Pherecydes of Syros) - urn:cts:greekLit:tlg0630philosopher (Wikidata)
writer (Wikidata)
mythographer (Wikidata)
urn:cts:greekLit:tlg0630.suda001
urn:cts:greekLit:tlg0630.suda002
urn:cts:greekLit:tlg0630.suda003
urn:cts:greekLit:tlg0630.suda004
| epsilon | 360 | [ | Ἑκαταῖος, Ἡγησάνδρου, Μιλήσιος, γέγονε κατὰ τοὺς Δαρείου χρόνους τοῦ μετὰ Καμβύσην βασιλεύσαντος, ὅτε καὶ Διονύσιος ἦν ὁ Μιλήσιος, ἐπὶ τῆς ξεʹ Ὀλυμπιάδος· ἱστοριογράφος. Ἡρόδοτος δὲ ὁ Ἁλικαρνασεὺς ὠφέληται τούτου νεώτερος ὤν· γέγονε γὰρ μετ’ αὐτόν. καὶ ἦν ἀκουστὴς Πρωταγόρου ὁ Ἑκαταῖος. πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| epsilon | 2171 | [ | Ἐπηλυγάζονται· ἐπισκιάζονται, ἐπικρύπτονται. καὶ Ἐπηλυγάζω, ὀλίγον φαίνω, σκοτάζω. καὶ Ἐπηλυγάζοντες, καλύπτοντες, σκεπάζοντες. οἱ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοίνικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυγάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι. καὶ αὖθις· ὁ μὲν οὖν Φερεκύδης ἐπηλυγασάμενος θοιμάτιον, χρῷ δῆλον, ἔφη, καὶ δακτύλῳ τὴν νόσον ἐδείκνυε. πασχητιῶν δὲ μειράκιον ταῖς θριξὶ σημαινόμεθα. | ] |
| iota | 697 | [ | Ἱστορῆσαι· θεάσασθαι. ὅτι ὁ Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| theta | 597 | [ | Θυωρός· κυρίως ἡ ἱερὰ τράπεζα. ἔλεγε Φερεκύδης, ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν. | ] |
| pi | 3120 | [ | Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπαμινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ. | ] |
| sigma | 1284 | [ | Συγγράφω· αἰτιατικῇ. καὶ τοὺς πολιτικοὺς λόγους συγγράφων. ὅτι Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| phi | 214 | [ | Φερεκύδης, Βάβυος, Σύριος· ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα, πλησίον Δήλου. γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζʹ σοφοῖς· καὶ τετέχθαι περὶ τὴν μεʹ Ὀλυμπιάδα. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος· αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι, κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν [+] ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων, καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε, ταῦτα· Ἑπτάμυχος ἤτοι Θεοκρασία ἢ Θεογονία. ἔστι δὲ θεολογία ἐν βιβλίοις δέκα, ἔχουσα θεῶν γένεσιν καὶ διαδόχους. | ] |
| phi | 215 | [ | Φερεκύδης, ὁ σοφός. ζήτει ἐν τῷ χροῒ δῆλα. | ] |
| phi | 216 | [ | Φερεκύδης, Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας· ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας ἐν βιβλίοις ιʹ· Παραινέσεις δι’ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ’ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. | ] |
| chi | 529 | [ | Χροῒ δῆλα· ὅτι Φερεκύδην τὸν σοφόν φασι φθειριάσαντα τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· χροῒ δῆλα. καὶ τὸ ἐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται. οἱ δὲ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: