Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Arius Alexandrinus (Arius) - urn:cts:greekLit:lagl0369

Place of birth (Wikidata Statement)

Cyrenaica (Wikidata)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

ascetic (Wikidata)

theologian (Wikidata)

presbyter (Wikidata)

preacher (Wikidata)

alpha 571[ Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτῷ τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφείς. αὐτὸς δὲ εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέγετο μαθημάτων, πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησάμενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν. οὗτος αἱρεσιάρχης ἦν, ὃς καὶ ἄθεος ἐπεκλήθη ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. τὰ αὐτὰ μὲν οὖν ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν συνεκρότει δόξαν· πρὸς δὲ ἀρειανίζοντας διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸς ἄνθρωπος Ἀέτιος καὶ τῷ Ἀρείου δόγματι διαπύρως συνηγορεῖν ἔσπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶς ἀναζεύγνυσι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν, ἐντεῦθεν γὰρ ἦν, ὑπὸ Λεοντίου τοῦ τότε τῆς Ἀντιοχείας ἐπισκόπου χειροτονεῖται διάκονος. εὐθὺς οὖν συνεξεφώνει τοὺς ἐντυγχάνοντας ἐκ τῶν Ἀριστοτέλους κατηγοριῶν διαλεγόμενος, τοὺς ἐριστικοὺς κατωρθωκὼς λόγους. ἐπιστολάς τε συνεκάττυε πρὸς βασιλέα Κωνστάντιον. ἀλλ’ εἰ τὰ αὐτὰ τοῖς ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων οὐ δυναμένων συνιέναι τὸ περισκελὲς τῶν λογισμῶν ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶς τῆς αὐτῶν ἐκκλησίας ἔδοξεν αὐτὸς μὴ βούλεσθαι κοινωνεῖν αὐτοῖς. καὶ νῦν εἰσιν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιος γὰρ ταχυγράφος ὢν ἐκείνου καὶ ὑπ’ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν τοῦ στίφοις τούτου προέστη. ]
alpha 3835[ Ἀρειανὸς καὶ Ἀρειανίζω καὶ Ἀρειανισταὶ καὶ τὰ τούτοις ὅμοια, ἀπὸ Ἀρείου τοῦ αἱρεσιάρχου· ὃς ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐν τοῖς ἱερωμένοις πρεσβυτέροις τεταγμένος, ἐπειδὴ τὰ πάντα συγχεῖν ἐβούλετο, καταδικασθεὶς ὑπὸ τῆς ἐν Νικαίᾳ τῶν τιηʹ ἁγίων πατέρων συνόδου, διεφθάρη ἀήθει καὶ καινῷ τοῦ θανάτου τρόπῳ. ἐν γὰρ τῷ τῆς πόλεως φόρῳ, ἐπειχθείσης οἱ τῆς γαστρὸς, ἀποκλίνας εἰς ἀπόπατον ἅμα σὺν τοῖς διαφορήμασι πάντων ἐκενώθη τῶν ἐντὸς ἀναγκαίων. καὶ ἐξ αὐτοῦ καὶ Ἀρειόφρονες. ]
epsilon 3598[ Εὐνόμιος· οὗτος εἰς Κύζικον προβάλλεται ἐπίσκοπος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως. ὑπογραφεὺς δὲ οὗτος γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου. συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε, λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. ἐκ τούτων τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε τὸ Ἀρείου δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν, ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος, πολύχους δὲ τὴν λέξιν καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ ζʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς πρὸς Ῥωμαίους ἐπιστολάς. πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι λόγοι τυγχάνουσιν, ἐν πολυλεξίᾳ ἔχοντες νοημάτων εὐτέλειαν. ]
epsilon 3737[ Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμελέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελικῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεοφανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγγελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορφυρίου [+] τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους [+] λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. ΕὐσέβιοςΠαμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπινώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν. ]
theta 196[ Θεόφιλος, βασιλεὺς Ῥωμαίων, υἱὸς Μιχαὴλ τοῦ Ἀμοραίου, πατὴρ Μιχαήλ, ὃς ἐς τοσαύτην ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν καὶ τὴν τοῦ Κοπρωνύμου χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνακαινίσας, ὡς μηδενὶ ἥττων ὀφθῆναι τῆς ἐκείνου δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμωμένων πάλαι, διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο, συμμύστην καὶ σύμμαχον καὶ συνίστορα τῆς αἱρέσεως ἔχων ὁ δεύτερος Νεκταναβὼ τὸν φατριάρχην Ἰαννῆν, μᾶλλον δὲ μαντιάρχην ἢ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαάμ, ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἀναφανέντα, λεκανομάντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην. ὑφ' οὗ καὶ τὰ γράμματα παιδευθεὶς ὁ εὐρίπιστος καὶ δείλαιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν· οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσαιτο σχετλιαστικῶς φάσκων· οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. καὶ τὰ ἑξῆς. ]
theta 297[ Θευδέριχος. ὅτι Θευδέριχος, ὁ Ἄφρος, διάκονόν τινα εἶχεν ὀρθόδοξον, ὃν πάνυ ἠγάπα καὶ ἔθαλπεν. οὗτος δὲ ὁ διάκονος νομίζων Θευδερίχῳ χαρίζεσθαι, τῆς ὁμοουσίου πίστεως ἀποστάς, τὰ Ἀρείου ἐφρόνησε. γνοὺς δὲ τοῦτο Θευδέριχος, τὸν οὕτως ἀγαπώμενον εὐθέως ἀπεκεφάλισεν εἰπών· εἰ τῷ θεῷ πίστιν οὐκ ἐφύλαξας, πῶς ἀνθρώπῳ φυλάξεις συνείδησιν ὑγιαίνουσαν; ]
