Mani) - urn:cts:greekLit:lagl0410Ctesiphon (Wikidata) (Pleiades)
Gundeshapur (Wikidata)
theologian (Wikidata)
writer (Wikidata)
prophet (Wikidata)
religious leader (Wikidata)
philosopher (Wikidata)
poet (Wikidata)
urn:cts:greekLit:lagl0410.suda001
urn:cts:greekLit:lagl0410.suda002
urn:cts:greekLit:lagl0410.suda003
urn:cts:greekLit:lagl0410.suda004
| alpha | 980 | [ | Ἀκριβής: βέβαιος. ἐλέγετο γὰρ ἀκριβὴς ζηλωτὴς τῆς τοῦ Μάνεντος δόξης. καὶ Ἀκριβοῦς· ἐγνωκέναι τὸ ἀκριβὲς δυναμένου. καὶ Ἀκριβοῦν ὁμοίως. καὶ Ἀκριβῶς. θροῦς ἦν, οἷα δὴ οὐκ ἀκριβῶς κοιμωμένων. ἀντὶ τοῦ ἀληθῶς. | ] |
| epsilon | 3782 | [ | Εὐτυχής· οὗτος ἡγούμενος γέγονεν ἐν Κωνσταντινουπόλει μοναστηρίου, τῆς κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέου μοίρας τρίτος ὑπασπιστής, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον, μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου ὁμολογεῖν· καὶ ἀπηρνεῖτο σῴζεσθαι λέγειν ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενεχθῆναι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. | ] |
| theta | 196 | [ | Θεόφιλος, βασιλεὺς Ῥωμαίων, υἱὸς Μιχαὴλ τοῦ Ἀμοραίου, πατὴρ Μιχαήλ, ὃς ἐς τοσαύτην ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν καὶ τὴν τοῦ Κοπρωνύμου χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνακαινίσας, ὡς μηδενὶ ἥττων ὀφθῆναι τῆς ἐκείνου δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμωμένων πάλαι, διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο, συμμύστην καὶ σύμμαχον καὶ συνίστορα τῆς αἱρέσεως ἔχων ὁ δεύτερος Νεκταναβὼ τὸν φατριάρχην Ἰαννῆν, μᾶλλον δὲ μαντιάρχην ἢ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαάμ, ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἀναφανέντα, λεκανομάντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην. ὑφ' οὗ καὶ τὰ γράμματα παιδευθεὶς ὁ εὐρίπιστος καὶ δείλαιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν· οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσαιτο σχετλιαστικῶς φάσκων· οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. καὶ τὰ ἑξῆς. | ] |
| kappa | 2174 | [ | Κούβρικος· ὁ ἐν τῇ συνηθείᾳ κουκούβρικος. λεγόμενος. ζήτει ἐν τῷ Μάνης. | ] |
| mu | 147 | [ | Μάνης· οὗτος ὁ τρισκατάρατος ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐφάνη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενος· μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος ὁ καὶ Μάνης καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος καὶ βιβλία δʹ τὸ μὲν ἐπωνόμασε τῶν Μυστρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶς οὗτος, ὁ καὶ Τερέβινθος, ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ κατέλυσε, τὰ χρήματα αὐτοῦ καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔ νομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα, ὡς αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοσοῦντος γὰρ καὶ θεραπείας πολλῆς παρὰ τῶν ἰατρῶν τυγχάνοντος, ὁ Κούβρικος ὑπέσχετο χωρὶς ἰατρῶν ἀναστῆσαι αὐτόν· καὶ ἀποστήσας τοὺς ἰατροὺς ἐθανάτωσεν αὐτόν. ὁ οὖν Μάνης οὗτος ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος εἶναι θεοῦ βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάσκων. περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι· Μάνης, ὃς φαντασίᾳ τινὶ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὡς πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπασχε καθ’ ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται ἐπὶ τοῦ Χριστοῦ λέγειν, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις σύγχρονος, ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡς ἕνα τῶν προφητῶν. Παῦλος, ὅθεν καὶ Παυλικιανοί. | ] |
| mu | 149 | [ | Μάνης· ὄνομα Περσοῦ, ὃς ἀποδρὰς ἐκ τῆς τῶν Περσῶν βασιλείας ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου τὰ Χριστιανῶν ἐτάραττε δόγματα. κλίνεται Μάνεντος. | ] |
| mu | 154 | [ | Μανιχαῖος· αἱρεσιάρχης. | ] |
| nu | 252 | [ | Νέρβας, βασιλεὺς τῶν Ῥωμαίων. οὗτος καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην ἀπὸ τῆς ἐξορίας Πάτμου ἀνακαλέσας ἤγαγεν ἐν Ἐφέσῳ· καθ’ ὃν καιρὸν καὶ τὸ τῶν Μανιχαίων ἀνεφάνη δόγμα, αὐτοῦ Μάνεντος φανερῶς ἐξηγουμένου. | ] |
| nu | 260 | [ | Νεστόριος· μετὰ Μάνεντα καὶ Παῦλον καὶ Ἀπολινάριον καὶ Θεόδωρον ἐφάνη Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας, τὸν θρόνον Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀποχρησάμενος Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον ἄσπονδον ἤρατο πόλεμον. τρίτος προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. μετὰ δὲ τοῦτον Εὐτύχης. οὗτος δὲ ὁ Νεστόριος φυσικῶς εὔλαλος ὢν πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν καὶ τὰς τῶν παλαιῶν ἑρμηνεύων βίβλους ἀπηξίου μανθάνειν· τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. | ] |
| pi | 813 | [ | Παῦλος· οὗτος ἐγένετο σύγχρονος Μάνεντι, τὸ γένος Σαμοσατεύς, Ἀντιοχείας τῆς μεγάλης πρόεδρος· ὃς ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐβλασφήμησεν, ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος θεοῦ λόγου. αὗται μὲν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέγεσθαι, τὸ μὲν ἐπ’ ἀναιρέσει τῆς θεότητος, τὸ δὲ τῆς ἀνθρωπότητος. ὅθεν καὶ Παυλικιανοί. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: