Appian) - urn:cts:greekLit:tlg0551Alexandria (Wikidata) (Pleiades)
Alexandria (Wikidata) (Pleiades)
historian (Wikidata)
writer (Wikidata)
lawyer (Wikidata)
civil servant (Wikidata)
urn:cts:greekLit:tlg0551.suda001 -
Roman History
| alpha | 1069 | [ | Ἀλλαξάμενος· Ἀππιανός· ὅτι πατρίδα καὶ γένος ἀλλαξάμενος ἥκοι τὸ μηδὲν ἡγησάμενος ἢ τὰ τῶν Οὐολούσκων ἀντὶ τῆς πατρίδος αἱρήσεσθαι βουληθείς. | ] |
| alpha | 1253 | [ | Ἁλιτενής· Ἀππιανός· οἱ δὲ Καρχηδόνιοι ἐξέδραμον ἐπὶ τὰ τῶν Ῥωμαίων μηχανήματα οὐ κατὰ γῆν, οὐ γὰρ ἦν δίοδος, οὐδὲ ναυσίν, ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα, ἀλλὰ γυμνοί, οἱ μὲν ἄχρι τῶν μαζῶν βρεχόμενοι, οἱ δὲ διένεον. | ] |
| alpha | 1325 | [ | Ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυὲς, ἐξ ἄλλου ἀσυνάρτητον, ἀλλότριον. πόαις γάρ τισιν ἀλλοκότοις καὶ ῥίζαις χρώμενοι διὰ τὸν λιμὸν ἐπεπονήκεσαν. Ἀππιανός· οἱ μέντοι ὕπατοι καὶ ὄκνῳ μὴ ἐπιχειρεῖν ἐς ἔργον ἀλλόκοτον· ἔτι δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖσαν λήψεσθαι ἡγοῦντο. | ] |
| alpha | 1383 | [ | Ἁλωνευόμενος· Ἀππιανός· τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεποι περὶ σιτολογίαν ἐγίνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δέ ἐν τῷ στρατοπέδῳ. ὁ δὲ Περσεὺς ἐμπρήσειν ἐβούλετο διὰ τὰ ἄχυρα. | ] |
| alpha | 1930 | [ | Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ [+]· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεῶν. Ἄλεξις δέ φησι περὶ ἐσθῆτος οὕτως· ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος, μηδὲν γὰρ ἡμᾶς, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόντας, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὐτὸ κτῷτο φάσκων νοῦν ἔχειν. Ἀναλαμβάνειν, ἀντὶ τοῦ ἀνακτάσθαι. Ἀππιανός· τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Πέρσῃ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. | ] |
| alpha | 2225 | [ | Ἀνεζεύγνυ: ἀνέστρεφεν. Ἀππιανός· ὁ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγνυ. | ] |
| alpha | 2909 | [ | Ἀπαξιῶν· αἰτιατικῇ. ἀνάξιον ἡγούμενος. Ἀππιανός· ὁ δὲ δῆμος τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνησεν οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼς αὐτοῦ. | ] |
| alpha | 3198 | [ | Ἀππιανός: ὄνομα κύριον. οὗτος ὁ Ἀππιανὸς ἔγραψε Ῥωμαϊκὴν ἱστορίαν, τὴν καλουμένην Βασιλικὴν. καὶ αἰ μὲν γ ' βίβλοι Ἀππιανοῦ αἱ πρῶται περιλαμβάνουσιν ὅσα Ῥωμαίοις ἀγωνιζομένοις ἐς Ἰταλιώτας ἔτι περὶ ἀρχῆς καὶ ἡγεμονίας ἐπράχθη. ὅσα δ’ ἀμφὶ τὴν Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυες ἔδρασάν τε καὶ ἔπαθον, καὶ εἴ τί που καὶ τῆς Ἰταλίας μέρος ἀνάγκαις ἢ ἐνέδραις ἢ πλάναις ἐς αὐτοὺς μετέθετο, ἐν τοῖς περὶ Κελτῶν καὶ Λιβύων. συγγέγραπται δ’ ἐφ’ ἑαυτῶν ὅσα καὶ ἐς τὰς ἐμφυλίους Ῥωμαίων στάσεις ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺς πρὸς Κελτοὺς, τουτέστι Γερμανοὺς, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰσι, καὶ τοὺς Γαλάτας, τουτέστι Γάλλους, πολέμους, καὶ τὰς αἰτίας αὐτῶν, ὅσαι τε συνθῆκαι καὶ συνθηκῶν παραβάσεις ἢ ἐπαναστάσεις ἐγένοντο Κελτῶν ἕως ἐπὶ τοῦ Γαΐου, ἡ δʹ βίβλος περιέχει συλλαβοῦσα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφασιν οἰκείαν, ἀλλὰ συμμαχοῦντες Ἰταλῶν τισιν ἢ μισθοφοροῦντες ἔπραξαν, ἐν τοῖς περὶ ἐκείνων συγγέγραπται. καὶ ὅσον εἰς γνώρισμα μόνον αὐτῶν μέμνηται Ἀππιανός. ἔγραψε δὲ Ῥωμαϊκὰ λόγους ἐννέα. οἱ δὲ διὰ τοῦ ἑνὸς π γράφουσιν Ἀπιανός. | ] |
| alpha | 3642 | [ | Ἀποφράδες ἡμέραι: ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. Ἀππιανός· μέγα τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. ἢ Ἀποφράδες, μιαραὶ ἡμέραι, μάλιστα ἐν αἷς τὰ ἐναγίσματα. | ] |
| alpha | 4555 | [ | Ἀφάπτειν· Ἀππιανός· ἵστη δὲ προμάχους ξύλα παχέα ἔχοντας διπήχεα σεσιδηρωμένα, ἃ ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἀφάπτειν, τουτέστι προσκολλᾶν. | ] |
| alpha | 4717 | [ | Ἀχρηστία. Ἀππιανός· ὁ δὲ Ὡράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. | ] |
| alpha | 4725 | [ | Ἀψαύστως: ἀνεπάφως. Ἀππιανός· ὁ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένηται, πολύχρυσα εἶναι δοκῶν. | ] |
| alpha | 4732 | [ | Ἁψιμαχία: συναφὴ μάχης. Ἀππιανός· τὸ μὲν πρῶτον ἔριδες ἦν καὶ ἁψιμαχίαι σμικραί, μετὰ δὲ συμβολαί τε ἐς τὴν ἀλλήλων. | ] |
| beta | 323 | [ | Βλάσφημος: ὁ εἰς θεὸν ἐξυβρίζων. Βλασφημῶ αἰτιατικῇ συντάσσεται. Ἀππιανός· οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. | ] |
| delta | 367 | [ | Δείσαντες· φοβηθέντες. καὶ Δείσας, φοβηθείς. Ἡρόδοτος· ὁ δὲ δείσας περὶ τοῖς Ἕλλησι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι. καὶ Ἀππιανός· δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. καὶ αὖθις· ὁ δὲ δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει. | ] |
| delta | 979 | [ | Διέφερον· Ἀππιανός· οἱ δὲ Κελτοὶ ἐς Ῥωμαίους τι μήνιμα ἐκ πολλοῦ διέφερον. ἀντὶ τοῦ εἶχον, ἐνεκότουν. | ] |
| delta | 1078 | [ | Δικαιοῦν· δύο δηλοῖ, τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν· οὕτως Ἡρόδοτος. δικαιῶν τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας, οἷς δὴ καὶ αὐτοὶ ἐς Ἀθηναίων τοὺς ἐνδόντας τὴν ἄκραν ὑπῆρξαν παρασπονδήσαντες. καὶ αὖθις Ἀππιανός· ξυμβάσεις ποιεῖν, ἐφ’ οἷς ἂν Γάβιοι δικαιῶσιν. ἀντὶ τοῦ δίκαιον εἶναι νομίζωσι. καὶ Ἰώσηπος· οἱ δὲ ἐφ’ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλά, ᾤχοντο εἴς τι χωρίον. | ] |
| delta | 1373 | [ | Δοξοκοπία· κενοδοξία. Ἀππιανός· ὁ δὲ Φλαμίνιος τὴν ἀρχὴν ἀπὸ δοξοκοπίας ᾑρημένος ἠπείγετο Ἀννίβᾳ συμπλακῆναι. λέγεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτους αἱροῦνται ἐκ δόξης πολεμικῆς Λεύκιον, ἐκ δὲ δημοκοπίας Τερέντιον. | ] |
| epsilon | 190 | [ | Ἐγχρόνων· οὐ πρὸ πολλοῦ χρόνου συντεθεισῶν. Ἀππιανός· κατεφρόνουν τῶν σπονδῶν ἔτι ἐγχρόνων οὐσῶν. | ] |
| epsilon | 237 | [ | Ἐδικαίου· δίκαιον εἶναι ἔλεγε. καὶ μὴ τὴν βασιλείαν ἑαυτῷ ἀποδίδωσί τις, ἀλλὰ τοῦ γε ἀπαλλάσσεσθαι κύριος ἐδικαίου εἶναι αὐτός. Ἀππιανός· Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενος ἐπεχείρει διαιτᾶν διαλύσεις καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέμῳ. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. καὶ αὖθις· ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. Ἐδικαίου τοίνυν ἀντὶ τοῦ ἔκρινε, δίκαιον εἶναι ἐνόμιζεν. | ] |
| epsilon | 245 | [ | Ἐδοκίμαζεν· ἔκρινε. σιωπηλὸς ἦν ἐπὶ τούτοις ἀποκρύπτειν ἐδοκίμαζε. καὶ Ἀππιανός· ὁ δὲ ἐπὶ τὰς οἰκίας χωρῶν συνελάμβανεν, ὅσους ἐδοκίμαζεν. ἀντὶ τοῦ ἔκρινεν ἐτάσεως εἶναι ἀξίους. | ] |
| epsilon | 304 | [ | Ἐθελοκάκως· ἑκουσίως τὸ κακὸν ἐκλεγομένων. Ἀππιανός· τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι καὶ τὰς σκηνὰς διέλυον καὶ ἀναχωρεῖν ἐπεχείρουν ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. καὶ αὖθις· ἐθελοκακοῦντες αὐτῷ διὰ πλείους αἰτίας. | ] |
| epsilon | 515 | [ | Ἔκνισεν· ἐκίνησε, καθήψατο. Ἀππιανός· Σύφακα δ’ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός. οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν. | ] |
| epsilon | 1363 | [ | Ἔνθους· τεθεοφορημένος, ἐνθουσιῶν. συναλοιφὴ δὲ τοῦ ἔνθεος. Ἀππιανός· ὁ δὲ Σκιπίων καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα διαθεὶς ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. τουτέστι θεόληπτος. | ] |
| epsilon | 1439 | [ | Ἔνσπονδος· ὁ ἀπὸ πολέμου γινόμενος φίλος. Ἀππιανός· Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπ’ αὐτούς. καὶ αὖθις· ὡς παλαιὸν δή τι νόμιμον καὶ ἔνσπονδον ἐκλείποντι ἐπικαλῶν. | ] |
| epsilon | 1456 | [ | Ἐντελεῖς· οἱ ἄρχοντες, καὶ οἱ ἄρξαντες. πανοπλίας ἐντελεῖς κατασκευάσαντες. τουτέστιν ἀρχοντικάς. Ἀππιανός· ναυμαχίας δὲ γενομένης καὶ βοῆς παμμιγοῦς ὡς ἐν τῷδε λοιπὸν Καρχηδονίοις τῆς σωτηρίας οὔσης, Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς. | ] |
| epsilon | 2003 | [ | Ἐπαφρόδιτος· ἐπίχαρις, ἡδύς. Ἀππιανός· καὶ τὴν ἐν πᾶσιν ἐπαφροδισίαν ὑπεραίρων ἐσεμνολόγει περὶ ἑαυτοῦ. | ] |
| epsilon | 2926 | [ | Ἐρέθισμα· ἡ ὕβρις. Ἀππιανός· ὁ δὲ αὐτὸν εἰς μονομαχίαν προὐκαλεῖτο σκώπτων ἐς αὐτόν. ὁ δὲ τέως μὲν αὑτοῦ κατεῖχε· μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα ἀντήλασε τὸν ἵππον. | ] |
| epsilon | 3204 | [ | Ἔστε· μέχρις οὗ. Ἀππιανός· ἐλίθουν αὐτήν, ἔστε τιτρωσκομένη κατεχώσθη. καὶ ἐστὲ ὑμεῖς. | ] |
| epsilon | 3453 | [ | Εὔζωνοι· ἔνοπλοι, ἢ οἱ μὴ ἔχοντες φορτία. Ἀππιανός· ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις. | ] |
| epsilon | 3747 | [ | Εὐσταθῶς· Ἀππιανός· ὁ δὲ ἐστρατοπέδευσεν εὐσταθῶς, ᾗπερ ἐβούλετο. ἀντὶ τοῦ ἀσφαλῶς, βεβαίως. | ] |
| zeta | 57 | [ | Ζῆλος· ἀγαθοῦ τινος ἐπιθυμία φθόνου τινὸς χωρὶς ἐγγινομένη τῇ ψυχῇ. οἷον, ἔχει τις ἀνδρείαν, ζηλῶ τοῦτον τῆς ἀρετῆς· τουτέστιν ἐπιθυμῶ κτήσασθαι τὸ καλόν, μὴ φθονήσας τῷ κεκτημένῳ, ἀλλὰ κἀ γὼ βουλόμενος ἀνδρεῖος εἶναι. Ἀππιανός· Δεντάτῳ κατὰ ζῆλον ἀρετῆς εἵπετο νέων λογάδων πλῆθος ὀκτακοσίων ἐπὶ πάντα τὰ ἔργα ἕτοιμοι· καὶ βαρὺς ἦν τῇ βουλῇ παρὰ τὰς ἐκκλησίας. | ] |
| eta | 408 | [ | ᾜομεν· ἐπορεύθημεν. Ὅμηρος. ᾔομεν, ὡς ἐκέλευσας. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι Δωρικῶς, τροπῇ τῆς ει διφθόγγου εἰς η. Ἀππιανός· Ἀλλόβριγες, Γαλατῶν ἔθνος. δύσμαχοι δ’ αὐτῶν ἦσαν αἱ πόλεις ὑπὸ τῆς ἀμπώτεως ἐφ’ ἡμέραν ἠπειρούμεναί τε καὶ νησούμεναι· οἱ δὲ πλοίοις ἐπολέμουν. τοῦ δὲ Καίσαρος Γαΐου περὶ τὰς πόλεις σταυροὺς πηξαμένου ὑψηλοὺς καὶ τοῖς σταυροῖς ἐπιθέντος γεφυρώματα, ὁ μὲν κλύδων ἐχώρει διὰ τῶν σταυρωμάτων ὑπὸ τοῖς γεφυρώμασι, Ῥωμαίοις δὲ ἀδεὲς καὶ ἐπίμονον ἦν τὸ ἔργον. | ] |
| iota | 114 | [ | Ἰδιόξενος· ὁ ἰδίᾳ καθ’ ἑαυτὸν ξένος ὤν· πρόξενος δὲ ὁ νέηλυς πόλεως ξένης, παρ’ ᾧ καὶ οἱ πρέσβεις κατάγονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τῇ πατρίδι τῇ ἑαυτοῦ, τὰ τῇ πόλει ἐκείνῃ διαφέροντα, ἧς προξενεῖ. δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονώς τινι· ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν, αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος· οἷον Ἀγαμέμνων ἐν Λυδίᾳ. Ἀππιανός· ὁ δὲ στρατηγὸς αἰσθόμενος παρ’ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ. | ] |
| iota | 152 | [ | Ἱέντες· ἀφιέντες. Ἀππιανὸς περὶ τῶν Κελτῶν φησιν· οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις. οὗτοί εἰσιν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες, ὧν τὸ ἄτολμον ὁρῶντες καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον προσίετε τῷ ἔργῳ. | ] |
| iota | 294 | [ | Ἱλαρός· εὔχαρις, ἀστεῖος, ἡδύς. Ἀππιανός· σὺν βοῇ ἱλαρᾷ καὶ θορύβῳ χρηστῷ παρέπεμπον αὐτὸν καὶ θαρρεῖν ἐκέλευον. ἐπέπρεπε δὲ αὐτῷ μάλιστα τὸ τῆς ψυχῆς ἱλαρόν. | ] |
| theta | 362 | [ | Θησαυρούς· Ἀππιανός· ὅπλα τε πολλὰ καὶ σῖτον ἡτοιμάζετο καὶ θησαυροὺς ἐποίει. καὶ Θησαυροφυλάκιον. | ] |
| kappa | 1788 | [ | Κληροῦχον· μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν. Σοφοκλῆς· αἴδεσαι δὲ μητέρα πολλῶν ἐτῶν κληροῦχον. καὶ Ἀππιανός· Βολοῦσκοι δὲ τοῖς πταίσμασι τῶν γειτόνων οὐ καταπλαγέντες ἐστράτευον ἐπὶ Ῥωμαίους καὶ ἐπολιόρκουν τοὺς αὐτῶν κληρούχους. | ] |
| kappa | 2225 | [ | Κώθων· εἶδος ποτηρίου Λακωνικοῦ μονώτου. δοκεῖ δὲ καὶ στρατιωτικὸν εἶναι. καὶ ὄνομα τοῦ Λεωσθένους πατρός. Ἀππιανός· ἔφερε δὲ δᾷδα συγκεκομμένην καὶ θεῖον( τεφρῶδες πῦρ) ἐν κώθωσι. | ] |
| lambda | 512 | [ | Λιθάζω· αἰτιατικῇ καὶ τὸ ὁπωσοῦν διά τινος εἴδους βάλλω. Ἀρριανός· κελεύσαντος δὲ Τατίου, τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη. | ] |
| lambda | 627 | [ | Λιφαιμεῖ· αἱμορροεῖ. λείπει τῷ αἵματι. Ἀππιανός· ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδίωκε τὸν Βαλέριον, συγκαταπεσεῖν ἐπειγόμενος· ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Βαλερίου κατέπεσε πρηνὴς ὁ Κελτός. καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι. | ] |
| lambda | 848 | [ | Λυπρόν· ἐπαχθές. λυπηρόν. καὶ Λυπρόγαιον. Ἀππιανός· τὸ γὰρ λυπρόγαιον καὶ πενιχρὸν ὑμᾶς εἰς λῃστείαν ἄγει. δώσω δ’ ἐγὼ πενομένοις φίλοις γῆν ἀγαθήν. | ] |
| mu | 811 | [ | Μετριοπαθεῖν· ἐκ μέρους τὰ πάθη καταδέχεσθαι, συγγινώσκειν. Ἀππιανός· Κλαύδιος Μάρκελλος πόλιν τῶν ἐναντίων παρεστήσατο καὶ συγγνώμην ἔδωκε ἀργυρίου τάλαντα λαβών. Νεργόβριγες δ’ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι ἐθαύμαζον. καὶ αὖθις· τοῖς Μήδοις ἀναζωπυροῦται τὸ φιλοπόλεμον μετριοφρονεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. Ἀριστοτέλης λέγει τὸν σοφὸν μετριοπαθῆ μὲν εἶναι, ἀπαθῆ δὲ μὴ εἶναι. | ] |
| nu | 104 | [ | Νεαλής· κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς. λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. καὶ ὁ νεωστὶ ἁλούς. Ἀππιανός· τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί· οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. καὶ Πολύβιος· τοὺς πολεμίους ἀκεραίους ὄντας καὶ νεαλεῖς. | ] |
| nu | 253 | [ | Νεργόβριγες· ἐθνικόν. Ἀππιανός· Νεργόβριγες δ’ αὐτοῦ περὶ τῆς μετριοπαθείας πυθόμενοι ἐθαύμαζον. | ] |
| omega | 218 | [ | Ὤσατο ἑαυτόν· κατέβαλεν ἀπὸ τοῦ ἵππου. Ἀππιανός· οὐ μὴν ἔφθασε τρῶσαι, συναρπασάντων αὐτὸν τῶν ὑπασπιστῶν. ἢ παρενέβαλεν εἰς κίνδυνον ἑαυτόν. | ] |
| pi | 568 | [ | Πάρεσις· νέκρωσις. Ἀππιανός· οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτοῦ τὴν ἐπὶ σφᾶς, ὄντας ἐνσπόνδους καὶ συγγενεῖς. τουτέστι τὴν ἀμέλειαν, τὴν καταφρόνησιν. | ] |
| pi | 613 | [ | Παρήγγελλον· ἐτάσσοντο, συνηριθμοῦντο. Ἀππιανός· πᾶς τις αὐτῶν καὶ συμμάχων ὥρμα, καὶ ἐθελονταὶ παρήγγελλον εἰς τὸν κατάλογον. | ] |
| pi | 700 | [ | Παρορκῆσαι· Ἀππιανός· εὐθὺς ἠρέθιζον τοὺς Βρεττανοὺς παρορκῆσαι, ἔγκλημα ἔχοντας, ὅτι σπονδῶν σφίσι γενομένων ἔτι παρῆν τὸ στρατόπεδον. | ] |
| pi | 1574 | [ | Πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀππιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλοτιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα. | ] |
| pi | 1605 | [ | Πιμελή· πάχος, λιπαρότης. Ἀππιανός· ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. ἀντὶ τοῦ λιπαρός. Πιμελὴ καὶ στέαρ διαφέρει, τῷ τὴν πιμελὴν ψυχομένην ἄπηκτον διαμένειν, τὸ δὲ στέαρ καὶ διαπήσσεσθαι, ὥστε καὶ θρύπτεσθαι. ἡ μὲν οὖν πιμελὴ ἄθραυστος· δι’ ὃ καὶ οἱ ζωμοὶ τῶν μὲν πιμελωδῶν οὐ πήσσονται, καθάπερ ὑὸς καὶ ἄρκτου καὶ τῶν ἄλλων· οἱ δὲ τῶν στεατωδῶν πήσσονται, ὡς βοός, αἰγός, προβάτων. | ] |
| pi | 1607 | [ | Πίμπραται· καίεται, ἐμπυρίζεται. Ἀππιανός· ὁ Μάρκιος πιμπράμενος ἐπὶ Ῥωμαίοις, φυγὴν καταδικασθεὶς καὶ μικρὸν ἐς αὐτοὺς οὐδὲν ἐπινοῶν ἐς Βολούσκους ἐτράπετο. καὶ αὖθις· ὁ δὲ τὸν θυμὸν αὐτοῦ εἰδὼς πιμπράμενον. | ] |
| pi | 2690 | [ | Προσήσεσθαι· ἀρεσθῆναι, δέξασθαι. Ἀππιανός· οἱ ὕπατοι τὰ ὅρκια προὔτεινον καὶ ἐς πάντας ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι. | ] |
| pi | 2800 | [ | Πρόσριζα· σὺν ταῖς ῥίζαις. Ἀππιανός· τὰ δένδρα ἔκοπτε πρόσριζα, τοῦ μὴ πάλιν φῦναι. | ] |
| pi | 2942 | [ | Πρωθήβας· Ἀππιανός· ὁ δὲ φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκ τοῦ πολέμου ἐληλυθότων κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπειραμένους, ἐς βʹ τέλη. | ] |
| rho | 239 | [ | Ῥουτίλιος Ῥοῦφος· ἐπὶ Σκιπίωνος ἦν, ὃς αὐτῷ συνεστράτευε, συγγράψας τὰ τότε φθάσαντα γενέσθαι· ὃς τηνικαῦτα χιλίαρχος ἐγεγόνει, ὥς φησιν Ἀππιανὸς ἐν τῇ Ῥωμαϊκῇ ἱστορίᾳ. | ] |
| sigma | 1550 | [ | Συνήδομαι· συγχαίρω. Ἀππιανός· οἱ δὲ πρέσβεις ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων. | ] |
| sigma | 1582 | [ | Συνίστωρ· συνόμιλος, γνωστός, μάρτυς, συνειδὼς ἐπὶ πράγματι. Ἀππιανός· ὁ δὲ συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέρους ἐπεξαγγέλλειν ἀπέκτεινεν ἀθεμίστως. | ] |
| sigma | 1693 | [ | Σύφαξ· ὄνομα. Ἀππιανός· Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενος ἐπεχείρει διαιτᾶν διαλύσεις. καὶ αὖθις· Σύφακα δ’ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: