Aelius Herodianus) - urn:cts:greekLit:tlg0087Alexandria (Wikidata) (Pleiades)
grammarian (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0087.suda001
urn:cts:greekLit:tlg0087.suda002
| alpha | 5 | [ | Ἄαπτος: ἀβλαβής. Ἡρωδιανός φησι περὶ τοῦ ἄαπτος, ὅτι γίγνεται ἀπὸ τοῦ ἰάπτω τὸ βλάπτω, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ κατ’ ἔλλειψιν τοῦ ι ἄαπτος, ὃν οὐδεὶς δύναται βλάψαι. ἢ οὐχὶ κατὰ στέρησιν ἐκληπτέον τὸ α, ἀλλὰ κατ’ ἐπίτασιν, ἵν’ ᾖ ὁ μεγάλα δυνάμενος βλάπτειν. ὥστε τὸ μὲν πρῶτον δηλοῖ πάθος, τὸ δὲ δεύτερον ἐνέργειαν. λέγεται δὲ καὶ ἄαπτος κατὰ στέρησιν ὁ ἄψαυστος. | ] |
| alpha | 3422 | [ | Ἀπολλώνιος, Ἀλεξανδρεὺς, ὁ κληθεὶς Δύσκολος, πατὴρ Ἡρωδιανοῦ τοῦ τεχνογράφου, γραμματικός· ὃς ἔγραψε τάδε. Περὶ μερισμοῦ τῶν τοῦ λόγου μερῶν βιβλία δʹ, Περὶ συντάξεως τῶν τοῦ λόγου μερῶν δʹ, Περὶ ῥήματος ἤτοι Ῥηματικὸν ἐν βιβλίοις εʹ, Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων παραγωγῶν βιβλίον αʹ, Περὶ ὀνομάτων ἤτοι Ὀνοματικὸν αʹ, Περὶ ὀνομάτων κατὰ διάλεκτον, Περὶ τῆς ἐν θηλυκοῖς ὀνόμασιν εὐθείας αʹ, Περὶ παρωνύμων αʹ, Περὶ συγκριτικῶν, καὶ Περὶ διαλέκτων, Δωρίδος, Ἰάδος, Αἰολίδος, Ἀτθίδος, Περὶ σχημάτων Ὁμηρικῶν, Περὶ κατεψευσμένης ἱστορίας, Περὶ παθῶν, Περὶ τόνων κατηναγκασμένων βιβλία βʹ, Περὶ τόνων σκολιῶν βιβλίον αʹ, Περὶ προσῳδιῶν εʹ, Περὶ στοιχείων, Περὶ προθέσεων, Περὶ τῶν Διδύμου [+] πιθανῶν, Περὶ συνθέσεως, Περὶ διφορουμένων, Περὶ τοῦ τίς, Περὶ γενῶν, Περὶ πνευμάτων, Περὶ κτητικῶν, Περὶ συζυγίας. | ] |
| alpha | 3915 | [ | Ἀριστόδημος· Ἐπιτομὴν τῆς Καθόλου Ἡρωδιανοῦ [+] ἔγραψε πρὸς Δαναόν. | ] |
| epsilon | 208 | [ | Ἐδεσηνός· ἀπὸ πόλεως Ἐδέσης. παρὰ τῷ Ἡρωδιανῷ δὲ διὰ τοῦ η. | ] |
| epsilon | 1462 | [ | Ἐντερόνεια· τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται· οἱ δὲ τὸ τῶν νεῶν ἔδαφος· οἱ δὲ τὰ ἐγκοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. Ἡρωδιανὸς συστέλλει καὶ προπαροξύνει. οὗ δὲ τὴν ἐντεριώνην Ἀριστοφάνης φησίν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς· ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις. καλεῖται δὲ καὶ μήτρα. φησὶ δὲ ὁ κωμικός, ὅτι εἰς τὰς τριήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν. | ] |
| eta | 283 | [ | Ἦμαρ· ἡμέρα. τὸ ἦμαρ ψιλοῦται· τὰ γὰρ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οἷον ἡδονή, ἦδος· ἅμα, ἄμυδις· οὕτως ἡμέρα, ἦμαρ. ὁ δὲ Ἡρωδιανός φησιν, ὅτι τὰ εἰς ος οὐδέτερα, εἰ ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦνται· οἷον αἶσχος, εὖχος, εὖρος, ἦθος· οὕτω καὶ ἦμος καὶ ἦμαρ. Σοφοκλῆς· τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; σχόλια· τὶ γὰρ ἡμέρα μία ἔχει, προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλλομένη τοῦ θανεῖν, τέρπειν τὸν ἄνθρωπον. | ] |
| eta | 546 | [ | Ἡρωδιανός, Ἀλεξανδρεύς, γραμματικός, υἱὸς Ἀπολλωνίου τοῦ γραμματικοῦ, τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καίσαρα Ἀντωνῖνον, τὸν καὶ Μάρκον, ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴν Μουσικὴν ἱστορίαν γράψαντος καὶ Φίλωνος τοῦ Βυβλίου. ἔγραψε πολλά. | ] |
| kappa | 731 | [ | Καταπροΐξεται· ἡ πρὸ ἀντὶ τῆς παρά. προϊκνεῖσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἵξεσθαι, ὅ ἐστι δωρεάν τινα λαβεῖν. Ἀρχίλοχος· εὖ δ’ ἐκεῖνος οὐ καταπροΐξεται. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς παρὰ τὸ ἴσσω φησί. καὶ Ἀρχίλοχος· προτείνω χεῖρα καὶ προΐσσομαι. | ] |
| lambda | 121 | [ | Λαρινοὶ βόες· οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε. Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδωναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς. λαρινεύειν γὰρ τὸ σιτεύειν. Ἀριστοφάνης Ὄρνισι· ζητῶ τι λαρινὸν ἔπος, ὃ τὴν τούτων θραύσει ψυχήν. ἀντὶ τοῦ μέγα· ἀπὸ μεταφορᾶς τῶν βοῶν. ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην τὴν προσηγορίαν ἐσχηκέναι. εἰσὶ δέ τινες, οἳ παρὰ τὸ λαρὸν ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαρινούς, τοὺς μεγαλορρίνους. ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. ἢ οἱ μεγάλοι καὶ εὐτραφεῖς, ἀπὸ Λαρίνου βουκόλου. Ἡρωδιανὸς ὀξυτόνως, ὡς ἀληθινός. | ] |
| lambda | 691 | [ | Λούπερκος, Βηρύτιος, γραμματικός, γεγονὼς μικρῷ πρὸ τῶν Κλαυδίου τοῦ δευτέρου Καίσαρος χρόνων. ἔγραψε Περὶ τοῦ ἂν γʹ, Περὶ τοῦ ταώς, Περὶ τῆς καρίδος, Περὶ τοῦ παρὰ Πλάτωνι [+] ἀλεκτρυόνος, Κτίσιν τοῦ ἐν Αἰγύπτῳ Ἀρσινοήτου, Ἀττικὰς λέξεις, Τέχνην γραμματικήν, Περὶ γενῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ οὐδετέρων βιβλία ιγʹ· ἐν οἷς πολλὰ κατευδοκιμεῖ Ἡρωδιανοῦ. | ] |
| mu | 284 | [ | Ματιολοιχός· ὁ περὶ τὰ μικρὰ πανοῦργος, καὶ λίχνος. μάτιον γὰρ ὡς βέλτιον τῷ τόνῳ, τὸ μικρόν. ἢ ὁ μικροφάγος, ἐπεὶ μάτιον τὸ ἐλάχιστόν φασιν. ἢ ὁ μάταια βουλευόμενος, καὶ λοχῶν, ἢ ὁ κρουσιμέτρης· μάτιον γὰρ εἶδος μέτρου. ὀξυτόνως δὲ ἀναγνωστέον, ὥς φησιν Ἡρωδιανός. | ] |
| mu | 569 | [ | Μεμνῇτο· μιμνήσκοιτο. οὕτω προπερισπωμένως, ὡς Ἡρωδιανὸς ἐν τῇ Ὁμηρικῇ [+] προσῳδίᾳ. Ἀριστοφάνης Πλούτῳ· ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. | ] |
| omega | 201 | [ | Ὦρος, Ἀλεξανδρεύς, γραμματικός, παιδεύσας ἐν Κωνσταντίνου πόλει. ἔγραψε Περὶ διχρόνων, Ὅπως τὰ ἐθνικὰ λεκτέον, Λύσεις προτάσεων τῶν Ἡρωδιανοῦ [+], Πίνακα τῶν ἑαυτοῦ, Περὶ ἐγκλιτικῶν μορίων, Ὀρθογραφίαν κατὰ στοιχεῖον, Περὶ τῆς ει διφθόγγου, Ὀρθογραφίαν περὶ τῆς αι διφθόγγου κατὰ Φρυνίχου [+] κατὰ στοιχεῖον, Ἀνθολόγιον, Περὶ γνωμῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: