Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Pythagoras (Pythagoras) - urn:cts:greekLit:tlg0632

Place of birth (Wikidata Statement)

Samos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Metapontum (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Samos (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

mathematician (Wikidata)

philosopher (Wikidata)

politician (Wikidata)

writer (Wikidata)

musicologist (Wikidata)

music theorist (Wikidata)

Works

urn:cts:greekLit:tlg0632.suda001
urn:cts:greekLit:tlg0632.suda002
urn:cts:greekLit:tlg0632.suda003

alpha 114[ Ἀγαθοεργία. Δαμάσκιος· ὡς δὲ ἑνὶ λόγῳ τὸ πᾶν συλλαβεῖν, ὅπερ ἔφη ὁ Πυθαγόρας ὁμοιότατον ἔχειν τῷ θεῷ τὸν ἄνθρωπον, τοῦτο σαφῶς ἐπὶ τῶν ἔργων αὐτὸς ἐπεδείκνυτο, τὴν ἀγαθοεργὸν προθυμίαν καὶ τὴν ἐς πάντας ἐπεκτεινομένην εὐεργεσίαν, μάλιστα μὲν τὴν ἀναγωγὴν τῶν ψυχῶν ἀπὸ τῆς κάτω βριθούσης παντοίας κακίας· ἔπειτα καὶ τὴν σωτήριον τῶν σωμάτων ἐκ τῆς ἀδίκου ἢ ἀνοσίου ταλαιπωρίας· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅση δύναμις. ]
alpha 425[ Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. ]
alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]
alpha 3872[ Ἀριγνώτη, μαθήτρια Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦς, Σαμία, φιλόσοφος Πυθαγορική. συνέταξε τάδε· Βακχικά· ἔστι δὲ περὶ τῶν Δήμητρος μυστηρίων· ἐπιγράφεται δὲ καὶ Ἱερὸς λόγος. ἔγραψε δὲ καὶ Τελετὰς Διονύσου καὶ ἄλλα φιλόσοφα. ]
alpha 3880[ Ἀριθμῶ· αἰτιατικῇ. καὶ Ἀριθμοῦντα, κατατάττοντα. καὶ ἀριθμοῦντά τινας τοῖς δορυφόροις. ὅτι οἱ Πυθαγόρειοι πάντα ἀριθμὸν προσηγόρευον. ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς δέκα. ὄ δὲ δέκα σύνθεσις τῶν δʹ. καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον. ]
alpha 4523[ Αὐτὸς ἔφα: τοῦτο παροιμιακὸν ἐπὶ Πυθαγόρου τοῦ φιλοσόφου εἰσῆλθεν εἰς τὸν βίον. οὗτος γὰρ ἀποσεμνύνων τὸν ἑαυτοῦ λόγον καὶ βίον ἐν ταῖς ὁμιλίαις ἔλεγεν, αὐτὸς ἔφα· ἀντὶ τοῦ εἶπὲν. οὐκ ἐμὸς ὁ λόγος, φησὶν, ἀλλὰ τοῦ θεοῦ. ]
alpha 4716[ Ἄχρηστα. καὶ παροιμία· Εἰς ἄχρηστα μὴ ἀναλίσκειν. μή ποτ’ εὖ ἔρδειν γέροντα, μὴ παῖδα βάσκανον, μήτε γυναῖκα λάλον, μήτε παῖδα νήπιον μήτε γείτονος κύνα, μὴ λάλον κωπηλάτην. ζήτει ἕτερα ἐν τῷ Πυθαγόρας. μηδ’ εἰς ὀρχηστρίδος εἰσάττειν( τουτέστιν εἰσπηδῆσαι) , ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς βληθεὶς ὑπὸ πορνίδος τῆς εὐκλείας ἀποθραυσθῇς( τουτέστιν ἐκπέσῃς) , μηδ’ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν, ἐξ ἧς ἐνεοττοτροφήθης. τουτέστι λῆρον, μωρόν. Ἰαπετὸς δὲ εἷς τῶν γιγάντων. ἐνεοττοτροφήθης δὲ οἷον ἐτράφης. μὴ παρὰ τοὺς σαυτοῦ γονέας κακουργεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις ἄγαλμ’ ἀναπλήσειν. μηδ’ ἀπαίδευτά τινα ποιήσῃς περὶ τοὺς γονέας σαυτοῦ, ὅπερ μέλλει τῆς αἰδοῦς τὰ ἀγάλματα πληρῶσαι. ]
gamma 351[ Γνώριμοι: φοιτηταί. Πυθαγόρας Σάμιος γνωρίμους ἔσχε πλεῖον ἢ χʹ. ]
delta 1319[ Δογματίζει· θεολογεῖ, φυσιοῦται. Δογματίζειν ἐστὶ τὸ δόξαν τιθέναι, ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰσὶ δ’ οἱ ξένοι, οὐχ ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν· ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας θεοὺς ἐκ τοῦ θέειν καὶ ἰέναι. ]
alphaiota 77[ Αἴγυπτος· ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι ὅτε ἀφίκετο Ἑρμῆς, ὁ υἱὸς Πήκου, τοῦ καὶ Διός, Μεστρὲμ ἐβασίλευε τῶν ἐκεῖ· ὃν μετωνόμασαν Αἴγυπτον, ἀφ’ οὗ καὶ Αἴγυπτος ἡ χώρα· τοῦ γένους τοῦ Νῶε. ὅτι ἐν ταῖς μʹ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί. ὅτι Ἀναξαγόρας καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας, θεούς ἐκ τοῦ θέειν καὶ ἰέναι. ]
alphaiota 334[ Αἴσωπος, ΣάμιοςΣαρδιανός, Εὐγείτων δὲ Μεσημβριανὸς εἶπεν, ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιός, ὅ ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίσῳ φιλούμενος, τοῖς χρόνοις πρὸ Πυθαγόρου· ὃς μεσοῦν ἐπὶ τῆς μʹ Ὀλυμπιάδος. ἔγραψε τὰ ἐν Δελφοῖς αὐτῷ συμβάντα ἐν βιβλίοις βʹ. μᾶλλον δέ τινές φασι τὸν Αἴσωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπ’ αὐτῶν κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν κατὰ τὴν νδʹ Ὀλυμπιάδα. οἰκέτην δὲ γενέσθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρός τινος Σαμίου Ἰάδμονος, οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. ]
epsilon 428[ Ἐκεῖνος καὶ κεῖνος καὶ τὸ αὐτὸς ἀντὶ ὀνόματος παραλαμβάνουσιν οἱ ποιηταί. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἴσιθ’ , ἵνα μὴ κεῖνος ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηρος τὴν Θέτιν παρεισάγει λέγουσαν· τίπτε μ’ ἐκεῖνος ἄνωγε μέγας θεός; καὶ τό, αὐτὸς ἔφα, παρὰ τοῖς Πυθαγορείοις. ]
epsilon 1002[ Ἐμπεδοκλῆς, Μέτωνος, οἱ δὲ Ἀρχινόμου, οἱ δὲ Ξενέτου· καὶ ἀδελφὸν δὲ ἔσχε Καλλικρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτινος, ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος, φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθʹ Ὀλυμπιάδα. ὃς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατασχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρὸς ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο, τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλήθη δὲ καὶ Κωλυσανέμας, διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκραγαντίᾳ ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι’ ἐπῶν περὶ φύσεως τῶν ὄντων βιβλία βʹ· καὶ ἔστιν ἔπη ὡς δισχίλια. Ἰατρικὰ καταλογάδην, καὶ ἄλλα πολλά. ]
epsilon 1003[ Ἐμπεδοκλῆς· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν ὁδὸν Πυθαγόρου, ἣν καὶ ἈπολλώνιοςΤυανεὺς ἐζήλωσε. ξυνεῖναι γὰρ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δ’ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦσαν καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. ὅτι δὲ καὶ Ἐμπεδοκλῆς τὸν βίον τοῦτον ἤσκητο, δηλοῖ τό, χαίρετ’ , ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε. καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. ]
epsilon 1007[ Ἐμπεδότιμος· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως· περὶ οὗ λέγει ὁ Παραβάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν ἩρακλείδηςΠοντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ]
epsilon 3187[ Ἕσπερος. Παρμενίδης πρῶτος πεφώρακε τὸν αὐτὸν Ἕσπερον εἶναι καὶ Φωσφόρον· οἱ δὲ Πυθαγόραν. ]
epsilon 3504[ Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος. ]
epsilon 3605[ Εὔξενος, οὐ πάνυ σπουδαῖος οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος. γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων, καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· τὰς δὲ Πυθαγόρου δόξας ἐγίνωσκεν, ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. τὸ γὰρ χαῖρε, καὶ τό, εὖ πράττε, καὶ τό, Ζεὺς ἵλεως, καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν. ὁ δὲ ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτούς, μελετώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνανται, ὑπερπέτονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους· οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος ϛʹ καὶ ιʹ ὥρμησεν ἐπὶ τὸν Πυθαγόρου βίον πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τὸν Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐς προάστειον, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, τοῦτον ἀγαγών, σὺ μὲν ζῆθι, ἔφη, τὸν σαυτοῦ τρόπον· ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι. ]
zeta 17[ Ζάμολξις· Πυθαγόρᾳ δουλεύσας, ὡς Ἡρόδοτος δʹ. Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν. Ἑλλάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς νόμοις φησίν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ καὶ ἔλεγεν, ὅτι οὔτ’ ἂν αὐτὸς ἀποθάνοι οὔθ’ οἱ μετὰ τούτου, ἀλλ’ ἕξουσι πάντα ἀγαθά. ἅμα δὲ ταῦτα λέγων ᾠκοδόμει οἴκημα κατάγαιον. ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρᾳκῶν ἐν τούτῳ διῃτᾶτο. οἱ δὲ Γέται ἐπόθουν αὐτόν. τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα ἐπίστευσαν. λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόρᾳ Μνησάρχου Σαμίῳ καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο. ἀλλὰ πολὺ πρότερος δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι καὶ τοὺς ἀποθανοῦντας ὡς Ζάμολξίν φασιν οἴχεσθαι, ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν. θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. ]
zeta 77[ Ζήνων, Τελευταγόρου, Ἐλεάτης, φιλόσοφος τῶν ἐγγιζόντων Πυθαγόρᾳ καὶ Δημοκρίτῳ κατὰ τοὺς χρόνους, ἦν γὰρ ἐπὶ τῆς οηʹ Ὀλυμπιάδος, μαθητὴς ΞενοφάνουςΠαρμενίδου. ἔγραψεν Ἔριδας, Ἐξήγησιν τῶν Ἐμπεδοκλέους, Πρὸς τοὺς φιλοσόφους περὶ φύσεως. τοῦτόν φασιν εὑρετὴν εἶναι τῆς διαλεκτικῆς, ὡς Ἐμπεδοκλέα τῆς ῥητορικῆς. καθελεῖν δὲ θελήσας Νέαρχον, οἱ δὲ Διομέδοντα, τὸν Ἐλέας τύραννον, ἑάλω. καὶ ἐρωτώμενος ὑπ’ αὐτοῦ τὴν γλῶτταν αὑτοῦ ἐνδακὼν καὶ ἀποτεμὼν προσέπτυσε τῷ τυράννῳ. καὶ ἐν ὅλμῳ βληθεὶς συνετρίβη πτισσόμενος. διαφέρει δὲ Ἐλεάτης καὶ Ἐλαΐτης. ]
epsiloniota 29[ Εἴδη· ὅτι ἀρχὰς τῶν εἰδῶν ἔλεγον οἱ Πυθαγόρειοι τὴν μονάδα καὶ δυάδα καὶ τριάδα, διότι οἱ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα, ὃς αὐτοῖς καὶ τέλειος ἐνομίζετο, καὶ δεχὰς ἐπωνομάζετο. εἶναι οὖν ἔλεγον τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ κοινῶς ἐν πᾶσι καὶ ἰδίᾳ ἔν τε τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς. κοινῶς μὲν οὖν ἐπὶ πάντων μονὰς μὲν τὰ νοητὰ( ἀμερὴς γὰρ ἐκείνων οὐ μόνον ἡ οὐσία, ἀλλὰ καὶ ἡ ἐνέργεια ἐν στάσει καὶ ἀκινησίᾳ θεωρουμένη) , δυὰς δὲ καὶ ἡ ἐπιστήμη ἢ τὰ ἐπιστημονικά· ὡρισμένως γὰρ τὸ ἀπό του ἐπί τι ἔρχεται. ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· οὐκ ἔστι γὰρ ἐπιστήμη ἀόριστος· ἔνθεν γὰρ καὶ ἐπιστήμη ἐκλήθη, παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς ἄγειν. τριὰς δὲ τὰ δοξαστὰ καὶ φυσικά· φυσικὰ δέ φημι τὰ καθόλου, τὰ ἐν τοῖς φυσικοῖς, ἀλλ’ οὐ τὰ καθ’ ἕκαστα. τῶν γὰρ καθόλου φυσικῶν ἡ δόξα. τριὰς οὖν ἡ δόξα, διὰ τὸ ὁρμᾶν μὲν ἀπό του, μὴ ὡρισμένως δὲ ἐπί τι φέρεσθαι, ἀλλ’ ἢ ὧδε ἢ ὧδε. ]
eta 88[ Ἤδη· ἀντὶ τοῦ λοιπόν, ταχέως. Ἀριστοφάνης Νεφέλαις· φεύγοις ἂν ἤδη τοὺς πονηρούς. καὶ Ἰάμβλιχος· ἤδη γὰρ ἐλεῶ σε, ὅτι τὰ αὐτά σοι δυστυχῶ. ἀντὶ τοῦ ἐγγὺς τοῦ παρόντος. καὶ αὖθις· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ, καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυνάψαι Ῥωμαίοις. περὶ Πυθαγόρου· ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· εἶθ’ ὅταν δόμοις ἔλθωσι πάλιν, ἐκτετίμηνται πλέον. ὡς Πυθαγόρας καθείρξας ἑαυτὸν ἐν ὑπογείῳ λογοποιεῖν ἐκέλευσε τὴν μητέρα, ὡς ἄρα τεθνηκὼς εἴη. καὶ μετὰ ταῦτα ἐπιφανεὶς περὶ παλιγγενεσίας καὶ τῶν καθ’ ᾅδου τινὰ ἐτερατεύετο, διηγούμενος πρὸς τοὺς ζῶντας περὶ τῶν οἰκείων, οἷς ἐν ᾅδου συντετυχηκέναι ἔλεγεν. ἐξ ὧν τοιαύτην ἑαυτῷ δόξαν περιέθηκεν, ὡς πρὸ μὲν τῶν Τρωϊκῶν Αἰθαλίδης ὢν ὁ Ἑρμοῦ, εἶτα Εὔφορβος, εἶτα Ἑρμότιμος Σάμιος, εἶτα Πύθιος Δήλιος, εἶτα ἐπὶ πᾶσι Πυθαγόρας. ]
iota 159[ Ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν. ἀλλ’ ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα, διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται· τῶν τε ἐν ᾅδου μυρίων λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας. ]
iota 178[ Ἱεροκλῆς, φιλόσοφος, Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς. ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι, βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων [+] καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής. ]
iota 437[ Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔ νομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν ΜισοπώγωναἈντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν ἩρακλείδηςΠοντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. ]
iota 734[ Ἰταλιώδης· ὁ ἀλαζών. ἀπὸ τῶν Πυθαγορικῶν. διὰ τὴν Σύβαριν, ὁ λάγνος. ]
theta 83[ Θεανώ, ΜεταποντίνηΘουρία, Πυθαγορεία, θυγάτηρ Λεώφρονος, γαμετὴ δὲ Καρύστου ἢ Κρότωνος ἢ Βρωτίνου τοῦ Πυθαγορείου. αὕτη ἔγραψε περὶ Πυθαγόρου [+], Περὶ ἀρετῆς Ἱπποδάμῳ [+] Θουρίῳ [+], Παραινέσεις γυναικείας καὶ Ἀποφθέγματα Πυθαγορείων [+]. ]
theta 84[ Θεανώ, Κρῆσσα, φιλόσοφος, θυγάτηρ μὲν Πυθώνακτος, γαμετὴ δὲ τοῦ μεγάλου Πυθαγόρου, ἐξ οὗ ἔσχε Τηλαύγην καὶ Μνήσαρχον καὶ Μυῖαν καὶ Ἀριγνώτην. τινὲς δὲ Βρωτίνου ταύτην γενέσθαι γυναῖκα γράφουσι καὶ τὸ γένος Κροτωνιᾶτιν. Ὑπομνήματα φιλόσοφα, καὶ Ἀποφθέγματα, καὶ ποίημά τι δι' ἐπῶν. ]
theta 289[ Θετταλὴ γυνή· ἐπὶ τῶν φαρμακίδων. διαβάλλονται γὰρ οἱ Θετταλοὶ ὡς γόητες· καὶ μέχρι καὶ νῦν φαρμακίδες αἱ Θετταλαὶ καλοῦνται. φασὶ δὲ ὅτι ἡ Μήδεια φεύγουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ, καὶ ἀνέφυσαν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ ἀναγινώσκουσιν. Ἀριστοφάνης· γυναῖκα πριάμενος Θετταλὴν καθέλκοιμι νύκτωρ τὴν σελήνην· εἶτα καθείρξαιμ ' ὥσπερ κάτοπτρον. ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδὴς ὡς ἔσοπτρον. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς τούτῳ κατάγειν τὴν σελήνην. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληροσελήνου τῆς σελήνης οὔσης, εἴ τις ἔσοπτρον ἐπιγράψειεν αἵματι, ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνον ἀτενίσαι πλησίον εἰς τὸν τῆς σελήνης κύκλον, ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα, ὡς τῇ σελήνῃ γεγραμμένα. ]
kappa 2549[ Κοινὰ τὰ τῶν φίλων· Τίμαιός φησιν ἐν τῷ θʹ ταύτην λεχθῆναι κατὰ τὴν μεγάλην Ἑλλάδα, καθ’ οὓς χρόνους Πυθαγόρας ἀνέπειθε τοὺς ταύτην κατοικοῦντας ἀδιανέμητα κεκτῆσθαι. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Ἀδελφοῖς. οὐ δήπου τὰ χρήματα λέγων μόνον ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν. ]
kappa 2550[ Κοινὰ τὰ τῶν φίλων· φασὶν ὅτι τοὺς προσιόντας Πυθαγόρᾳ μαθητὰς ἔπειθεν ὁ φιλόσοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. ὅθεν ἡ παροιμία. ]
mu 1363[ Μυῖα, Πυθαγόρου τοῦ μεγάλου καὶ Θεανοῦς, Σαμία. ]
nu 524[ Νοῦς· ὅτι ὁ νοῦς πάντων ἔχει τοὺς λόγους ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετ’ αὐτὸν παραδειγματικῶς. λύσις ὀνείρου· ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ὅτι Πυθαγόρας τὴν τοῦ ἀνθρώπου ψυχὴν διῃρῆσθαι ἔφη εἰς γʹ· νοῦν, φρένας καὶ θυμόν. νοῦν μὲν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ. ὅτι τῶν διανοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. καὶ κατὰ περίπτωσιν μὲν τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μὲν ὁ Τιτυὸς καὶ ὁ Κύκλωψ, μειωτικῶς δὲ ὡς ὁ πυγμαῖος· καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν· κατὰ μετάθεσιν δὲ οἷον οἱ ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους, κατὰ σύνθεσιν δὲ ἱπποκένταυρος, καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ στέρησιν, οἷον ἄχειρος. ὅτι τοῦ νοῦ ἔργον ἐστὶν ἁπλαῖς προσβολαῖς καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ ἡ αἴσθησις προσβαλοῦσα τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶσιν ἔσχεν· οὐ γὰρ δεῖται πρὸς ταύτην συλλογισμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοις παραγίνεται, οἷς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γέγονεν ἀφικέσθαι καὶ διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, μέσην δὲ ἡ διάνοια, ἐσχάτην δὲ ἡ δόξα. ἡ δὲ διάνοια προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὐτὴ τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει, καὶ διὰ τῆς διανοίας ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφος καὶ σύμφυλός ἐστι τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν· καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν, κἀκείνων φαντάζεται. καὶ Πλάτων ἐν Φαίδωνι· τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἄγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα, ὅτι σῶμά ἐστι τὸ θεῖον καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων· οἷά ἐστι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία· ἔτι δὲ καὶ τὰ μαθηματικά. ]
xi 46[ Ξενοφάνης ἐν ἐλεγείᾳ περὶ τοῦ ἄλλοτε ἄλλον αὐτὸν γεγενῆσθαι· καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασί γ’ ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος· παῦσαι, μηδὲ ῥάπιζ’ , ἐπειὴ φίλου ἀνέρος ἐστὶ ψυχή, τὴν ἔγνων φθεγξαμένην ἀΐων. ἔσκωψε δ’ αὐτὸν καὶ Κρατῖνος ἐν Πυθαγοριζούσῃ [+]. καὶ ἐν Ταραντίνοις· ἔθος ἐστὶν αὐτοῖς, ἐὰν ἰδιώτην ποθὲν λάβωσιν εἰσελθόντα, διαπειρώμενον τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασι, τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσι νουβυστικῶς. ]
omicron 344[ Ὀνειρόπληκτον· ὑπὸ ὀνείρων πληττόμενον. ὅτι, ὥς φησι Πυθαγόρας, ὀνείρους καὶ τοῖς κτήνεσι γίνεσθαι καὶ νόσους καὶ σημεῖα. ]
omega 182[ Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος, ἀνὴρ ἐλλογιμώτατος καὶ κατὰ πᾶσαν παιδείαν εἰς ἄκρον ἐξησκημένος· ἀκροατὴς γενόμενος Ἀμμωνίου τοῦ φιλοσόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείστην ἐπίδοσιν ἐπὶ φιλοσοφίᾳ ἐσχηκότος. διά τοι τοῦτο καὶ εἰς τὴν τῶν λόγων ἐμπειρίαν πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκληρώσατο· συνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένος ἀνήρ, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνους τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νικομάχου τε καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν ὡμίλει συγγράμμασιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονος τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοις· παρ’ ὧν τὸν μεταληπτικὸν τῶν παρ’ Ἕλλησι μυστηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶς πολλὴν ἔσχε τὴν ἐπιστήμην τῶν ἐν φιλοσοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν θείων τε καὶ ἡμετέρων, τουτέστι τῶν Χριστιανῶν. καὶ τί ἄν τις λέγοι περὶ τῆς ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίας φύσεως; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουσικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοσόφων τὰ δόγματα οὕτως ἐξέμαθεν, ὥστε σπουδαστὰς τῶν κοσμικῶν πραγμάτων ἀκροατὰς ἐσχηκέναι καὶ ἐξηγεῖσθαι αὐτοῖς ἑκάστοτε συνδρομάς τε πολλὰς πρὸς αὐτὸν γίνεσθαι. τοῦ δέ γε Ὠριγένους καὶ τῆς μεγαλοφυΐας αὐτοῦ καὶ Πορφύριος ὁ κατὰ Χριστιανῶν λυττήσας μνημονεύει καί φησιν· ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρός, ᾧ κἀ γὼ κομιδῆ νέος ὢν τετύχηκα σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι εὐδοκιμοῦντος δι’ ὧν καταλέλοιπε συγγραμμάτων, παρειλήφθω Ὠριγένης, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρός, καὶ μάλιστα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον σύνταγμα τῶν γραφέντων [+] αὐτῷ [+] κατὰ [+] Χριστιανῶν [+] εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τοῦ ἀνδρὸς ἀσκήσεως, ψευσαμένῳ δὲ σαφῶς περὶ τῶν λοιπῶν( τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν μανείς;) · ἐν οἷς αὐτὸν μέν φησιν ἐξ Ἑλλήνων μετατίθεσθαι, τὸν δ’ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεσεῖν. ταῦτα μὲν εἰς παράστασιν τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξάνδρου τῶν Ῥωμαίων βασιλέως μήτηρ Μαμαία εἰς λόγους Ὠριγένει συνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παρ’ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τῷ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. τοσαύτην δὲ ἔσχε σπουδὴν περὶ τὰς θείας γραφάς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν, καὶ δίχα τῶν οʹ ἑρμηνευτῶν ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνος καὶ Συμμάχου τῶν Ἐβιωναίων( αἵρεσις δέ ἐστιν αὐτῶν ψιλὸν τὸν Χριστὸν ἄνθρωπον δοξαζόντων) · οἵ τινες τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτισαν, δι’ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδουσιν. ὁμοίως δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοσιν. ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου ἱστοριῶν περὶ Ὠριγένους [+]. τοσαύτη δὲ εἰσήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέτασις, ὡς μόνας πρωτοτύπους αὐτοῖς Ἑβραίων στοιχείοις γραφὰς κτῆμα ἴδιον ποιήσασθαι ἀνιχνεῦσαί τε τὰς τῶν ἑτέρων παρὰ τοὺς οʹ τὰς ἱερὰς γραφὰς ἑρμηνεύσαντα ἐκδόσεις καί τινας ἑτέρας παρὰ τὰς κατημαξευμένας ἑρμηνείας ἐναλλαττούσας, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἐφευρεῖν, ἃς ἐξ ἀπορρήτων οὐκ οἶδ’ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούσας χρόνῳ εἰς φῶς ἀνιχνεύσας προήγαγεν. ἔν γε μὴν τοῖς Ἑξαπλοῖς τῶν Ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδόσεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμηνείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται, ὡς ἐν Ἱεριχοῖ εὑρημένης ἐν πίθῳ. ταύτας δὲ ἁπάσας εἰς ἓν συναγαγὼν διελθών τε πρὸς κῶλον καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίως δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν οʹ ἐν τοῖς Τετραπλοῖς ἐπισκευάσας. καὶ ἁπλῶς πᾶσαν γραφὴν ὑποσημηνάμενος ἐκκλησιαστικὴν πλεῖστα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡς ἐξ ἐκείνου πάντας τοὺς μετέπειτα τῆς ἐκκλησίας διδασκάλους τὰς ἀφορμὰς εἰληφέναι, ὡς ὁ θεολόγος φάσκει Γρηγόριος· Ὠριγένης ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, ἀλλὰ καὶ τοῖς τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖς τε καὶ φιλοσόφοις, μονονουχὶ πρὸς τοῖς θείοις καὶ τὰ φιλόσοφα παρ’ αὐτοῦ παιδευόμενοι. εἰσῆγέ τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα καὶ ἐπὶ τὰ φιλόσοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα παιδεύματα παραδιδούς, εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος, ὑπομνηματιζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὡς ἤδη μέγαν καὶ παρ’ αὐτοῖς Ἕλλησι φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι. μάρτυρες δὲ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμμασι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρός, τοτὲ μὲν αὐτῷ προσφωνούντων, τοτὲ δὲ οἷα διδασκάλῳ ἐς τὴν αὐτοῦ κρίσιν τοὺς ἰδίους ἀναφερόντων πόνους. τῷ δὲ Ὠριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράττοντι πολλοὶ προσῄεσαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταὶ τὰς πατρίδας ἀπολείποντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ’ ἡμᾶς ἐπισκόπων διαβόητος ΓρηγόριοςΘαυματουργός, ὅ τε τούτου ἀδελφὸς Ἀθηνόδωρος. οἷς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶς ἐπτοημένοις φιλοσοφίας εἰς ἔρωτα τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντικαταλλάξασθαι προετρέψατο. πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωσιν, ὡς ἔτι νέους ἄμφω ἐπισκοπῆς τῶν κατὰ Πόντον ἐκκλησιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαΐαν [+], ἐν ταυτῷ δὲ καὶ εἰς τὸν Ἰεζεκιὴλ [+] συνετάττετο, ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἠσαΐου μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰσι τόμοι· εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην. ἔτος δ’ ἦν αὐτῷ ἑξηκοστὸν, ἐν ᾧ ταῦτα συνέταττεν· ἐν ᾧ καὶ ὁ μακάριος μάρτυς Πάμφιλος μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰς τὸ κατὰ Ἰωάννην [+] Εὐαγγέλιον ἐξηγητικὸν σημαίνει, τὰ πρότερα πέντε ἐπ’ Ἀλεξανδρείας ἔτι ὄντα αὐτὸν συντάξαι. τῆς δὲ εἰς τὸ πᾶν Εὐαγγέλιον πραγματείας μόνοι βʹ καὶ κʹ περιῆλθον τόμοι, ιβʹ δὲ τῶν εἰς τὴν Γένεσιν καὶ εἰς τοὺς πρώτους δὲ εʹ καὶ κʹ ψαλμοὺς, ἔτι τε τὰ εἰς τοὺς Θρήνους· καὶ τὰ Περὶ ἀναστάσεως καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν ιʹ, οὓς καὶ συνέταξε κατὰ τὴν Ἀλεξάνδρου βασιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡς εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, βʹ καὶ κʹ, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν. εἶτα ἐπιφέρει λέγων· εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· Γένεσις, Βαρησίθ, ὅ ἐστιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆς. ἔζησε δὲ ἕως Γάλλου καὶ Βολουσιανοῦ, τουτέστιν ἕως θʹ καὶ ξʹ ἐτῶν τῆς ἡλικίας αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Τύρῳ, ἐν ᾗ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδης μαρτυρίῳ τῷ διὰ Χριστὸν ἐτελειώθη. ]
pi 929[ Πελαργᾶν· τὸ νουθετεῖν ἐκάλει ὁ Πυθαγόρας. ]
pi 2387[ Προέμενος· ἐκδιδούς, προδούς, περιφρονήσας· προαφείς. ὁ δὲ τῶν φίλων ἐχρῆτο τοῖς βουλεύμασι, τὰ οἰκεῖα προέμενος· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακεν ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. ]
pi 2473[ Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει ΜαρῖνοςΝεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. ]
pi 3120[ Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπαμινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ. ]
pi 3121[ Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’ , ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον. ]
pi 3123[ ΠυθαγόραςΣάμιος, φιλόσοφος, διότι τὴν ἀλήθειαν ἠγόρευεν οὐχ ἧττον τοῦ Πυθίου. ὃς παρηγγύα τοῖς μαθηταῖς ἑκάστοτε ταῦτα λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι· πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; ]
pi 3124[ Πυθαγόρας· ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τ ἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρέχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μεταβάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεωμετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας. ]
pi 3202[ Πυργοῦται· ὑψοῦται. Δαμάσκιος· τοῖς ἐπὶ μήκιστον εὖ μάλα πυργώσασι τὴν φιλοσοφίαν, τοῖς περὶ Πυθαγόραν, Πλάτωνα· τοῖς δὲ νεωστὶ Πορφυρίῳ, Ἰαμβλίχῳ, Συριανῷ. ]
sigma 469[ Σιωπή· παροιμία· καὶ σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. ἐπὶ τῶν πάνυ σιγώντων· παρόσον οἱ Πυθαγόρου φοιτηταὶ παράγγελμα εἶχον σιγὴν ἀσκεῖν πενταετῆ χρόνον. ]
sigma 1662[ Συριανός, Ἀλεξανδρεύς, φιλόσοφος, Ἰσοκρατίων, ἡγησάμενος τῆς ἐν Ἀθήναις σχολῆς τε καὶ διατριβῆς καὶ διδάσκαλος γενόμενος Πρόκλου, ὃς καὶ διάδοχος αὐτοῦ ἐγένετο. ἔγραψεν εἰς Ὅμηρον [+] ὅλον ὑπόμνημα ἐν βιβλίοις ἑπτά, εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία τέσσαρα, εἰς τὴν Ὀρφέως [+] Θεολογίαν βιβλία δύο, ( εἰς τὰ Πρόκλου [+]) Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ λόγια βιβλία δέκα· καὶ ἄλλα τινὰ ἐξηγητικά. ὅτι Ἰσίδωρος ὁ φιλόσοφος, ὥς φησι Δαμάσκιος, πάντα τὰ τῶν παλαιῶν ἐξετάζων οὐκ ἀνίει πρὸς τὸ ἀκριβέστατον· προσεῖχε δὲ τὸν νοῦν ἐς τὰ μάλιστα μετὰ Πλάτωνα τῷ Ἰαμβλίχῳ, καὶ τοῖς Ἰαμβλίχου φίλοις δὴ καὶ ὀπαδοῖς. ὧν ἄριστον εἶναι διϊσχυρίζετο τὸν ἑαυτοῦ πολίτην Συριανόν, τὸν Πρόκλου διδάσκαλον. ἀτιμάζειν δὲ οὐδένα ἠξίου πρὸς συναγυρμὸν ἀληθοῦς ἐπιστήμης. ]
tau 394[ Τετρακτύς· οἱ τέσσαρες· ἤγουν ἡ τετράς. ὅτι οἱ Πυθαγόρειοι πάντα ἀριθμὸν προσηγόρευον. ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς ιʹ, ὁ δὲ δέκατος σύνθεσις τῶν δʹ. καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον. οἱ αὐτοὶ ἐτίμων καὶ τὰ τέσσαρα, διὰ τὰς τέσσαρας τῆς σελήνης μορφάς· ἀρτίτοκος γάρ, μηνοειδής, ἀμφίκυρτος καὶ πανσέληνος. ]
tau 481[ Τηλαύγης, κλίνεται εἰς ους. Σάμιος, Πυθαγόρου τοῦ πάνυ υἱὸς καὶ μαθητής, φιλόσοφος, διδάσκαλος Ἐμπεδοκλέους. ἔγραψε περὶ τῆς τετρακτύος βιβλία δʹ. ]
tau 601[ Τίμαιος, Λοκρός, φιλόσοφος Πυθαγόρειος. μαθηματικά, Περὶ φύσεως, Περὶ τοῦ Πυθαγόρου [+] βίου. ]
phi 214[ Φερεκύδης, Βάβυος, Σύριος· ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα, πλησίον Δήλου. γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζʹ σοφοῖς· καὶ τετέχθαι περὶ τὴν μεʹ Ὀλυμπιάδα. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος· αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι, κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν [+] ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων, καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε, ταῦτα· Ἑπτάμυχος ἤτοι ΘεοκρασίαΘεογονία. ἔστι δὲ θεολογία ἐν βιβλίοις δέκα, ἔχουσα θεῶν γένεσιν καὶ διαδόχους. ]
phi 338[ Φιλία· Δαμάσκιός φησι· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακας ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. ]
phi 422[ Φιλόστρατος ὁ πρῶτος, Λήμνιος, υἱὸς Βήρου, πατὴρ δὲ τοῦ δευτέρου Φιλοστράτου, σοφιστὴς καὶ αὐτός, σοφιστεύσας ἐν Ἀθήναις, γεγονὼς ἐπὶ Νέρωνος. ἔγραψε λόγους πανηγυρικοὺς πλείστους καὶ λόγους Ἐλευσινιακοὺς δʹ, μελέτας, Ζητούμενα παρὰ τοῖς ῥήτορσι, Ῥητορικὰς ἀφορμάς, Περὶ τοῦ ὀνόματος· ἔστι δὲ πρὸς τὸν σοφιστὴν Ἀντίπατρον· Περὶ τραγῳδίας βιβλία γʹ, Γυμναστικόν· ἔστι δὲ περὶ τῶν ἐν Ὀλυμπίᾳ ἐπιτελουμένων· Λιθογνωμικόν, Πρωτέα, ΚύναΣοφιστήν, Νέρωνα, Θεατήν, τραγῳδίας μγʹ, κωμῳδίας ιδʹ, καὶ ἕτερα πλεῖστα καὶ λόγου ἄξια. ὅτι εἰς τὸν τοῦ Πυθαγόρου [+] βίον ἔγραψε ΦιλόστρατοςΛήμνιος τὸν Πυθαγόρα πρέποντα βιόν. ]
phi 441[ Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος [+] Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου [+] πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους [+] μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου [+], Περὶ Ἀλκμᾶνος [+], Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων [+] γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. ]
chi 529[ Χροῒ δῆλα· ὅτι Φερεκύδην τὸν σοφόν φασι φθειριάσαντα τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· χροῒ δῆλα. καὶ τὸ ἐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται. οἱ δὲ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License