Cicero) - urn:cts:latinLit:phi0474Formia (Wikidata)
philosopher (Wikidata)
poet (Wikidata)
political theorist (Wikidata)
jurist (Wikidata)
writer (Wikidata)
ancient Roman priest (Wikidata)
politician (Wikidata)
military personnel (Wikidata)
lawyer (Wikidata)
orator (Wikidata)
politician (Wikidata)
| delta | 367 | [ | Δείσαντες· φοβηθέντες. καὶ Δείσας, φοβηθείς. Ἡρόδοτος· ὁ δὲ δείσας περὶ τοῖς Ἕλλησι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέσθαι. καὶ Ἀππιανός· δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπέστρεφεν εἰς τοὐπίσω. καὶ αὖθις· ὁ δὲ δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει. | ] |
| delta | 872 | [ | Δίδυμος, Διδύμου ταριχοπώλου, γραμματικὸς Ἀριστάρχειος, Ἀλεξανδρεύς, γεγονὼς ἐπὶ Ἀντωνίου καὶ Κικέρωνος καὶ ἕως Αὐγούστου· Χαλκέντερος κληθεὶς διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασὶ γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. | ] |
| epsilon | 3317 | [ | Ἐτιμησάμην· ὡς ἔγωγ’ ἐτιμησάμην ἂν τοῦ παντός, Ἀντώνιον τὸν ἀποκτείναντα Κικέρωνα περιεῖναι. | ] |
| kappa | 1165 | [ | Κεκίλιος, Σικελιώτης, Καλλατιανός· Κάλλαντις δὲ πόλις Σικελίας· ῥήτωρ, σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ τοῦ Σεβαστοῦ Καίσαρος καὶ ἕως Ἀδριανοῦ, καὶ ἀπὸ δούλων, ὥς τινες ἱστορήκασι, καὶ πρότερον μὲν καλούμενος Ἀρχάγαθος, τὴν δὲ δόξαν Ἰουδαῖος. βιβλία δὲ αὐτοῦ πολλά· Κατὰ Φρυγῶν δύο· ἔστι δὲ κατὰ στοιχεῖον. Ἀπόδειξις τοῦ εἰρῆσθαι πᾶσαν λέξιν καλλιρρημοσύνης· ἔστι δὲ ἐκλογὴ λέξεων κατὰ στοιχεῖον· Σύγκρισις Δημοσθένους [+] καὶ Κικέρωνος [+]· Τίνι διαφέρει ὁ Ἀττικὸς ζῆλος τοῦ Ἀσιανοῦ· Περὶ τοῦ χαρακτῆρος τῶν δέκα ῥητόρων· Σύγκρισις Δημοσθένους [+] καὶ Αἰσχίνου· Περὶ Δημοσθένους [+], ποῖοι αὐτοῦ γνήσιοι λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱστορίαν ἢ παρὰ ἱστορίαν εἰρημένων τοῖς ῥήτορσι· καὶ ἄλλα πλεῖστα. πῶς δὲ Ἰουδαῖος τοῦτο θαυμάζω· Ἰουδαῖος σοφὸς τὰ Ἑλληνικά. | ] |
| kappa | 1594 | [ | Κικέρων· ὁ ῥήτωρ· περὶ οὗ γέγραπται ἐν τῷ φ στοιχείῳ περὶ Φολουίας τῆς Ἀντωνίου γυναικός. ζήτει ἐν τῷ Φολουία. | ] |
| lambda | 686 | [ | Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων καὶ τὸ ἦθος ποικίλος, ἐπ’ ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν ἐς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων ἐς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι καὶ μετάγειν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον ἐς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας καὶ συνειδὸς ἐκθέσμων καὶ μυσαρῶν πράξεων. τόν τε γὰρ παῖδα τῆς Ἀριστίλλης διέφθειρε· δι’ ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ἐπὶ νοῦν ἐβάλετο, τῶν κακῶν οὐδαμοῦ ἱστάμενος οὐδὲ ἀναπαύων τὴν γνώμην. ὁ δὲ Κικέρων εἰπεῖν τε δεινὸς ὢν καὶ τἀληθὲς ἀνευρεῖν ἱκανὸς γνῶναι τε τὸ μέλλον ὀξύτατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: