Dinarchus) - urn:cts:greekLit:tlg0029Ancient Corinth (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
orator (Wikidata)
urn:cts:greekLit:tlg0029.suda001
urn:cts:greekLit:tlg0029.suda002
urn:cts:greekLit:tlg0029.suda003
urn:cts:greekLit:tlg0029.suda004
urn:cts:greekLit:tlg0029.suda005
urn:cts:greekLit:tlg0029.suda006
urn:cts:greekLit:tlg0029.suda007
urn:cts:greekLit:tlg0029.suda008
urn:cts:greekLit:tlg0029.suda009
urn:cts:greekLit:tlg0029.suda010
urn:cts:greekLit:tlg0029.suda011
urn:cts:greekLit:tlg0029.suda012
| alpha | 343 | [ | Ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δείναρχος καὶ Λυκοῦργος. | ] |
| alpha | 1822 | [ | Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
| alpha | 1947 | [ | Ἄναλτον: Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν. | ] |
| alpha | 2642 | [ | Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος δὲ ἀντὶ τοῦ σῴζεται· Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται. καὶ οἱ ἵπποι αὐτοῖς μηδὲ πρὸς τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. καὶ αὖθις· ἀμελετήτους ὄντας κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶς ἔχειν. καὶ αὖθις· ταῖς ἐπιθυμίαις ἀντέχων. καὶ αὖθις· ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν, ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. καὶ Ἀντεχόμενος· γενικῇ· ἀντιλαμβανόμενος. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι, γενικῇ. | ] |
| alpha | 2654 | [ | Ἀντιβληθέντος: ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος λέγει. | ] |
| alpha | 3190 | [ | Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
| alpha | 3266 | [ | Ἀπογνούς: Δημοσθένης μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος. | ] |
| alpha | 3475 | [ | Ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Nεαίρας. | ] |
| alpha | 3515 | [ | Ἀποσάξαντα: Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. | ] |
| alpha | 3584 | [ | Ἀπόταφος: ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. οὕτως Δείναρχος. | ] |
| alpha | 3656 | [ | Ἀποψηφίζονται: Δείναρχος ἐν τῷ κατὰ Ἀρχεστράτου ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. | ] |
| alpha | 3704 | [ | Ἀπρότων· Δείναρχος ἐν τῷ κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. ἔν τισι δὲ ὥσπερ παρνόπων γέγραπται. οἱ δὲ πάρνοπες εἶδος ἀκρίδος. | ] |
| alpha | 4079 | [ | Ἀρχαιρεσιάζειν: Δείναρχος. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. | ] |
| alpha | 4491 | [ | Αὐτοδίκῃ: ὅταν αὐτὸς δι’ ἑαυτοῦ τις δικάζηται καὶ αὐτομαχεῖ. καὶ Αὐτοδοκεῖν Δείναρχος ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαι ὁρίζειν. | ] |
| beta | 424 | [ | Bουλαία· Δείναρχος· μαρτύρομαι τὴν Ἑστίαν τὴν Βουλαίαν. οἱον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| beta | 431 | [ | Βουλεία: τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος καὶ Ἀριστοφάνης. Βουλείαν τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦσι συνήθως καὶ Ἀριστοφάτης· φησὶ γάρ· τίς βουλευτής ἐστι, παραδοὺς ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦσαι βουλείαν ἔλεγον οἱ παλαιοί. | ] |
| gamma | 401 | [ | Γοργύρα: τὸ κατὰ γῆς ὄρυγμα. οὕτως Δείναρχος καὶ Ἡρόδοτος καὶ ἄλλοι. | ] |
| delta | 288 | [ | Δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. | ] |
| delta | 333 | [ | Δείναρχος, Κορίνθιος, ῥήτωρ, τῶν μετὰ Δημοσθένους ἐγκριθέντων εἷς. υἱὸς τίνος ἐστίν, οὐχ ἱστόρηται. γράψας κατὰ μέν τινας λόγους τοὺς πάντας ρξʹ, κατὰ δὲ τὸ ἀληθέστερον μόνους ξʹ, τοὺς πάντας δικανικούς· ὧν οἱ μέν εἰσι δημόσιοι, οἱ δὲ ἰδιωτικοί. ἐτελεύτησε δὲ οὗτος ἐπιμελητὴς Πελοποννήσου καταστὰς ὑπὸ Ἀντιπάτρου, μετὰ τὸ τελευτῆσαι Ἀντίπατρον, Πολυσπέρχοντος αὐτῷ ἐπιβουλεύσαντος. | ] |
| delta | 653 | [ | Διάμετρος· γεωμετρικόν τι εἶδος. Εὐνάπιος· ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων. Δείναρχος δὲ διάμετρον λέγει τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος. | ] |
| alphaiota | 33 | [ | Αἰγεῖον· τὸ τοῦ Αἰγέως μαντεῖον. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις. | ] |
| epsilon | 1816 | [ | Ἐξούλης· ὄνομα δίκης, ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔ νομα ἀπὸ τοῦ ἐξίλλειν, ὅπερ ἐστὶν ἐξείργειν καὶ ἐξωθεῖν καὶ ἐκβάλλειν. δικάζονται δὲ ἐξούλης κἀπὶ τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γινομένων τῶν καταδικασθέντων. οἱ μὲν τῇ ἐξούλης ἁλόντες καὶ τῷ ἑλόντι ἐδίδοσαν, ἃ ἀφῃροῦντο αὐτοῦ, καὶ τῷ δημοσίῳ κατετίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης, κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἀπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικάζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις αὐτῷ μετεῖναι. Δείναρχος δὲ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἀπὸ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν. | ] |
| epsilon | 3370 | [ | Εὐανδρία· Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο. | ] |
| eta | 229 | [ | Ἠλινδημένον· ἀντὶ τοῦ ἀνεστραμμένον. Δείναρχος ἐν τῷ κατὰ Φορμισίου. ὅπερ Ἰσοκράτης καλινδεῖσθαι λέγει. | ] |
| eta | 552 | [ | Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου [+], ὑπομνήματα εἰς Ἡρόδοτον [+], Ξενοφῶντα [+], Θουκυδίδην [+], Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας. | ] |
| theta | 134 | [ | Θεογείτων· Δημοσθένης ἐν τῷ αὐτῷ. Δείναρχος δὲ καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν. | ] |
| kappa | 215 | [ | Καλλίας πτερορρυεῖ· κωμῳδεῖται Καλλίας ὡς ἀπολέσας πάντα τὰ χρήματα. ἅτε γὰρ ὢν γενναῖος ὑπὸ συκοφαντίας τίλλεται. αἵτε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. πένης γὰρ ἐγένετο τὰ πατρῷα καταναλώσας εἰς πόρνας. καὶ Καλλίου, πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι. καὶ τὸν πίθηκον οὖν καλλίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ κατὰ Πυθέου· ἀλλ’, οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέφοντες. τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν. | ] |
| kappa | 519 | [ | Καταδεδέσθαι· ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκῳ. Δείναρχος ἐν τῇ κατὰ Πυθαίου εἰσαγγελίᾳ. | ] |
| kappa | 615 | [ | Καταλεύσιμον· τὸν ἄξιον τοῦ καταλευσθῆναι εἶπε Δείναρχος ἐν τῷ κατὰ Λυκούργου [+]. | ] |
| kappa | 1802 | [ | Κλιμάζει· Δείναρχος· ὅταν οὖν κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους. ἀντὶ τοῦ παρακλίνει καὶ τρέπει. μήποτε δεῖ γράφειν βλιμάζει· ἀντὶ τοῦ θλίβει καὶ βιάζεται. | ] |
| kappa | 1804 | [ | Κλιμακίζειν· μέμνηται Δείναρχος ἐν τῇ ὑπὲρ Αἰσχίνου [+] εἰσηγορίᾳ, λέγων· οὗτος κλιμακίζει τοὺς νόμους. ἔστιν δὲ οἷον παράγει καὶ διαστρέφει· ἴσως ἀπὸ τῆς κλίμακος εἰρημένου τοῦ ὀνόματος, ἥτις οὖσα ὄργανον βασανιστικὸν διαστρέφει τὰ σώματα τῶν βασανιζομένων. καὶ Ἀριστοφάνης· βασάνιζε πάντα τρόπον· ἐν κλίμακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν, ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τ’ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. | ] |
| lambda | 86 | [ | Λαμπάδιον· ὃ νῦν λαμπάδα καλοῦσιν. οὕτω Δείναρχος καὶ Πλάτων. | ] |
| lambda | 651 | [ | Λογισταὶ καὶ Λογιστήρια· ἀρχή τις παρ’ Ἀθηναίοις οἱ λογισταί. εἰσὶ δὲ τὸν ἀριθμὸν ιʹ· οἱ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις λʹ, ὅταν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχοντες. λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος καὶ Ἀνδοκίδης δηλοῦσι. | ] |
| mu | 1310 | [ | Μοχθηρός· καὶ μόχθηρος προπαροξυτόνως. ἐπίπονος, ἢ πονηρός. παρὰ ῥήτορσιν ὁ κακὸς ὑπείληπται. καὶ Μοχθηρία ἐπὶ τῆς κακίας τέτακται. οὕτως Δείναρχος. Ἀντιφῶν δὲ ὁ παλαιότατος τῶν ῥητόρων τῷ μὲν μοχθηρῷ ἐχρήσατο οὐκ ἐπὶ τοῦ κακοῦ ἀνδρὸς καὶ εἰσαγομένου εἰς δικαστήριον ἵνα κατηγορηθῇ ἀλλ’ ἐπὶ πατρὸς δίκην λαχόντος ὑπὲρ ἀπεσφαγμένου παιδὸς τὸν μοχθηρὸν ἔταξε. καὶ φησὶν οὕτως ἐν προοιμίοις καὶ ἐπιλόγοις· κἀ γὼ μὲν ὁ μοχθηρός, ὅντινα ἐχρῆν τεθνηκέναι, ζῶ τοῖς ἐχθροῖς κατάγελως. | ] |
| omicron | 268 | [ | Ὁμοερκεύς· Δείναρχος, ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος. τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. | ] |
| omicron | 1041 | [ | Ὀχεῖον· ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο. ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον. φησὶ γάρ· ὠνοῦνταί μου τῶν ἵππων ὀχεῖον. Λυκοῦργος δὲ ἐν τῷ Περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί. καὶ μήποτε ἐπὶ τούτου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦνται. | ] |
| pi | 99 | [ | Παλιναίρετος· Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα, τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν. ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειροτονηθέντας. Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τῇ λέξει. | ] |
| pi | 304 | [ | Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. | ] |
| pi | 486 | [ | Παραφρυκτωρεῖν· τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων ἐπὶ βλάβῃ δὲ τῶν φιλίων· ὡς καὶ Δείναρχος ἐν οἰκείῳ λόγων ἐχρήσατο. | ] |
| pi | 1296 | [ | Περίστασιν· Δείναρχος Τυρρηνικῷ· μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀγωγὴν ὄντος, περίστασιν ποιήσουσιν· οὗ καὶ μαρτυρεῖν ἀξιοῦντος, καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λεγόμενον, ἐν κύκλῳ περιέστη μὲν αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον· ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τό, περίστατον μετεποίησαν. ἐνίοις δὲ παράστασιν ἀντὶ τοῦ περίστασιν γράφεται. | ] |
| pi | 2191 | [ | Πραγματεία· οὐχ ὡς ἐν τῇ συνηθείᾳ ἐπὶ τῆς πραγματείας, οὕτω καὶ ὑπὸ τῶν ῥητόρων τέτακται ἐπὶ τῶν ἐργασίας τινὰς μεταχειριζομένων, ἀλλ’ ἐπὶ τῶν πράγματα συνίστασθαι ἐπιχειρούντων. ὡς Δείναρχος ἐν τῷ κατὰ Μεναίχμου· αἱ γὰρ ἀπὸ τῶν κοινῶν ἔχθραι καὶ πραγματεῖαι αἰτίαι τῶν ἰδίων διαφορῶν καθεστήκασι. | ] |
| pi | 2504 | [ | Προμετρητής· ὁ τοὺς πιπρασκομένους πυροὺς ἐν τῇ ἀγορᾷ καὶ τῶν ἄλλων σπερμάτων ἕκαστον διαμετρῶν, καὶ ὁ τούτου τοῦ ἔργου μισθὸν λαμβάνων προμετρητὴς ἐκαλεῖτο. Δείναρχος· ὁ Σκύθου τοῦ προμετρητοῦ υἱὸς ἐν δημόταις γέγονε, καὶ ὁ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκε, καὶ ὑμεῖς ἐκλαβόμενοι παρ’ αὐτοῦ τοὺς πυροὺς διατελεῖτε. | ] |
| pi | 3173 | [ | Πυνθάνεσθαι· ἀκούειν, μανθάνειν, διδάσκεσθαι, ἱστορεῖν, ἐρωτᾶν ἢ ἕτερόν τι σημαίνει, παραπλήσιον μὲν τοῦ ἐρωτᾶν, οὐ μὴν αὐτὸ τὸ ἐρωτᾶν· ἔστι γάρ τις, ὡς δῆλον, διαφορὰ μάλιστα παρὰ τοῖς διαλεκτικοῖς μεταξὺ πύσματος καὶ ἐρωτήματος. τὸ πυνθάνεσθαι παρὰ τοῖς ῥήτορσι καὶ παρ’ Ὁμήρῳ ἐπὶ τοῦ ἀκούειν καὶ μανθάνειν. πυνθανόμην Ἰθάκης γε. καὶ πάλιν· αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. καί, πεύθετο γὰρ Κύπρονδε μέγα κλέος. καί, πευθόμενος, ᾗχι ἕκαστος ἀπώλετο. καί, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. ἐν γὰρ τούτοις ἅπασιν ἐπὶ τοῦ ἀκούειν κεῖται τὸ πυνθάνεσθαι. καὶ Αἰσχίνης δὲ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· τούτῳ συμβαλεῖν πυνθανόμενος. καὶ Δείναρχος ἐν τῷ κατὰ Φιλοκλέους· εὐτυχεῖτε, ὅτι οὐκ ἐν μείζονι καιρῷ ἐπύθεσθε τὴν αὐτοῦ αἰσχροκέρδειαν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας· οὗτος ἀπήγγειλε τὰ ψευδῆ· ὑμεῖς ἐπιστεύσατε· οἱ Φωκεῖς ἐπύθοντο. | ] |
| sigma | 544 | [ | Σκαφηφόροι· Δείναρχος ἐν τῷ κατὰ Ἀγησικλέους φησίν· οἱ ἀντὶ σκαφηφόρων ἔφηβοι εἰς τὴν ἀκρόπολιν ἀναβήσονται, οὐχ ὑμῖν ἔχοντες χάριν τῆς πολιτείας, ἀλλὰ τῷ ἀργυρίῳ. οὗτοι γὰρ ἐσκαφηφόρουν Ἀθήνησι. Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας φησίν, ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια. | ] |
| omicroniota | 51 | [ | Οἴκημα· ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης. ἀπ’ εὐθείας τῆς οἰκεύς, ἤγουν οἰκέτης. | ] |
| upsilon | 465 | [ | Ὑπὸ γῆν οἰκοῦντες· λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ [+] λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Καταλόγου Καττουδαίους ὀνομαζομένους. Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι. | ] |
| upsilon | 540 | [ | Ὑπόλογον· Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα. ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν. ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις. | ] |
| upsilon | 549 | [ | Ὑπονομεύοντες· ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες. Δείναρχος ἐν τῷ κατὰ Καλλίστου. | ] |
| upsilon | 633 | [ | Ὑποφόνια· τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος ὑπὸ τοῦ τὴν αἰτίαν ἔχοντος, ὅτι ἀνῄρηκεν, ἵνα μὴ ἐπεξίωσιν, ἐπὶ τῷ μὴ ἐπεξέρχεσθαι μηδὲ γενέσθαι τὴν τοῦ φόνου δίκην ὑποφόνια καλεῖται. οὕτως Δείναρχος καὶ Θεόφραστος. | ] |
| phi | 126 | [ | Φάσις· λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τι τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ Πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. | ] |
| chi | 586 | [ | Χρυσοχοεῖον· Δείναρχός φησι· πάλιν παρ’ Αἰσχίνην ἀποφοιτήσας, παρὰ τούτῳ δηλονότι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων· τί δέ; ἦδ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν· ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες, σὺ δὲ ᾤου χρυσοχοήσειν. ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν κωμικῶν. Εὔβουλος γοῦν φησιν· ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: