David) - urn:cts:greekLit:lagl0383Bethlehem (Wikidata) (Pleiades)
Jerusalem (Wikidata) (Pleiades)
herder (Wikidata)
ruler (Wikidata)
poet (Wikidata)
warlord (Wikidata)
instrumentalist (Wikidata)
monarch (Wikidata)
| alpha | 35 | [ | Ἀβεσαλώμ: ὄνομα κύριον. ὃς τοῦ ἰδίου πατρὸς Δαβὶδ κατεξανέστη καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ ἐν τῷ πολέμῳ. | ] |
| alpha | 104 | [ | Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. | ] |
| alpha | 234 | [ | Ἁγίασμα: ὁ θεῖος νεώς. Δαβίδ· ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. καὶ Ἁγιαστία, ἡ ἁγιωσύνη. ἀγιστεία δὲ διφθόγγῳ. | ] |
| alpha | 449 | [ | Ἄδερ· ὁ ἀλιτήριος, ὁ ἐπαναστὰς Σολομῶντι. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἓξ, φυγὼν οὗτος ἧκε πρὸς Φαραὼ τὸν Αἰγύπτου βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφήν καὶ γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὐτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς αὐτῷ γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίνοντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθῶν ἐσπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ’ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ’ αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῶνι ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι. | ] |
| alpha | 797 | [ | Ἄκανθα: ἡ ἁμαρτία. Δαβίδ· ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. ὡς ἄχρηστον βλάστημα καὶ ὡς κεντεῖν πεφυκός. | ] |
| alpha | 862 | [ | Ἀκηδία: ῥᾳθυμία, ἀχθηδὼν, λύπη. Δαβίδ· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου. | ] |
| alpha | 1348 | [ | Ἀλλοτρίως: πολεμίως. καὶ ὁ Δαβίδ· καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. τουτέστι τῶν δυσμενῶν. | ] |
| alpha | 1637 | [ | Ἄμωμος: ὁ καθαρός. καὶ ἀναίτιος. Δαβίδ· τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. | ] |
| alpha | 1801 | [ | Ἀναβάσεις: αἱ προκοπαί, εἰς τὸ ἐναντίον δὲ καταβάσεις. καὶ Ἀναβάσεις καρδίας, οἱ εὐσεβεῖς περὶ θεοῦ λογισμοί. Δαβίδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. | ] |
| alpha | 2517 | [ | Ἀνθομολογησόμεθα: ἀντὶ τοῦ εὐχαριστήσομεν. Δαβίδ· ἀνθομολογησόμεθά σοι ὁ θεός. ὑπὲρ τῆς εὐεργεσίας ὁμολογοῦμεν χάριτας καὶ ἀναγράπτους ταύτας ποιήσομεν. καὶ Ἀνθωμολογεῖτο, διηγεῖτο. ὁ δὲ ἀνθωμολογεῖτο πρός τινας τῶν ἐν Ῥώμη μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς. καὶ αὖθις· ταῦτα μὲν οὖν ἀνθωμολογήσαντο πρὸς ἀλλήλους. ἀντὶ τοῦ συνέθεντο, συνεφώνησαν. καὶ αὖθις· περὶ Σωκράτους τάδε ἐγράψατο καὶ ἀνθωμολογήσατο Μέλητος. | ] |
| alpha | 2826 | [ | Ἀξίωμα: ἡ ἱκετεία. Δαβίδ· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σοῦ, Kύριε. | ] |
| alpha | 3431 | [ | Ἀπολύων· αἰτιατικῇ. τῷ θανάτῳ παραπέμπων. ὁ Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. ἄλλος δὲ ἑρμηνεὺς ἀπὸ ὀλίγων φησίν. | ] |
| alpha | 3531 | [ | Ἀποσκορακίζει: εὐτελίζει, ἐξορίζει, διώκει. οἱ δὲ εἶπον ἀντὶ τοῦ ἀπορρίψει. Δαβίδ· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἀπὸ ἱστορίας· τὸ γὰρ ἐς κόρακας ὕβρις ἦν παρὰ τοῖς παλαιοῖς. | ] |
| alpha | 4138 | [ | Ἀσεβῶν: παρὰ τῷ Δαβὶδ τῶν τὸν θεὸν ἀγνοούντων. | ] |
| alpha | 4177 | [ | Ἀσκὸς ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ. ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται καὶ φυσώμενος ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀσκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· ἀλλ’ ὑποπιέζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. καὶ Ἀσκὸς Κτησιφῶντος· Ἀριστοφάνης· κατὰ τὰ πάτρια τοὺς χοὰς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται. ἐν γὰρ ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανε. πρὸς σάλπιγγας δὲ ἔπινον. ὁ δὲ Κτησιφῶν ὡς παχὺς καὶ προγάστωρ ἐσκώπτετο. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ’ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνας ἑστάναι, τὸν προπιόντα δὲ ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. καὶ Ἀσκοφορεῖν. ἐν ταῖς Διονυσιακαῖς πομπαῖς, τὰ μὲν ὑπὸ τῶν ἀστῶν ἐπράττετο, τὰ δὲ τοῖς μετοίκοις ποιεῖν ὑπὸ τῶν νομοθετησάντων προσετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶνας ἐνεδύοντο χρῶμα ἔχοντας φοινικοῦν καὶ σκάφος ἔφερον· ὅθεν σκαφηφόροι προσηγορεύοντο. οἱ δὲ ἀστοὶ ἐσθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀσκοὺς ἐπ’ ὤμων ἔφερον· ὅθεν ἀσκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀσκῷ μορμολύττεσθαι, ἐπὶ τῶν εἰκῆ καὶ διακενῆς δεδιττομένων. καὶ Ἀσκωλίαζον· ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸς τὴν αἶγα οὕτως ἔχον· κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δ’ ἔτι καρποφορήσω, ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ. Ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίως ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυσημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλίσθαινον· καθάπερ Εὔβουλος ἐν Δαμαλίᾳ φησὶν οὕτως· καὶ πρός γε τούτοις ἀσκὸν ἐς μέσον καταθέντες ἐνάλλεσθε καὶ καγχάζετε ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος. καὶ Ἀσκωλιάζοντς, ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι, ὑστερούμενοι τῶν κατὰ φύσιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην την ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χοροδέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀσκωλιασμὸς ὁμοίως, τὸ ἐφ’ ἑνὸς ποδὸς βαίνειν. ὅτι οἱ ἀσκοὶ ἁλσὶ σμηχόμενοι βελτίονες γίνονται. | ] |
| alpha | 4333 | [ | Ἀτεκνία: ἡ λήθη. Δαβίδ· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυλαττομένης τῆς μνήμης. | ] |
| alpha | 4657 | [ | Ἄφρων καὶ ἄνους: διαφέρει ἄφρων καὶ ἄνους. ἀνόητόν φασι τὸν καλούμενον σοφὸν, ὡς συνιέναι τὸ δέον οὐκ ἐθελήσαντα, ἀμαθῆ δὲ τὸν τῆς σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. ὁ Δαβὶδ δὲ ἔφησεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. | ] |
| alpha | 4694 | [ | Ἀχίας· προφήτης οὗτος ἐπὶ Ἱεροβοὰμ βασιλέως τῶν Ἑβραίων ἦν. κάμνοντος δ’ αὐτῷ κατ’ ἐκεῖνον καιρὸν τοῦ παιδὸς, τὴν γυναῖκα αὐτοῦ προσέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίας, περὶ τῆς τοῦ παιδὸς ὑγείας, μετασχηματισαμένης τὴν στολήν. μελλούσης δὲ αὐτῆς εἰς τὴν οἰκίαν εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας, ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούσης ὡς ξένης ἀνεβόησεν· εἴσελθε, ὦ γύναι· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις. ἄπελθε δὲ πρὸς τὸν ἄνδρα· τάδε λέγει κύριος· ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα, καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαβὶδ γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατεσκεύασας καὶ τούτους τιμᾶς, σὲ πάλιν καθαιρήσω καὶ πᾶν ἐξολοθρεύσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν γενέσθαι ποιήσω. μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, διότι τοῖς σοῖς ἀσεβήμασι κατηκολούθησε. τὸν δὲ σὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν. | ] |
| beta | 136 | [ | Βασάν: αἰσχύνη. εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω. ὁ Δαβίδ φησι. | ] |
| beta | 276 | [ | Βίβλοι θεοῦ: ἡ γνῶσις αὐτὴ καὶ ἡ ἄληστος μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. | ] |
| beta | 523 | [ | Βραχίων: τροπικῶς ἡ δύναμις, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεσθαι πεφύκασιν οἱ ἄνθρωποι. Δαβίδ· ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται. | ] |
| gamma | 68 | [ | Γαστήρ: ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ οὐ κοιλίας. καὶ παροιμία· γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἡ πλήρης μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαστριμαργούντων. Γαστέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογισμῶν ταμεῖον ἐκάλεσεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. | ] |
| gamma | 229 | [ | Γῆ ζώντων: ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Δαβίδ· ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. | ] |
| gamma | 319 | [ | Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον. | ] |
| gamma | 421 | [ | Γραμματίας: ἐξαριθμήσεις. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίας· ὅμως εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου. | ] |
| delta | 94 | [ | Δαυίδ, προφήτης, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃς μετὰ τὸ βασιλεῦσαι ἐπορεύετο μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ ἦν μετ’ αὐτοῦ. εἶχε δὲ δυνατοὺς ἄνδρας λζʹ, ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ρʹ, τὸν δὲ μέγαν πρὸς χιλίους ἄνδρας. δυνατοὶ καὶ ἀκαταγώνιστοι πρὸς τοὺς ἐναντίους, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα, κοῦφοι τοῖς ποσίν, ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τρέχοντες. ἡ κατασκευὴ αὐτῶν ἔκπληκτος, τὰ πρόσωπα αὐτῶν ὡς λεόντων. τοὺς δὲ πολεμιστάς, οὓς εἶχε Δαβὶδ μετ’ αὐτοῦ, μυριάδες τλβʹ καθὼς ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προφήτην πρὸς Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριος ὁ θεός· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆνας τρεῖς φεύγειν ἔμπροσθεν τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. καὶ εἶπε Δαβίδ· στενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὗτοι τὰ πρόβατα· γενέσθω δὴ ἡ χείρ σου ἐπ’ ἐμοί. καὶ παρακληθεὶς ὁ κύριος ἀπέστειλε τὴν χεῖρα αὐτοῦ καὶ συνέσχεν ἡ θραῦσις, καὶ ᾠκοδόμησεν ἐκεῖ Δαβὶδ θυσιαστήριον. | ] |
| delta | 95 | [ | Δαυίδ, βασιλεὺς Ἰσραήλ. διώκοντος αὐτὸν τοῦ Σαούλ, ἐμπεσόντος δὲ τοῦ Σαοὺλ εἰς χεῖρας τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίς, καὶ μηδὲν ἀδικηθέντος, ἔφη Δαβὶδ ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπανθρωπότατον· ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσει με ἐκ χειρός σου. ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ, καθὼς λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. καὶ ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον καὶ τοξευθεὶς τὰ ὑποχόνδρια ἐτελεύτησεν. οὗτος ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ καὶ πάντας πολεμίους ἐχειρώσατο ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσε γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. καὶ ταῦτα μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετος καὶ ἀνδρεῖος ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς πράξεις, ἀλλ’ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, νοῆσαί τε καὶ συνιδεῖν περὶ τὰς τῶν μελλόντων καὶ τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων, ἐπιεικής, χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅσον οὐκ ἄλλος βασιλεὺς οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰς βασιλέα τρίτον ἐχρίσθη. | ] |
| delta | 96 | [ | Δαυίδειος σορός· καὶ Δαυίδειον μέλος, τὸ τοῦ Δαβίδ. | ] |
| delta | 564 | [ | Διαθήκη καὶ ὁ νόμος. Δαβίδ· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. εἴρηκε γάρ, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. οἱ δὲ οὐκ ἤκουσαν αὐτοῦ. | ] |
| delta | 577 | [ | Διακενῆς· ἄνευ τινὸς προφάσεως. Δαβίδ· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. | ] |
| delta | 636 | [ | Διαλογή· διάλεξις, ὁμιλία· Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. | ] |
| delta | 933 | [ | Διεξόδους ὑδάτων· ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο τὰ δάκρυα. Δαβίδ· διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου. Διέξοδοι οὖν ὑδάτων οἱ ὀχετοί. | ] |
| delta | 965 | [ | Διέστειλεν· ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρήσατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. Δαβίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτῶν. | ] |
| delta | 1075 | [ | Δικαιοσύνη καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτησις, ὡς ὁ ψάλλων· Δαυίδ· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. | ] |
| delta | 1352 | [ | Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου, οὗ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. οὗτος σὺν τῷ βασκάνῳ δαίμονι νεμεσήσας τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆς ἀρχῆς. καὶ πονηρῶς τὰ πράγματα Ῥωμαίων διαθεὶς οὐδὲν ὠμότητος οὐδὲ πλεονεξίας οὐδὲ φονικῆς ἐνεργείας ἢ ἑτέρου τινὸς παραλέλοιπεν εἶδος ἢ σπούδασμα, μετὰ τοῦ καὶ ἀκρατὴς εἶναι καὶ ἀκόλαστος τὰ περὶ τὸ σῶμα. οὗτος καὶ Νέρβαν μετέστησεν ὡς ἐπιβουλεύοντα τῇ βασιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡς φίλον Νέρβᾳ, συλλαβὼν ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόσοφος οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παρ’ αὐτοῦ καὶ ἐπιπλήττων τοῖς πραττομένοις, αἰσχυνθεὶς διαφῆκεν αὐτόν. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι· ἄφαντον γενέσθαι παραχρῆμα. οὗτος καὶ τοὺς φιλοσόφους καὶ μαθηματικοὺς ἐφυγάδευσεν ἀπὸ Ῥώμης. ἐπὶ τούτου καὶ Ἰωάννης ὁ Εὐαγγελιστὴς εἰς Πάτμον ἐξορίζεται. καὶ τοὺς ἀπὸ τοῦ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξε, καὶ Χριστιανοὶ πολλοὶ ἐπ’ αὐτοῦ μαρτυροῦσι. Νέρβας δὲ ἀπολύει τῆς ἐξορίας Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸς δὲ πολλὰ ἀνορθώσας καὶ Λαζοῖς ἤτοι Κόλχοις βασιλέα ἐπέστησεν. οὐκ εὐβούλως δὲ τῆς Μεσοποταμίας παραχωρεῖ Πέρσαις δεηθεῖσιν αὐτοῦ, κτηθείσης ὑπὸ Τραιανοῦ Ῥωμαίοις, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆς ἀρχῆς. οὗτος διὰ τὸ φονικὸν καὶ θηριῶδες ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται καὶ παρασκευασαμένους εἰσπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήσαντος γοῦν ἐκείνου. | ] |
| delta | 1577 | [ | Δυνάστην ἡ θεία γραφὴ τὸν διάβολον ἐκάλεσε· φησὶ γὰρ ὁ Δαβίδ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου. τουτέστι τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γεγενημένην τηνικαῦτα θεοῦ. | ] |
| alphaiota | 255 | [ | Αἰών· ὁ νωτιαῖος μυελός· ἢ χρόνος ἀΐδιος. σημαίνει δὲ εʹ. Αἰὼν καὶ ὁ παρὼν βίος. Δαβίδ· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. | ] |
| alphaiota | 363 | [ | Αἴτημα· ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. | ] |
| epsilon | 50 | [ | Ἐγενήθη· ἐπὶ τῆς ποιήσεως δι’ ἑνὸς ν, ἐπὶ δὲ τῆς κυήσεως διὰ δύο. καὶ Δαβίδ· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος. τουτέστιν οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα. | ] |
| epsilon | 67 | [ | Ἐγκάθηται· ἐνεδρεύει. Δαβίδ· ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων. ἢ ἐν ἕδρᾳ. | ] |
| epsilon | 623 | [ | Ἔκστασις· ἡ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέρριμμαι. ᾤμην, φησί, τῇ ἁμαρτίᾳ περιπεσὼν πόρρω τῆς σῆς γεγενῆσθαι κηδεμονίας· τὴν γὰρ τῆς δικαιοσύνης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης καὶ ἐξετράπη. προσέπταισε δὲ καὶ περιέπεσε τοῖς ὠμοβόροις γενέσθαι. | ] |
| epsilon | 888 | [ | Ἐλογίσατο· ἐλάλησεν. ἐφθέγξατο. Δαβίδ· ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. | ] |
| epsilon | 1230 | [ | Ἐνεκότουν· Δαβίδ· καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. τουτέστι μετ’ ὀργῆς ἠναντιώθησάν μοι. | ] |
| epsilon | 1479 | [ | Ἐντός· οἱ λογισμοὶ καὶ αἱ ἐνθυμήσεις καὶ πάντα τὰ τῆς ψυχῆς κινήματα. Δαβίδ· καὶ πάντα τὰ ἐντός μου. | ] |
| epsilon | 1549 | [ | Ἐξάπινα· ἐξαίφνης. ἢ κυκλόθεν. Δαβίδ· ἐξάπινα κατατοξεύσουσιν. | ] |
| epsilon | 1785 | [ | Ἐξόδων· ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν. | ] |
| epsilon | 1915 | [ | Ἐπαγγέλλει· ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύεται. ἐπαγγέλλει τε τὴν ἐπὶ Ἰταλίας ἔξοδον. καὶ αὖθις· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτόν, καὶ κελεύει θαρρεῖν, καὶ εἴ τι θέλοι ἐπαγγέλλειν. ( ἀντὶ τοῦ αἰτεῖσθαι. ) ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος. καὶ αὖθις Ἐπαγγέλλοντος, ἀντὶ τοῦ ἐπιτάσσοντος. εἰθισμένον δὲ ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γένοιτο, Ἰουστῖνος ὁ βασιλεὺς οὔτε ἐπήγγειλεν οὔτε τοῖς πραττομένοις ξυνεπίστασθαι οἷός τε ἦν. ἐν τῷ σπηλαίῳ καθειργμένος ὁ Δαβὶδ καὶ τοὺς πολεμίους ὁρῶν τὸν θεῖον ἔλεον ἐπαγγέλλει, ἐλέησόν με, ὁ θεός, ἐλέησόν με. | ] |
| epsilon | 2009 | [ | Ἐπαινεῖσθε· ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. | ] |
| epsilon | 2964 | [ | Ἐρημικῷ· ἐν ἐρήμοις διάγοντι. Δαβίδ· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ. | ] |
| epsilon | 3330 | [ | Ἐτυρώθη· ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. | ] |
| epsilon | 3487 | [ | Εὐθέος· φανεροῦ, εὐθοῦς. καὶ ὁ Δαβίδ· τοῖς εὐθέσι πρέπει αἴνεσις. τουτέστι τοῖς τὸν θεὸν ἐπεγνωκόσι καὶ πλάνης ἀπηλλαγμένοις. Εὐθέως δὲ τὸ ἐπιρρηματικόν. | ] |
| epsilon | 3687 | [ | Εὐρίζῳ· Δαβίδ· εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ἀντὶ τοῦ ἐπιμόνῳ, καλῶς ἐρριζωμένῳ. | ] |
| epsilon | 4026 | [ | Ἐχθρὸς καὶ ἐκδικητής· παρὰ τῷ Δαβὶδ ὁ διάβολος. | ] |
| zeta | 188 | [ | Ζυγός· ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. καὶ ὁ Χριστός· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. καὶ ζυγὸν τὴν τοῦ νόμου βαρύτητά φησιν ὁ Δαβίδ. | ] |
| epsiloniota | 93 | [ | Εἰκών, εἰκόνος· ὁμοίωμα. Δαβίδ· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ἡ γὰρ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. εἰκόνας δύο κειμένας τῆς πόλεως ἐν πάνυ καλῷ. | ] |
| epsiloniota | 240 | [ | Εἰσβολή· ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή, παραδοχή, συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται, ἐνώτισις, σύνεσις, προσοχή. τὰ ῥήματά μου ἐνώτισαι, καὶ τὰ ἑξῆς. καὶ ἐνώτισις μέν ἐστι σύνοψις τῶν ῥημάτων, σύνεσις δὲ ἐπίληψις τῶν πραγμάτων, προσοχὴ δὲ τελείωσις τῆς ἐφέσεως. | ] |
| eta | 296 | [ | Ἡμέρα δυνάμεως· ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφάνεια. Δαβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. | ] |
| eta | 299 | [ | Ἡμέρα πονηρά· ἡ τῆς κρίσεως ἡμέρα, ἡ αἰωνία κόλασις. Δαβίδ· τοῦ πραῧναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα δεχόμενος πραότερον τὸ κριτήριον ἕξει. | ] |
| iota | 172 | [ | Ἱεροβοάμ, ἀδελφὸς Γεδεών, πλείστας εἶχε γυναῖκας, ἐξ ὧν υἱοὺς οʹ πεποίητο καὶ ἕνα ἐκ παλλακῆς. ὅτι Ἰωνάθαν εἰς Γαριζὶν ἀνελθὼν( ὅπερ ἅγιον ὄρος ἑρμηνεύεται) μῦθόν τινα διηγησάμενος προεδήλωσε τοῦ τε Ἀβιμέλεχ καὶ τῶν ὑπηκόων τὴν μέλλουσαν ἔχθραν ἀποβήσεσθαι. ὅτι Ἱεροβοὰμ ὑπονοήσας, εἰ ἀνέρχοιτο ὁ λαὸς εἰς Ἱερουσαλὴμ προσκυνήσων, ἐπιστρέψειν αὐτοὺς ἀπὸ τῆς ἀποστασίας ἐπὶ τὸ Δαβὶδ γένος, δαμάλεις δύο χρυσᾶς, τὴν μὲν ἐν Βεθήλ, τὴν δὲ ἐν φυλῇ Δὰν ἀναθείς, ἐκέλευε τούτους ἡγεῖσθαι θεούς, οἳ ἐξήγαγον τοὺς πατέρας ἐκ γῆς Αἰγύπτου· κἀνταῦθα προσκυνεῖν ἐδικαίου παραιτουμένους Ἱερουσαλήμ, προφάσει πορείας τῆς πολλῆς· ἱερεῖς τε ὡς ἔτυχεν ἐπέστησε· τοὺς γὰρ Λευίτας ἐξέωσεν εἰς Ἱερουσαλήμ, ἑορτὰς δὲ τὰς αὐτὰς ἔταξε ταῖς ἐν τῷ ναῷ. καὶ ὁ λαὸς εὐδιάφθορος ὢν ἐξηκολούθησεν οὐκ ἄκων. | ] |
| iota | 463 | [ | Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ’ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ [+] λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον [+] καὶ Μάρκον [+] καὶ Λουκᾶν [+] ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπ’ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμάτων αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ’ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ. | ] |
| theta | 54 | [ | Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, Ἠσαΐας καὶ Ἰεζεκιὴλ ὀνομάζουσι. Σαβὰ δὲ Αἰθιοπικὸν ἔθνος. ἀλλὰ Λίβυες μέν, οἱ καὶ Ἄφροι προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι τμήματα, Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια, Ἄραβες δὲ τὴν μέσην ἤπειρον, οἱ δὲ Νησιῶται τῆς θαλάσσης τὰ μέσα. τούτους ἔφης προπεσεῖσθαι ἐνώπιον τοῦ θεοῦ. ἐνώπιον τοῦ θεοῦ προπεσοῦνται Αἰθίοπες. Δαβίδ. | ] |
| theta | 179 | [ | Θεός· Δαβίδ φησι· πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα. ἔνθεν καὶ τὸ τρισάγιον ἡμῖν ἐξύμνηται. | ] |
| theta | 190 | [ | Θεοί· οἱ κατ' εἰκόνα θείαν γεγενημένοι καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. ὁ τούτων θεὸς συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον. καὶ Δαβίδ· θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν, καὶ τὰ ἑξῆς. | ] |
| theta | 469 | [ | Θραῦσις· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. Δαβίδ· καὶ ἐκόπασεν ἡ θραῦσις. | ] |
| theta | 508 | [ | Θρόνος· φησὶν ἡ γραφή· κεκάθικεν ἐπὶ θρόνου Δαβὶδ τὸ σπέρμα Ἰεχονίου. θρόνον δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγων. καὶ Θρόνος ἀνομίας, οἱ ἄδικοι κριταί. | ] |
| theta | 604 | [ | Θύραι οὐρανοῦ· ἡ ἄνωθεν χορηγία. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Δαβίδ· καὶ θύρας οὐρανοῦ ἠνέῳξε. | ] |
| kappa | 408 | [ | Καρωθείς· βαρηθεὶς τῇ κεφαλῇ. ὁ δὲ Δαβὶδ βάλλει ἐπὶ τὸν Γολιὰθ εἰς τὸ μέτωπον, καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου· ὡς εὐθὺς καρωθέντα πεσεῖν ἐπὶ τὴν ὄψιν. καὶ Κεκαρωμένος· ὁ δὲ τὴν καρδίαν ταῖς τιμαῖς ἤδη κεκαρωμένος παρέδωκεν ἑαυτὸν εἰς τὴν ὁδόν. | ] |
| kappa | 451 | [ | Κασσία· ὄνομα πόλεως. σημαίνει δὲ καὶ κύριον ὄνομα θυγατρὸς τοῦ Ἰώβ. ἔστι δὲ καὶ εἶδος ἀρωματικοῦ. καὶ Δαβίδ· σμύρνα καὶ στακτὴ καὶ κασσία. | ] |
| kappa | 678 | [ | Κατανυγείς· λυπηθείς, μεταγνούς. καὶ ἀντὶ τοῦ σιωπῶ. Δαβίδ· ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. ἀντὶ τοῦ σιωπήσω. | ] |
| kappa | 696 | [ | Κατάπαυσις· ἡ γῆ τῆς ἐπαγγελίας. Δαβίδ· εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. | ] |
| kappa | 1010 | [ | Κατεύθυνεν· ἐπέτυχεν. Δαβίδ· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. καὶ Κατευθύνθη. | ] |
| kappa | 1228 | [ | Κέδροι· δένδρη ὑψίκομα καὶ ἄκαρπα· αἷς ἀπεικάζει Δαβὶδ τὴν εἰδωλολατρίαν. | ] |
| kappa | 1264 | [ | Κεκράξομαι· οὐκ ἐπὶ φωνῆς, ἀλλ’ ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς. Δαβίδ· πρὸς σέ, κύριε, κεκράξομαι. | ] |
| kappa | 1370 | [ | Κέρας· ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Δαβίδ· ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ. | ] |
| kappa | 1677 | [ | Κισσῶ· τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. Δαβίδ· ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. | ] |
| kappa | 1784 | [ | Κλῆρος· μέτρον γῆς. ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. φωσφόρος, ὦ σώτειρ’ , ἐπὶ Παλλάδος ἕσταθι κλήρων, Ἄρτεμι. ὅτι Ἰακὼβ τοὺς ιβʹ ἐσχηκὼς υἱοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀριθμεῖν καὶ εὑρὼν τὸν Λευὶ δέκατον τῷ θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἀποδιδράσκειν αὐτόν· πάντα ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι. διὰ τοῦτο ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατείας θυσίας προσήνεγκε τῷ θεῷ ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῇ κατὰ νόμον θυσίᾳ τε καὶ λειτουργίᾳ προσεδρεύοντες Λευίται κέκληνται, οἱ δὲ κατὰ τὴν τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσηγορεύθησαν, διὰ τὸ γεγράφθαι· οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ. ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος. Κλήρους δὲ ὁ Δαβὶδ τὰς τῶν πραγμάτων μεταβολὰς καλεῖ, πλοῦτον καὶ πενίαν, δουλείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον. ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. | ] |
| kappa | 2303 | [ | Κωτίλη· ἡ λόγοις ἀπατῶσα, καὶ Κωτίλος, πανοῦργος, ἢ κόλαξ, ἀπατεών. ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετ’ ἀοιδᾶς ψαλμός. καὶ Δαβὶδ κωτίλοις κέχρηται λόγοις φενακίσαι πειρώμενος· φησὶ γάρ· τῷ στόματι αὐτῶν ηὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. | ] |
| kappa | 2307 | [ | Κωφῆς· Δαβίδ· ὡσεὶ ἀσπίδος κωφῆς. οὐ τῆς κατὰ φύσιν κωφευούσης, ἀλλὰ βυούσης τὰ ὦτα καὶ ἀπωθουμένης τὴν ἐπῳδήν. | ] |
| kappa | 2422 | [ | Κρίματα· αἱ οἰκονομίαι. Δαβίδ· γινώσκεται κύριος κρίματα ποιῶν. τουτέστι δικαίως οἰκονομῶν. καὶ τὰ ὑπὸ θεοῦ γινόμενα θαύματα. ζήτει ἐν τῷ δικαιώματα. | ] |
| kappa | 2508 | [ | Κρύφιοι· οἱ πονηροὶ λογισμοί. Δαβίδ· ἐκ τῶν κρυφίων μου καθάρισόν με. καὶ κρύφιον. | ] |
| lambda | 12 | [ | Λάγανα· πλακουντάρια, ὡς καπυρώδη. παρὰ τὸ λαγαρύ. καί, λαγαριζόμενον καὶ τρώγοντα τὸ μηδέν. καὶ Δαβὶδ θύσας ἐπὶ τῇ τῆς κιβωτοῦ μεταθέσει γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διέδωκε κολλουρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λαγανιστὸν καὶ μερίδα θύματος. | ] |
| lambda | 61 | [ | Λάκκος· ὁ θάνατος· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται. Δαβίδ· καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. καὶ τοὺς μεγάλους κινδύνους οὕτως ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. λύσις ὀνείρου· λάκκῳ καθεῖναι σαυτὸν οὐ καλὸν τόδε. | ] |
| lambda | 461 | [ | Ληνὸς καὶ προλήνιον· αἱ ἐκκλησίαι παρὰ τῷ Δαβίδ. καὶ Ληνοβάται, οἱ ἱερεῖς. | ] |
| lambda | 643 | [ | Λογίαι· ἐκλογαί, καρποφορίαι. καὶ Λόγιον, ἡ ὑπόσχεσις ἡ θεία, καὶ ἡ θεόπνευστος γραφή. καὶ Λόγος. Δαβίδ· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Λόγιος δὲ ὁ φρόνιμος. | ] |
| lambda | 876 | [ | Λυτρωτής· ὁ Δαβίδ φησι· κύριε, βοηθέ μου καὶ λυτρωτά μου. κύριος ὡς ποιητὴς καὶ δημιουργός, βοηθὸς δὲ ὡς τὴν ἐκ τοῦ νόμου βοήθειαν δεδωκώς· νόμον γάρ, φησίν, εἰς βοήθειαν δέδωκε. λυτρωτὴς δὲ ὡς διὰ τῆς παλιγγενεσίας τοῦ βαπτίσματος τῆς προτέρας ἐλευθερώσας φθορᾶς καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενος καὶ ἀφθαρσίαν καὶ ἀθανασίαν δωρούμενος. ὅτι ὁ ἀφεδρὼν καὶ λυτρώνων βάρβαρα. καὶ ζήτει ἐν τῷ ἀφεδρών. | ] |
| mu | 800 | [ | Μετοχή· ὁ περίβολος. Δαβίδ· ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό. | ] |
| mu | 902 | [ | Μὴ καταπραΰνῃς· μὴ μακροθυμήσῃς, μὴ ἠρεμήσῃς. Δαβίδ· μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ θεός. | ] |
| mu | 1224 | [ | Μονογενῆ· τὴν μονότητα. Δαβίδ· καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. | ] |
| mu | 1228 | [ | Μονόκερως· ζῷον, ὃ παρὰ τῆς φύσεως ἓν κέρας ἔλαβεν. οὕτω καὶ οἱ τῆς εὐσεβείας τρόφιμοι μίαν προσκυνοῦσι θεότητα. Δαβίδ· καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. | ] |
| omicron | 48 | [ | Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς· τὸ λεγόμενον. Ἀριστοφάνης Ἀναγύρῳ· ὅρμου παρόντος, τὴν ἀτραπὸν κατερρύην. καὶ ὁδῷ· βίῳ, ἔργῳ, πίστει. Δαυίδ· καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. | ] |
| omicron | 65 | [ | Ὀζᾶν· ὅτι Δαβὶδ μετὰ τὸ νικῆσαι τοὺς Παλαιστίνους συναθροίσας πάντας τοὺς ἐν ἀκμῇ παραγίνεται ἐπὶ τὴν κιβωτόν, ἣ ἔκειτο εἰς Καριαθαμά· ἣν βαστάσαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας, ἐπιθέντες ἐφ’ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ βοῦν. προῆγε δ’ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τὸ πλῆθος, ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος ἐπιχώριον, σύν τε ὄχλῳ ποικίλῳ κρουμάτων καὶ ὀρχήσεων καὶ ψαλμῶν, κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. ὡς δ’ ἧκον ἄχρι Χείδονος ἅλωνος, οὕτω καλουμένου τόπου, τελευτᾷ Ὀζᾶς κατ’ ὀργὴν θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτόν, ἐκτείναντος τὴν χεῖρα καὶ κατασχεῖν θελήσαντος, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησεν. ὁ δὲ λαὸς καὶ ὁ βασιλεὺς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ. | ] |
| omicron | 375 | [ | Ὀνόματα· γνῶσις. Δαβίδ· ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. τουτέστι διαφορὰς καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν· οὐ γὰρ ὀνόμασι κεχρημένος ὁ θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα καὶ λόγου ἐστερημένα· ἄνθρωποι δὲ ταῦτα ἔθεσαν. | ] |
| omicron | 485 | [ | Ὅπως καὶ Ὁπωσοῦν. Δαβίδ· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς. τὸ ὅπως οὐκ ἔστιν αἰτίας δηλωτικὸν, ἀλλ’ ἐκβάσεως. καὶ Ὁπωστιοῦν. τὸ γὰρ Λουκούλλου στράτευμα στασιάζον ἀεί, τοῦτο παραλαβὼν ὁ Πομπήϊος οὐδ’ ὁπωστιοῦν στασιάζοντας ἔσχεν. | ] |
| omicron | 870 | [ | Οὐκ ἐξελεύσῃ· ἀντὶ τοῦ οὐ στρατηγήσεις ἡμῶν. Δαβίδ· καὶ οὐκ ἐξελεύσῃ ὁ θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. | ] |
| omicron | 974 | [ | Οὔτοι· ἀντὶ τοῦ οὐ μήν. Δαβὶδ εἶπεν ὑπὸ κυρίου πειραζόμενος· στενά μοι πάντοθεν τὰ τρία ἐπιτίμια· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὔτοι τὰ πρόβατα. ἀντὶ τοῦ οὐδαμῶς. | ] |
| omega | 1 | [ | Ὦα· μηλωτή, διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. Ὦαν ἐκάλεσεν ὁ Δαβὶδ ὃ καλοῦμεν περιτραχήλιον· οἱ δὲ στόμα ἐνδύματος εἰρήκασιν· οἱ δὲ τὴν ἀνάκλασιν τοῦ ἱματίου. ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. | ] |
| omega | 24 | [ | Ὠδῖνες θανάτου καὶ παγίδες· οἱ θανατηφόροι κίνδυνοι. Δαβίδ· ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου. Ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τοκετοῦ τῆς τικτούσης ὀδύναι. τοιγαροῦν ἐκ τῆς μεταφορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται αἱ αὐτῷ προσπελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. | ] |
| omega | 215 | [ | Ὡσαννά· δόξα σημαίνει. καὶ γὰρ ἄλλος εὐαγγελιστὴς λέγει· εἰρήνη τῷ υἱῷ Δαβίδ. καὶ ὁ ἕτερος· δόξα τῷ υἱῷ Δαβίδ. ὥστε τὸ ὡσαννὰ τὸ δόξα σημαίνει. παρά τισι δὲ σῶσον δή. οὐκ ὀρθῶς. | ] |
| pi | 338 | [ | Παραζήλου· παρερεθίζου, παροξύνου εἰς μίμησιν τῶν κακίᾳ συζώντων. Δαβίδ· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ. | ] |
| pi | 732 | [ | Παροικία· ἡ παροῦσα ζωή. Δαυίδ. ὅτι πάροικος ἐγὼ καὶ παρεπίδημος. | ] |
| pi | 850 | [ | Παῖδες· οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ οἱ νέοι. Δαβίδ· αἰνεῖτε παῖδες κύριον. ἀντὶ τοῦ οἱ δοῦλοι. | ] |
| pi | 1083 | [ | Περιβόλαιον· περιβολή, ἔνδυμα. ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται, μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. | ] |
| pi | 1229 | [ | Περιοχή· περιπέτεια καὶ ὑπόθεσις, θλίψις, συνοχή. καὶ ὁ Δαβίδ· ἐν πόλει περιοχῆς. τουτέστι περιβόλῳ. | ] |
| pi | 2221 | [ | Πραότης· ἀοργησία. ἂν δέ τις τῆς πραότητος γένος ἀποδῷ τὴν ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεώς τινι ἀκολουθοῦν εἴη ἂν καὶ γένος. τὸ γὰρ γένος ἀχώριστον. Πραότης, ἐπὶ θεοῦ ἡ μικρὰ τιμωρία. Δαβίδ· ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα. Πρᾶος δὲ ἀπὸ τοῦ ῥᾷον, ῥᾷος, καὶ πρᾶος. | ] |
| pi | 2318 | [ | Προανατάξωμαι· Δαβίδ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. | ] |
| pi | 2682 | [ | Προσήλυτοι· οἱ ἐξ ἐθνῶν προσεληλυθότες καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους. Δαβίδ· καὶ προσήλυτον ἐφόνευσαν. | ] |
| pi | 2774 | [ | Προσωπεῖον· πρόσχημα. Πρόσωπον ἐπὶ θεοῦ ἡ ἐπιφάνεια αὐτοῦ. Δαβίδ· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ ἡ λύσις τῶν πονηρῶν καὶ τῶν ἀγαθῶν ἡ χορηγία. | ] |
| pi | 2944 | [ | Πρωΐ· παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν συμφορῶν μεταβολαί. Δαβίδ· ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, κύριε. Πρωῒ δὲ ἐστὶ πᾶν τὸ διάστημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ λέγει, ἀναστὰς πρωΐ, ὡς ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆς ἀναστάσεως καὶ ἀγνώστου οὔσης, στικτέον, ἀναστὰς δέ· καὶ οὕτως ἐπαγαγεῖν· πρωΐ, πρώτῃ σαββάτων, ἐφάνη Μαρίᾳ. | ] |
| pi | 2945 | [ | Πρωΐ, πρωΐ· οὕτως ὁ Δαβὶδ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσε. βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωΐ, πρωΐ. | ] |
| pi | 3146 | [ | Πυκάζουσι· τουτέστι πεπυκνωμένοις, στενοχωρουμένοις. Δαβίδ· ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. | ] |
| pi | 3162 | [ | Πύλαι δικαιοσύνης· αἱ διάφοροι τῆς ἀρετῆς ἰδέαι· δι’ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων θεόν. καὶ Δαβίδ· ἀνοίξατέ μοι πύλας δικαιοσύνης. | ] |
| sigma | 96 | [ | Σαούλ, βασιλεὺς τῶν Ἰουδαίων, ὃς ὑπὸ δαίμονος κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο· ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθελγε. ζήτει περὶ τοῦ Σαοὺλ ἐν τῷ Δαβίδ. | ] |
| sigma | 205 | [ | Σελήνη· τὸ ἄστρον. φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν εἶναι, ἀλλὰ καὶ θερμαίνειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Δαβίδ· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. καὶ Σεληναία. καὶ Σεληναῖος, ὁ τῆς σελήνης. λύσις ὀνείρου· φωστῆρας ἰδεῖν πραγμάτων δηλοῖ φάος. | ] |
| sigma | 682 | [ | Σκότος· αἱ θλίψεις, φῶς δὲ ἡ τούτων ἀπαλλαγή· Δαβίδ· φωτιεῖς τὸ σκότος μου. | ] |
| sigma | 772 | [ | Σολομῶν, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Δαβὶδ ἐκ τῆς Οὐρίου γυναικὸς Βηρσαβέε· ὅστις γυναῖκας ἐξ ἐθνῶν ἠγάγετο παρὰ τὴν ἐντολὴν τοῦ θεοῦ. αἱ δὲ ἦσαν αὐτῷ αἱ σύμπασαι γαμεταὶ μὲν ἅμα ταῖς Ἰσραηλίτισι ψʹ, παλλακαὶ δὲ τʹ. ἤδη δὲ προβεβηκὼς τὴν ἡλικίαν ὑπὸ τῶν ἐθνικῶν γυναικῶν διεστρέφετο τὸν νοῦν πρὸς εἰδωλολατρίαν· ἐλάτρευσε γὰρ τῇ Ἀστάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώς, θεῷ Ἀμμανιτῶν. κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνος ἄρσεν ἐγένετο Ῥοβοὰμ υἱός, καὶ αὐτὸς ἐξ ἀλλοφύλου Νααμμὰς τῆς Ἀμμανίτιδος, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. | ] |
| sigma | 773 | [ | Σολομῶν, υἱὸς Δαβίδ, βασιλεὺς Ἰουδαίων, φρονήσει καὶ δυνάμει καὶ πλούτῳ δυνατὸς καὶ περιφανής, δικάζων τε τὸν λαὸν ἐν φρονήσει καὶ σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος, τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρης γενέσθαι. διὸ προσέταξεν ὁ θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖς κραταιοῖς, ὥς φησι Σολομῶν, ἰσχυρὰ ἐφίσταται ἔρευνα. τουτέστι τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ· καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμεῖ· τοῖς δὲ ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. καὶ αὖθις ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Σολομῶν οὖν Σολομῶντος κλίνεται, Σολομῶν δὲ Σολομῶνος παρ’ ἡμῖν. ὅτι ἡ παλαιὰ τὸν Σολομῶντα Σαλομῶντα καλεῖ, ἀπὸ τῆς Σαλὴμ πόλεως, ὅ ἐστιν εἰρήνη· ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ εἰρήνη ἦν. | ] |
| sigma | 819 | [ | Σοφός· ὁ θηρεπῳδός. Δαβίδ· φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ. ὡς τό, σοφοί εἰσι τοῦ κακοποιῆσαι. καί, ποῦ σοφός; ποῦ γραμματεύς; οὐ γὰρ τοὺς ὡς ἀληθῶς σοφοὺς ὀνομάζει, ἀλλὰ τούς τισιν εἶναι δοκοῦντας. | ] |
| sigma | 1016 | [ | Στέαρ· παρὰ τῷ Δαβὶδ εὔνοια καὶ φιλαδελφία. τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. | ] |
| sigma | 1035 | [ | Στενά μοι πάντοθεν. ζήτει ἐν τῷ Δαυίδ. | ] |
| sigma | 1629 | [ | Συντέλειᾳ· αἱ παντοδαπαὶ τιμωρίαι. Δαβίδ· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. | ] |
| sigma | 1689 | [ | Συστροφή· ἡ ὁμόνοια, καὶ ἡ ἐπὶ κακῷ συμφωνία. Δαβίδ· σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων. | ] |
| sigma | 1809 | [ | Σχοινία· αἱ ἐπιβουλαὶ παρὰ τῷ Δαβίδ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: