Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Theodosius II (Theodosius II) - urn:cts:greekLit:lagl0606

Place of birth (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

politician (Wikidata)

iota 468[ Ἰωάννης, ὁ τυραννήσας εἰς Ῥώμην ἐπὶ Θεοδοσίου, πρᾶος ἦν καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος. ὃς τὴν τυραννίδα μετρίως ἐξηγήσατο, οὐδὲ τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὐδὲ φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὐδὲ χρημάτων ἀφαιρέσει ἐπέθετο. ]
theta 145[ Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχήν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν καὶ τὴν εἰρήνην χρήμασιν οὐχ ὅπλοις κτησάμενος, πολλὰ προεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων ἐς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταύτας δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. ἐς τοῦτο τὰ πράγματα ἀτοπίας οἱ εὐνοῦχοι παρεσκεύασαν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ' εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε, βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος. ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. ὅτι ἐν τῷ Μιλίῳ Θεοδοσίου ἵστατο στήλη ἐφ ' ἵππου χαλκῆ, ἣν ἀνεγείρας πολλὰ σιτηρέσια τῇ πόλει ἐχαρίσατο. ζητητέον δὲ ὁποίου Θεοδοσίου. ὅτι Θεοδόσιος ὁ μικρὸς καταλύσας Ἀντίοχον τὸν πραιπόσιτον ἐν τοῖς πρεσβυτέροις κατέταξεν. ὁ αὐτὸς Κῦρον τὸν τούτου διαδεξάμενον τὴν δυναστείαν καὶ τὰς δύο μεγίστας τῶν ἐπάρχων ἀρχὰς κατὰ τὸν αὐτὸν διανύοντα χρόνον. ὃς τὴν τοσαύτην εὐπραγίαν θαυμάσας ἀπεφθέγξατο τόδε· οὐκ ἀρέσκεις μοι τύχη πολλὰ γελῶσα. καθαιρεῖται γοῦν καὶ αὐτὸς ὡς Ἕλλην καὶ βασιλείαν ἐλπίζων, καὶ τῆς οὐσίας αὐτοῦ δημευθείσης γέγονεν ἐπίσκοπος ἐν Κοτυαείῳ τῆς Φρυγίας. μετὰ δὲ τοῦτον ἐδυνάστευσε μόνος Χρυσάφιος, ὁ ἐπίκλην Ζούμμας. ]
kappa 2776[ Κῦρος, Πανοπολίτης, ἐποποιός. γέγονεν ἐπὶ Θεοδοσίου τοῦ νέου βασιλέως, ὑφ’ οὗ καὶ ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως προεβλήθη· καὶ γέγονεν ἀπὸ ὑπάτων καὶ πατρίκιος. Εὐδοκία γὰρ ἡ Θεοδοσίου γαμετή, βασιλὶς οὖσα, ὑπερηγάσθη τὸν Κῦρον, φιλοεπὴς οὖσα. ἀλλὰ αὐτῆς ἀποστάσης τῶν βασιλείων καὶ εἰς ἀνατολὴν ἐν Ἱεροσολύμοις διατριβούσης, Κῦρος ἐπιβουλευθεὶς ἐπίσκοπος τῶν ἱερῶν γίνεται ἐν Κοτυαείῳ τῆς Φρυγίας καὶ παρέτεινε μέχρι Λέοντος τοῦ βασιλέως. οὗτος κτίζει τὸν νάον τῆς θεοτόκου τὸν λεγόμενον τὰ Κύρου. ]
lambda 693[ Λοῦτρον· τὸ ἀπόλουμα, τὸ ῥυπαρόν, τὸ ἀπόλουτρον. κἀκ τῶν βαλανείων πίεται τὸ λοῦτρον. Προκόπιος· τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε γενέσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι. ὅτι Ἑλλάδιος, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς κατὰ τὸν βασιλέα Θεοδόσιον τὸν μικρὸν ἔγραψεν Ἔκφρασιν τοῦ λούτρου Κωνσταντιανῶν. ]
mu 1065[ Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. ]
omega 159[ Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφοκλέους [+], Ἀλκαίου [+], εἰς Ὅμηρον [+]. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. ]
omega 188[ Ὠρίων, Θηβαῖος τῆς Αἰγύπτου. Συναγωγὴν γνωμῶν ἤγουν Ἀνθολόγιον πρὸς Εὐδοκίαν τὴν βασιλίδα γυναῖκα Θεοδοσίου τοῦ μικροῦ, βιβλία γʹ. ]
pi 793[ Πατρίκιος· πατὴρ τοῦ κοινοῦ. ὁ δὲ πέμπει πρεσβευτὰς τοὺς ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἄξια. πατρίκιοι δ’ ἄρα ὄντες ἐτύγχανον. ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν πραιπόσιτον, διαβληθέντα εἰς καθοσίωσιν ἐξεφώνησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. διὸ καὶ καθῃρέθη ὁ πραιπόσιτος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατετάγη. ]
pi 898[ Παιτῖτα· Ῥωμαϊστὶ ἡ λέξις. σημαίνει δὲ γνώρισμα αἰτήσεως παρὰ Ῥωμαίοις. Χρυσάφιος δὲ ὁ πραιπόσιτος παιτῖτα ἐπεζήτει Θεοδόσιον τὸν βασιλέα. ]
pi 2145[ Πουλχερία, Ἀρκαδίου θυγάτηρ καὶ βασιλίς, ιεʹ ἐτῶν οὔπω τυγχάνουσα ἄριστα τὴν βασιλείαν διῴκει· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν Θεοδόσιον. σοφωτάτη γὰρ οὖσα καὶ θεῖον νοῦν κεκτημένη τήν τε ἰδίαν παρθενίαν θεῷ προσανέθηκε καὶ τὰς ἀδελφὰς τὸ ὅμοιον πρᾶξαι ἐδίδαξεν. εἰς πάντα δὲ τὸν ἀδελφὸν ἐκανόνιζεν, ἦθός τε καὶ λόγον, βάδισμα καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως βασιλικῶς ἐξεπαίδευσε· πρὸ δέ γε ἁπάντων, τὴν εἰς τὸ θεῖον εὐσέβειαν αὐτὸν ἐπιμελῶς ἐδίδασκεν· ὡσαύτως δὲ καὶ περὶ τὰς ἀδελφὰς διεγένετο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα καὶ ξενῶνας καὶ μοναστήρια αὐτὴ κτίσασα καὶ προσόδους ἀφώρισε, καὶ πρὸς ἄλλοις μυρίοις κατορθώμασι πολλάκις αὐτῇ καὶ τὸ θεῖον ἐφαίνετο. αἱ δὲ ἀδελφαὶ Ἀρκαδία καὶ Μαρίνα. ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος ἐς πάντα μὲν ὑπῆρχε, μάλιστα δὲ ἐς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦσά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβαλοῦσα δῆθεν πρὸς δουλείαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. ὅτι Πουλχερία ἐπὶ τοσοῦτον ἐμίσει τὸν Νεστόριον, ὡς τοὺς φιλοῦντας ἐκεῖνον διαθρυλεῖν, ὅτι πορνείαν πρὸς τὸν ἀδελφὸν αὐτῆς Θεοδόσιον τὸν βασιλέα διέβαλε Πουλχερίας Νεστόριος, καὶ διὰ τοῦτο οὕτως ὑπ’ αὐτῆς ἐμισεῖτο· ἐλοιδόρει γὰρ αὐτὴν εἰς τὸν τότε μάγιστρον Παυλινὸν λεγόμενον. ]
pi 2301[ Πρίσκος, Πανίτης, σοφιστής, γεγονὼς ἐπὶ τῶν χρόνων Θεοδοσίου τοῦ μικροῦ. ἔγραψεν ἱστορίαν Βυζαντιακήν, καὶ τὰ κατὰ Ἄτταλον ἐν βιβλίοις ηʹ· μελέτας τε ῥητορικάς, καὶ ἐπιστολάς. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License