Julian) - urn:cts:greekLit:tlg2003Constantinople (Wikidata) (Pleiades)
Mesopotamia (Wikidata) (Pleiades)
politician (Wikidata)
philosopher (Wikidata)
urn:cts:greekLit:tlg2003.suda001
urn:cts:greekLit:tlg2003.suda002
urn:cts:greekLit:tlg2003.suda003
urn:cts:greekLit:tlg2003.suda004
urn:cts:greekLit:tlg2003.suda005
urn:cts:greekLit:tlg2003.suda006
urn:cts:greekLit:tlg2003.suda007
urn:cts:greekLit:tlg2003.suda008
urn:cts:greekLit:tlg2003.suda009
urn:cts:greekLit:tlg2003.suda010
| alpha | 784 | [ | Ἀκάκιος· ῥήτωρ δεινότατος, ἐπὶ Ἰουλιανοῦ καὶ Λιβανίου τοῦ σοφιστοῦ. ὃς ἐπεκάλει τὸν Ἰουλιανὸν καὶ διεμέμφετο τὰς κρίσεις αὐτοῦ σὺν Τουσκιανῷ τῷ ἐκ Φρυγίας, καὶ αὐτῷ ῥήτορι ὄντι δεινῷ. | ] |
| alpha | 1751 | [ | Ἀμφίων· οὗτος παλαιᾶς μουσικῆς εὑρετής. περὶ οὗ λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· περίεστι γάρ σοι καὶ σχολὴ, καὶ φύσεως ἔχεις εὖ, καὶ φιλοσοφίας ἐρᾷς, εἴπερ τις ἄλλος τῶν πώποτε· τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεσεν ἀποφῆναι τὸν Ἀμφίονα τῆς παλαιάς μουσικῆς εὑρετὴν, χρόνος, θεοῦ πνεῦμα, ἔρως ὑμνῳδίας. οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸς ταῦτα πέφυκεν ἀντιτάττεσθαι, καὶ ταῦτα ῥᾳδίως ἂν ὁ τῶν τριῶν τούτων μέτοχος ἐξεύροι· ἦ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀχοῇ παραδεδέγμεθα οὐ τὰς ἁρμονίας μόνον, αὐτὴν δὲ ἐπ’ αὐταῖς ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρησάμενον ἐπινοίᾳ, εἴτε τινὶ θείᾳ δόσει, διά τινα συντυχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖστοι τοῖς τρισὶ τούτοις ἐοίκασι μάλιστα προσχόντες οὔτι πλαστῶς φιλοσοφῆσαι, οὐδενὸς ἄλλου δεόμενοι. Ζῆθος καὶ Ἀμφίων ἕτερος· ζήτει ἐν τῷ Ἀντιόπη. | ] |
| alpha | 3397 | [ | Ἄπολινάριος, Λαοδικεὺς τῆς Συρίας, γεγονὼς ἐν ἡμέραι Κωνσταντίου καὶ Ἰουλιανοῦ τοῦ Παραβάτου καὶ ἕως τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, σύγχρονος Βασιλείου καὶ Γρηγορίου, τῶν ἐκ Καππαδοκίας θαυμαζομένων. ἐγένετο δὲ καὶ γνώριμος ἀμφοτέρων καὶ Λιβανίου τοῦ σοφιστοῦ καὶ ἄλλων τινῶν. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλείω καὶ ἐς φιλοσοφίαν ἐξήσκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυσσεβοῦς τόμους λʹ, καὶ δι’ ἡρώων ἐπῶν πᾶσαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιστολὰς καὶ ἄλλα πολλὰ εἰς τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ καί φησιν· Ἀπολινάριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας, καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, καὶ Γρηγόριος ἐν τῆ Nαζιανζῷ· σταθμὸς δὲ οὗτος ὁ τόπος ἐστὶ τῆς αὐτῆς Καππαδοκίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Ἀπολινάριος. οὗτος γὰρ δὴ καὶ τῆς Ἑβραΐδος διαλέκτου ἐπαίειν οἰός τ’ ἦν. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδος τῆς λέξεως μακρῷ ἄριστα εἷχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἷχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἷς ὡρῶντο καὶ οἶς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος ὁ Ἀρειανὸς ἔγραψεν. | ] |
| alpha | 3460 | [ | Ἀπόνοια: ἄνοια, ὕβρις. Προκόπιος· ἀδικούμενοι εἰώθασιν εἰς ἀπόνοιαν τρέπεσθαι οἱ ἄνθρωποι, ὅπερ ἔπαθον καὶ οἱ Βένετοι ἐπὶ Ἰουστινιανοῦ. καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἀμφὶ τὴν κόμην ἐς νεώτερόν τινα παραβέβληται τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις. τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμνόμενοι, τὰ ὄπισθεν ἀποκρέμασθαί σφισιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡς οἱ Μασσαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο τὸ αὐτὸ εἶδος. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθις Ἰουλιανός· τὸ μὴ προιδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον. | ] |
| delta | 1149 | [ | Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου [+] τοῦ Εὐαγγελιστοῦ [+], Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου [+] σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος [+] περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν, Πρὸς Εὐφρόνιον [+] φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους [+] περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ὁ ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν ὁ δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου [+] περὶ ζῴων καὶ θυσιῶν. | ] |
| epsilon | 431 | [ | Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κωνσταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον. | ] |
| epsilon | 1007 | [ | Ἐμπεδότιμος· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως· περὶ οὗ λέγει ὁ Παραβάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. | ] |
| epsilon | 1771 | [ | Ἐξιστάμενος· ἀντὶ τοῦ παραχωρῶν. ὁ οὖν Μάρκελλος κύριος ἦν τῶν πραγμάτων, ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξιστάμενος, τὴν δὲ ἀληθεστέραν αὐτὸς ἀρχὴν μεταχειριζόμενος. τάττεται δὲ καὶ ἐπὶ τοῦ ἐκπληττόμενος. | ] |
| epsilon | 2633 | [ | Ἐπιστολὴ Ἰουλιανοῦ [+] τοῦ Παραβάτου [+] πρὸς Πορφύριον Καθολικόν. πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντοδαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δὲ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ μὲν αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ἀφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντοδαποῖς δὲ ὅρκοις πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας ἐς μέσον πάντα προκομίσαι. | ] |
| epsilon | 3267 | [ | Ἑταῖρε· ὁ Πλάτων καὶ οἱ ἄλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν· οὓς ἐμιμεῖτο Ἰουλιανὸς ἑταίρους πάντας καλῶν ἐν ταῖς συνουσίαις, οὐκ ἀπαυθαδιζόμενος τῇ βασιλεία. | ] |
| eta | 45 | [ | Ἦγεν· ἐτέλει. ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας ἦγεν. | ] |
| eta | 536 | [ | Ἡρόδοτος, Λύξου καὶ Δρυοῦς, Ἁλικαρνασεύς, τῶν ἐπιφανῶν, καὶ ἀδελφὸν ἐσχηκὼς Θεόδωρον. μετέστη δ’ ἐν Σάμῳ διὰ Λύγδαμιν τὸν ἀπὸ Ἀρτεμισίας τρίτον τύραννον γενόμενον Ἁλικαρνασσοῦ· Πισίνδηλις γὰρ ἦν υἱὸς Ἀρτεμισίας, τοῦ δὲ Πισινδήλιδος Λύγδαμις. ἐν οὖν τῇ Σάμῳ καὶ τὴν Ἰάδα ἠσκήθη διάλεκτον καὶ ἔγραψεν ἱστορίαν ἐν βιβλίοις θʹ, ἀρξάμενος ἀπὸ Κύρου τοῦ Πέρσου καὶ Κανδαύλου τοῦ Λυδῶν βασιλέως. ἐλθὼν δὲ εἰς Ἁλικαρνασσὸν καὶ τὸν τύραννον ἐξελάσας, ἐπειδὴ ὕστερον εἶδεν ἑαυτὸν φθονούμενον ὑπὸ τῶν πολιτῶν, εἰς τὸ Θούριον ἀποικιζόμενον ὑπὸ Ἀθηναίων ἐθελοντὴς ἦλθε κἀκεῖ τελευτήσας ἐπὶ τῆς ἀγορᾶς τέθαπται. τινὲς δὲ ἐν Πέλλαις αὐτὸν τελευτῆσαί φασιν. ἐπιγράφονται δὲ οἱ λόγοι αὐτοῦ Μοῦσαι. περὶ Ἡροδότου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τίς οὖν ἀγνοεῖ τὸν Αἰθιόπων ὑπὲρ τοῦ παρ’ ἡμῖν τροφιμωτάτου σιτίου λόγον; ἁψάμενοι γὰρ τῆς μάζης θαυμάζειν ἔφασαν, ὅπως κόπρια σιτούμενοι ζῶμεν, εἴ τῳ πιστὸς ὁ Θούριος εἶναι λογοποιὸς δοκεῖ. ἰχθυοφάγων δὲ καὶ σαρκοφάγων ἀνθρώπων γένη μηδ’ ὄναρ ἰδόντα τὴν παρ’ ἡμῖν δίαιταν οἱ τὴν οἰκουμένην περιηγούμενοι γῆν ἱστοροῦσιν· ὧν εἴ τις παρ’ ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον. | ] |
| iota | 348 | [ | Ἱμέριος, Ἀμεινίου ῥήτορος, Προυσιάδος τῆς Βιθυνίας, σοφιστὴς τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως, ἀντιπαιδεύσας Προαιρεσίῳ ἐν Ἀθήναις· πηρὸς τὰς ὄψεις ἐν γήρᾳ. ἔγραψε μελέτας. | ] |
| iota | 401 | [ | Ἰοβιανός, βασιλεὺς Ῥωμαίων ὀρθόδοξος, ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ἐποιεῖτο τῶν ἐκκλησιῶν καὶ τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο τῷ τε ἁγίῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὁ δὲ ἀπέστειλεν ἐπιστολὴν πλήρη ὀρθοδοξίας. οὗτος μετὰ Ἰουλιανὸν ἦρξεν· ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ ἐς Νίσιβιν πόλιν πολυάνθρωπον δύο μόνον ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσα περ εἶχε χρήματα κατανάλωσε τοῖς ἐνοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· ἄνθρωπος οὐ δι’ ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον ἀρχῆς προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. οὗτος μετὰ Ἰουλιανόν, ὡς εἴρηται, τῆς Ῥωμαίων βασιλείας ἐγκρατὴς γενόμενος, πάντων καταφρονήσας ἐσπούδαζε τοῦ συμβάντος αὐτῷ ἀξιώματος ἀπολαῦσαι, καὶ φεύγων ἐκ Περσίδος ἔσπευδε γενέσθαι τῶν Ῥωμαϊκῶν ἐθῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης, καὶ τὴν Νίσιβιν πόλιν τοῖς Πέρσαις, πάλαι Ῥωμαίοις οὖσαν κατήκοον, ἐκδίδωσιν. ἀπέσκωπτον οὖν αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, διὰ τὴν τῆς Νισίβιδος προδοσίαν. ὁ δὲ Ἰοβιανός, ἐκ τῆς γυναικὸς αὐτοῦ κινηθεὶς τὸν ὑπὸ Ἀδριανοῦ τοῦ βασιλέως κτισθέντα ναὸν χαριέστατον ἐς ἀποθέωσιν τοῦ πατρὸς Τραϊανοῦ, παρὰ δὲ τοῦ Ἰουλιανοῦ κατασταθέντα βιβλιοθήκην εὐνούχῳ τινὶ Θεοφίλῳ, κατέφλεξε σὺν πᾶσιν οἷς εἶχε βιβλίοις, αὐτῶν τῶν παλλακίδων ὑφαπτουσῶν μετὰ γέλωτος τὴν πυράν. οἱ δὲ Ἀντιοχεῖς ἠγανάκτησαν κατὰ τοῦ βασιλέως καὶ τὰ μὲν ἀπέρριπτον τῶν βιβλίων ἐς τὸ ἔδαφος, ὥστε ἀναίρεσθαι τὸν βουλόμενον καὶ ἀναγινώσκειν, τὰ δὲ τοῖς τοίχοις προσεκόλλιζον. ἦν δὲ τοιαῦτα· ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι· καί, Δύσπαρι, εἶδος ἄριστε· καὶ τὰ ἑξῆς. καί, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοῶς ἐπὶ Πέρσας ἀφήσω. γραῦς δέ τις μέγαν καὶ καλὸν αὐτὸν θεασαμένη μαθοῦσά τε ἀνόητον εἶναι ἐφθέγξατο· ὅσον μῆκος καὶ βάθος ἡ μωρία. καὶ ἄλλος δὲ ἰδιώτης ἀποτολμήσας, μεγάλῃ τῇ φωνῇ βοήσας ἐν τῷ ἱπποδρομίῳ γέλωτα παρέσχε πᾶσιν εἰπὼν κενὰ καὶ ψυχρὰ τῇ ἡλικίᾳ αὐτοῦ. καὶ ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιός τις ἔπαυσε τὴν στάσιν. ὁ δὲ Ἰοβιανὸς χειμῶνος ὄντος ὡδοιπόρει ἐπὶ Κιλικίαν καὶ Γαλατίαν καὶ ἐν Δαδαστάνοις ἀπέθανε μύκητα πεφαρμαγμένον φαγών. κατὰ δὲ τὴν ἡγεμονίαν κοινὸς καὶ ἐλευθέριος ἔδοξεν εἶναι. ὅτι ἐπὶ Ἰοβιανοῦ ἦν Ἀκάκιος ἐπίσκοπος Καισαρείας Παλαιστίνης, ὃς λίβελλον ἔγραψε περὶ ὀρθοδόξου πίστεως, ἀποδεχόμενος τὴν ἐν Νικαίᾳ σύνοδον. | ] |
| iota | 437 | [ | Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔ νομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν Μισοπώγωνα ἢ Ἀντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. | ] |
| theta | 122 | [ | Θεμίστιος, φιλόσοφος, γεγονὼς ἐπὶ τῶν χρόνων Ἰουλιανοῦ τοῦ Παραβάτου, ὑφ' οὗ καὶ ὕπαρχος προεβλήθη Κωνσταντινουπόλεως. γέγραφε δὲ τῆς Ἀριστοτέλους [+] Φυσικῆς ἀκροάσεως παράφρασιν ἐν βιβλίοις ηʹ, Παράφρασιν τῶν Ἀναλυτικῶν ἐν βιβλίοις βʹ, τῶν Ἀποδεικτικῶν ἐν βιβλίοις βʹ, τοῦ Περὶ ψυχῆς ἐν βιβλίοις ζʹ· ἐν δὲ τούτῳ καὶ ἴδια παρεισήγαγε περὶ τοῦ σκοποῦ καὶ τῆς ἐπιγραφῆς τῶν Κατηγοριῶν ἐν βιβλίῳ ἑνί· καὶ Διαλέξεις. | ] |
| theta | 146 | [ | Θεόδουλος· ἐμαρτύρησεν οὗτος ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου. καὶ ζήτει ἐν τῷ Ἀμάχιος. | ] |
| kappa | 2764 | [ | Κύριλλος, διάκονος ἐν Ἡλιουπόλει τῇ πρὸς τῷ Λιβάνῳ· ὃς ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου πολλὰ εἴδωλα συνέτριψεν. ἐπὶ δὲ Ἰουλιανοῦ τούτου τὴν γαστέρα διατεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο. | ] |
| lambda | 486 | [ | Λιβάνιος, σοφιστής, Ἀντιοχεύς, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως χρόνων καὶ μέχρι Θεοδοσίου τοῦ πρεσβύτου, Φασγανίου πατρός, μαθητῆς Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷς Ἐγκώμιον εἰς Κωνστάντιον [+] τὸν βασιλέα, ἕτερον εἰς Ἰουλιανόν [+], Μελέτας ῥητορικάς, καὶ ἐπιστολάς. οὗτος ἐπὶ τῶν χρόνων ἦν Βασιλείου τοῦ μεγάλου καὶ Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ Ἰουλιανὸς ὁ Παραβάτης καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασε, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δέ, ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις. | ] |
| mu | 64 | [ | Μακεδόνιος ἄλλος, ὃς ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου ἐμαρτύρησε. καὶ ζήτει ἐν τῷ Ἀμάχιος. | ] |
| mu | 174 | [ | Μάξιμος, Ἠπειρώτης ἢ Βυζάντιος, φιλόσοφος, διδάσκαλος Ἰουλιανοῦ Καίσαρος τοῦ Παραβάτου. ἔγραψε Περὶ ἀλύτων ἀντιθέσεων, Περὶ καταρχῶν, Περὶ ἀριθμῶν, ὑπόμνημα εἰς Ἀριστοτέλην [+], καὶ ἄλλα τινὰ πρὸς τὸν αὐτὸν Ἰουλιανόν [+]. | ] |
| mu | 201 | [ | Μάρις, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος ἐπίσκοπος· καταλαβὼν δὲ Ἰουλιανὸν τὸν Παραβάτην θύοντα τῇ Τύχῃ ἐν τῇ βασιλικῇ Κωνσταντινουπόλεως, τηνικαῦτα χειραγωγούμενος( ἦν γὰρ δὴ πρὸς τῷ γήρᾳ ὑπόχυσιν ὀφθαλμῶν ὑπομείνας) , πολλὰ τὸν βασιλέα προσελθὼν περιύβρισε τὸν ἀσεβῆ καλῶν, τὸν ἀποστάτην, τὸν ἄθεον. ὁ δὲ λόγοις τὰς ὕβρεις ἠμύνετο τυφλὸν καλέσας, καὶ οὐκ ἄν, φησίν, οὐδὲ ὁ Γαλιλαῖός σου θεὸς θεραπεύσῃ σε. Γαλιλαῖον γὰρ εἰώθει καλεῖν τὸν Χριστόν. ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν βασιλέα εἶπεν· εὐχαριστῶ, φησί, τῷ θεῷ τῷ τυφλώσαντί με, ἵνα μὴ ἴδω τὸ πρόσωπόν σου, οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν. οὐδὲν πρὸς ταῦτα ὁ Ἰουλιανὸς ἀπεκρίνατο, δεινῶς δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼς γὰρ τοὺς ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντας ὑπὸ τῶν Χριστιανῶν τιμωμένους, προθύμως τε σπεύδειν ἐπὶ τῷ μαρτυρῆσαι πολλοὺς ἐπειγομένους ὥσπερ αὐτῷ τούτῳ τοὺς Χριστιανοὺς ἀμυνόμενος, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουσαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέσχετο. διωγμὸν δὲ λέγω τὸ ὁπωσοῦν ταράττειν τοὺς ἡσυχάζοντας. ἐτάραττε δὲ ὧδε· νόμῳ ἐκέλευε Χριστιανοὺς παιδεύσεως μὴ μετέχειν, ἵνα μή, φησίν, ἀκονώμενοι τὴν γλῶτταν ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσι. πολλὰ δὲ ἐπὶ πολλοῖς μηχανησάμενος ἔπεισέ τινας πρὸς τὸ θύειν ἀποκλῖναι· ἐν οἷς καὶ Ἑκηβόλιον Κωνσταντινουπόλεως σοφιστήν. | ] |
| mu | 219 | [ | Μάρκος, Ἀρεθουσίων ἐπίσκοπος, λόγῳ καὶ βίῳ κεκοσμημένος· ὃν ἐπὶ Ἰουλιανοῦ πολλαῖς αἰκίαις ὑπέβαλον, καὶ εἰς ὑπονόμους ἐμβαλόντες, εἶτα παιδίοις παρέδοσαν κεντεῖν αὐτὸν ταῖς γραφίσι. μετὰ δὲ ταῦτα εἰς γύργαθον ἐμβαλόντες καὶ γάρῳ καὶ μέλιτι χρίσαντες, ὑπαίθριον ᾐώρησαν ἐν θέρους ἀκμῇ, σφῆκας ὁμοῦ καὶ μελίττας εἰς θοίνην προκαλούμενοι. ὁ δὲ ἀνενδότως διεκαρτέρησε. ὅτι Μάρκος ὁ εὐαγγελιστὴς ἔχει τίτλους μηʹ, κεφάλαια λϛʹ. | ] |
| mu | 1065 | [ | Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. | ] |
| mu | 1305 | [ | Μουσώνιος, Καπίτωνος, Τυρρηνός, πόλεως Βουλσινίου, διαλεκτικὸς φιλόσοφος καὶ Στωϊκός, γεγονὼς ἐπὶ Νέρωνος, γνώριμος δ’ Ἀπολλωνίου τοῦ Τυανέως καὶ ἄλλων πολλῶν· πρὸς ὃν καὶ ἐπιστολαὶ φέρονται Ἀπολλωνίου κἀκείνου πρὸς Ἀπολλώνιον [+]. διὰ γοῦν τὴν παρρησίαν καὶ τὸ ἐλεγκτικὸν καὶ τὸ ὑπερβάλλον τῆς ἐλευθερίας ὑπὸ Νέρωνος ἀναιρεῖται. φέρονται αὐτοῦ λόγοι διάφοροι φιλοσοφίας ἐχόμενοι, καὶ ἐπιστολαί. περὶ τούτου τοῦ Μουσωνίου λέγει ὁ Παραβάτης ἐν ἐπιστολῇ· τὴν παροινίαν, ἣν εἰς ὑμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν, οὕτω βαθέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι· τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, φιλοσόφου ψυχῆς ἐστι τεκμήριον, ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι· ὁ δὲ ἐπεμέλετο βαρῶν, ὁπηνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. τουτέστι τειχῶν· βάρεις γὰρ τὰ τείχη. | ] |
| omicron | 543 | [ | Ὀρειβάσιος, Σαρδιανός, γνώριμος Ἰουλιανοῦ τοῦ Ῥωμαίων βασιλέως καὶ κοιαίστωρ ὑπ’ αὐτοῦ κατασταθεὶς Κωνσταντίνου πόλεως. ἔγραψε Πρὸς τοὺς ἀποροῦντας τῶν ἰατρῶν βιβλία δʹ, Πρὸς Ἰουλιανὸν [+] τὸν βασιλέα βιβλία οβʹ, Ἐπιτομὴν αὐτῶν ἐν βιβλίοις θʹ, Πρὸς Εὐστάθιον τὸν υἱὸν καὶ Περὶ βασιλείας καὶ Περὶ παθῶν. | ] |
| omicron | 779 | [ | Οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι· Ἰουλιανός. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: