Constantine the Great) - urn:cts:greekLit:tlg2736Niš (Wikidata)
Nicomedia (Wikidata) (Pleiades)
politician (Wikidata)
military personnel (Wikidata)
sovereign (Wikidata)
urn:cts:greekLit:tlg2736.suda001
urn:cts:greekLit:tlg2736.suda002
| alpha | 843 | [ | Ἀκέσιος· Ναυατιανῶν ἐπίσκοπος· ὃς παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. καὶ ἠρώτα αὐτὸν, εἰ δέχεται τὰ τῆς συνόδου, τόν τε ὅρον τῆς πίστεως καὶ τὸν ὁρισμὸν τῆς τοῦ Πάσχα ἑορτῆς· ὁ δὲ συγκατέθετο. ἐπανερομένου δὲ τοῦ βασιλέως, διὰ τί οὖν χωρίζῃ; ἐκεῖνος τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐστηροῦ κανόνος· ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἁμαρτίαν, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαὶ, τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀξιοῦσθαι, ἀλλ’ ἐπὶ μετάνοιαν μὲν αὐτοὺς προτρέπειν, ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ παρὰ τοῦ θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου συγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντος τοῦ Ἀκεσίου ἐπειπεῖν τὸν βασιλέα· θὲς, ὦ Ἀκέσιε, κλίμακα καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν. τούτων οὔτε Εὐσέβιος ὁ Παμφίλου οὔτε ἄλλος τις ἐμνημόνευσεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν, ἢ προσπάσχοντές τισιν ἢ προσώποις χαριζόμενοι. οὕτω λέγει Σωκράτης ἐν Ἐκκλησιαστικῇ ἱστορίᾳ. | ] |
| delta | 470 | [ | Δημόφιλος, ἐπίσκοπος Κωνσταντίνου πόλεως ἄνθρωπος ἦν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν ἐν τοῖς λόγοις τὸν συρφετὸν ἄγων, ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σῳζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἦν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά, ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς περὶ πατρὸς καὶ υἱοῦ λόγοις. φησὶ γάρ· υἱὸς μὲν πατρὸς θελήσει γεγέννηται μόνου, ἀχρόνως, ἀμεσιτεύτως, ἵνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων τοῦ πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι, ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον· γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν θεοῦ, ὁ υἱός, ἵνα συντάξας ἑαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις ἀποτελέσειε τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν δι’ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείς, ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ’ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος, ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ’ αὖ παιδὸς οὐκ ἦν τῶν κτισμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι’ ἑαυτὸν ἐκεῖνος ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι’ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι’ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά. | ] |
| epsilon | 431 | [ | Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κωνσταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον. | ] |
| epsilon | 789 | [ | Ἑλένη, βασίλισσα, μήτηρ τοῦ μεγάλου Κωνσταντίνου, πάσῃ ἀρετῇ κεκοσμημένη. εἶχε δὲ καὶ χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδος κατακλίνουσα αὐτὴ δι’ ἑαυτῆς καθυπούργει ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θεραπαίνης ἔργον ἐπλήρου. οὕτω καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι καὶ δουλεύειν τῷ θεῷ μετὰ φόβου καὶ τρόμου. ἐπὶ γὰρ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται βʹ στῆλαι Ἑλένης καὶ Κωνσταντίνου καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν γράφων· εἷς ἅγιος. καὶ βʹ ταχυδρόμων ὁμοίως στῆλαι· ἀνετέθησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος. | ] |
| epsilon | 3213 | [ | Ἑστιάδες· αἱ ἱέρειαι, ἃς Ἑλένη ἡ μήτηρ Κωνσταντίνου τοῦ μεγάλου μετὰ τὸ ἀνευρεῖν τὰ ἅγια καὶ τίμια ξύλα, καὶ ναὸν ἀνεγείρασα ἐν τῷ τάφῳ τοῦ κυρίου, τὰς παρθένους ἐν τοῖς εὐκτηρίοις ἀναγράψασα σηκοῖς σιτήσεις τε αὐταῖς ἐκ τοῦ δημοσίου ἐπιχορηγεῖσθαι παρεκελεύσατο. ταῦτα διαπραξαμένη καὶ ὀγδοήκοντά που βιώσασα χρόνους τὸν βίον μεταλλάττει. ὁ δὲ υἱὸς αὐτῆς ἐν τοῖς κατὰ τὴν Ῥώμην βασιλείοις τὸ σῶμα αὐτῆς ἐκήδευσεν. οὐδὲν ἀεὶ φαίην ἀπόρρητόν τι κρύπτειν αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ. | ] |
| epsilon | 3394 | [ | Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα διαφανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου [+], Σοφοκλέους [+], Εὐριπίδου [+], ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια ληγόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά. | ] |
| epsilon | 3737 | [ | Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμελέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελικῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεοφανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγγελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορφυρίου [+] τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. Εὐσέβιος ὁ Παμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπινώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: