καὶ ἠξίου κτῆμα αὐτῶν σφῶν γεγονότα, πᾶν ὅ τι ἂν δύνηται πρὸς κατάθεσιν τοῦ πολέμου ἐργάσασθαι. | ] |
| lambda | 825 | [ | Λυκοῦργος, Λυκόφρονος, Ἀθηναῖος, τὸ γένος Ἐτεοβουτάδης, τῶν μετὰ Δημοσθένους ἐγκριθέντων ῥητόρων. ἀνέγκλητος δὲ βιοὺς τελευτᾷ νόσῳ υἱοὺς καταλιπών· ὑπὲρ ὧν συκοφαντηθέντων Δημοσθένης ὁ ῥήτωρ ἀπὸ τῆς φυγῆς εἰπὼν ἐξεῖλεν αὐτούς. λόγοι δὲ αὐτοῦ εἰσιν γνήσιοι οἱ σῳζόμενοι· Κατὰ Ἀριστογείτονος, Κατὰ Αὐτολύκου, Κατὰ Λεωκράτους, Κατὰ Λυκόφρονος βʹ, Κατὰ Πασικλέους, Κατὰ Μεναίχμου, Κατὰ Δημάδου [+], Ἀπολογία πρὸς τὸν αὐτὸν, Ὑπὲρ τῶν εὐθυνῶν, Πρὸς Ἰσχυρίαν, Πρὸς τὰς μαντείας, Περὶ τῆς διοικήσεως, Περὶ τῆς ἱερείας, Περὶ τῆς ἱερωσύνης. ἐπιστολαί· καὶ ἄλλα τινα. | ] |
| lambda | 862 | [ | Λυσίμαχος· οὗ μὲν Δημοσθένης ἐν τῷ Περὶ τῶν ἀτελφῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελοποιὸς ἦν εὐτελής. | ] |
| mu | 931 | [ | Μηλόβοτος χώρα· ὑπὸ πολεμίων ἐξερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔ νομα καὶ παρὰ τῷ Λυκούργῳ ἐν τῷ κατ’ Αὐτοκλέους· ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε. βουλευομένου δὲ ὅπως τῇ πόλει χρήσηται Ἀθηναῖοι μὲν μηλόβοτον ἀνεῖναι συνεβούλευον, Φωκεῖς δὲ ἀντεῖπον σῶσαι. | ] |
| mu | 1013 | [ | Μητρῷον· Λυκοῦργος ἐν τῷ κατὰ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῷ Μητρῴῳ. | ] |
| mu | 1309 | [ | Μοχθηρία· ἡ κακία. ὡς Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον τοὺς γεγραμμένους νόμους, δι’ ὧν ἡ δημοκρατία σῴζεται, παραβαίνοντα, ἑτέρων δὲ μοχθηρῶν ἐξηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖναι. | ] |
| nu | 235 | [ | Νεώρια καὶ Νεώσοικοι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε καὶ Ἀνδοκίδης. | ] |
| nu | 384 | [ | Νίκη Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥοιάν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν πρώτῳ περὶ Ἀκροπόλεως. ᾗ ἀλληγορουμένῃ εἰς φρόνησιν ἐπακολουθεῖ πάντως καὶ τὸ νικᾶν· φρόνησις μὲν γὰρ νικητικόν, ἀφρόνως δὲ μάχεσθαι καὶ προπετῶς σφαλερόν. αὕτη πτερὰ μὲν ἔχουσα τὸ κατὰ νοῦν δηλοῖ ὀξὺ καὶ ὡς εἰπεῖν ὠκύπτερον· ἄπτερος δὲ γραφομένη τὸ κατὰ εἰρήνην ἡσύχιον ἐμφαίνει καὶ πολιτευτικόν, καθ’ ὃ τέθηλε τὰ περὶ γῆν, οὗ δὴ ἀγαθοῦ ἔμφασις ἡ κατὰ τὴν δεξίαν ῥοιά, ὥσπερ μάχης τὸ ἐν τῇ ἀριστερᾷ κράνος, ἵνα οὕτω δύναμις εἴη καὶ ἡ Ἀθηνᾶ ὡς τἀναντία ἰσχύουσα. | ] |
| omicron | 591 | [ | Ὁρκάνη· Λυκοῦργος κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται. παρὰ τὸ ἐρύκειν, ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος· αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. | ] |
| omicron | 1041 | [ | Ὀχεῖον· ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο. ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον. φησὶ γάρ· ὠνοῦνταί μου τῶν ἵππων ὀχεῖον. Λυκοῦργος δὲ ἐν τῷ Περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί. καὶ μήποτε ἐπὶ τούτου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦνται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: