Zeno of Citium) - urn:cts:greekLit:tlg0635Athens (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
| alpha | 3722 | [ | Ἄπυρα σῖτα· ὁ δὲ παρήγγελε τοῖς Μακεδόσι τριῶν ἡμερῶν σῖτα παρασκευάζειν ἄπυρα. καὶ Ἄπυρος τροφή, ἡ δι’ ὀπώρας καὶ λαχάνων. ὁ δὲ Ζήνων ἀπύρῳ τροφῇ ἐκέχρητο καὶ τρίβωνι λεπτῷ. καὶ Ἄπυρος οἶνος, ὁ μὴ ἑφθός. καὶ ὁ ἀναδενδρίτης. | ] |
| alpha | 4420 | [ | Αὔεις: φωνεῖς, λαλεῖς. Ζήνων γὰρ ὁ Κιτιεὺς ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε. παίσας δὲ τὴν γῆν τῇ χειρί φησι τὸ ἐκ τῆς Νιόβης· ἔρχομαι, τί μ’ αὔεις; καὶ παραχρῆμα ἐτελεύτησεν ἀποπνίξας ἑαυτὸν, βιούς δὲ ἔτη ςʹ ἄνοσος· οἱ δὲ δυοῖν δέοντα ξʹ ζῆσαι αὐτὸν ἔτη φασίν. | ] |
| delta | 202 | [ | Δέλτος· πινακίδιον, τιτλάριον, σχεδάριον. Ζήνων ὁ Κιτιεὺς Κλεάνθην τὸν αὑτοῦ διάδοχον ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. | ] |
| delta | 1141 | [ | Διογένης· ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. | ] |
| alphaiota | 76 | [ | Αἰγυπτία κληματίς· ἐπὶ τῶν ἰσχνῶν καὶ ὑπομήκων· ὁποῖος ἦν Ζήνων ὁ Κιτιεύς. ὅν φασι χρηστηριαζόμενον πῶς ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς. ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν. | ] |
| alphaiota | 286 | [ | Αἵρεσις· ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδ’ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτ’ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφ’ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς δι’ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφ’ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. | ] |
| zeta | 78 | [ | Ζήνων, Μουσαίου, Σιδώνιος, φιλόσοφος Στωϊκός, μαθητὴς Διοδώρου τοῦ κληθέντος Κρόνου, διδάσκαλος δὲ καὶ αὐτὸς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν Ἀπολογίαν ὑπὲρ Σωκράτους καὶ Σιδωνιακά. | ] |
| zeta | 79 | [ | Ζήνων, Μνασέου ἢ Δημέου, Κιτιεύς( πόλις δ’ ἐστὶ Κύπρου τὸ Κίτιον) , φιλόσοφος, ὃς ἦρξε τῆς Στωϊκῆς αἱρέσεως. ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς διὰ τὸ ἐν τῇ στοᾷ τῇ ἐν Ἀθήναις διδάξαι αὐτόν, ἥτις πρῴην μὲν Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. μαθητὴς δὲ ἦν Κράτητος τοῦ Κυνικοῦ, εἶτα Πολέμωνος τοῦ Ἀθηναίου. ἐτελεύτησε δὲ ἐτῶν ϟʹ ἀφελὼν ἑκάστοτε τῆς τροφῆς, ἕως ἀτονίᾳ διεφθάρη. ἐχρήσθη δὲ αὐτῷ πυνθανομένῳ περὶ βίου συγχρωτίζεσθαι τοῖς νεκροῖς, ὅπερ ἦν τοῖς ἀρχαίοις διὰ τῶν βιβλίων. Φοῖνιξ δ’ ἐπεκλήθη, ὅτι Φοίνικες ἔποικοι τοῦ πολιχνίου ἐγένοντο. ἤκμαζεν ἐπὶ Ἀντιγόνου τοῦ Γονατᾶ, ἐπὶ τῆς κʹ καὶ ρʹ Ὀλυμπιάδος. καὶ παροιμία, Ζήνωνος ἐγκρατέστερος. οὗτος γὰρ ἄκραν εἶχε δίαιταν καὶ λιτὴν ὥστε καὶ εἰς παροιμίαν χωρῆσαι. φιλοσοφίαν καινὴν γὰρ οὗτος ἐφιλοσόφει. τῷ γὰρ ὄντι πάντας ὑπερεβάλετο τῷ τε εἴδει καὶ σεμνότητι καὶ νὴ Δία μακαριότητι. καὶ δὴ ηʹ πρὸς τοῖς ϟʹ βιοὺς ἔτη κατέστρεψεν ἄνοσος καὶ ὑγιὴς διατελέσας. | ] |
| theta | 150 | [ | Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος· αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα κερκίδας καὶ τρίβωνα φοροῦσα. | ] |
| kappa | 21 | [ | Κάδμος· ὁ Μιλήσιος, εὑρετὴς τῶν γραμμάτων. ἐν ἐπιγράμματι Ζήνωνος· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ὃν καὶ ὁ Κάδμος κεῖνος, ἀφ’ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα. | ] |
| kappa | 76 | [ | Καθῆκόν φασι πρῶτον ὠνομακέναι Ζήνωνα Κιτιέα καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι. | ] |
| kappa | 327 | [ | Κάππαρις· εἶδος βοτάνης. ἧς ὁ καρπὸς ἰατροῖς δοκεῖ εἶναι ὀνήσιμος. ὁ δὲ Ζήνων ὁ Κιτιεὺς ὤμνυε κάππαριν, καθάπερ Σωκράτης τὸν κύνα. | ] |
| kappa | 1684 | [ | Κιτιεύς· ἀπὸ τόπου. Κίτιον γὰρ πόλις Κύπρου· ἔνθεν καὶ Ζήνων ὁ Κιτιεύς. | ] |
| kappa | 1711 | [ | Κλεάνθης, ὁ Κάσσιος χρηματίσας, Φανίου, Ἄσσιος, μαθητὴς Κράτητος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε· διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου, τοῦ Σολέως, καὶ Ἀντιγόνου τοῦ βασιλέως. οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἀθήνας ἠράσθη φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχόλαζεν· ὅθεν ἐπωνομάσθη καὶ Φρεάντλης. ἔγραψε δὲ πάνυ πολλά. | ] |
| kappa | 2712 | [ | Κυνισμός· αἵρεσις φιλοσόφων. ὁ δὲ ὁρισμὸς αὐτοῦ σύντομος ἐπ’ ἀρετὴν ὁδός. τέλος δὲ τοῦ κυνισμοῦ τὸ κατ’ ἀρετὴν ζῆν, ὡς Διογένης καὶ Ζήνων ὁ Κιτιεύς. ἤρεσκε δ’ αὐτοῖς λιτῶς βιοῦν, αὐτάρκεσι χρωμένοις σιτίοις, πλούτου καὶ δόξης καὶ εὐγενείας καταφρονεῖν. ἔνιοι δὲ βοτάναις καὶ ὕδατι ψυχρῷ ἐχρῶντο σκέπαις τε ταῖς τυχούσαις καὶ πίθοις καὶ ἔφασκον θεοῦ μὲν ἴδιον εἶναι τὸ μηδενὸς δεῖσθαι, τῶν δὲ θεῷ ὁμοίων τὸ ὀλίγων χρῄζειν. ἀρέσκει δ’ αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι καὶ ἀναπόβλητον. | ] |
| lambda | 438 | [ | Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. Ζήνων ὁ Κιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. | ] |
| mu | 364 | [ | Μεγαλοδωρία· τοσαύτῃ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρήσατο· οὔτε γὰρ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος. Ζήνων ἐπιβαλομένου τινὸς μέγα φυσᾶν, πατάξας εἶπεν, ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ’ ἐν τῷ εὖ τὸ μέγα. | ] |
| nu | 82 | [ | Ναυτικῶς δανείζειν· φασὶ Ζήνωνα ὑπὲρ ͵αʹ τάλαντα ἔχοντα ἐλθεῖν εἰς τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶς. | ] |
| nu | 604 | [ | Νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα· ἐπὶ τῶν παρ’ ἐλπίδα εὐτυχησάντων. Ζήνων γὰρ ὁ Κιτιεὺς καταλιπὼν τοὺς πρὶν διδασκάλους καὶ Κράτητος τοῦ φιλοσόφου φοιτητὴς γενόμενος τοῦτο εἴρηκε, ναυαγίῳ περιπεσὼν καὶ εἰπών· εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν. | ] |
| omicron | 601 | [ | Ὁρμή· ὁρμὴ ἡ πρώτη τοῖς ζῴοις σύνεστιν ἐπὶ τὸ τηρεῖν ἑαυτά, οἰκειούσης αὐτοῖς τῆς φύσεως ἀπ’ ἀρχῆς. πρῶτον γὰρ οἰκεῖον παντὶ ζῴῳ ἡ σύστασις καὶ ἡ ταύτης σύνδεσις, καὶ οἰκείως ἔχειν πρὸς ἑαυτά. διὸ τὰ βλάπτοντα διωθεῖται, τὰ δ’ οἰκεῖα προσίεται. καὶ οὐ πρὸς ἡδονὴν γίνεται ἡ πρώτη ὁρμὴ τοῖς ζῴοις· ἐπιγένημα γὰρ ἂν ἦν· εἰ ἄρα ἔστιν ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθ’ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα οὐ τῇ ἐν συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀντιλαμβάνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. καὶ οὐ διήλλαξεν ἡ φύσις ἐπὶ φυτῶν καὶ ζῴων, ὅτε χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ, καὶ ἐφ’ ἡμῶν τινα φυτοειδῶς γίνονται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται, τούτοις μὲν τὸ κατὰ φύσιν τὸ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι. τοῦ δὲ λόγου τοῖς λογικοῖς κατὰ τελειοτέραν προστασίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνεσθαι τοῖς κατὰ φύσιν· τέχνη γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς. διὸ καὶ Ζήνων τέλος εἶπεν εἶναι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ καὶ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. | ] |
| pi | 1368 | [ | Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπεκλήθη δὲ καὶ Δωρόθεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γονατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν. | ] |
| pi | 2108 | [ | Ποσειδώνιος, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, μαθητὴς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν ἱστορίαν [+] τὴν [+] μετὰ [+] Πολύβιον [+] [+] ἐν βιβλίοις νβʹ ἕως τοῦ πολέμου τοῦ Κυρηναϊκοῦ καὶ Πτολεμαίου, καὶ μελέτας [+] ῥητορικάς [+], ὑποθέσεις [+] εἰς [+] Δημοσθένην [+] [+]· καὶ οἶμαι ταῦτα μᾶλλον Ποσειδωνίου τοῦ σοφιστοῦ εἶναι, τοῦ Ὀλβιοπολίτου. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: