Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Theodosius I (Theodosius I) - urn:cts:greekLit:lagl0638

Places of birth (Wikidata Statement)

Coca (Wikidata)

Italica (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Milan (Wikidata)

Occupation (Wikidata Statement)

politician (Wikidata)

theta 144[ Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, μετὰ τὴν Μαξίμου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν ἧτταν καὶ σφαγὴν τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων Σκυθῶν καὶ σφαγὴν Ῥωμαίων ἐς τὴν Κωνσταντινούπολιν ἐλθὼν πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ· αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν, ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος. θαυμάζω δὲ τούτου τὴν ἐφ ' ἑκάτερα τοῦ βίου ῥοπήν· φύσει γὰρ ὢν ἐκμελὴς ῥᾳθυμίᾳ τε πάσῃ ἐκκείμενος, λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἦν δέος ἐπάγοντος ἢ ἐνοχλοῦντος, ἐνεδίδου τῇ φύσει. καθιστάμενος δὲ ἐς ἀνάγκην σαλεύειν κατά τινα καθεστῶτα προσδοκωμένην, ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν ἐς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον καὶ τληπαθὲς ἀνεχώρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις ἐδούλευε. τῶν δὲ τὰς ἀρχὰς μετιόντων κατ' ἐξαίρετον ἐν τιμῇ ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ βουλῇ τάξεων καταστάς. ὁ αὐτὸς μετὰ τὸ ἀναγορεῦσαι τὸν υἱὸν αὐτοῦ Ὁνώριον ἐν τῇ Ῥωμαίων βασιλείᾳ συνεκάλεσε τὴν γερουσίαν, τοῖς πατρίοις ἐμμένουσαν ἔθεσι καὶ οὐχ ἑλομένην ἐνεχθῆναι τοῖς περὶ τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους τε προσῆγε, παρακαλῶν ἀφιέναι μὲν ἣν πρότερον εἵλοντο πλάνην, ἑλέσθαι δὲ τὴν τῶν Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης ἀσεβείας ἀπαλλαγή. μηδενὸς δὲ τῇ παρακλήσει πεισθέντος μηδὲ ἑλομένου τῶν ἀφ' οὗπερ ἡ πόλις ᾠκίσθη παραδεδομένων αὐτοῖς πατρίων ἀναχωρῆσαι καὶ προτιμῆσαι τούτων τὰ Χριστιανῶν· ἐκεῖνα μὲν φυλάξαντας διακοσίοις καὶ χιλίοις σχεδὸν ἔτεσιν ἀπόρθητον τὴν πόλιν οἰκεῖν, ἕτερα δὲ ἀντὶ τούτων ἀλλαξαμένους τὸ ἐκβησόμενον ἀγνοεῖν· ὁ δὲ βαρύνεσθαι ἔλεγε τὸ δημόσιον τῇ περὶ τὰ ἱερὰ καὶ τὰς θυσίας δαπάνῃ, βούλεσθαί τε ταῦτα περιελεῖν, οὔτε τὸ πραττόμενον ἐπαινοῦντα, καὶ ἄλλως τῆς στρατιωτικῆς χρείας πλειόνων δεομένης χρημάτων. τῶν δὲ ἀπὸ τῆς γερουσίας μὴ κατὰ θεσμὸν εἰπόντων πράττεσθαι τὰ τελούμενα, μήτε δημοσίου δαπανήματος ὄντος, διὰ τοῦτο τοῦ θυηπολικοῦ θεσμοῦ λήξαντος, ἡ Ῥωμαίων ἐπικράτεια κατὰ μέρος ἠλαττώθη. ὅτι ὁ ἅγιος Θεοδόσιος, ὁ Κοινοβιάρχης, ἐπὶ Ἀναστασίου βασιλέως ἦν, τοῦ Δικόρου, τοῦ αἱρετικοῦ. ]
kappa 122[ Καθοσίωσις· παρὰ τὸ κατὰ τοῦ ὁσίου γίνεσθαι, ἤτοι τοῦ βασιλέως. ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Ῥωμαίων Σύμμαχος ἀπὸ ὑπάτων εἰς τὸν τύραννον Μάξιμον βασιλικὸν λόγον διεξῆλθε καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα τοῖς τῶν ἐκκλησιῶν σηκοῖς προσκαταφεύγει· ὃν ὁ Θεοδόσιος πάσης φιλανθρωπίας ἠξίωσε. καὶ αὖθις περὶ τοῦ Χριστοῦ· τοῖς γὰρ νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. ]
lambda 486[ Λιβάνιος, σοφιστής, Ἀντιοχεύς, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως χρόνων καὶ μέχρι Θεοδοσίου τοῦ πρεσβύτου, Φασγανίου πατρός, μαθητῆς Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷς Ἐγκώμιον εἰς Κωνστάντιον [+] τὸν βασιλέα, ἕτερον εἰς Ἰουλιανόν [+], Μελέτας ῥητορικάς, καὶ ἐπιστολάς. οὗτος ἐπὶ τῶν χρόνων ἦν Βασιλείου τοῦ μεγάλου καὶ Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ ἸουλιανὸςΠαραβάτης καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασε, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δέ, ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις. ]
mu 1065[ Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. ]
omicron 763[ Οὐαλεντινιανός, βασιλεὺς Ῥωμαίων. οὗτος διὰ τῆς μητρὸς Ἰουστίνης παρετράπη τῆς ὀρθῆς πίστεως καὶ ἐξεβλήθη τῆς βασιλείας. καὶ ἐλθὼν πρὸς Θεοδόσιον ἐπαιδεύθη τὴν ὀρθὴν πίστιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόσιος τὴν βασιλικὴν παράταξιν ἑστάναι οὐ δι’ ὅπλων, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. καί, οἶδα, φησίν, Οὐαλεντινιανέ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτω καὶ ὁ Κωνσταντῖνος ὁ μέγας ἀνορθωθεὶς Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεσε, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο, πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν διασπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ ἐξορίας τῶν ἱερέων. ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς ἐκαύθη. ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπιστία Μαξίμῳ εὐχέρειαν συνήνεγκεν. εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθὴν πίστιν μετήγαγεν. ]
pi 265[ Πάππος, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς κατὰ τὸν πρεσβύτερον Θεοδόσιον τὸν βασιλέα, ὅτε καὶ Θέων ὁ φιλόσοφος ἤκμαζεν, ὁ γράψας εἰς τὸν Πτολεμαίου [+] Κανόνα. βιβλία δὲ αὐτοῦ Χωρογραφία οἰκουμενικὴ, Εἰς τὰ δʹ βιβλία τῆς Πτολεμαίου [+] μεγάλης συντάξεως ὑπόμνημα, Ποταμοὺς τοὺς ἐν Λιβύῃ, Ὀνειροκριτικά. ]
pi 1685[ Πλακίλλα, γαμετὴ Θεοδοσίου τοῦ μεγάλου· ἥτις εὐσεβὴς καὶ φιλόπτωχος ἦν καὶ δι’ ἑαυτῆς τοῖς νοσοῦσι καὶ τοῖς λελωβημένοις ὑπηρέτει. πρώτη δὲ τοῦ ἀνδρὸς ἐτελεύτησεν. ἔδειξε δὲ μάλιστα τὸ περὶ αὐτὴν τοῦ βασιλέως φιλόστοργον ἡ ὀργὴ τοῦ βασιλέως, ἣν κατὰ Ἀντιοχέων ὠργίσθη, δι’ ἣν κατέαξαν σύραντες τὴν στήλην, ἀγανακτοῦντες, δι’ ὧν ἐπέθηκε τέλη δημόσια ὁ βασιλεὺς ταῖς πόλεσι προφάσει τῶν συνεχῶν πολέμων. ὅτε καὶ ὁ Χρυσόστομος τοὺς Ἀνδριάντας ἔγραψε. ]
rho 240[ Ῥουφῖνος· οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεοδοσίου παίδων. ἄμφω τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε. δίκαι τε ἅπασαι πρὸς τούτοις ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων, εἴ που τινὶ χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένης. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκάκου πλεονεξίας, ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει, καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον. καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου, τούτων ἄχρι ὀνομάτων ἐχόντων τὸ κράτος, ἡ πᾶσα ἀρχὴ καὶ δύναμις ἦν, κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐπὶ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παρ’ αὐτοῖς κατ’ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπήει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος πολλῶν, οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. κτήματα δέ, ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινα πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπανταχόθεν πλοῦτος ἐς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν ἐσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλ’ ἔγραφον μόνον, ὅσα Ῥουφῖνος ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄσπετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι ὁ Ῥουφῖνος ὠνειροπόλει. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License