lambda 254[ Λεόντιος, Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος ἐν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα τῆς Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἦν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὗτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα πέμπει πρὸς αὐτόν, αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με. ὁ δὲ ἀντεδήλωσε· τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὦ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρὸς σέ, ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν’ εἰσέλθοιμι μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶσα μετ’ αἰδοῦς ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσίν, εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ’ ἀνεστήκοις αἰδουμένη, ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἥνικα δοίην τὸ σύνθημα. εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρὰ σέ· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ’ οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς προσηκούσης τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσύνης θεσμόν. ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας καὶ τ ἀνδρὶ διηγησαμένη, πρὸς τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν. καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνσταντίου τῶν ἐπισκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος τῶν πάντων; θαυμάζω, ἔφη, ὅτι εἰς ἕτερα διέπειν ταχθεὶς ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων διαταττόμενος. τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἦν ὁ Λεόντιος ἐλευθέριος. ]
lambda 255[ Λεόντιος, Ἀντιοχείας ἐπίσκοπος, ἑαυτὸν ἐξέτεμε· καὶ ἦν καὶ τἆ λλα βέβηλος· καὶ ἈέτιοςΕὐνομίου διδάσκαλος, ὃς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησεν. ]
omicron 762[ Οὐαλεντινιανός, Ῥωμαίων βασιλεύς, Χριστιανὸς καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν οὐδὲν τοὺς ἐναντίους ἠδίκει. ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρίαις τῶν ἀπειθούντων ἀπαραίτητος ἐπί τε τοῖς πολέμοις ἄριστος. ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος πολλοὺς ἐξορίαις ὑπέβαλλε· καθ’ ὃν χρόνον τῆς ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος καὶ τῆς ἐν Κωνσταντινουπόλει Εὐδόξιος, τῆς Ἀρείου θρησκείας διδάσκαλος. ζήτει ἐν τῷ Σαλούστιος. ]
omicron 764[ Οὐάλης, βασιλεὺς Ῥωμαίων· ὃς κακοδοξῶν καὶ συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο. καὶ γὰρ ἐπισκόπους εἰς ἐξορίαν ἔπεμπε καὶ πρεσβυτέρους καὶ διακόνους καὶ μοναχούς, Τατιανοῦ τότε ἄρχοντος Ἀλεξανδρείας· καὶ πολλοὺς τῶν Χριστιανῶν ἐβασάνισε καί τινας πυρὶ παρέδωκε. ταῦτα δὲ πάντα μετὰ τὴν τελευτὴν Ἀθανασίου. οἱ οὖν ἐν Κωνσταντινουπόλει ὀρθόδοξοι ἐλεηθήσεσθαι νομίζοντες ὑπὸ Οὐάλεντος πρεσβείαν ἔστειλαν πρὸς αὐτὸν ἐν Νικομηδείᾳ τυγχάνοντα, πέμψαντες πʹ ἱερατικοὺς ἄνδρας, ὧν ἡγοῦντο Θεόδωρος καὶ Κουρβασὸς καὶ Μενέδιμος· οὓς ἅπαντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι προσέταξε. καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιβίζων τοῦ πλοίου διαρκέσαντος κἀκεῖσε διαλυθέντος. ἐπὶ τοῦ βδελυροῦ Οὐάλεντος Λούκιός τις ἐπίσκοπος τῆς τῶν Ἀρειανῶν αἱρέσεως παραχρῆμα ὡς λύκος τῇ ἐκκλησίᾳ ἐπεπήδησεν· ὁ δὲ Πέτρος εἰς τὴν Ῥώμην ἀπέφυγεν. ὁ δὲ Λούκιος τοσαῦτα ἐνεδείξατο, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων ἐγένετο· τρεῖς γὰρ χιλιάδας ἀπέστειλε κατὰ τὴν ἔρημον ἀναιροῦντας καὶ πορθοῦντας τοὺς θεοσεβεῖς ἄνδρας. ]
omega 183[ Ὠριγένης Λεωνίδην εἶχε πατέρα, ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ τυγχάνων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς ἐς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγίστην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ’ αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς λίαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ’ ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας καὶ φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγράφους αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσαν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ͵ϛʹ βίβλους συνέταξε· τοσοῦτον γὰρ ζῆλον ἐς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς θεῷ καὶ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσηγόρευσεν· ὅστις νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρις ἐννάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι. πᾶσαν τοίνυν ἡρμήνευσε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε· συμβεβήκει γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων ἐς ἤθη τε καὶ ἐς φύσεις ζῴων καὶ ἀλόγων εἴρηται μέσως φερόμενος πολλάκις χαρίεντα διηγήματα γράφει· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι’ ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος, φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λιβανωτὸν εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος· υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· καί, μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιώματι αὐτοῦ. καί, μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταῦτα πάντα παρωσάμενος παρεσφάλη τοῦ πρέποντος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License