Isaeus) - urn:cts:greekLit:tlg0017Athens (Wikidata)
Athens (Wikidata)
speechwriter (Wikidata)
orator (Wikidata)
lawyer (Wikidata)
urn:cts:greekLit:tlg0017.suda001
urn:cts:greekLit:tlg0017.suda002
urn:cts:greekLit:tlg0017.suda003
urn:cts:greekLit:tlg0017.suda004
urn:cts:greekLit:tlg0017.suda005
urn:cts:greekLit:tlg0017.suda006
urn:cts:greekLit:tlg0017.suda007
urn:cts:greekLit:tlg0017.suda008 -
On the Estate of Hagnias
urn:cts:greekLit:tlg0017.suda009
urn:cts:greekLit:tlg0017.suda010
urn:cts:greekLit:tlg0017.suda011
urn:cts:greekLit:tlg0017.suda012
urn:cts:greekLit:tlg0017.suda013
urn:cts:greekLit:tlg0017.suda014
urn:cts:greekLit:tlg0017.suda015
urn:cts:greekLit:tlg0017.suda016
| alpha | 199 | [ | Ἀγενής: Ἰσαῖος ἀντὶ τοῦ ἄπαις. | ] |
| alpha | 381 | [ | Ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φησί, Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας· τοὺς νόμους μεγάλους ἄγοι. | ] |
| alpha | 628 | [ | Ἀειλογεῖς: ἀεὶ λαλεῖς. καὶ Ἀειλογία, πολυλογία ἢ ταυτολογία ἢ τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. Ἀειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. | ] |
| alpha | 1360 | [ | Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος. | ] |
| alpha | 1465 | [ | Ἀμαζόνειον: ἱερόν, ὃ Ἀμαζόνες ἱδρύσαντο. οὕτως Ἰσαῖος. καὶ Ἀμαζόνειον κέρας. | ] |
| alpha | 1601 | [ | Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι. | ] |
| alpha | 1824 | [ | Ἀναγινωσκομἐνους: ἀντὶ τοῦ ἀναπειθουμένους. οὕτως Ἀντιφῶν καὶ Ἰσαῖος καὶ Ἡρόδοτος. | ] |
| alpha | 1827 | [ | Ἄναγκαῖον: οὕτως καλεῖται τὸ αἰδοῖον, ἐπεὶ τῆς ἀνάγκης ἐστὶ συμβόλαιον. οἱ δὲ πρὸς ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι’ ἀνάγκας. Ἰσαῖος δὲ ἀναγκαῖον τὸ δεσμωτήριον καλεῖ. Καλλισθένης δὲ ἀνωγαίων εἶπε καὶ οὕτως δεῖ μᾶλλον λέγεσθαι. Ἀναγκαῖόν ἐστιν, ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δὲ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν, ὃ καὶ ἀληθές ἐστι καὶ ψεῦδος οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημόκριτος ὁ Ἀβδηρίτης φησί, μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μηδὲν ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δὲ ἐν τῷ ὅλῳ δινουμένας καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ συστήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ στερρότητα. πάντα δὲ κατὰ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας τῆς γενέσεως οὔσης πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰς τὸ εἶναι ἢ ἐξ ἀνάγκης εἶναι, ὡς τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐστίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔστι γὰρ ἐν τούτοις οὕτως καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεσθαι ἢ μή. | ] |
| alpha | 1857 | [ | Ἀναδικάσασθαι: τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήσεις, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. | ] |
| alpha | 1892 | [ | Ἀνάκαιον: τὸ δεσμωτήριον, εἰς ὃ κατετίθεντο τοὺς πονηροὺς δούλους καὶ τῶν ἀπελευθέρων τοὺς ἀφισταμένους. Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης· Ἑρμοκράτη δὲ εἰς τὸ ἀνάκαιον ἐνέβαλε, φάσκων ἀπελεύθερον εἶναι καὶ οὐ πρότερον ἀφῆκε πρὶν λʹ δραχμὰς ἐπράξατο. | ] |
| alpha | 2628 | [ | Ἀντεπιτίθησιν: ἀντὶ τοῦ ἀντεπιστέλλει. Ἰσαῖος. | ] |
| alpha | 3036 | [ | Ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς, ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. καὶ Ἀπεργάσασθαι, ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης. | ] |
| alpha | 3509 | [ | Ἀπορώτατος: ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. | ] |
| alpha | 3639 | [ | Ἀποφορᾶν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν δούλων τοῖς δεσπόταις. | ] |
| alpha | 4599 | [ | Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὡς ἀφίησί τις μόνων ἐκείνων, ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸς τὸν ἐγκαλούμενον. ἔστι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοσθένει. καὶ παροιμία· ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. καὶ Ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων· μάλιστα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆσαι. | ] |
| alpha | 4639 | [ | Ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. καὶ Ἀφοσιούμενος, πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ὁ δὲ ἀφοσιεύμενος τὴν ἐξόρκωσιν τοῦ ἐπάρχου ἐμηχανᾶτο τοιάδε. καὶ Ἀφοσιούμενοι, ἀντὶ τοῦ τιμῶντες. ἢ τὸ ὅσιον ποιοῦντες καὶ καθαρὸν καὶ τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέστιν οὐδὲν ὀφείλομεν αὐτοῖς λοιπόν, οὐκ ἐσμὲν ὑπεύθυνοι. οὕτως ἡμῖν ἔθος λέγειν, καὶ τὸ ἀφοσιώσασθαι καὶ ὅσα τοιαῦτα, τουτέστιν οὐκ εἰμὶ ὑπεύθυνος. καὶ Ἀφοσιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ’ οἷον ἀπάρξασθαι ἢ σχηματίσασθαι, Ἰσαῖος λέγει. καὶ Ἀφοσιώσας, καθάρας, ἢ ξενώσας· ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοσιῶσαι, καθαίρειν. καὶ Ἀφοσιώσεται, ἀπάρξεται. καὶ Ἀφοσιοῦσθαι, ἀποκαθαίρεσθαι ὁσίας, καὶ τὸ μὴ περιεργάζεσθαι μηδὲ φιλοτιμεῖσθαι. ὅσια δὲ λέγεται ἄλφιτα, δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοσίωσις, ἀνάθεσις. καὶ Ἀφοσιωσάμενοι, δικαιωσάμενοι. καὶ Ἀφοσιώμενοι, τιμῶντες, ἢ ἀπαρχόμενοι. ὡς δὲ ᾔσθετο σαφῶς ἀποσειόμενον καὶ μόνον ἀφοσιούμενον τὸν Ἰσίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προσῄει. | ] |
| beta | 364 | [ | Βόθυνος: τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| gamma | 147 | [ | Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. καὶ γὰρ διήρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φρατρία ὠνομάζετο. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λ’ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι τοὺς γεννήτας ἁπλῶς τοὺς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. | ] |
| delta | 454 | [ | Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. | ] |
| delta | 456 | [ | Δημοσθένης, μαχαιροποιός, Παιανιεύς, οὗ Δημοσθένης ὁ ῥήτωρ, ὃς ὀρφανὸς καταλειφθεὶς ἐπιτρόπους ἔσχε γʹ, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆς οὐσίας, αὐτὸς αὑτὸν ἐνεχείρισε διδασκάλῳ Ἰσαίῳ. φιλόπονος δὲ οὕτως ἦν, ὥστε φασὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆσαι τῆς κεφαλῆς μέρος, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶς δὲ εἷλε τῆς ἐπιτροπῆς τοὺς ἐπιτρόπους. σοφιστεύειν βουληθεὶς ἀπέστη διαβληθεὶς ἐπὶ Μόσχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενος διεβλήθη πάλιν, ὡς ἐναντίους λόγους ἐκδοὺς Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποστὰς ἤρξατο πολιτεύεσθαι. τραυλὸς δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶς ἐκίνει, καὶ τὴν ἀκοὴν ἀσθενὴς καὶ τὸ πνεῦμα οὐ διαρκής· ἅπερ ἀσκήσει διωρθώσατο. τήν τε ὑπόκρισιν οὐκ ὢν ἄκρος ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήσκησεν. ἐχορήγησε δὲ καὶ ἐτριηράρχησε καὶ αἰχμαλώτους ἐλύσατο καὶ θυγατέρας συνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶς ὑπὸ Μειδίου τρισχιλίαις, ὥς φασιν, ἐπείσθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενος τραύματος, ὥς φασιν, διελύσατο. αἰτησάμενος δὲ Χαβρίου τοῦ στρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήσαντος, Κτησίππου θυγατέρα ἔγημεν. ἐπολιτεύσατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοις ἐπιόντος, πείθει συμμαχῆσαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ δισχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ σχὼν θυγατέρα τελευτήσασαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθους ὄντος, ἀγγελθέντος ἀνῃρῆσθαι Φίλιππον ὑπὸ Παυσανίου, μετημφιάσατο καὶ τοῖς θεοῖς ἔθυσεν. ἐπολιτεύσατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὗ Ἅρπαλος πολλὰ νοσφισάμενος χρήματα ὡς Ἀθηναίους κατέφυγεν· ὧν καὶ Δημοσθένης εἰληφέναι μέρος ἔδοξε. καὶ ἔφυγεν εἰς Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος, ὁ Δημοσθένης κατῆλθε κληθείς. Ἀντίπατρος δὲ ἄρξας τῶν Ἑλλήνων, πέμψας ἐξαιτεῖ τοὺς δέκα ῥήτορας. ἐκδόντων Ἀθηναίων, ὁ Δημοσθένης εἰς Σικελίαν ἔφυγεν. Ἀρχίας δὲ ὁ ὑποκριτὴς ἀποσταλεὶς ἐπ’ αὐτὸν ὑπ’ Ἀντιπάτρου βίᾳ ἀποσπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποσειδῶνος, ὃ ἦν ἄσυλον. ὁ δὲ ὑπὸ τῇ σφραγῖδι φάρμακον ἔχων, μυζήσας ἀπέθανεν. | ] |
| delta | 525 | [ | Διαγορεύων· ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως Ἰσαῖος. τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν. | ] |
| delta | 557 | [ | Διάθεσις καὶ Διατίθεσθαι· ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ’ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ’ Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατίθεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ’ ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς διακοσμήσεως. | ] |
| delta | 651 | [ | Διαμεμετρημένη ἡμέρα· μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ τούτῳ ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ γʹ τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τῷ παρ’ Ἰσαίῳ, ὃς μεμετρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατός φησι γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. | ] |
| alphaiota | 325 | [ | Αἰσθέσθαι καὶ Αἰσθάνεσθαι διαφέρει. τὸ μὲν γὰρ αἰσθέσθαι ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τι. καὶ περὶ μὲν τοῦ αἰσθάνεσθαι Ἀντιφῶν ἐν Προοιμίοις· ἐγραψάμην ταύτην τὴν γραφὴν ἠδικημένος ὑπὸ τούτου νὴ Δία πολλά, ἔτι δὲ καὶ πλείω ὑμᾶς ᾐσθημένος ἠδικημένους καὶ τοὺς ἄλλους πολίτας. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην φησίν· οἶμαι μὲν τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχιβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. ἔταξαν δὲ αὐτὸ καὶ ἐπὶ τοῦ εἰδέναι. Ἰσαῖος· τὰ δὲ τοιούτων δὴ μαρτυριῶν οἱ δικάζοντες τὰ μὲν αὐτοὶ συνειδότες, ὅτι ὑγίανεν ὁ παῖς, τῶν ἑωρακότων αἰσθανόμενοι μαρτυρούντων, τὰ δὲ ἀκοῇ πυνθανόμενοι. | ] |
| epsilon | 396 | [ | Ἐκδικάσασθαι· Ἰσαῖος, ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι. | ] |
| epsilon | 583 | [ | Ἐκπλινθεύσας· Ἰσαῖος ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους. | ] |
| epsilon | 1032 | [ | Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. | ] |
| epsilon | 1260 | [ | Ἐνεσκευασμένην· ἀντὶ τοῦ διεσκευασμένην, καὶ πεπλασμένην. Ἰσαῖος καὶ Δημοσθένης. | ] |
| epsilon | 2300 | [ | Ἐπίδικος καὶ Ἐπίκληρος καὶ Ἐπίπροικος καὶ Ἐπικληρῖτις. ἐπίκληρος μὲν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ. ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις, ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ἥ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος, τίνι χρὴ αὐτὴν γαμηθῆναι. Ἰσαῖος δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸς Λυσίβιον ἐπικληρέτιν ἐκάλεσεν. | ] |
| epsilon | 2561 | [ | Ἐπισημαίνεσθαι· ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσοκράτης, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος. | ] |
| epsilon | 2691 | [ | Ἐπιτήθη· ἡ τῆς τήθης μήτηρ, ὥστε εἶναι τὴν μὲν τήθην μητρὸς ἢ πατρὸς μητέρα, τὴν δὲ ἐπιτήθην τὴν τοῦ πατρὸς μητέρα καὶ τῆς μητρὸς μητέρα. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Δωρόθεον. | ] |
| epsilon | 2730 | [ | Ἐπιτρίταις· Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος· ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις. ἀντὶ τοῦ ἐπὶ ηʹ ὀβολοῖς· κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺς ηʹ ὀβολοὺς τοῦ τετραδράχμου. | ] |
| epsiloniota | 222 | [ | Εἰσαγγελία· δημοσίου δίκης ὄνομα. τρία δέ ἐστιν εἴδη εἰσαγγελιῶν. ἡ μὲν ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ καταδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε, μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι, καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται· καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῶ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ εʹ μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει, τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν. αὗται δέ εἰσι πρὸς τὸν ἄρχοντα καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν. εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθῇ, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστάς· καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ αὐτοῦ κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννώνου σαφῶς ψήφισμα, βινεῖν με δεῖ διαλελημμένον. οὗτος γὰρ ψήφισμα ἐγεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατ’ εἰσαγγελίαν κρινόμενον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν εʹ μυριάδας ἀργυρίου. | ] |
| eta | 19 | [ | Ἡβήσαντες· ἀκμάσαντες. Εὐνάπιος· οἱ δὲ παῖδες ἡβήσαντες καὶ γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. καὶ Ἐπὶ διετὲς ἡβῆσαι λέγεται ὅταν οἱ ἐπικλήρων υἱεῖς δοκῶσι γεγενῆσθαι ἁρμόδιοι τὰ πατρῷα παραλαμβάνειν. Ἰσαῖός φησιν· ἐνηγόμεθα μὲν ἐκείνῃ μὲν τὸν ἐγγυτάτω γένους δεῖ συνοικεῖν, τὰ δὲ χρήματα τέως μὲν τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ παῖδες ἐπὶ διετὲς ἡβῶσιν, ἐκείνους αὐτῶν κρατεῖν. | ] |
| iota | 620 | [ | Ἰσαῖος· εἷς μέν ἐστι τῶν δέκα ῥητόρων, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος. Δημήτριος δὲ Χαλκιδέα φησὶν αὐτὸν εἶναι. οὗτος ἐπαινεῖται καὶ ὡς ῥήτωρ καὶ ὡς Δημοσθένην ἀμισθὶ προαγαγών. ὅτι Ἰσαίου τοῦ ῥήτορος νεωτέρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις· τίς ἄριστος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν; πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν· ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. | ] |
| theta | 380 | [ | Θίασος· τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔ νομα. θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων. οὕτως Ἰσαῖος. | ] |
| kappa | 530 | [ | Καταδικασάμενος· ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως. | ] |
| kappa | 1110 | [ | Κατῳκοδόμησεν· Ἰσαῖος ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινε. | ] |
| kappa | 1543 | [ | Κηρυκεία· ὁ διδόμενος μισθὸς κήρυξιν, ἐπὶ ταῖς γινομέναις πράξεσιν. οὕτως Ἰσαῖος. σημαίνει δὲ καὶ τὴν κηρύκευσιν. λέγεται καὶ οὐδετέρως κηρύκειον, ὁ ἐπὶ τῇ κηρύξει μισθός· ὃ παρ’ ἡμῖν μήνυτρον λέγεται. καὶ Κηρύκειον, ὄρος Ἐφέσου. | ] |
| kappa | 1796 | [ | Κλητῆρες καὶ Κλητεύειν· κλητῆρες, οἱ ἄνδρες, δι’ ὧν εἰς τὰς δίκας προκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προκλήσεως. κλητεῦσαι δέ ἐστι τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τῷ δικαστηρίῳ· καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου. | ] |
| mu | 819 | [ | Μετοίκιον· μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ἐπιδημῶν, ὡς ξένος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμασται μετοίκιον. Ἰσαῖος δὲ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει, ὅτι ὁ μὲν ἀνὴρ ιβʹ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ· καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει, μὴ τελοῦντος δὲ αὐτὴ ἐτέλει. οἱ δοῦλοι δὲ ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον. Μένανδρος δέ φησι πρὸς ταῖς ιβʹ δραχμαῖς καὶ τριώβολον τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μετοίκιον μὴ τιθέντες μέτοικοι ἀπήγοντο πρὸς τοὺς πολίτας, καὶ εἰ ἑάλωντο, ἐπιπράσκοντο. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς [+] δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. | ] |
| mu | 849 | [ | Μεῖον. καὶ Μειαγωγός. Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα φησί· παρέστη μεῖον. θῦμα δέ ἐστιν, ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. ὅθεν τὰ μὲν ἱερεῖα μεῖον προσηγορεύθη. | ] |
| nu | 448 | [ | Νοθεία· ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| omicron | 512 | [ | Ὀργεῶνας· Ἰσαίου λόγος ἐστὶν ὡς ὀργεῶνας. ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα ὁρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔ νομα ἁπλῶς ἐπὶ τῶν ἱερέων. μήποτε δὲ ὕστερον νενομίσθαι τὸ ἐπὶ τιμῇ τινας τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς· φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. | ] |
| omicron | 621 | [ | Ὄρον· σκεῦός τι γεωργικόν, ὡς Ἰσαῖος δηλοῖ. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ καὶ παρὰ Μενάνδρῳ ξύλον τι σημαίνει, ὃ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. | ] |
| omicron | 835 | [ | Οὐηστῖνος, Ἰούλιος χρηματίσας, σοφιστής. Ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία ϟδʹ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους [+] βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου [+], Ἰσαίου [+], Ἰσοκράτους [+] καὶ Θρασυμάχου [+] τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων. | ] |
| pi | 104 | [ | Παλίνσκιον· Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν. καὶ Σοφοκλῆς· χειμῶνι παλινσκίῳ. ἀντὶ τοῦ ζοφερῷ. | ] |
| pi | 518 | [ | Παρεγγύησε καὶ Παρεγγυηθέντος· παρεγγύησε μὲν ἀντὶ τοῦ παρέδωκεν· Ἰσαῖος. παρεγγυηθέντος δὲ ἀντὶ τοῦ παραλαβόντος. ὁ αὐτός. | ] |
| pi | 803 | [ | Πατρῴων· πατρῷα λέγουσιν οἱ ῥήτορες, ὅταν αὐτοῖς ὁ λόγος ᾖ περὶ χρημάτων ἢ τόπων. Ἰσαῖος· ἀποφαίνω γὰρ ὑμῖν, ὡς οὐκ ἔστι τῆς ἐπικλήρου τὸ χωρίον τοῦτο, οὐδ’ ἐγένετο πώποτε, ἀλλ’ ὡς ἦν πατρῷον Λυσιμένει τῷ πατρὶ Μενεκράτους· ὁ δὲ Λυσιμένης ἔσχε τὰ πατρῷα πάντα. πάτρια δὲ λέγουσι τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ μυστήρια καὶ τὰς ἑορτάς. Ἀντιφῶν· τοῦτο δὲ τοὺς νόμους εἰδὼς πατρίους καὶ παλαιοὺς ὄντας ὑμῖν. πατρικὸν δέ, ὅταν περὶ προσώπου ποιῶνται τὸν λόγον. καὶ τούτων ἀξιωθείς, διὰ τὸ πατρικὸς αὐτῷ φίλος εἶναι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| pi | 1332 | [ | Περιοίκιον· Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην· καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον. | ] |
| pi | 2643 | [ | Προσεποιήσαντο· Ἰσαῖος. ἀντὶ τοῦ ἀντεποιήσαντο. | ] |
| tau | 80 | [ | Ταντάλου κήπους τρυγᾶν· Ἰσαίου τοῦ ῥήτορος νεωτέρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις, τίς ἄριστος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν. πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν. ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. καὶ αὖθις· τὸν Ταντάλου λίθον οἴεσθαι ὑπὲρ κεφαλῆς λεπτοῖς καλῳδίοις ἠρτῆσθαι. ἐπὶ τῶν ἀμηχάνων. | ] |
| tau | 278 | [ | Τέλματα· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Ἀριστοφάνης· ὄμβριον ὕδωρ ἂν εἴχετ’ ἐν τοῖς τέλμασι. τουτέστι τοῖς φρέασι. | ] |
| tau | 322 | [ | Τέως· οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιογένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν [+]· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθάνεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν. | ] |
| tau | 981 | [ | Τρικέφαλος· ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής. Ἰσαῖος ἐν τῷ περὶ Εὐκλείδου· μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν. τὸ πλῆρές ἐστι τοῦ τρικεφάλου Ἑρμοῦ. | ] |
| tau | 1004 | [ | Τριπτῆρα· Ἰσαῖος ἐν τῷ[ κατὰ] Διοκλέους. τριπτήρ ἐστι πιθάκνη, ἐκπέταλος, οἷα τὰ ἐπιλήνια, ὡς Νίκανδρός φησι. ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι. πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔ νομα. | ] |
| phi | 127 | [ | Φασκώλιον· ἱμάτιον, φορεῖον. φάσκωλον δέ ἐστι μαρσίππιον. ὡς Ἰσαῖος καὶ Λυσίας εἴρηκεν. ἢ δημόσιον χρῆμα, τὸ συναχθὲν εἰς ἀπόθεσιν. καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστερον ποιῶν τὸ φασκώλιον. Ἀγαθίας ἐν ἱστορίᾳ. ὁ δὲ τρίποδας ρʹ ἐκπονήσας καὶ ἐμβαλὼν εἴς τι φασκώλιον. | ] |
| phi | 189 | [ | Φελλέα· τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς Ἰσαῖος. καὶ Φελλεύς, σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. Ἀριστοφάνης· ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φελλέως, ὥσπερ ὁ πατήρ σου διφθέραν ἐνημμένος. Φελλεὺς τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος τραχύς. αἱ δὲ αἶγες πρὸς τὰ τραχύτερα καὶ ὀρεινότερα διάγουσιν. ἀπὸ τούτου δὲ φελλέτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. καὶ ἑορτή τις περὶ τὸν Διόνυσον, Φελλὸς καλούμενος. καὶ αὖθις· τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως κλέπτουσαν. | ] |
| chi | 309 | [ | Χίλιοι διακόσιοι· Ἰσαῖός φησιν· οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων. οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δὲ αὐτῶν καὶ ἕτεροι ῥήτορες. | ] |
| chi | 510 | [ | Χρῆσται· δύο σημαίνει τοὔ νομα τἀναντία· καὶ γὰρ τοὺς δανειστάς, ὡς παρ’ Ἰσαίῳ. Ἀριστοφάνης· ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματα ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου Δημοσθένης φησί· οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοὺς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δὲ οὐδέν. | ] |
| psi | 52 | [ | Ψευδοκλησία· ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευάσθαι κλητῆρας καθ’ ἑαυτῶν ὡς τὴν δίκην ἀφ’ ἧς ὦφλον· ὡς Ἰσαῖός φησι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: