Constantine the Great) - urn:cts:greekLit:tlg2736Niš (Wikidata)
Nicomedia (Wikidata) (Pleiades)
politician (Wikidata)
military personnel (Wikidata)
sovereign (Wikidata)
urn:cts:greekLit:tlg2736.suda001
urn:cts:greekLit:tlg2736.suda002
| alpha | 843 | [ | Ἀκέσιος· Ναυατιανῶν ἐπίσκοπος· ὃς παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. καὶ ἠρώτα αὐτὸν, εἰ δέχεται τὰ τῆς συνόδου, τόν τε ὅρον τῆς πίστεως καὶ τὸν ὁρισμὸν τῆς τοῦ Πάσχα ἑορτῆς· ὁ δὲ συγκατέθετο. ἐπανερομένου δὲ τοῦ βασιλέως, διὰ τί οὖν χωρίζῃ; ἐκεῖνος τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδασκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐστηροῦ κανόνος· ὡς ἄρα οὐ χρὴ τοὺς μετὰ τὸ βάπτισμα ἡμαρτηκότας ἁμαρτίαν, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαὶ, τῆς κοινωνίας τῶν θείων μυστηρίων ἀξιοῦσθαι, ἀλλ’ ἐπὶ μετάνοιαν μὲν αὐτοὺς προτρέπειν, ἐλπίδα δὲ τῆς ἀφέσεως μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ παρὰ τοῦ θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου συγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντος τοῦ Ἀκεσίου ἐπειπεῖν τὸν βασιλέα· θὲς, ὦ Ἀκέσιε, κλίμακα καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν. τούτων οὔτε Εὐσέβιος ὁ Παμφίλου οὔτε ἄλλος τις ἐμνημόνευσεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν, ἢ προσπάσχοντές τισιν ἢ προσώποις χαριζόμενοι. οὕτω λέγει Σωκράτης ἐν Ἐκκλησιαστικῇ ἱστορίᾳ. | ] |
| delta | 470 | [ | Δημόφιλος, ἐπίσκοπος Κωνσταντίνου πόλεως ἄνθρωπος ἦν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν ἐν τοῖς λόγοις τὸν συρφετὸν ἄγων, ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σῳζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἦν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά, ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς περὶ πατρὸς καὶ υἱοῦ λόγοις. φησὶ γάρ· υἱὸς μὲν πατρὸς θελήσει γεγέννηται μόνου, ἀχρόνως, ἀμεσιτεύτως, ἵνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων τοῦ πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι, ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον· γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν θεοῦ, ὁ υἱός, ἵνα συντάξας ἑαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις ἀποτελέσειε τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν δι’ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείς, ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ’ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος, ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ’ αὖ παιδὸς οὐκ ἦν τῶν κτισμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι’ ἑαυτὸν ἐκεῖνος ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι’ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι’ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά. | ] |
| epsilon | 431 | [ | Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κωνσταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον. | ] |
| epsilon | 789 | [ | Ἑλένη, βασίλισσα, μήτηρ τοῦ μεγάλου Κωνσταντίνου, πάσῃ ἀρετῇ κεκοσμημένη. εἶχε δὲ καὶ χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδος κατακλίνουσα αὐτὴ δι’ ἑαυτῆς καθυπούργει ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θεραπαίνης ἔργον ἐπλήρου. οὕτω καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι καὶ δουλεύειν τῷ θεῷ μετὰ φόβου καὶ τρόμου. ἐπὶ γὰρ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται βʹ στῆλαι Ἑλένης καὶ Κωνσταντίνου καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν γράφων· εἷς ἅγιος. καὶ βʹ ταχυδρόμων ὁμοίως στῆλαι· ἀνετέθησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος. | ] |
| epsilon | 3213 | [ | Ἑστιάδες· αἱ ἱέρειαι, ἃς Ἑλένη ἡ μήτηρ Κωνσταντίνου τοῦ μεγάλου μετὰ τὸ ἀνευρεῖν τὰ ἅγια καὶ τίμια ξύλα, καὶ ναὸν ἀνεγείρασα ἐν τῷ τάφῳ τοῦ κυρίου, τὰς παρθένους ἐν τοῖς εὐκτηρίοις ἀναγράψασα σηκοῖς σιτήσεις τε αὐταῖς ἐκ τοῦ δημοσίου ἐπιχορηγεῖσθαι παρεκελεύσατο. ταῦτα διαπραξαμένη καὶ ὀγδοήκοντά που βιώσασα χρόνους τὸν βίον μεταλλάττει. ὁ δὲ υἱὸς αὐτῆς ἐν τοῖς κατὰ τὴν Ῥώμην βασιλείοις τὸ σῶμα αὐτῆς ἐκήδευσεν. οὐδὲν ἀεὶ φαίην ἀπόρρητόν τι κρύπτειν αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ. | ] |
| epsilon | 3394 | [ | Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα διαφανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου [+], Σοφοκλέους [+], Εὐριπίδου [+], ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια ληγόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά. | ] |
| epsilon | 3737 | [ | Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμελέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελικῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεοφανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγγελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορφυρίου [+] τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους [+] λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. Εὐσέβιος ὁ Παμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπινώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν. | ] |
| iota | 27 | [ | Ἰάμβλιχος ἕτερος, Χαλκίδος τῆς Συρίας, φιλόσοφος, μαθητὴς Πορφυρίου τοῦ φιλοσόφου, τοῦ Πλωτίνου, γεγονὼς κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως. ἔγραψε βιβλία φιλόσοφα διάφορα. | ] |
| iota | 75 | [ | Ἴβηρες· ὄνομα ἔθνους. καὶ Ἰβηρία χώρα. ἔστι δὲ καὶ ἄλλη Ἰβηρία ἡ Ἑσπερία, ἡ καὶ Ἱσπανία λεγομένη. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. | ] |
| iota | 374 | [ | Ἰνδοί· ἔθνος βάρβαρον. κατὰ δὲ τὸν πόλεμον ἦσαν αὐτοῖς σημαῖαι τῶν ἱππέων καθ’ ἑκάστην χιλιοστὺν δράκων ἐπὶ κάμακος ἀνατεταμένος, οὗ ἀργυρᾶ μὲν ἡ κεφαλὴ πεποίηται, σεσηρότων ὀδόντων καὶ τοῦ χάσματος ἀπειλὴν ἔχοντος· τὸ δὲ ἄλλο σῶμα σηρικόϋφον ἦν, ἔς τε μῆκος καὶ βάθος καὶ τὸ ποικίλον τῆς χρόας ἐς ἀληθινὸν δράκοντα. τοῦτον φέρων ἱππεύς, μετεωρίσας ἐς τὸν ἀέρα τὴν κάμακα ῥύμῃ διώκει τὸν ἵππον. καὶ ἐμπίπτει μὲν ὥσπερ εἰκὸς ἐλαυνόμενον βίᾳ τὸ πνεῦμα· εἰλούμενον δὲ ἐν τοῖς κόλποις τοῦ κοίλου ὕφους καὶ διέξοδον εὑρεῖν διὰ τὸ στεγανὸν οὐ δυνάμενον κυμαίνει τε εἰς τὸν ἀέρα καὶ μετεωρίζον τὸ ποικίλον ἤτριον πάσας ἑλίσσει τροπάς, ὥσπερ ὁλκὸς δράκοντος ἀληθινοῦ. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. | ] |
| iota | 435 | [ | Ἰουλιανός, Δόμνου, ἀπὸ Καισαρείας Καππαδοκίας, σοφιστής, σύγχρονος Καλλινίκου τοῦ σοφιστοῦ· γεγονὼς ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως. | ] |
| iota | 437 | [ | Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔ νομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν Μισοπώγωνα ἢ Ἀντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. | ] |
| theta | 153 | [ | Θεόδωρος, ἀπὸ ἀναγνωστῶν τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως. ἔγραψεν Ἱστορίαν ἐκκλησιαστικὴν ἀπὸ τῶν χρόνων Κωνσταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ. | ] |
| theta | 208 | [ | Θέων, Γυμνασίου τοῦ σοφιστοῦ παῖς, Σιδώνιος, σοφιστής, παιδεύσας κατὰ τὴν πατρίδα, γενόμενος δὲ ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου, καὶ ἀπὸ ὑπάτων, καὶ ὕπαρχος. | ] |
| kappa | 2284 | [ | Κωνσταντῖνος ὁ μέγας· οὗτος ἐξ ἀφανῶν τίκτεται τῷ βασιλεῖ Κωνσταντίῳ, γνωρισθεὶς δὲ τῷ πατρὶ κατά τινας γνωρίμους τρόπους· ὃς κατά τινα τύχην ἔγνω τοὺς τόπους καταλιπεῖν, ἐν οἷς διέτριβεν, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωνστάντιον, ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ Βρεττανίᾳ συνεχέστερον ἐνδημοῦντα. θεασάμενος δὲ αὐτὸν ὁ πατὴρ χειροτονεῖ βασιλέα τοὺς ἐκ τῆς Θεοδώρας υἱεῖς καταλιπών, ἰδὼν αὐτὸν εὖ ἔχοντα σώματος. δύο δὲ καὶ ξʹ καὶ τʹ ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλυθότων ἐνιαυτῶν, Κωνσταντῖνος τὴν νέαν Ῥώμην ἀνίστησι. | ] |
| kappa | 2285 | [ | Κωνσταντῖνος, ὁ μέγας βασιλεύς. περὶ οὗ ἔγραψεν Εὐνάπιος φληνάφους καὶ παρῆκα αὐτὰ αἰδοῖ τοῦ ἀνδρός. | ] |
| kappa | 2287 | [ | Κωνσταντινούπολις· ὅτι ἡ Κωνσταντινούπολις τοσοῦτον τῶν ἄλλων ἁπασῶν μείζων, ὅσον τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ· ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. ὅτι τριακόσιοι ἑξήκοντα ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλύθεισαν ἐνιαυτοὶ τῇ πρεσβυτέρᾳ Ῥώμῃ, καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφιγμένων Κωνσταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβόμενος τῶν σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην. ἀπὸ δὲ κτίσεως τῆς νέας Ῥώμης μέχρι τῶν κατεχόντων τὰ σκῆπτρα Ῥωμαίων Βασιλείου καὶ Κωνσταντίνου τῶν Πορφυρογεννήτων [+] ἔτη... | ] |
| kappa | 2288 | [ | Κωνστάντιος καὶ Κώνστας καὶ Κωνσταντῖνος, οἱ υἱοὶ τοῦ μεγάλου Κωνσταντίνου. | ] |
| kappa | 2446 | [ | Κρίσκος, ὄνομα τοῦ υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου· ὃν κατακτείνει ἄκριτον, ἤδη τῆς τοῦ Καίσαρος ἀξιωθέντα τιμῆς, ἐς ὑποψίαν ἐλθόντα τοῦ Φαύστῃ τῇ μητρυιᾷ συνεῖναι, τοῦ τῆς φύσεως θεσμοῦ μηδένα λόγον ποιησάμενος. τῆς δὲ Κωνσταντίνου μητρὸς Ἑλένης ἐπὶ τῷ τηλικούτῳ πάθει δυσχεραινούσης παραμυθούμενος αὐτὴν ὥσπερ ὁ Κωνσταντῖνος κακῷ τὸ κακὸν ἰάσατο μείζονι· βαλανεῖον γὰρ ὑπὲρ τὸ μέτρον ἐκπυρώσας, τούτῳ τὴν Φαύσταν ἐναποθέμενος ἐξήγαγε νεκράν. ζητητέον δὲ εἰ μετὰ τὸ βαπτισθῆναι αὐτὸν τοῦτο ἐποίησεν. | ] |
| kappa | 2764 | [ | Κύριλλος, διάκονος ἐν Ἡλιουπόλει τῇ πρὸς τῷ Λιβάνῳ· ὃς ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου πολλὰ εἴδωλα συνέτριψεν. ἐπὶ δὲ Ἰουλιανοῦ τούτου τὴν γαστέρα διατεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο. | ] |
| mu | 47 | [ | Μαϊουμᾶς· πανήγυρις ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν, τὴν λεγομένην Ὀστίαν, οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνείχοντο, ἐν τοῖς θαλαττίοις ὕδασιν ἀλλήλους ἐμβάλλοντες. ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοιαύτης ἑορτῆς καιρὸς ὠνομάζετο. ἐτέλουν δὲ μέχρις Ἀναστασίου βασιλέως οἱ ἐν Κωνσταντίνου πόλει πανήγυριν τῶν Βρυτῶν· καὶ ταύτην Ἀναστάσιος ἔπαυσε. καὶ τὴν τῶν κυνῶν δὲ ἐτέλουν πανήγυριν οἱ Ῥωμαῖοι κατὰ τὸν Αὔγουστον μῆνα, ἀναιροῦντες αὐτοὺς ἐκ τῆς ἁλώσεως τῆς ὑπὸ Γάλλων, διότι ἀνύλακτοι ἔμειναν, τῶν χηνῶν ἐκβοησάντων. | ] |
| mu | 63 | [ | Μακεδόνιος· οὗτος πλεῖστα ὅσα κακὰ κατὰ Χριστιανῶν ἐνεδείξατο καὶ τὸν κολοφῶνα τῶν κακῶν, οἷς ἔδρασεν, ἐπιτίθησι· πυθόμενος γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνος πλείστους εἶναι τῆς Ναυατικῆς θρησκείας, καὶ μάλιστα κατὰ τὸ Μαντίνιον, συνιδών τε ὡς οὐχ οἷόν τε τοσοῦτον πλῆθος δι’ ἐκκλησιαστικῶν ἀνθρώπων ἐλαύνεσθαι, τετραρίθμους στρατιώτας γνώμῃ τοῦ βασιλέως ἐπὶ τὴν Παφλαγονίαν πεμφθῆναι πεποίηκεν, ὅπως φόβῳ τῶν πλείστων τὴν Ἀρειανικὴν δόξαν προσδέξωνται. οἱ δὲ ἐκεῖσε ζήλῳ τῆς θρησκείας ἀπονοίᾳ κατὰ τῶν στρατιωτῶν ἐχρήσαντο· καὶ συμβολῆς γενομένης τῶν μὲν Παφλαγόνων συχνοὶ πίπτουσι, τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων πάντες. διὰ τοῦτο προσέκρουσε τῷ βασιλεῖ, ἄλλως τε καὶ ὅτι μετέθηκε τὰ λείψανα τοῦ μεγάλου Κωνσταντίνου· οἱ γὰρ λαοὶ διεκώλυον τοῦτο, ἀνόσιον εἶναι λέγοντες· καὶ συμβαλόντες μάχῃ πολλοὶ ὅσοι πίπτουσιν. ὕστερον δὲ καὶ καθῃρέθη ὁ Μακεδόνιος. | ] |
| mu | 120 | [ | Μάλχος, Βυζάντιος, σοφιστής. ἔγραψεν ἱστορίαν ἀπὸ τῆς βασιλείας Κωνσταντίνου [+] καὶ ἕως Ἀναστασίου· ἐν ᾗ τὰ κατὰ Ζήνωνα καὶ Βασιλίσκον καὶ τὸν ἐμπρησμὸν τῆς δημοσίας βιβλιοθήκης καὶ τῶν ἀγαλμάτων τοῦ Αὐγουσταίου καὶ ἄλλα τινὰ διεξέρχεται μάλα σεμνῶς καὶ τραγῳδίας δίκην ἀποθρηνῶν αὐτά. | ] |
| mu | 149 | [ | Μάνης· ὄνομα Περσοῦ, ὃς ἀποδρὰς ἐκ τῆς τῶν Περσῶν βασιλείας ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου τὰ Χριστιανῶν ἐτάραττε δόγματα. κλίνεται Μάνεντος. | ] |
| mu | 171 | [ | Μαξέντιος, βασιλεὺς Ῥωμαίων, ὃς κακῶς τοὺς Ῥωμαίους ἐπέτριβε τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ’ αὐτῶν, μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας καὶ πολλοὺς ἀναιρῶν καὶ ποιῶν τούτοις ἀκόλουθα. τοῦτο γνοὺς ὁ μέγας Κωνσταντῖνος ῥύσασθαι Ῥωμαίους τῆς ὑπ’ αὐτὸν βασιλείας ἐσπούδαζεν εὐθύς τε φροντίδα ἐτίθει, τίνα τρόπον καθέλοι αὐτόν. ἐν τοιαύτῃ οὖν φροντίδι ὢν περὶ μεσημβρινὰς ἡλίου ὥρας εἶδεν ἐν τῷ οὐρανῷ στῦλον πυρὸς σταυροειδῆ γράφοντα, ἐν τούτῳ νίκα· καὶ γέγονε Χριστιανός. Λικίνιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ψύχων δόξας ἐμίσει Χριστιανοὺς καὶ διωγμὸν μὲν προφανῆ φόβῳ Κωνσταντίνου κινεῖν ὑπεστέλλετο, λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο. προϊὼν δὲ καὶ φανερῶς ἐπεχείρει· καὶ γίνεται διωγμὸς τοπικός. τὸν δὲ Κωνσταντῖνον οὐκ ἐλάνθανε· νόμῳ γὰρ ὁ Λικίνιος τοὺς ἐπισκόπους ἐκέλευε μὴ φοιτᾶν παρ’ ἀλλήλους, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. διακοπείσης δὲ τῆς πλαστῆς φιλίας, εἰς ἀπέχθειαν ἦλθον· καὶ τέλος ἀναιρεῖται ὑπὸ Κωνσταντίνου ὁ Λικίνιος. | ] |
| mu | 230 | [ | Μαρσύας· ἐν τοῖς χρόνοις τῶν Ἰουδαίων Κριτῶν καὶ Μαρσύας ἐγένετο σοφός, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων καὶ χαλκοῦ· ὃς παραφρονήσας ἔρριψεν εἰς ποταμὸν ἑαυτὸν καὶ ἀπώλετο· καὶ ὠνομάσθη ὁ ποταμὸς Μαρσύας· περὶ οὗ μῦθος φέρεται, ὅτι ἑαυτὸν ἀποθεώσας ἀπώλετο. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους ἐγένετο καὶ τὰ κατὰ Ἰάσονα καὶ τοὺς Ἀργοναύτας, ὡς Ἀπολλώνιος ὁ Ῥόδιός φησι. λέγεται μῦθος, ὅτι ἐξεδάρη ὑπὸ Ἀπόλλωνος. καὶ φέρεται λόγος περὶ Ὁρμίσδου τοῦ Πέρσου, ὃς ηὐτομόλησε πρὸς Κωνσταντῖνον τὸν μέγαν. ἐξελθὼν γὰρ ἐπὶ θήραν οὗτος καὶ εἰς τὰ βασίλεια ὑποστραφείς, τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον οὐκ ἐξαναστάντων κατὰ τὸ καθῆκον, ἠπείλησε τὸν Μαρσύου θάνατον αὐτοῖς ἐπιθήσειν. τοῦτο παρά τινος ἀκηκοότος ἀναμαθόντες οἱ τῶν Περσῶν μετὰ θάνατον τοῦ πατρὸς τὸν νεώτερον ἀναγορεύουσι βασιλέα· τὸν δὲ ἀποκλείουσιν ἐν εἱρκτῇ καὶ σιδήροις πεδοῦσιν· ὃν ἡ γαμετὴ διὰ τῆς τοῦ ἰχθύος μηχανῆς ῥίνην εἰσενεγκοῦσα ἐξήγαγε, καὶ ἀποδρὰς ἱκέτης πρὸς Κωνσταντῖνον ἔρχεται. ἡ ἱστορία δήλη. | ] |
| mu | 1065 | [ | Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. | ] |
| nu | 392 | [ | Νικόλαος, Μύρων τῆς Λυκίας, ὁ διάπυρος τῶν Χριστιανῶν καὶ ζηλωτὴς ἱερεύς, ὁ πολλὴν ἔχων πρὸς τὸν θεὸν παρρησίαν. οὗτος οὐκ ἔγραψε μέν, ἐν ὀνείροις δ’ ἐπιστὰς τῷ βασιλεῖ Κωνσταντίνῳ, καὶ τρεῖς στρατηλάτας ἔκ τινος διαβόλου κατακριθέντας τὴν ἐπὶ θανάτῳ ἐρρύσατο, παράκλησιν δι’ εὐχῆς παρ’ αὐτῶν δεξάμενος, καὶ ἄλλους δέ τινας στρατιώτας ὁμοίως ἐκ θανάτου ἐξήρπασε· καὶ οὐ παύεται μέχρι τῆς σήμερον τοὺς τὴν πρεσβείαν αὐτοῦ ἐπικαλουμένους ἀπὸ πάσης ἀνάγκης λυτρούμενος. | ] |
| omicron | 327 | [ | Ὀνάσιμος, Κύπριος ἢ Σπαρτιάτης, ἱστορικὸς καὶ σοφιστής, τῶν ἐπὶ Κωνσταντίνου γενομένων. ἔγραψε Στάσεων διαιρέσεις, Τέχνην δικανικὴν πρὸς Ἀψίνην, Περὶ ἀντιρρητικῆς τέχνης, προγυμνάσματα, μελέτας, ἐγκώμια, καὶ ἄλλα πλεῖστα. | ] |
| omicron | 543 | [ | Ὀρειβάσιος, Σαρδιανός, γνώριμος Ἰουλιανοῦ τοῦ Ῥωμαίων βασιλέως καὶ κοιαίστωρ ὑπ’ αὐτοῦ κατασταθεὶς Κωνσταντίνου πόλεως. ἔγραψε Πρὸς τοὺς ἀποροῦντας τῶν ἰατρῶν βιβλία δʹ, Πρὸς Ἰουλιανὸν [+] τὸν βασιλέα βιβλία οβʹ, Ἐπιτομὴν αὐτῶν ἐν βιβλίοις θʹ, Πρὸς Εὐστάθιον τὸν υἱὸν καὶ Περὶ βασιλείας καὶ Περὶ παθῶν. | ] |
| omicron | 763 | [ | Οὐαλεντινιανός, βασιλεὺς Ῥωμαίων. οὗτος διὰ τῆς μητρὸς Ἰουστίνης παρετράπη τῆς ὀρθῆς πίστεως καὶ ἐξεβλήθη τῆς βασιλείας. καὶ ἐλθὼν πρὸς Θεοδόσιον ἐπαιδεύθη τὴν ὀρθὴν πίστιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόσιος τὴν βασιλικὴν παράταξιν ἑστάναι οὐ δι’ ὅπλων, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. καί, οἶδα, φησίν, Οὐαλεντινιανέ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτω καὶ ὁ Κωνσταντῖνος ὁ μέγας ἀνορθωθεὶς Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεσε, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο, πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν διασπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ ἐξορίας τῶν ἱερέων. ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς ἐκαύθη. ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπιστία Μαξίμῳ εὐχέρειαν συνήνεγκεν. εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθὴν πίστιν μετήγαγεν. | ] |
| omicron | 912 | [ | Οὐλπιανός, Ἀντιοχεὺς τῆς Συρίας, σοφιστής, παιδεύσας πρότερον εἰς Ἔμεσαν, ἐν τοῖς κατὰ τὸν βασιλέα Κωνσταντῖνον χρόνοις. λόγους διαφόρους, μελέτας, διαλέξεις· καὶ ἄλλα τινά. | ] |
| omega | 201 | [ | Ὦρος, Ἀλεξανδρεύς, γραμματικός, παιδεύσας ἐν Κωνσταντίνου πόλει. ἔγραψε Περὶ διχρόνων, Ὅπως τὰ ἐθνικὰ λεκτέον, Λύσεις προτάσεων τῶν Ἡρωδιανοῦ [+], Πίνακα τῶν ἑαυτοῦ, Περὶ ἐγκλιτικῶν μορίων, Ὀρθογραφίαν κατὰ στοιχεῖον, Περὶ τῆς ει διφθόγγου, Ὀρθογραφίαν περὶ τῆς αι διφθόγγου κατὰ Φρυνίχου [+] κατὰ στοιχεῖον, Ἀνθολόγιον, Περὶ γνωμῶν. | ] |
| omega | 265 | [ | Ὠτοκάταξις· τὰ ὦτα τεθλασμένος ἐν παλαίστρᾳ, ὠτοθλαδίας. ὠτοθλαδίας τε καὶ ἐμπινὴς ὤν, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος. καὶ τέλος ὁ μέγας Κωνσταντῖνος τῶν ὤτων ἀναρτηθεὶς εἰς ὀργὴν ἐκπίπτει τοῦ ἁγίου Ἀθανασίου καὶ ὑπερορίαν τοῦ δικαίου καταψηφίζεται. | ] |
| pi | 35 | [ | Παλλάδιος, Παλλαδίου, Μεθωναῖος, σοφιστής. γέγονε δὲ ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως. Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν, Διαλέξεις, λόγους διαφόρους, Ὀλυμπιακόν, Πανηγυρικόν, Δικανικόν. | ] |
| pi | 51 | [ | Παλατῖνοι· εἶδος ἄρτων, οὓς ἐφιλοτιμήσατο τῷ δήμῳ Κωνσταντῖνος ὁ μέγας, καθ’ ὃν ὑπάτευε χρόνον, οὕτως ὀνομάσας αὐτούς, οἷα ἐκ τοῦ παλατίου χορηγουμένους. προσέθηκε δὲ τούτοις καὶ κρέα καὶ οἶνον καὶ ἔλαιον· ὧν μέχρι τινὸς ἡ πόλις ἀπήλαυσε, τῶν ὑπ’ αὐτοῦ ῥιφέντων φέρουσα τὰ γνωρίσματα. | ] |
| pi | 137 | [ | Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώτερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέγιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρχεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συνέσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοικεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπεθάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. | ] |
| pi | 812 | [ | Παῦλος, Αἰγύπτιος ἐκ τῆς Λύκων, σοφιστής, υἱὸς Βησαρίωνος τοῦ καὶ Διδύμου, γεγονὼς ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου. | ] |
| pi | 815 | [ | Παῦπερ· οὕτως ἐκαλεῖτο Κωνστάντιος, ὁ πατὴρ Κωνσταντίνου τοῦ μεγάλου, διὰ τὸ λιτῶς διαιτᾶσθαι, ὡς μηδὲ κοῖλον ἄργυρον κεκτῆσθαι εἰς πλῆθος, μηδ’ ἕτερόν τι πρὸς τρυφὴν βλέπον· ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς ἐκόσμει τὰ βασίλεια. | ] |
| pi | 2302 | [ | Πρίσκος, υἱὸς τοῦ μεγάλου Κωνσταντίνου. καὶ ζήτει αὐτὸν πλατύτερον ἐν τῷ Κρίσκος. | ] |
| pi | 2375 | [ | Προαιρέσιος, Παγκρατίου, Καππαδόκης ἀπὸ Καισαρείας, σοφιστής, μαθητεύσας ἐν Ἀντιοχείᾳ παρὰ Οὐλπιανῷ. γέγονε δὲ πρὸ Λιβανίου κατὰ τὰς Ἀθήνας σοφιστεύων καὶ τιμῶν ἔτυχε τῶν μεγίστων τοῦ αὐτοκράτορος Κωνσταντίνου. μελέτας ῥητορικάς. οὗτος ἐπὶ Ἰουλιανοῦ ἤκμαζε, σύγχρονος Λιβανίῳ τῷ σοφιστῇ· καὶ ὅπως λυποίη τοῦτον ὁ Ἰουλιανός, τὸν Λιβάνιον μεγάλως ἐθαύμαζεν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: