Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Gaius Julius Caesar Augustus (Augustus) - urn:cts:latinLit:phi1221

Place of birth (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Nola (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

ruler (Wikidata)

Works

urn:cts:latinLit:phi1221.suda001 - Res Gestae Divi Augusti
urn:cts:latinLit:phi1221.suda002

alpha 4412[ Αὕγουστος Καῖσαρ, ὁ καὶ Σεβαστὸς καὶ Ὀκταβϊανὸς ἐπικληθεὶς, Περὶ τοῦ ἰδίου βίου καὶ τῶν πράξεων βιβλία ιγʹ, καὶ τραγῳδίαν Αἴαντός τε καὶ Ἀχιλλέως. ὅτι Αὔγουστος Καῖσαρ δόξαν αὐτῷ πάντας τοὺς οἰκήτορας Ῥωμαίων κατὰ πρόσωπον ἀριθμεῖ, βουλόμενος γνῶναι πόσον ἐστὶ πλῆθος. καὶ εὑρίσκονται οἱ τὴν Ῥωμαίων οἰκοῦντες υιʹ μυριάδες καὶ αιζʹ ἄνδρες. ]
alpha 4413[ Αὔγουστος Καῖσαρ, ἀνεψιὸς Ἰουλίου Καίσαρος· ἀφ’ οὗ καὶ ὁ μὴν Αὔγουστος ἐπικέκληται. αὔγουστα δὲ λέγονται τὰ τίμια καὶ μεγάλα καὶ ἐπίσημα. ἐπ’ αὐτοῦ γὰρ ὁ κύριος Ἰησοῦς Χριστὸς, ὁ θεὸς καὶ σωτὴρ ἡμῶν, τὴν σάρκα ἀνείληφεν ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαριάς. ὅτι Αὐγουστεῖον ἐκλήθη, διότι τῇ εʹ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεωνάρχαι καὶ σεβαστοφόροι ἐχόρευον ἐν τῷ Αὐγουστείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον οὕτως ἐκάλεσαν ἀπὸ τοῦ Αὔγουστος. ἔστησε δὲ καὶ ὁ μέγας Κωνσταντῖνος εἰς τὸ ἄσκεπον τῆς δάφνης στήλην τῆς ἑαυτοῦ μητρὸς, ἐξ ἧς ὠνόμασε τὸν τόπον Αὐγουστεῖον. Αὐγουστεῖον, ὅπερ λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουστινιανός. ὅτι Αὐγούστου Καίσαρος ἀποθανόντος, Τιβέριος καὶ Δροῦσος προηγοῦντο τοῦ πένθους τοῦ νεκροῦ παντελῶς μὴ ἁπτόμενοι· οὐ γὰρ ἐξὸν τοῖς μοναρχοῦσιν. τὰς δὲ διαθήκας αἱ Ἑστιάδες εἶχον, ἃς διέθετο. ὅτι Αὔγουστος Καῖσαρ θυσιάσας ἤρετο τὴν Πυθίαν, τίς μετ’ αὐτὸν βασιλεύσει· καὶ εἶπε· παῖς Ἑβραῖος κέλεταί με, θεοῖς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ἀοιδὸν αὖθις ἱκέσθαι. λοιπὸν ἄπιθι σιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος ἔστησεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν· ὁ βωμὸς οὗτός ἐστι τοῦ πρωτογόνου θεοῦ. ]
gamma 12[ Γάϊος, Ῥωμαίων βασιλεὺς, τὸ μέν πρῶτον μεγαλοφρόνως διεῖπε τῆς βασιλείας τὰ πράγματα καὶ πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐχρῆτο, μετὰ δὲ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φύσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἀπέστειλε καθιδρύσασθαι καὶ εἰς τὸν τῶν Ἱεροσολύμων ναὸν θεσπίσας νέου Γαϊου ἱερὸν προσέταξεν ὀνομάζεσθαι. καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τούς δεσπότας. ἕκαστος γὰρ ἀμύνεσθαι ἐβούλετο τὸν ἴδιον δεσπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βασάνων προέπασχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν τραπεὶς ἄθεσμον στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκῇ τινι περιστέλλων καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος ἔφη, σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. οὗτος μιαρώτατός τε καὶ ἀνοσιώτατος ἐγένετο καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοσοῦτον τὰ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτος μετὰ Τιβέριον ἐβασίλευσε Καλλιγόλας ὀνομαζόμενος. ]
delta 430[ Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γεγονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰς Ὅμηρον [+] ἐξήγησιν, εἰς Ἡσίοδον [+] ὁμοίως. ]
delta 872[ Δίδυμος, Διδύμου ταριχοπώλου, γραμματικὸς Ἀριστάρχειος, Ἀλεξανδρεύς, γεγονὼς ἐπὶ Ἀντωνίου καὶ Κικέρωνος καὶ ἕως Αὐγούστου· Χαλκέντερος κληθεὶς διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασὶ γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. ]
delta 1112[ Δικτάτωρ· ἐπειδὴ Μάλιος, ἀνὴρ Λατῖνος μὲν γένος καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας τιμωρεῖν τοῖς κηδεσταῖς ἀτίμως παρεωσμένοις ἠξίου τῆς δυναστείας, ἡ βουλὴ καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους καινὸν ἡγεμονίας εὑρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ’ Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν, ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. τοιγαροῦν Γάϊος Καῖσαρ πρότερος καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. ]
delta 1151[ Διόδωρος, Σικελιώτης, ἱστορικός. ἔγραψε Βιβλιοθήκην· ἔστι δὲ ἱστορία Ῥωμαϊκή τε καὶ ποικίλη ἐν βιβλίοις μʹ. γέγονε δὲ ἐπὶ τῶν χρόνων Αὐγούστου Καίσαρος καὶ ἐπάνω. ]
delta 1174[ Διονύσιος, Ἀλεξάνδρου, Ἁλικαρνασσεύς, ῥήτωρ, καὶ παντοίως λόγιος· γέγονε δὲ ἐπὶ Καίσαρος τοῦ Σεβαστοῦ, πρόγονος τοῦ ἐπὶ Ἀδριανοῦ γεγονότος Ἀττικιστοῦ. ]
epsilon 3024[ Ἑρμαγόρας, Τήμνου τῆς Αἰολίδος, ὁ ἐπικληθεὶς Καρίων, ῥήτωρ. τέχνας ῥητορικὰς ἐν βιβλίοις ϛʹ, Περὶ ἐξεργασίας, Περὶ πρέποντος, Περὶ φράσεως, Περὶ σχημάτων. ἐπαίδευσε δὲ οὗτος μετὰ Κεκιλίου ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Αὐγούστου καὶ τελευτᾷ πόρρω τῆς ἡλικίας. ]
iota 399[ Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παίδευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ ΔίδυμοςΧαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατ’ αὐτοῦ. ἔγραψε πάνυ πολλά. ]
iota 437[ Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔ νομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν ΜισοπώγωναἈντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν ἩρακλείδηςΠοντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλ’ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. ]
iota 761[ Ἴϋγξ· τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα. ἐν Ἐπιγράμμασι· ἴϋγξ, ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη. δεῖ δή σε νυνὶ γενέσθαι δεινήν, ἀγαθήν, φαύλην, σεμνήν, ἀγανήν, πολύπειρον· ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴϋγγι κοινῇ πάντ’ ἐπέτρεψαν. ἀντὶ τοῦ τῷ σῷ πόθῳ, τῇ σῇ θελήσει. οἱ δέ, ὅτι ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας, ἥν φασιν Ἠχοῦς εἶναι θυγατέρα, ἔνιοι δὲ Πειθοῦς. καὶ Ἴϋγξιν. ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴϋγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ τοῦ Σεβαστοῦ κρατήσειν τρίτου. καὶ αὖθις· τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ Κυνός. ]
theta 203[ Θέων, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, γεγονὼς ἐπὶ Αὐγούστου μετὰ Ἄρειον. ἔγραψε τῆς Ἀπολλοδώρου [+] Φυσιολογικῆς εἰσαγωγῆς ὑπόμνημα, Περὶ τεχνῶν ῥητορικῶν βιβλία τρία. ]
kappa 1165[ Κεκίλιος, Σικελιώτης, Καλλατιανός· Κάλλαντις δὲ πόλις Σικελίας· ῥήτωρ, σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ τοῦ Σεβαστοῦ Καίσαρος καὶ ἕως Ἀδριανοῦ, καὶ ἀπὸ δούλων, ὥς τινες ἱστορήκασι, καὶ πρότερον μὲν καλούμενος Ἀρχάγαθος, τὴν δὲ δόξαν Ἰουδαῖος. βιβλία δὲ αὐτοῦ πολλά· Κατὰ Φρυγῶν δύο· ἔστι δὲ κατὰ στοιχεῖον. Ἀπόδειξις τοῦ εἰρῆσθαι πᾶσαν λέξιν καλλιρρημοσύνης· ἔστι δὲ ἐκλογὴ λέξεων κατὰ στοιχεῖον· Σύγκρισις Δημοσθένους [+] καὶ Κικέρωνος [+]· Τίνι διαφέρει Ἀττικὸς ζῆλος τοῦ Ἀσιανοῦ· Περὶ τοῦ χαρακτῆρος τῶν δέκα ῥητόρων· Σύγκρισις Δημοσθένους [+] καὶ Αἰσχίνου· Περὶ Δημοσθένους [+], ποῖοι αὐτοῦ γνήσιοι λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱστορίαν παρὰ ἱστορίαν εἰρημένων τοῖς ῥήτορσι· καὶ ἄλλα πλεῖστα. πῶς δὲ Ἰουδαῖος τοῦτο θαυμάζω· Ἰουδαῖος σοφὸς τὰ Ἑλληνικά. ]
kappa 1197[ Καῖσαρ Αὔγουστος, ὁ καὶ Σεβαστὸς καὶ Ὀκταβιανὸς ἐπικληθείς. ἔγραψε περὶ τοῦ ἰδίου βίου καὶ τῶν πράξεων αὐτοῦ βιβλία ιγʹ. ]
kappa 1199[ Καῖσαρ· οὕτως ὀνομάζονται οἱ Ῥωμαίων βασιλεῖς ἀπὸ Ἰουλίου Καίσαρος, τοῦ μὴ γεννηθέντος. τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτὸν καὶ οὕτως ἐκάλεσαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶσσαν Καῖσαρ ἀνατομὴ λέγεται. ὅτι ἐπὶ Ῥωμαίων τῶν πάλαι ὁ δῆμος ἦρχεν, αὖθις οἱ ὀλίγοι, καὶ τὰ τελευταῖα ἐς μοναρχίαν κατέστη Ῥωμαίοις τὰ πράγματα, ἐξέτι Καίσαρος τοῦ πρώτου μοναρχήσαντος καὶ βασιλεύσαντος. καὶ ἀστασίαστα διετέλει τὰ κοινὰ ἄχρι ἐς Μάρκον Ἀντωνῖνον Ῥωμαίων ἄρχοντα· ἐπεὶ δὲ ὁ τούτου παῖς ὁ Κόμοδος τὴν φύσιν οὐ πάνυ φρενήρης καὶ φιληδονίας ἥττων γενόμενος καὶ οὐ μάλα τι ἀγαθὸς τὰ πολέμια καὶ φιλόψυχος, δολοφονηθεὶς ὑπό τινων κατελύθη, ἐπαναστάσεις τε συνεχέσταται ἐγένοντο. ]
kappa 2284[ Κωνσταντῖνος ὁ μέγας· οὗτος ἐξ ἀφανῶν τίκτεται τῷ βασιλεῖ Κωνσταντίῳ, γνωρισθεὶς δὲ τῷ πατρὶ κατά τινας γνωρίμους τρόπους· ὃς κατά τινα τύχην ἔγνω τοὺς τόπους καταλιπεῖν, ἐν οἷς διέτριβεν, ἐξορμῆσαι δὲ πρὸς τὸν πατέρα Κωνστάντιον, ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὄντα καὶ Βρεττανίᾳ συνεχέστερον ἐνδημοῦντα. θεασάμενος δὲ αὐτὸν ὁ πατὴρ χειροτονεῖ βασιλέα τοὺς ἐκ τῆς Θεοδώρας υἱεῖς καταλιπών, ἰδὼν αὐτὸν εὖ ἔχοντα σώματος. δύο δὲ καὶ ξʹ καὶ τʹ ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλυθότων ἐνιαυτῶν, Κωνσταντῖνος τὴν νέαν Ῥώμην ἀνίστησι. ]
kappa 2287[ Κωνσταντινούπολις· ὅτι ἡ Κωνσταντινούπολις τοσοῦτον τῶν ἄλλων ἁπασῶν μείζων, ὅσον τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ· ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. ὅτι τριακόσιοι ἑξήκοντα ἀπὸ τῆς Αὐγούστου Καίσαρος μοναρχίας διεληλύθεισαν ἐνιαυτοὶ τῇ πρεσβυτέρᾳ Ῥώμῃ, καὶ τῶν πραγμάτων αὐτῆς ἤδη πρὸς πέρας ἀφιγμένων Κωνσταντῖνος ὁ Κωνσταντίου παῖς ἐπιλαβόμενος τῶν σκήπτρων τὴν νέαν ἀνίστησι Ῥώμην. ἀπὸ δὲ κτίσεως τῆς νέας Ῥώμης μέχρι τῶν κατεχόντων τὰ σκῆπτρα Ῥωμαίων Βασιλείου καὶ Κωνσταντίνου τῶν Πορφυρογεννήτων [+] ἔτη... ]
lambda 307[ Λεσβώναξ, Μιτυληναῖος, φιλόσοφος, γεγονὼς ἐπὶ Αὐγούστου, πατὴρ Ποτάμωνος τοῦ φιλοσόφου. ἔγραψε πλεῖστα φιλόσοφα. ]
nu 393[ Νικόλαος, Δαμασκηνός, γνώριμος Ἡρώδου τοῦ τῶν Ἰουδαίων βασιλέως καὶ Αὐγούστου Καίσαρος, φιλόσοφος ΠεριπατητικὸςΠλατωνικός. ἔγραψεν Ἱστορίαν καθολικὴν ἐν βιβλίοις πʹ, καὶ τοῦ βίου Καίσαρος [+] ἀγωγήν. οὕτως δὲ ἠσπάσατο αὐτὸν ὁ Καῖσαρ, ὡς τοὺς ὑπ’ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι, ἤγουν μελιττούτας, Νικολάους αὐτὸν καλεῖν. καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. ἔγραψε καὶ περὶ τοῦ ἰδίου βίου καὶ τῆς ἑαυτοῦ ἀγωγῆς. οὗτος ὁ Δαμασκηνὸς ἐν τῇ ἄλλῃ παιδείᾳ τεθραμμένος διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ’ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο, ἔτι μᾶλλον ηὔξησε ταύτην ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχών, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος, ὥστε πρὶν γενειᾶν, εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι καὶ τῶν ἡλίκων διαφέρειν· γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο καὶ δι’ αὐτὴν ποιητικῆς πάσης, αὐτός τε τραγῳδίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι μᾶλλον ὕστερον αὐξηθείς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης. ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν ἄνδρα παιδείας ἀγαπήσας χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. ἔλεγε δὲ καὶ τὰς Μούσας ἄρα διὰ τοῦτο πολλὰς ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύματα καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον· καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν οὔτε τὴν ἀπόλειψιν ὁμοίως ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τούτων ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρισμὸν ἐχρήσατο, οὐδὲ ἐκαπήλευσεν. ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ. ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει τοῖς ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δ’ ἐναριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις, οὕτω καὶ διὰ τῆς ὅλης παιδείας διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ’ ἐπ’ ἔλαττον· καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμβάνειν καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἐλθόντας φιλοσοφεῖν. ]
omicron 671[ Ὄρχησις παντόμιμος· ταύτην ὁ Αὔγουστος Καῖσαρ ἐφεῦρε, Πυλάδου καὶ Βακχυλίδου πρώτων αὐτὴν μετελθόντων. καὶ ἈναγαλλὶςΚερκυραία, γραμματική, τὴν τῆς σφαίρας εὕρεσιν Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ ἀνατίθησιν. ]
pi 2025[ Πομπήϊος, Ῥωμαίων στρατηγός· περὶ οὗ φασιν ὅτι μετὰ τὰς σπονδὰς δειπνεῖν τὸν Καίσαρα καὶ Ἀντώνιον παρὰ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου ἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον· τοῦτον γὰρ ἔφη μόνον αὐτῷ καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης, Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν αὐτῷ ἡσυχῆ καί, βούλει, φάναι, τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον; τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι· ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δέ, ( οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν. ]
pi 2126[ Ποτάμων, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς πρὸ Αὐγούστου, καὶ μετ’ αὐτόν. εἰς τὰς Πλάτωνος [+] Πολιτείας ὑπόμνημα. ]
pi 2758[ Πρόσοδος· εἰσφορά, εἴσοδος, ἢ παρουσία, ὡς Θουκυδίδης καὶ ἕτεροι. ὁ δὲ Καῖσαρ ἐκ τῆς προσόδου μόνης τούτους κατέπληξε. τουτέστι παρουσίας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License